Ἀκάθιστος Ὕμνος - Point of view

Εν τάχει

Ἀκάθιστος Ὕμνος




Αἰτία τῆς γενικῆς καθιερώσεως τῆς ἑορτῆς

Ὁ Βασιλεὺς τῆς Περσίας Χοσρόης κατὰ τὸ 620 ἐξορμήσας ἀπὸ τῆς Περσίας μετὰ πολυαρίθμου στρατοῦ, ἔφθασε καὶ εἰς Ἱερουσαλήμ, ἣν ἐξανδραποδίσας καὶ λεηλατήσας ἐσύλησε καὶ τὸν Τίμιον Σταυρόν. Ἐπώλησε δὲ καὶ ὑπὲρ τὰς 90 χιλ. χριστιανῶν πρὸς τοὺς Ἑβραίους, οἵτινες ἅπαντας κατέσφαξαν οἱ ἀντίχριστοι. Ταῦτα μαθὼν ὁ Ἡράκλειος, ἠναγκάσθη να ἐκστρατεύσῃ κατ' αὐτοῦ. Ἀλλὰ τὸ κράτος εἶχεν ἐξαντληθῆ οἰκονομικῶς, ἕνεκα τῆς τυραννικῆς καὶ ἀθλίας διοικήσεως τοῦ Φωκᾶ, καὶ οὔτε χρήματα, οὔτε στρατὸς ἐπαρκὴς ὑπῆρχε. Διέταξε λοιπὸν νὰ κοπῶσιν εἰς νομίσματα ἅπαντα τὰ χρυσᾶ καὶ ἀργυρᾶ ἱερὰ σκεύη, τὰ ὁποῖα ἀπετέλουν πλοῦτον ἀμύθητον. Ἀλλ' ἐν τῇ ἀπουσίᾳ τοῦ Ἡρακλείου, ὁ Χοσρόης ἀποστέλλει σατράπην τινὰ  Σάρβαρον μεθ' ἰσχυρᾶς καὶ πολυαρίθμου στρατιᾶς, ἵνα ἐκπορθήσῃ τὴν βασιλεύουσαν. Λεηλατήσας δὲ τὰ ἐκτὸς τῆς Κωνσταντινουπόλεως ἀνατολικὰ μέρη, ἔφθασε καὶ μέχρι Χρυσοπόλεως (τανῦν Σκούταρι). 


Τῆς ἀπουσίας τοῦ Ἡρακλείου ἐπωφελούμενος καὶ ὁ ἡγεμὼν τῆς Μυσίας (Βλαχίας) καὶ Σκυθίας Χαγάνος, ὅστις ἐν προτέρῳ πολέμῳ εἶχε συνθηκολογήσει, ἵνα διατηρῇ φιλίαν μετὰ τοῦ αὐτοκράτορος, παρεσπόνδησε. Καὶ ἐξορμήσας μετὰ ἀγρίων καὶ βαρβάρων ὀρδῶν, εἰσβάλλει καὶ οὗτος εἰς τὴν Κωνσταντινούπολιν ἐκ δυσμῶν. Πολιορκεῖται λοιπὸν ἡ Κωνσταντινούπολις στενῶς ἑκατέρωθεν κατὰ ξηρὰv μὲν ὑπὸ πολυαρίθμου πεζικοῦ καθὼς καὶ ἱππικοῦ, κατὰ θάλασσαν δὲ ὑπὸ ἰσχυρᾶς δυνάμεως πλοίων. 
Ἀθυμία καὶ τρόμος κατέσχε τὸν λαὸν τῆς πρωτευούσης βλέποντα τὸν ἐπαπειλούμενον κίνδυνον. Οὐδεμία ἄλλη ἐλπὶς ὑπελείπετο, εἰμὴ ἡ πρὸς τὸν Θεὸν καταφυγὴ καὶ τὴν μετὰ Θεὸν παντοδύναμον Αὐτοῦ Μητέρα. Ὁ πατριάρχης Σέργιος ἀφ' ἑνός, καὶ ὁ στρατηγὸς Βῶνος, ὃν ὁ Ἡράκλειος εἶχε καταλίπει ὡς φρούραρχον τῆς πόλεως, ἔσπευσαν ἑκάτερoς, ἵνα ὑπερασπίσωσι τὴν πόλιν κατὰ τὸ δυνατόν. Καὶ ὁ μὲν Βῶνος συνάθροισε τὴν ἐναπομείνασαν φρουράν, ὥπλισε δὲ καὶ ἐκ τῶν πολιτῶν ὅσους ἠδυνήθη. Ὁ δὲ Σέργιος συναγαγὼν τὸν κλῆρον μετὰ τοῦ λαοῦ, διέταξε λιτανείαν πάνδημον ἀνὰ τὴν πόλιν, καὶ ἰδίᾳ περιήρχετο τὰ τείχη τῆς πόλεως, ἐπιφερόμενος τὸ ἐκ τῶν βασιλικῶν θησαυροφυλακίων, καὶ ἱερῶν σκευοφυλακίων τίμιον ξύλον τοῦ νικηφόρου Σταυροῦ, τὴν ἀχειροποίητον τοῦ Σωτῆρος εἰκόνα, τὴν ἐσθῆτα τῆς Θεοτόκου, τὰς ἁγίας εἰκόνας καὶ εἴ τι ἄλλο τίμιον καὶ ἅγιον κειμήλιον. 
Ἄρχονται τῆς πολιορκίας ταυτοχρόνως οἱ ἄγριοι πολιορκηταὶ μετὰ τῶν ἀπειραρίθμων στιφῶν. Ἀλλὰ καὶ οἱ ἔσωθεν καίτοι ἀντεστοίχουν εἷς πρὸς εἴκοσιν, ὑπὲρ ἑστιῶν καὶ βωμῶν προκινδυνεύοντες, ἀντίστασιν ἀτρόμητον καὶ ἀπεγνωσμένην ἀντέταξαν. Αἱ θρηνώδεις καὶ γοεραὶ φωναὶ γυναικῶν καὶ παίδων, οἱ ὀλολυγμοὶ καὶ κλαυθμοὶ τοῦ κλήρου καὶ τοῦ λαοῦ, οἱ στεναγμοὶ καὶ οὐρανομήκεις παρακλητικαὶ πρὸς Θεὸν καὶ τὴν ὑπέρμαχον Αὐτοῦ Μητέρα ἱκεσίαι τῶν χεῖρας ἱκέτιδας ὑψούντων καὶ βοώντων «Ἀνάστα Κύριε, βοήθησον ἡμῖν. Μὴ παραδώῃς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου τὸ ἅγιον. Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Παναγία Θεοτόκε, σῶσον τὸν λαόν σου καὶ πάταξον τοὺς ἐχθροὺς τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν.» Ταῦτα πάντα ἔφθασαν εἰς τὸν θρόνον τῆς μεγαλωσύνης καί, μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου! ἐξορμῶσιν ὡς λέοντες οἱ ὀλίγοι Ἕλληνες κατὰ τῶν βαρβάρων, καὶ ἐκ διαλειμμάτων συμπλεκόμενοι, τηλικαύτην θραῦσιν πρὸς τοὺς ἐχθροὺς ἐπήνεγκον, ὥστε τὸν πανικὸν πρὸς πάντας ἐνέσπειραν. Πλὴν καὶ οὕτως οἱ βάρβαροι δεν ἀπεθαρρύνθησαν, ἀλλ' ἐπέμενον πρὸς δευτέραν ἐπίθεσιν παρασκευαζόμενοι. Καὶ πάλιν ὁ λαὸς ἀπεδειλίασαν βλέποντες ἐκ τῶν τειχῶν τὴν μυρμηκιὰν τῶν βαρβάρων. Ὅθεν ἐσκέφθησαν, ἵνα συνθηκολογήσωσι. Πέμπουσι λοιπὸν πρέσβεις πρὸς τὸν Χαγάνον, ὅστις ἀγερώχως καὶ ἰταμῶς ἀπήντησε, μὴ ἀπατᾶσθε ἐπὶ τῷ Θεῷ ᾦ πιστεύετε• πάντως γὰρ αὔριον τὴν πόλιν καταλήψομαι. Τὴν δ' ἑπομένην, θέντες τάς πολιορκητικὰς μηχανὰς εἰς ἐνέργειαν, καὶ ἔφοδον ποιήσαντες, δευτέραν τοιαύτην σθεναρὰν ἀντίστασιν ἀπήντησαν ἐκ τῶν ἔσωθεν• ὥστε τὰ νῶτα στρέψαντες ἔφευγον προτροπάδην.
Τότε οἱ ἀμυνόμενοι μετεβλήθησαν εἰς κατατροπωτάς, καὶ τοσαύτην θραῦσιν καὶ σφαγὴν κατὰ τῶν βαρβάρων ἐπήνεγκον, ὥστε οἱ ζῶντες δεν προέφθανον να καίωσιν ἢ καὶ θάπτωσι τοὺς νεκρούς. Τὰ δὲ μονόξυλα (εἶδος πλοιαρίων ταχυπλόων) ὁπλιτῶν πλήρη, διὰ τοῦ Κερατίου κόλπου, παρὰ τοῦ ἐν Βλαχέρναις ναὸν ἐνσφηνωθέντα, κατασυντρίβησαν ἐκ τῆς συρράξεως, ἰσχυρᾶς λαίλαπος ἐξαπίνης ἐξεγερθείσης. Καὶ ἠδύνατό τις βεβαίως νὰ ἴδῃ καὶ ψηλαφήσῃ τὴν ὀξυτάτην ἀντίληψην καὶ ἀπροσμάχητον δύναμιν τῆς πανυπεράγνου Θεοτόκου, ὀξέως προφθάσης. Διότι πάντες οἱ πνιγέντες παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἀπέναντι τοῦ ἐν Βλαχέρναις ναοῦ  ἐξεβράσθησαν! Ἴδετε, ὡσεὶ ἔλεγεν ἡ ὑπέρμαχος Παντάνασσα, ὦ ἐχθροὶ τοῦ Υἱοῦ καὶ Θεοῦ μου, ὅτι Θεὸς οὐ μυκτηρίζεται, καὶ ὅτι ταχέως συντρίβει τοὺς αὐθάδως καὶ ἀγερώχως βλάσφημον γλῶσσαν κινοῦντας, καὶ ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντας. Ἴδετε, ὅτι τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν.
Ἐπὶ τῇ τοιαύτῃ ἀπολυτρώσει τοῦ χριστωνύμου λαοῦ τῆς Κωνσταντινουπόλεως ἀπὸ τοῦ ἐπισκήψαντος φοβεροῦ κινδύνου, ἀθρόοι εἰς τοὺς ναοὺς σπεύσαντες, παννύχιοι καὶ ὀρθοστάτοι τοὺς 24 οἴκους ἔμελψαν, ὕμνον Ἀκάθιστον ὀνομάσαντες, καὶ τῇ Θεομητορικῇ τῆς Ἀειπαρθένου Μεγαλειότητι ἀναγράψαντες τὰ νικητήρια καὶ εὐχαριστήρια. Ἔκτοτε ἡ κοσμοχαρμόσυνος καὶ θυμηδεστάτη αὕτη ἑορτή, διαδοθεῖσα εἰς ἅπασαν τὴν ὀρθόδοξον τοῦ Χριστοῦ Ἐκκλησίαν• τελεῖται μεθ' ὑπερβάλλοντος θρησκευτικοῦ ζήλου, καὶ ἐκκλησιαστικῆς λαμπρότητος. Μετὰ τριάκοντα καὶ ἓξ ἀπὸ τῆς ἐποχῆς ταύτης ἔτη, ἐπὶ Κωνσταντίνου τοῦ Πωγωνάτου, καὶ δεύτερον πολιορκίαν ὑπὸ τῶν Ἀγαρηνὼν ὑπέστη ἡ Κωνσταντινούπολις. Πολυάριθμα στίφη βαρβαρικὰ περιεκύκλωσαν ταύτην• παραμείναντα ἑπτὰ ὅλα ἔτη, καὶ παραχειμάζοντα ἐν Κυζίκῳ, ἔνθα καὶ πολλὰς ἀπωλείας ὑφίσταντο, τοῦ σφοδροῦ χειμῶνος ἕνεκα. Ἐν τῇ πολιορκίᾳ δὲ ταύτη, τὴν μεγίστην πανωλεθρίαν πρὸς τοὺς πολιορκητὰς ἐπήνεγκε τὸ ὑπὸ τοῦ Ἕλληνος μηχανικοῦ Καλλινίκου, ἐν Ἠλιουπόλει ἐφευρεθὲν ὑγρὸν πῦρ. Λύσαντες δὲ τὴν πολιορκίαν, καὶ ἐπιστρέψαντες εἰς τὸ Σύλαιον, ἐκεῖ τελείως κατεποντίσθησαν. Καὶ ἐπὶ Λέοντος τοῦ Ἰσαύρου, οἱ Ἄραβες μετὰ πολυαρίθμου στρατοῦ καὶ 1800 πλοίων,τὴν Περσίαν, Αἴγυπτον, Λυβίαν, Αἰθιοπίαν καὶ Ἰσπανίαν λεηλατήσαντες, ἔφθασαν καὶ μέχρι Κωνσταντινουπόλεως, καθ' ἧς καὶ ἐπετέθησαν. Καὶ τότε πάλιν κλῆρος καὶ λαός, περιελθόντες τὰ τείχη μετὰ τῶν Τιμίων Ξύλων καὶ τῆς θαυματουργοῦ εἰκόνος τῆς Θεοτόκου τῆς Ὁδηγητρίας καλουμένης, τὴν βοήθειαν τοῦ Θεοῦ καὶ τῆς Θεοτόκου ἐξελιπάρουν, «ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἀπολλύμεθα» κραυγάζοντες. Καὶ ἐπήκουσεν ὁ Χριστὸς καὶ ἡ γοργοεπήκοος αὐτοῦ Μήτηρ.
Διότι εἰς δύο διαιρεθέντες οἱ βάρβαροι, τὸ μὲν πεζικὸν ἐβάδισαν κατὰ τῶν Βουλγάρων, ἔνθα ὑπὲρ τοὺς  δισμυρίους ἔπεσον φονευθέντες, τὸ δὲ ναυτικὸν ἐπιδραμὸν κατὰ τῆς πόλεως, καὶ ὑπὸ τῆς ἀπὸ τοῦ Γαλατᾶ προσδεδεμένης μεγάλης ἁλύσου μέχρι τῶν τειχῶν τῆς πόλεως διηκούσης κωλυθέν, ἀνήχθη εἰς τὸ Σωσθένειον, ἔνθα σφοδροτάτου βορρᾶ πνεύσαντος, τὰ πλεῖστα τῶν πλοίων κατεποντίσθησαν αὔτανδρα. Ἀπάραντες δὲ ἐκεῖθεν, καὶ εἰς τὸ Αἰγαῖον φθάσαντες, τὸν τέλειον καταποντισμὸν ἔπαθον. Διότι χαλάζης ῥαγδαίας οὐρανόθεν πεσούσης καὶ βρασμοῦ θαλάσσης ἐκ τῶν κάτωθεν ἀναβρασθέντος, ὁ ἀπειροπληθὴς ἐκεῖνος στόλος πάμπαν ἀπώλετο. Τρία δὲ μόνον πλοῖα, θείᾳ προνοίᾳ διεσώθησαν, ἵνα τὴν θλιβερὰν τῆς πανωλεθρίας αὐτῶν ἀγγελίαν ἀναγγείλωσι.
Ταῦτα πάντα ἡ ζέουσα πρὸς τὸν Χριστὸν καὶ τὴν ὑπεραγίαν Αὐτοῦ Μητέρα πίστις τοῦ τότε λαοῦ κατώρθωσεν. Ἀλλὰ διὰ τὶ κατὰ τὴν τελευταίαν ἅλωσιν 1453 ὁ Θεὸς δὲν ἐπήκουσε τοῦ λαοῦ Του; Διότι «ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος. καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς·» (Ψαλ 74, 9).
† Ἀρχ. Ἰωάννου Μαρίνου
The Akathist Hymn
Υπεραγία ΘεοτόκοςΥπεραγία ΘεοτόκοςΚοντάκιον. Ἦχος πλ. δ'.
Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει,
ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη,
ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ·
ὁ κλίνας ἐν καταβάσει τοὺς οὐρανούς,
χωρεῑται ἀναλλοιώτως ὅλος ἐν Σοί·
Ὃν καὶ βλέπων ἐν μήτρᾳ Σου,
λαβόντα δούλου μορφήν,
ἐξίσταμαι κραυγάζων Σοι·
Χαῖρε Νύμφη ἀνύμφευτε.
Ἕτερον. Ἦχος ὁ αὐτός.
Τῇ Ὑπερμάχῳ Στρατηγῷ τὰ νικητήρια,
ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,
ἀναγράφω Σοι ἡ πόλις Σου, Θεοτόκε·
ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,
ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,
ἵνα κράζω Σοι·
Χαῖρε Νύμφη ἀνύμφευτε.

ΟΙ ΟΙΚΟΙ

[Ἀκροστιχίς: κατ' ἀλφάβητον]
Στάσις Πρώτη
Ἄγγελος πρωτοστάτης,
οὐρανόθεν ἐπέμφθη,
εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε·
καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ,
σωματούμενόν Σε θεωρῶν, Κύριε,
ἐξίστατο καὶ ἵστατο,
κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα·
Χαῖρε, δι' ἧς ἡ χαρὰ ἐκλάμψει,
χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις,
χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀθρωπίνοις λογισμοῖς,
χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,
χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον,
χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις,
χαῖρε, δι' ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Βλέπουσα ἡ Ἁγία,
ἑαυτήν ἐν ἁγνείᾳ,
φησὶ τῷ Γαβριὴλ θαρσαλέως·
τὸ παράδοξόν Σου τῆς φωνῆς,
δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται·
ἀσπόρου γὰρ συλλήψεως,
τὴν κύησιν πὼς λέγεις κράζων·
Ἀλληλούϊα.
Γνῶσιν ἄγνωστον γνῶναι,
ἡ Παρθένος ζητοῦσα,
ἐβόησε πρὸς τὸν λειτουργοῦντα·
ἐκ λαγόνων ἁγνῶν,
Υἷον πῶς ἐστι τεχθῆναι δυνατόν;
λέξον μοι.
Πρὸς ἥν ἐκεῖνος ἔφησεν ἐν φόβῳ,
πλὴν κραυγάζων οὕτω·
Χαῖρε, βουλῆς ἀπορρήτου μύστις,
χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον,
χαῖρε, τῶν δογμάτων Αὐτοῦ τὸ κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι' ἧς κατέβῃ ὁ Θεός,
χαῖρε, γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν.
Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα,
χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τὸ φῶς ἀρρήτως γεννήσασα,
χαῖρε, τὸ πῶς μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν,
Χαῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χαῖρε, Νύμφη Ἀνύμφευτε.
Δύναμις τοῦ Ὑψίστου,
ἐπεσκίασε τότε,
πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ·
καὶ τὴν εὔκαρπον ταύτης νηδύν,
ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι,
τοῖς θέλουσι θερίζειν σωτηρίαν,
ἐν τῷ ψάλλειν οὕτως·
Ἀλληλούϊα.
Ἔχουσα Θεοδόχον,
ἡ Παρθένος τὴν μήτραν,
ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ·
τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν
τὸν ταύτης ἀσπασμὸν, ἔχαιρε,
καὶ ἅλμασιν ὡς ἄσμασιν
ἐβόα πρὸς τὴν Θεοτόκον·
Χαῖρε, βλαστοῦ ἀμάραντου κλῆμα,
χαῖρε, καρποῦ ἀκήρατου κτῆμα.
Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον,
χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα,
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν,
χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις,
χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα,
χαῖρε, παντός τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία,
χαῖρε, θνητῶν πρὸς Θεὸν παρρησία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ζάλην ἔνδοθεν ἔχων,
λογισμῶν ἀμφιβόλων,
ὁ σώφρων Ἰωσὴφ ἐταράχθη·
πρὸς τὴν ἄγαμόν Σε θεωρῶν,
καὶ κλεψίγαμον ὑπονοῶν, Ἄμεμπτε·
μαθὼν δέ Σου τὴν σύλληψιν,
ἐκ Πνεύματος Ἁγίου,
ἔφη·
Ἀλληλούϊα.
Στάσις δευτέρα
You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.
Ἤκουσαν oἱ ποιμένες,
τῶν Ἀγγέλων ὑμνούντων,
τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν·
καὶ δραμόντες ὡς πρὸς ποιμένα,
θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον,
ἐν τῆ γαστρὶ Μαρίας βοσκηθέντα,
ἥν ὑμνοῦντες εἶπον·
Χαῖρε, ἀμνοῦ καὶ ποιμένος Μήτηρ,
χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον,
χαῖρε, παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ,
χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα,
χαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χαῖρε, στεῤῥὸν τῆς πίστεως ἔρεισμα,
χαῖρε, λαμπρὸν τῆς χάριτος γνώρισμα.
Χαῖρε, δι' ἧς ἐγυμνώθη ὁ Ἅδης,
χαῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Θεοδρόμον ἀστέρα,
θεωρήσαντες μάγοι,
τῇ τούτου ἠκολούθησαν αἴγλῃ·
καὶ ὡς λύχνον κρατοῦντες αὐτόν,
δι' αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα,
καὶ φθάσαντες τὸν ἄφθαστον,
ἐχάρησαν Αὐτῷ βοῶντες·
Ἀλληλούϊα.
Ἴδον παῖδες Χαλδαίων,
ἐν χερσὶ τῆς Παρθένου,
τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους·
καὶ Δεσπότην νοοῦντες Αὐτόν,
εἰ καὶ δούλου ἔλαβε μορφὴν,
ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι,
καὶ βοῆσαι τῇ εὐλογημένῃ·
Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ,
χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα,
χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς,
χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας,
χαῖρε, ἡ τοῦ βορβόρου ρυομένη τῶν ἔργων.
Χαῖρε πυρὸς προσκύνησιν παύσασα,
χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης,
χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Κήρυκες θεοφόροι,
γεγονότες οἱ Μάγοι,
ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα,
ἐκτελέσαντές Σου τὸν χρησμόν,
καὶ κηρύξαντές Σε τὸν Χριστὸν ἅπασιν,
ἀφέντες τὸν Ἡρώδην, ὡς ληρώδη,
μὴ εἰδότα ψάλλειν·
Ἀλληλούϊα.
Λάμψας ἐν τῇ Αἰγύπτῳ,
φωτισμὸν ἀληθείας,
ἐδίωξας τοῦ ψεύδους τὸ σκότος·
τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ,
μὴ ἐνέγκαντά Σου τὴν ἰσχὺν, πέπτωκεν·
οἱ τούτων δὲ ρυσθέντες,
ἐβόων πρὸς τὴν Θεοτόκον·
Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων,
χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα,
χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν,
χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωὴν.
Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τοὺς ἐν σκότει,
χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.
Χαῖρε, τροφὴ τοῦ μάννα διάδοχε,
χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας,
χαῖρε, ἐξ ἧς ρέει μέλι καὶ γάλα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Μέλλοντος Συμεῶνος,
τοῦ παρόντος αἰῶνος,
μεθίστασθαι τοῦ ἀπατεῶνος,
ἐπεδόθης ὡς βρέφος αὐτῷ,
ἀλλ' ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος·
διόπερ ἐξεπλάγη Σου τὴν ἄρρητον σοφίαν,
κράζων·
Ἀλληλούϊα.
Στάσις τρίτη
Νέαν ἔδειξε κτίσιν,
ἐμφανίσας ὁ Κτίστης,
ἡμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις·
ἐξ ἀσπόρου βλαστήσας γαστρός,
καὶ φυλάξας ταύτην,
ὥσπερ ἦν, ἄφθορον·
ἵνα τὸ θαῦμα βλέποντες,
ὑμνήσωμεν Αὐτὴν, βοῶντες·
Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας,
χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα,
χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί,
χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὗ σκέπονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις,
χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις,
χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολὴ τῶν γυμνῶν παρρησίας,
χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ξένον τόκον ἰδόντες,
ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες·
διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός,
ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος·
βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος,
τοὺς Αὐτῷ βοώντας·
Ἀλληλούϊα.
Ὅλος ἦν ἐν τοῖς κάτω,
καὶ τῶν ἄνω οὐδόλως ἀπῆν,
ὁ ἀπερίγραπτος Λόγος·
συγκατάβασις γὰρ θεϊκή,
οὐ μετάβασις τοπικὴ γέγονε,
καὶ τόκος ἐκ Παρθένου θεολήπτου,
ἀκουούσης ταῦτα·
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα,
χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα,
χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβείμ,
χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφείμ.
Χαῖρε, ἡ τἀναντία εἰς ταὐτο ἁγαγοῦσα,
χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.
Χαῖρε, δι' ἧς ἐλύθη παράβασις,
χαῖρε, δι' ἧς ἠνοίχθη παράδεισος.
Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας,
χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Πᾶσα φύσις Ἀγγέλων,
κατεπλάγη τὸ μέγα,
τῆς Σῆς ἐνανθρωπήσεως ἔργον·
τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν,
ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον,
ἡμῖν μὲν συνδιάγοντα,
ἀκούοντα δὲ παρὰ πάντων οὕτως·
Ἀλληλούϊα.
Ρήτορας πολυφθόγγους,
ὡς ἰχθύας ἀφώνους,
ὁρῶμεν ἐπὶ Σοὶ Θεοτόκε·
ἀποροῦσι γὰρ λέγειν,
τὸ πῶς καὶ Παρθένος μένεις,
καὶ τεκεῖν ἴσχυσας·
ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες,
πιστῶς βοῶμεν·
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον,
χαῖρε, προνοίας Αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα,
χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί,
χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα,
χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα,
χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι,
χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Σῶσαι θέλων τὸν κόσμον,
ὁ τῶν ὅλων κοσμήτωρ,
πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε·
καὶ ποιμὴν ὑπάρχων ὡς Θεός,
δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος·
ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας,
ὡς Θεὸς ἀκούει·
Ἀλληλούϊα.
Στάσις τετάρτη
Τεῖχος εἶ τῶν παρθένων,
Θεοτόκε Παρθένε,
καὶ πάντων τῶν εἰς Σὲ προστρεχόντων.
Ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς,
κατεσκεύασέ Σε Ποιητής, Ἄχραντε,
οἰκήσας ἐν τῇ μήτρᾳ Σου,
καὶ πάντας Σοι προσφωνεῖν διδάξας·
Χαῖρε, ἡ στήλη τῆς παρθενίας,
χαῖρε, ἡ πύλη τῆς σωτήριας.
Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως,
χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, Σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς,
χαῖρε, Σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν.
Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα,
χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστάς ἀσπόρου νυμφεύσεως,
χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα.
Χαῖρε, καλὴ κουροτρόφε παρθένων,
χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ὕμνος ἅπας ἡττᾶται,
συνεκτείνεσθαι σπεύδων,
τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου·
ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ὠδάς,
ἂν προσφέρωμέν Σοι, Βασιλεῦ Ἅγιε,
οὐδὲν τελοῦμεν ἄξιον,
ὧν δέδωκας ἡμῖν τοῖς Σοὶ βοῶσιν·
Ἀλληλούϊα.
Φωτοδόχον λαμπάδα,
τοῖς ἐν σκότει φανεῖσαν,
ὁρῶμεν τὴν Ἁγίαν Παρθένον·
τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς,
ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας,
αὐγῇ τὸν νοῦν φωτίζουσα,
κραυγῇ δὲ τιμωμένη ταῦτα·
Χαῖρε, ἀκτὶς νοητοῦ Ἡλίου,
χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα,
χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα.
Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν,
Χαῖρε, ὅτι τὸν πολύῤῥυτον ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον,
χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ρύπον.
Χαῖρε, λουτὴρ ἔκπλυνων συνείδησιν,
χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας,
χαῖρε, ζωὴ μυστικῆς εὐωχίας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χάριν δοῦναι θελήσας,
ὀφλημάτων ἀρχαίων,
ὁ πάντων χρεωλύτης ἀνθρώπων,
ἐπεδήμησε δι’Ἑαυτοῦ,
πρὸς τοὺς ἀποδήμους τῆς Αὐτοῦ Χάριτος·
καὶ σχίσας τὸ χειρόγραφον,
ἀκούει παρὰ πάντων οὕτως·
Ἀλληλούϊα.
Ψάλλοντές Σου τὸν τόκον,
ἀνυμνοῦμέν Σε πάντες,
ὡς ἔμψυχον ναόν, Θεοτόκε.
Ἐν τῇ Σῇ γὰρ οἰκήσας γαστρί,
ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος,
ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν Σοι πάντας·
Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου,
χαῖρε, Ἁγία ἁγίων μείζων.
Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι,
χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε.
Χαῖρε, τίμιον διάδημα βασιλέων εὐσεβῶν,
χαῖρε, καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος,
χαῖρε, τῆς Βασιλείας τὸ ἀπόρθητον τεῖχος.
Χαῖρε, δι' ἧς ἐγείρονται τρόπαια,
χαῖρε, δι' ἧς ἐχθροὶ καταπίπτουσι.
Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία,
χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ὦ πανύμνητε Μῆτερ,
ἡ τεκοῦσα τὸν πάντων Ἁγίων,
Ἁγιώτατον Λόγον·
δεξαμένη γὰρ τὴν νῦν προσφοράν,
ἀπὸ πάσης ρῦσαι συμφορᾶς ἅπαντας,
καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως,
τοὺς Σοὶ βοῶντας·
Ἀλληλούϊα.
Ακάθιστος Ύμνος
via

Pages