***
*Γεν. 25,29 ἥψησε δὲ Ἰακὼβ ἕψημα· ἦλθε δὲ Ἡσαῦ ἐκ τοῦ πεδίου ἐκλείπων,
Γεν. 25,30 καὶ εἶπεν Ἡσαῦ τῷ Ἰακώβ· γεῦσόν με ἀπὸ τοῦ ἑψήματος τοῦ πυῤῥοῦ τούτου, ὅτι ἐκλείπω. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ.
Γεν. 25,31 εἶπε δὲ Ἰακὼβ τῷ Ἡσαῦ· ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί.
Γεν. 25,32 καὶ εἶπεν Ἡσαῦ· ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν, καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια;
Γεν. 25,33 καὶ εἶπεν αὐτῷ Ἰακώβ· ὄμοσόν μοι σήμερον. καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ Ἡσαῦ τὰ πρωτοτόκια τῷ Ἰακώβ.
Γεν. 25,34 Ἰακὼβ δὲ ἔδωκε τῷ Ἡσαῦ ἄρτον καὶ ἕψημα φακοῦ, καὶ ἔφαγε καὶ ἔπιε καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν Ἡσαῦ τὰ πρωτοτόκια.