Ἐκ τοῦ κατὰ τὸν Ἰωάννην
Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ.
Εἰ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.
ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι ὅπου ὑπάγω ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.
Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε,
ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
Κύριε, ποῦ ὑπάγεις;
Ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ὕστερον δὲ ἀκολουθήσεις μοι.
Κύριε, διατί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι;
Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.
Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις!
Ἀμὴν ἀμὴν λέγω σοι,
οὐ μὴ ἀλέκτωρ φωνήσει ἕως οὗ ἀπαρνήσῃ με τρίς.
πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε.
Ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν·
εἰ δὲ μή, εἶπον ἂν ὑμῖν.
Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν·
καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε.
Καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδόν οἴδατε.
Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις·
καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι;
Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή·
οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ.
Εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν·
καὶ ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν.
Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν.
Τοσούτον χρόνον μεθ’ ὑμῶν εἰμι,
καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;
Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα·
καὶ πῶς σὺ λέγεις, δεῖξον ἡμῖν τὸν πατέρα;
Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι;
Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ·
ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα.
εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι.
Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε, καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν,
ἵνα μένει μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα,
τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτὸ·
ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται.
Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς·
ἔρχομαι πρὸς ὑμᾶς.
Ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε.
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν.
Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς,
ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με·
ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου,
καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.
Κύριε, καὶ τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ;
Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεν.
Ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ·
καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός με πατρός.
ὁ δὲ παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν.
Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν·
οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν.
Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω.
ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς·
εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἄν ὅτι εἶπον,
πορεύομαι πρὸς τὸν πατέρα·
ὅτι ὁ πατὴρ μου μείζων μού ἐστι.
Καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι,
ἵνα ὅταν γένηται πιστεύσητε.
ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων,
καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν·
ἀλλ’ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα,
καὶ καθὼς ἐνετείλατό μοι ὁ πατήρ, οὕτω ποιῶ.
Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.
καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι.
Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα πλείονα καρπὸν φέρῃ.
Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν.
Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ, ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μένητε.
Ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.
Ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε, καὶ γένησθε ἐμοὶ μαθηταί.
μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ.
ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς.
Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει,
ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.
ὑμεῖς φίλοι μού ἐστε, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν.
Οὐκέτι ὑμᾶς λέγω δούλους,
ὅτι ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ κύριος·
ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν.
Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ,
γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν.
Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει·
ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν·
οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ.
εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν.
Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου,
ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με.
Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχον·
νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.
Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχον·
νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου.
Ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν.
καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε.
Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς·
ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Καὶ ταῦτα ποιήσουσιν,
ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ.
Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ’ ὑμῶν ἤμην.
καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με ποῦ ὑπάγεις!
Ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν,
ἡ λύπη πεπλήρωκε ὑμῶν τὴν καρδίαν.
ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν·
συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω.
ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς·
ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς·
καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως.
Περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ·
περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα μου ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με·
περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.
Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πάσαν τὴν ἀλήθειαν·
οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἂν ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν.
Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν.
Πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστι·
διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν.
Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα.
Τί ἐστι τοῦτο ὃ λέγει ἡμῖν, μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, καί ὅτι ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα;
Τοῦτο τί ἐστιν ὃ λέγει τὸ μικρόν;
Οὐκ οἴδαμε τί λαλεῖ.
καὶ εἶπεν αὐτοῖς·
Περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον, μικρὸν καὶ οὐ θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με;
Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς,
ὁ δὲ κόσμος χαρήσεται·
ὑμεῖς δὲ λυπηθήσεσθε,
ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται.
ἡ γυνὴ ὅταν τίκτῃ, λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς·
ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον.
πάλιν δὲ ὄψομαι ὑμᾶς καὶ χαρήσεται ὑμῶν ἡ καρδία,
καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ’ ὑμῶν.
Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν·
ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὅσα ἄν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν.
ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου·
αἰτεῖτε καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
ἀλλ’ ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀπαγγελῶ ὑμῖν.
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε·
καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν·
αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ Θεοῦ ἐξῆλθον.
Ἐξῆλθον παρὰ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον·
πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα.
Ἴδε νῦν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις.
Νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ·
ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες.
Ἄρτι πιστεύετε·
ἰδοὺ ἔρχεται ὥρα, καὶ νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια καὶ ἐμὲ μόνον ἀφῆτε·
καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ’ ἐμοῦ ἐστι.
Ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε.
Ἐν τῷ κόσμῳ θλῖψιν ἔξετε·
ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
δόξασόν σου τὸν υἱόν,
ἵνα καὶ ὁ υἱὸς σου δοξάσῃ σέ,
καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός,
ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον.
Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελειώσα ὃ δέδωκάς μοι ἵνα ποιήσω·
καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου.
Σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι.
Νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν·
ὅτι τὰ ῥήματα ἃ ἔδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.
Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ·
οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι, καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς.
Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσί, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι.
Ὅτε ἤμην μετ’ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ.
Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
Οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ.
ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου·
ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστι.
Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον·
καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα καὶ αὐτοὶ ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ.
Κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν ἐσμὲν, ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, καὶ ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας.
Ἐκ τοῦ κατὰ τὸν Ἰωάννην
ἐξελθὼν εἶπεν αὐτοῖς·
Τίνα ζητεῖτε;
Ἰησοῦν τὸν Ναζωραῖον.
Ἐγώ εἰμι.
ὡς οὖν εἶπεν αὐτοῖς ὅτι ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί.
Τίνα ζητεῖτε;
Ἰησοῦν τὸν Ναζωραῖον.
Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι·
εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·
ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν, ὅτι οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.
Βάλε τὴν μάχαιραν εἰς τὴν θήκην·
τὸ ποτήριον ὃ δέδωκέ μοι ὁ πατὴρ, οὐ μὴ πίω αὐτό;
ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου.
Ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀπολέσθαι ὑπὲρ τοῦ λαοῦ.
Ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθε τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως·
ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω.
Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου;
Οὐκ εἰμί.
ἦν δὲ μετ’ αὐτῶν ὁ Πέτρος ἑστὼς καὶ θερμαινόμενος.
Ἐγὼ παρρησίᾳ ἐλάλησα τῷ κόσμῳ·
ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντοτε οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
Τί με ἐπερωτᾷς;
Ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς·
ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.
Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;
Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ·
εἰ δὲ καλῶς, τί με δέρεις;
Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ;
Οὐκ εἰμί.
Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ’ αὐτοῦ;
ἦν δὲ πρωΐ·
καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ’ ἵνα φάγωσι τὸ πάσχα.
Ἐκ τοῦ κατὰ τὸν Ματθαῖον
καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον.
Οὗτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτὸν.
Οὐδὲν ἀποκρίνῃ;
Τί οὗτοί σου καταμαρτυροῦσιν;
Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ.
Σὺ εἶπας·
πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ·
τί ὑμῖν δοκεῖ;
Ἔνοχος θανάτου ἐστί.
Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε;
καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα·
Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.
Οὐκ οἶδα τί λέγεις.
Ἐκεῖ καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.
Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ·
καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.
καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε.
καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.
Ἐκ τοῦ κατὰ τὸν Ἰωάννην
ἦν δὲ πρωΐ·
καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ’ ἵνα φάγωσι τὸ πάσχα.
Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;
Εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
Λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν.
Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·
ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν.
Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;
Ἀφ’ ἑαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι σοι εἶπον περὶ ἐμοῦ;
Μήτι ἐγὼ Ἰουδαῖός εἰμι;
Τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί·
τί ἐποίησας;
Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου·
εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἄν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις·
νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.
Οὐκοῦν βασιλεὺς εἶ σύ;
Σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγὼ.
Ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ·
πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.
Τί ἐστιν ἀλήθεια;
Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθε πρὸς τοὺς Ἰουδαίους καὶ λέγει αὐτοῖς·
Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ.
Ἔστι δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ πάσχα·
βούλεσθε οὖν ὑμῖν ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων;
Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν.
Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν καὶ ἔλεγον·
Χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων·
καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα.
Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω.
Ἴδε ὁ ἄνθρωπος.
Σταύρωσον σταύρωσον αὐτὸν.
Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε·
ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Θεοῦ υἱὸν ἐποίησεν.
Πόθεν εἶ σύ;
Ἐμοὶ οὐ λαλεῖς;
Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε;
Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ’ ἐμοῦ, εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν·
διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.
οἱ δὲ Ἰουδαῖοι ἔκραζον λέγοντες·
Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος.
Πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.
ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη·
καὶ λέγει τοῖς Ἰουδαίοις·
Ἴδε ὁ βασιλεὺς ὑμῶν.
Ἆρον ἆρον, σταύρωσον αὐτόν.
Τὸν βασιλέα ὑμῶν σταυρώσω;
Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.
Ἐκ τοῦ κατὰ τὸν Ματθαῖον ρθ'
Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον.
Τί πρὸς ἡμᾶς;
Σὺ ὄψει.
Καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο.
Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι.
Συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις·
διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἕως τῆς σήμερον.
καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.
καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων·
Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;
Σὺ λέγεις.
Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι;
Εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν.
Τίνα θέλετε ἀπολύσω ὑμῖν, Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν;
ᾜδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.
Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ·
πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν.
Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν;
Βαραββᾶν.
Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν;
Σταυρωθήτω.
Τί γὰρ κακὸν ἐποίησεν;
Σταυρωθήτω.
Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου·
ὑμεῖς ὄψεσθε.
Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.
καὶ ἐκδύσαντες αὐτὸν περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες·
Χαῖρε, ὁ βασιλεῦς τῶν Ἰουδαίων·
καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας.
Στέφανον ἐξ ἀκανθῶν περιτίθεται,
ὁ τῶν ἀγγέλων βασιλεύς.
Ψευδῆ πορφύραν περιβάλλεται,
ὁ περιβάλλων τὸν οὐρανόν ἐν νεφέλαις.
Ράπισμα κατεδέξατο,
ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ.
Ἥλοις προσηλώθη,
ὁ Νυμφίος τῆς Ἐκκλησίας.
Λόγχῃ ἐκεντήθη,
ὁ Υἱός τῆς Παρθένου.
Προσκυνοῦμέν σου τὰ Πάθη, Χριστέ.
Δεῖξον ἡμῖν καὶ τὴν ἔνδοξόν σου Ἀνάστασιν.
Ἐκ τοῦ κατὰ τὸν Μάρκον
καὶ ἐνδύουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον, καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν·
Χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων·
καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.
ὁ δὲ οὐκ ἔλαβε.
Ὁ βασιλεὺς τῶν Ἰουδαίων.
καὶ μετὰ ἀνόμων ἐλογίσθη.
Οὐὰ, ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν!
Σῶσον σεαυτὸν καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ.
Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.
Ὁ Χριστὸς ὁ βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ.
Ἐκ τοῦ κατὰ τὸν Ματθαῖον
καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν.
Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην·
Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν!
Σῶσον σεαυτόν·
εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.
Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι·
εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ’ αὐτῷ·
πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν·
εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός.
Ἠλὶ ἠλὶ, λιμᾶ σαβαχθανί;
Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν.
Ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.
Ἐκ τοῦ κατὰ τὸν Λουκᾶν
Πάτερ, ἄφες αὐτοῖς·
οὐ γὰρ οἴδασι τί ποιοῦσι.
Καὶ εἱστήκει ὁ λαὸς θεωρῶν.
Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς λέγοντες·
Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς ὁ τοῦ Θεοῦ ὁ ἐκλεκτός.
Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.
οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων.
Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς.
Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
Καὶ ἡμεῖς μὲν δικαίως·
ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν·
οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε.
Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Ἀμήν λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε·
Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου·
καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν.
Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.
Ἐκ τοῦ κατὰ τὸν Ἰωάννην
Γύναι, ἴδε ὁ υἱός σου, εἶτα λέγει τῷ μαθητῇ·
Ἰδοὺ ἡ μήτηρ σου.
Διψῶ.
οἱ δὲ πλήσαντες σπόγγον ὄξους καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι.
Τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.
ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου·
ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν.
ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ.
Ὄψονται εἰς ὃν ἐξεκέντησαν.
Ἐκ τοῦ κατὰ τὸν Μάρκον
καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ.
Ἐκ τοῦ κατὰ τὸν Ἰωάννην
καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος.
ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.
Ἐκ τοῦ κατὰ τὸν Ματθαῖον
Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.
καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
Ἔχετε κουστωδίαν·
ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.