θανάτω θάνατον πατήσας
και τοις εν τοις μνήμασιν,
ζωήν χαρισάμενος.
Εὐλόγησον· πάτερ.
Πᾶσα μὲν ἡμέρα φαιδρὰ καὶ περίβλεπτος,
ἡ δὲ τῆς ἀναστάσεως πασῶν φαιδροτέρα καθέστηκεν.
Ἐν ᾗ τὸ μὲν ἄπληστον τοῦ θανάτου κεχαλίνωται στόμα,
οἱ θνητοὶ δὲ ὡς ἀδρανῆ λοιπὸν καὶ πρόσκαιρον γελῶσι τὸν θάνατον,
μᾶλλον δὲ καὶ εὐεργέτην οἱ καλῶς βιοῦντες εὑρίσκουσιν.
ἀλλ' εὔχρηστος μὲν ἡμῖν, ἑαυτῷ δὲ πολέμιος·
ἐν ᾧ γὰρ αὔξει τὰ ἡμέτερα, καταλύσει τὰ ἴδια.
Καὶ τίς αὐτὸν εἰς τὴν ἀντίστροφον ταύτην περιήνεγκεν τέχνην ἵνα λοιπὸν εὐεργετῇ
καὶ βλάπτων χαρίζηται;
Ὁ τὴν τῆς ἀναστάσεως ἐπαγγελίαν ἐκφωνήσας τῷ κόσμῳ·
"λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν."
"Λύσατε τὸν ναὸν τοῦτον", οὐχ ὃν αἱ ὑμέτεραι χεῖρες ἀνέστησαν, ἀλλ' ὃν ἐγὼ κτίσας ἐμαυτῷ περιέθηκα·
αὐτὸς γὰρ πεσὼν ἀναστήσεται,
ὁ δὲ ὑμέτερος ἱστάμενος πεσεῖται·
"Ἀμὴν γὰρ λέγω ὑμῖν· οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον."
"Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν".
Οὐκ εἶπεν· ἐγερεῖ αὐτὸν ὁ Πατὴρ,
ἵνα μὴ Ἄρειος ἐπιπηδήσῃ τῷ λόγῳ ἀλλ'·
Ἐγὼ ἐγερῶ αὐτόν·
ἐγὼ δι' ἐμαυτοῦ αὐθεντῶ οὐ κελευόμενος.
Ἐρωτᾷς διὰ τί μὴ παραχρῆμα ἀνίσταται, ἀλλὰ μετὰ τρεῖς ἡμέρας·
Ἵνα μὴ τοῦ προφήτου Ἰωνᾶ τὸν τύπον παραλύσῃ.
διώκει δὲ νύκτα φωτοφόρος ἡμέρα·
τὴν δὲ νύκτα τῆς ἀγνωσίας ἡ λευκοχίτων τῆς ἀναστάσεως ἐκάλυψεν ἡμέρα.
Πάντα χαρᾶς καὶ φαιδρότητος γέμει.
Πάσης δὲ φαιδρυνομένης τῆς κτίσεως πενθήρη μόνον τὸν διάβολον βλέπω.
Πενθεῖ δὲ ἄρα ὁ διάβολος· ∆ιὰ τί;
Ὅτι καὶ τὸν Ἀδὰμ ἀπώλεσεν καὶ τὸν λῃστὴν οὐκ ἐκράτησεν,
ὅτι καὶ τὸ καθ' ἡμῶν χειρόγραφον ἡρπάγη καὶ τὸ ὑπὲρ ἡμῶν τρόπαιον ἐφυτεύθη σταυρὸς κατὰ δαιμόνων τρόπαιον νικηφόρον.
Σταυρὸς δένδρον ἀειθαλὲς καθ' ἑκάστην ἡμέραν μαραίνων τὸν διάβολον.
ὅτι καὶ τὴν ζωὴν οὐκ ἐφόνευσεν καὶ τὸν θάνατον διὰ τῆς ζωῆς ἐθανάτωσεν.
Κρατήσας γὰρ ὁ θάνατος τὴν ζωὴν ἐνεκρώθη καὶ οἱ νεκροὶ τὴν ζωὴν ἰδόντες ἀνέστησαν.
"Τὰ ἀρχαῖα παρῆλθεν, γέγονε τὰ πάντα καινά".
Ἔπεσεν ὁ πρῶτος Ἀδάμ, ὁ δεύτερος ῥήγνυσιν.
Κάτω γὰρ ῥήγνυσιν, ὃν ἄνωθεν ἔρριψεν.
Τὴν Εὔαν ἐσκέλισεν, παρὰ Μαρίας σκελίζεται.
Εὐχαριστεῖ τῷ ξύλῳ τῆς παραβάσεως,
θρηνήσει τῷ σταυρῷ κολαζόμενος.
Ἐν τῷ παραδείσῳ κεκράτηκεν, ἐν τῷ ᾍδῃ κεκράτηται.
Ἐν τῷ παραδείσῳ μὴ κρατῶν ἐτυράννησεν,
ἀλλ' ἐν τῷ ᾍδῃ κρατῶν ἀπεστέρηται.
Ὃν οὐκ εἶχεν πρότερον ἔλαβεν, ἀλλ' ὕστερον,
ὃν κατεῖχεν ἀπώλεσεν.
Χαίρων ἔδραμεν καὶ θρηνῶν ἀνεχώρει.
Τὸν Ἀδὰμ οὐκέτι κλείει παράδεισος, τοῦ λῃστοῦ τὰς θύρας ἀνοίξαντος.
Ἐκδικεῖ τὴν Εὔαν ἡ Μαρία.
Οὗ γὰρ ἐκείνη τὰς ἐντολὰς οὐκ ἐφύλαξεν,
τοῦτον αὕτη γαστρὶ περιέλαβεν·
καὶ ὃν οὐρανὸς οὐκ ἐχώρησεν,
οὐκ ἐστενοχώρησεν ἡ γαστὴρ τῆς παρθένου.
Καὶ ὁ τὸν οὐρανὸν ἐπικρεμάσας τῷ κόσμῳ, εὐτελοῦς ἀπεκρεμᾶτο ξύλου, ἵνα ξύλῳ πλανήσῃ τὸν διὰ ξύλου τὸν Ἀδὰμ ἀπατήσαντα.
Μὴ φύγωμεν τὰ πάθη·
"Συμπάσχομεν γὰρ ἵνα καὶ συνδοξασθῶμεν."
Ἡ ἀνάστασις ἀνέστη καὶ χαρᾶς ἡ κτίσις πεπλήρωται.
Ὁ γὰρ κῆρυξ τῆς ἀναστάσεως πρῶτος ἐν ἑαυτῷ τὴν ἀνάστασιν ἔδειξεν.
οὐκ ἂν ἐπίστευσαν οἱ λόγον μὲν ἀκούοντες, ἔργον δὲ μὴ θεωροῦντες.
Τί οὖν ὁ τῆς ἀναστάσεως ὑπενόησεν κῆρυξ;
Ὡς ἰατρὸς ἄριστος πρῶτος ἀπογεύεται τοῦ φαρμάκου,
ἵνα οἱ δεόμενοι τῆς ἰατρείας ἀνενδοιάστως λοιπὸν τὸ κήρυγμα δέξωνται.
Ἀπαρχὴ τῶν κεκοιμημένων" ὁ Χριστός.
Καὶ μηδεὶς ἐκεῖνο λεγέτω·
Καὶ μὴν εὑρίσκομεν ἄλλους πρὸ αὐτοῦ ἀναστάντας·
Ἠλίας ὁ θεσβίτης τὸν υἱὸν τῆς Σαραφθείας πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἀνέστησεν.
Ἐλισσαῖος ὁμοίως τὸν υἱὸν τῆς Σουμανίτιδος.
Τὸ πλέον λέγω·
Αὐτὸς ὁ ∆εσπότης Χριστὸς πρὸ ἑαυτοῦ τετραήμερον νεκρὸν τὸν Λάζαρον ἤγειρεν.
Ὃ λέγομεν ἐπὶ τοῦ Λαζάρου, λέγομεν ἐπὶ πάντων τῶν πρὸ αὐτοῦ ἀναστάντων.
Ἀνέστη μὲν ὁ Λάζαρος πρὸ τοῦ ∆εσπότου Χριστοῦ·
ἀλλ' ἀνέστη Λάζαρος, ἵνα πάλιν ἀποθάνῃ.
Πρὸς ὀλίγον ἀναλαμβάνει τοῦ ζῆν, ἵνα ὑπερετήσῃ τῷ θαύματι καὶ πάλιν ὑπὸ τὴν θανατικὴν ἀπόφασιν γένηται.
οὐκέτι πρὸς δεύτερον ἐχώρησε θάνατον,
ἀλλὰ χωρίσας ἑαυτὸν καθάπαξ τοῦ σώματος,
ὅπερ ἦν ἐξ ἀρχῆς, ἀθάνατος ἔμεινεν.
"Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει·
θάνατος αὐτοῦ οὐκέτι κυριεύει·
ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ,
ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ."
∆ιὰ τοῦτο· "ἀπαρχὴ τῶν κεκοιμημένων" Χριστός,
ἵνα ἅπερ ἐπηγγείλατο τοῖς λόγοις,
ταῦτα πληρώσῃ τοῖς ἔργοις.
ἂν μὴ προλάβῃ τὸ πάθος, οὐκ ἔστιν ἰατρεία.
τὰς ψυχικὰς ἡμῶν ἐθεράπευσεν νόσους,
τοὺς ψυχοφθόρους δαίμονας ἀπήλασεν.
Πῶς ἀσώματος φύσις σωματικὴν ὑπέμεινεν ὀδύνην;
Πῶς ἡ παντοδύναμος ἐξουσία πεῖραν ἐδέξατο θανάτου;
Τί οὖν ἐροῦμεν πρὸς ταῦτα;
ἀλλὰ τὸ περιβόλαιον τῆς θεότητος.
Σταυρουμένου δὲ τοῦ σώματος, ἡ θεότης ἠτιμάζετο.
Ὁ γὰρ τὸ ἱμάτιον σχίσας, τὸν ἐνδεδυμένον ὑβρίζει·
ὁ τὴν βασιλικὴν κατακόψας πορφύραν,
τὸν βασιλέα πρὸς ὀργὴν ἐρεθίζει.
Καὶ τότε μὲν αὐτὸν ἐσταύρωσαν οἱ Ἰουδαῖοι·
νῦν δὲ οἱ τῶν Χριστιανῶν αὐτὸν ἀνασταυροῦσι πρωτόθρονοι.
"Εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα."
Ἐπὶ γὰρ τῷ βαπτίσματι τὸ χρῖσμα.
Τὸ γὰρ περιττὸν χρῖσμα τὸν Χριστιανὸν ἐποίησεν ἄχριστον καὶ σαυτοῦ γέγονας ὡς Ἰούδας προδότης,
διὰ χρυσὸν τὸν Χριστὸν ἀρνησάμενος.
∆ιὸ καὶ ἡ τοῦ Ἰούδα περιμένει σε σχοῖνος.
∆εῖ σε γὰρ τὰ ἐκείνου φρονοῦντα πληρῶσαι τὴν ἐσχάτην ἐκείνου.
ἵνα κρειττόνων καὶ ἀκηράτων ἀγαθῶν ἐπιτύχωμεν τῶν καὶ νοῦν καὶ τὸν λόγον ὑπερβαινόντων ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.