Γίνωσκε,
τέκνον,
ὅτι
ὀκτώ
εἰσιν
οἱ
λογισμοὶ
πάντες,
οἱ
τὰ
κακὰ
ἐνεργοῦντες·
γαστριμαργία,
πορνεία,
φιλαργυρία,
θυμός,
λύπη
ἄκαιρος,
ἀκηδία,
κενοδοξία
καὶ
ὑπερηφανία.
Σὺ
δέ,
τέκνον,
ἐὰν
θέλῃς
νικῆσαι
τὴν
γαστριμαργίαν,
ἀγάπα
τὴν
ἐγκράτειαν
καὶ
ἔχε
τὸν
φόβον
τοῦ
Θεοῦ,
καὶ
νικᾷς.
Ἐὰν
θέλῃς
νικῆσαι
τὴν
πορνείαν,
ἀγάπα
τὴν
ἀγρυπνίαν
καὶ
τὴν
δίψαν,
καὶ
ἐνθυμοῦ
τὸν
θάνατον,
καὶ
μηδέποτε
συντύχῃς
μετὰ
γυναικός,
καὶ
νικᾷς.
Ἐὰν
θέλῃς
νικῆσαι
τὴν
φιλαργυρίαν,
ἀγάπα
τὴν
ἀκτημοσύνην
καὶ
τὴν
εὐτέλειαν.
Ἐὰν
θέλῃς
νικῆσαι
τὸν
θυμόν,
κτῆσαι
πρᾳότητα
καὶ
[τὴν]
μακροθυμίαν,
καὶ
ἐνθυμοῦ
πόσα
κακὰ
ἐποίησαν
οἱ
Ἰουδαῖοι
τὸν
Κύριον
ἡμῶν
Ἰησοῦν
Χριστόν·
καὶ
ὁ
Φιλάνθρωπος
οὐκ
ὠργίσθη
αὐτοῖς,
ἀλλὰ
μᾶλλον
ηὔχετο
ὑπὲρ
αὐτῶν
καὶ
ἔλεγε·
Πάτερ,
ἄφες
αὐτοῖς
τὴν
ἁμαρτίαν
ταύτην,
οὐ
γὰρ
οἴδασι
τί
ποιοῦσιν.
Ἐὰν
θέλῃς
νικῆσαι
τὴν
ἄκαιρον
λύπην,
μηδέποτε
λυπηθῇς
διά
τι
ποτὲ
πρόσκαιρον
πρᾶγμα·
καὶ
ἐὰν
δαρῇς
ἢ
ἀτιμασθῇς
ἢ
διωχθῇς,
μὴ
λυπηθῇς,
ἀλλὰ
μᾶλλον
χαῖρε.
Τότε
μόνον
λυποῦ,
ὅταν
ἁμαρτήσῃς·
ἀλλὰ
καὶ
τότε
συμμέτρως,
ἵνα
μὴ
πέσῃς
εἰς
ἀπόγνωσιν
καὶ
ἀπολεσθῇς.
Ἐὰν
θέλῃς
νικῆσαι
τὴν
ἀκηδίαν,
κάμνε
τίποτε
μικρὸν
ἐργόχειρον,
ἢ
ἀναγίνωσκε
καὶ
εὔχου
πυκνά.
Ἐὰν
θέλῃς
νικῆσαι
τὴν
κενοδοξίαν,
μὴ
ἀγάπα
τοὺς
ἐπαίνους,
μηδὲ
τὴν
πρωτοκαθεδρίαν·
μᾶλλον
δὲ
ἀγάπα,
ἵνα
σε
ψέγωσι
ψευδόμενοι
καὶ
ἀτιμαζόμενοι·
καὶ
κράζε
καὶ
τὸν
ἑαυτὸν
τοῦ
παντὸς
ἁμαρτωλοῦ
ἁμαρτωλότερον.
Ἐὰν
θέλῃς
νικῆσαι
τὴν
ὑπερηφανίαν,
εἴ
τι
ἂν
ποιήσῃ,
μὴ
λέγε
ὅτι
ἢ
ἀπὸ
ἰδίου
μου
κόπου
ἤνυται
ἢ
ἀπὸ
ἰδίας
ἀνδρείας·
ἀλλὰ
κἂν
νηστεύῃς
κἂν
ἀγρυπνῇς
κἂν
χαμαικοιτῇς
κἂν
ψάλλῃς
κἂν
διακονῇς
κἂν
μετανοίας
πολλὰς
ποιῇς,
λέγε
ὅτι
ἐκ
τῆς
τοῦ
Θεοῦ
βοηθείας
καὶ
ἀντιλήψεως
ἤνυνται,
οὐχὶ
δὲ
ἐκ
τῆς
ἐμῆς
δυνάμεως,
οὐδὲ
ἐκ
τῆς
ἐμῆς
σπουδῆς.
Σπούδασον,
τέκνον,
ἵνα
ὑπάρχῃς
πάντοτε
ἁπλοῦς
καὶ
ἄκακος,
καὶ
μὴ
ἔχε
ἄλλα
εἰς
τὴν
καρδίαν
σου
καὶ
ἄλλα
ἐν
τῷ
στόματί
σου·
τοῦτο
γὰρ
δολιότης
ἐστί.
Γίνου
ἀληθινὸς
καὶ
μὴ
ψεύστης,
διότι
τὸ
ψεῦδος
ἐκ
τοῦ
Πονη ροῦ
ἐστι.
Μὴ
ἀπόδος
ποτὲ
κακὸν
ἀντὶ
κακοῦ,
ἀλλ'
ἐάν
σε
κακοποιήσῃ
τις
κακόν
ποτε,
συγχώρησον
αὐτῷ,
ἵνα
καὶ
σοὶ
συγχωρήσῃ
ὁ
Θεός.
Ἐάν
σε
πολεμῇ
ἡ
μνησικακία,
εὔχου
ἐξ
ὅλης
ψυχῆς
ὑπὲρ
τοῦ
ἀδελφοῦ
ἐκείνου,
καὶ
ἀναχωρῇ
ἡ
μνησικακία.
Βλέπε,
μὴ
παραδέξαι
τὸ
πάθος
τοῦ
φθόνου,
ἵνα
μή
σε
καταπίῃ
ὁ
∆ιάβολος
ζῶντ
α·
ἀλλὰ
μᾶλλον
ἐξαγόρευε
τὸ
πρᾶγμα
καὶ
παρακάλει
τὸν
Θεόν,
ἵνα
σε
λυτρώσῃ
ἐκ
τοῦ
τοιούτου
κινδύνου.
Ἐὰν
ἴδῃς
τινὰ
ἁμαρτάνοντα,
μὴ
καταλαλήσῃς,
μηδὲ
κατακρίνῃς
αὐτό
,
μηδὲ
μισήσῃς
αὐτόν,
ἵνα
μὴ
πέσῃς
καὶ
σὺ
εἰς
τὸ
αὐτὸ
ἁμάρτημα·
μᾶλλον
δὲ
λέγε
ὅτι
ἐγὼ
χείρων
εἰμί·
καί,
ὅτι
σήμερον
αὐτός,
κἀγὼ
αὔριον.
Γίνωσκε
ὅτι
φοβοῦνται
καὶ
οἱ
δαίμονες
τοῦ
μοναχοῦ
τὴν
νηστείαν,
τὴν
ἀγρυπνίαν,
τὴν
ἐγκράτειαν,
τὴν
ταπείνωσιν,
τὰς
εὐχὰς
καὶ
τὰ
δάκρυα
καὶ
τὰς
λοιπὰς
ἀρετάς.
Ἐὰν
θέλῃς,
ἵνα
σοι
χαρίσῃ
ὁ
Θεὸς
δάκρυα
καὶ
κατάνυξιν
καὶ
ἀπάθειαν,
ὑπομιμνῄσκου
τὸν
θάνατον
καὶ
τὸν
τάφον
σου
πάντοτε.
Ἐὰν
ἐκ
τοῦ
∆ιαβόλου
πλανηθῇς
καὶ
πέσῃς
εἰς
ἁμαρτίαν,
ἢ
εἰς
μικρὰν
ἢ
εἰς
μεγάλην,
μὴ
ἔλθῃς
εἰς
ἀπόγνωσιν
καὶ
ἀπολεσθῇς,
ἀλλὰ
δράμε
εἰς
ἐξαγόρευσιν
καὶ
εἰς
τὴν
μετάνοιαν,
καὶ
ὁ
Θεὸς
οὐκ
ἀποστρέφεταί
σε.
Αὐτῷ
ἡ
δόξα
εἰς
τοὺς
αἰῶνας.
Ἀμήν.
Καὶ
δέχεταί
σε
ὁ
Θεός.
Μὴ
ἀγαπήσῃς
ἀπέρχεσθαι
εἰς
τὰς
πόλεις.
Ἐὰν
γὰρ
μὴ
ἴδῃς
πονηρά,
ἔση
καθαρός.
Μὴ
πίνε
οἶνον
εἰς
μέθην,
ἵνα
μὴ
ποιήσῃς
τὴν
καρδίαν
σου
μαίνεσθαι
εἰς
τὰς
ἡδονάς.
Μὴ
φάγῃς
δεύτερον
τῆς
ἡμέρας,
ἵνα
μὴ
παχυνθῇ
σου
τὸ
σῶμα,
καὶ
σὺν
αὐτῷ
τὰ
πάθη.
Μὴ
κλῄσῃς
τὴν
θύραν
σου
ἐπὶ
ξένῳ·
ὅτι
ἐν
ᾧ
μέτρῳ
μετρήσεις,
ἀντιμετρηθήσεταί
σοι.
Ἐπισκέπτου
τοὺς
ἀρρώστους,
ἵνα
καὶ
σὲ
ἐπισκέψεται
ὁ
Θεός.
Μὴ
πολλὰ
κοιμῶ,
ἀλλ
'
αἴτει
ἀδιαλείπτως
τὴν
βοήθειαν
τοῦ
Θεοῦ,
ἵνα
φύγῃς
ὥσπερ
ὄρνεον
ἐκ
παγίδος.
Μὴ
πολυλόγει,
ἵνα
μὴ
ἐμπέσῃς
εἰς
ψεῦδος.
Μὴ
κτήσῃς
ἑαυτῷ
ὑπὲρ
τὴν
χρείαν
σου,
ἀλλὰ
ζῆσον
ἐν
βίῳ
μετρίῳ.
Ἡσύχαζε
καὶ
τὰ
ἴδια
πράττε.
Ὅλῃ
δυνάμει
κράτει
γλώσσης
καὶ
κοιλίας.
Ἔχε
ταπεινοφροσύνην.
Γίνου
ὡς
ἀγνοῶν
καὶ
ἰδιώτης.
Ἔχε
πρᾳότητα
εἰς
πάντας
ἀνθρώπους.
Πολλὴν
ζημίαν
ἡγοῦ
ἐκ
τοῦ
λαλεῖν
καὶ
γελᾶν·
ἀνὴρ
δὲ
φρόνιμος
ἡσυχίαν
ἔχει.
Πάντοτε
τὴν
θλῖψιν
καὶ
τὸν
θάνατον
ἔχε
πρὸ
ὀφθαλμῶν
σου,
καὶ
μηδέποτε
ἀπελπίσῃς
πειρασμόν.
Ἐξέταζε
σεαυτὸν
ἑσπέρας
καὶ
πρωῒ
πῶς
παρῆλθες·
ταῦτα
δὲ
ἄνευ
κόπου
κατορθῶσαι
ἀδύνατον.
Γίνωσκε,
ὅτι
καθάπερ
ἡ
γῆ
οὐ
δύναται
καρποφορῆσαι
τὸν
ἄνθρωπον
ἄνευ
σπέρματος
καὶ
ὕδατος,
οὕτως
ἀδύνατον
καρποφορῆσαι
τὸν
ἄνθρωπον
χωρὶς
κακοπαθείας
καὶ
ταπεινοφροσύνης.
Φρόντιζε
αὑτοῦ
ὡς
εἰκόνος
Θεοῦ
διαπαντός.
Φοβοῦ
τὸν
Θεὸν
ὡς
μέλλων
ἀπολογίαν
δοῦναι
αὐτῷ
περὶ
πάντων
τῶν
ἔργων
σου.
∆ιαλογίζου
σεαυτῷ
καθ'
ἑκάστην
ποῖον
πάθος
ἐνίκησας.
Ὁ
πιστεύων
ὅτι
ἔνι
κρίσις,
οὐ
κρίνει
τινὰ
τῶν
ἀνθρώπων,
ἀλλὰ
φυλάττει
ἑαυτὸν
ἕως
τῶν
μικρῶν
καὶ
ἐλαχίστων.
Ὁ
πιστεύων
ὅτι
μέλλει
τὸ
σῶμα
αὐτοῦ
ἀναστῆναι,
φροντίζει
τοῦ
καθαρίσαι
αὐτὸ
ἀπὸ
μολυσμοῦ.
Στῆθι
οὖν,
ἀγαπητέ,
ἐν
φόβῳ
Θεοῦ,
φυλάττων
καὶ
πληρῶν
τὸ
πρακτικόν,
μὴ
παρέχων
πρόσκομμα
τῇ
συνειδήσει
σου·
ἀλλὰ
πρόσεχε
αὐτῇ,
ἵνα
καὶ
αὐτὴ
ἔσεταί
σοι
φύλαξ,
δεικνύουσα
ἕκαστον
εἰς
ὃ
ἐμπίπτεις,
ἵνα
μὴ
καταλείψῃ
καὶ
ἐμπέσῃς
εἰς
χεῖρας
τῶν
ἐχθρῶν
σου.
Γίνωσκε,
ὅταν
ἄρξηται
ὁ
νοῦς
τοῦ
μοναχοῦ
φεύγειν
ἀπὸ
τῶν
θελημάτων
αὐτοῦ
καὶ
προσφεύγειν
τῷ
Θεῷ,
πρῶτον
ἡ
ἀκηδία
πολεμεῖ
αὐτόν·
τὸ
δὲ
ἐξαλεῖφον
τὴν
ἀκηδίαν
ἔστιν
ἡ
προσευχὴ
καὶ
ἡ
πρὸς
Θεὸν
ἀδολεσχία·
τὸ
δὲ
περιποιοῦν
τὴν
ἀδολεσχίαν
ἔστιν
ἡ
ἐγκράτεια·
τὸ
δὲ
φυλάσσον
τὴν
ἐγκράτειαν,
ἔστιν
ὁ
σωματικὸς
κόπος,
ἤγουν
ἡ
στενὴ
ὁδὸς
ἡ
ἀπάγουσα
εἰς
τὴν
ζωήν.
Ἰδοὺ
ἡ
στενὴ
αὕτη
ὡς
ἐν
κατόπτρῳ
φαίνεται
τοῖς
μοναχοῖς
διὰ
λόγου·
πάντα
γὰρ
τούτοις
πικρὰ
τὰ
παρόντα.
Ἡ
κτῆσις
ἐπίβουλος,
ἡ
χρῆσις
ἀντίπαλος·
ἡ
ἀπόκτησις
ὀδυνηρά,
ἡ
εὐτέλεια
πικρά,
ἡ
ἔνδεια
ἐπώδυνος·
ἡ
ἄσκησις
μοχθηρά,
ἡ
ἐγκράτεια
ἐπίπονος·
ἡ
ἀκρίβεια
ἐπισφαλή,
ἡ
σιωπὴ
ἐπώδυνος.
Ἐὰν
ἐλέγξῃ,
χρεώστης
γίνεται
τοῦ
βαλεῖν
μετάνοιαν·
ἐὰν
σιωπήσῃ,
μαραίνεται
ἀπὸ
ζήλου
Θεοῦ.
Ἐν
ἅπασι
τοῖς
καλοῖς
ἀντεκατέστησεν
ὁ
μισόκαλος
δαίμων
τὸ
ὅμοιον
κακόν.
Ἐν
τῇ
ἐλεημοσύνῃ,
ἀντέθηκε
τὴν
χρηστεμπορίαν·
ἐν
τῇ
ἀσκήσει,
τὴν
οἴησιν·
ἐν
τῇ
ἀγρυπνίᾳ,
κατηγορίαν·
ἐν
τῇ
εὐχῇ,
τὸν
ὄκνον·
ἐν
τῇ
ἀκτημοσύνῃ,
τὴν
καπηλείαν·
ἐν
τῇ
ἀγάπῃ,
τὴν
κολακείαν·
ἐν
τῇ
φιλοξενίᾳ,
τὴν
ἀδιαφορίαν
καὶ
τὴν
γαστριμαργίαν.
Πάντα
συνέχεε,
πάντα
συνέφυρε,
πᾶσιν
ἐκοινώνησε.
Κινδυνεύει
λοιπὸν
ὁ
βίος
τῶν
μοναχῶν
καταλυθῆναι.
Ἡ
κεφαλὴ
σὺν
τοῖς
ποσὶν
ὑφίσταται
βλάβην·
οἱ
ὀφθαλμοὶ
σὺν
ταῖς
χερσὶν
ὑπομένουσιν
ἀρρωστίαν.
Ἡ
κτῆσις
τὴν
πίστιν
ἐμάρανεν·
ἡ
χρῆσις
τὴν
ἄσκησιν
ἠλλοίωσεν.
Ἐβιάσατο
τὴν
ταπεινοφροσύνην
ἡ
αὐθεντία·
ἀνέτρεψε
τὴν
ἐλπίδα
ἡ
τῶν
προσκαίρων
κτῆσις.
Τὸ
ἔργον
τῆς
ψυχῆς
ἐσκότωσεν
ἡ
πρᾶξις
τοῦ
σώματος·
ἡ
μέριμνα
τῆς
σαρκὸς
ἤμβλυνε
τῆς
διανοίας
τὸν
ἔλεγχον.
Οὐκ
ἄγει
σχολὴν
ἡ
συνείδησις
κατανύξαι
τὸν
νοῦν.
Οὐκ
ἐπιτρέχουσιν
οἱ
λογισμοὶ
συνεργῆσαι
πρὸς
μετάνοιαν.
Καὶ
εἰ
μὴ
σφάλλομαι
ταῦτα
λέγων,
τύπος
ἐστὶν
αἰχμαλωσίας
ἡ
τοιαύτη
κατάστασις·
ἐπωρώθημεν
γὰρ
καὶ
οὐ
θέλομεν
ἐννοῆσαι
ὅτι
ἡ
ψυχὴ
ποιῆσαι
ὁμοῦ
καλὸν
καὶ
κακὸν
οὐ
δύναται·
κακὸν
δὲ
διὰ
καλοῦ
ἐπιτηδεύει.
∆ιὰ
νηστείας
κενοδοξεῖ·
δι'
ἐγκρατείας
ὑπερηφανεύεται.
Θεῷ
προσανέχειν
οὐ
βούλεται,
τῷ
εἰπόντι,
οὐδεὶς
δύναται
δυσὶ
κυρίοις
δουλεύειν.
Σὺ
οὖν,
εἰ
ἐν
ἀληθείᾳ
τὸν
Κύριον
ἠγάπησας
καὶ
τῆς
μελλούσης
βασιλείας
τυχεῖν
ἐπιζητεῖς
καὶ
πόνον
περὶ
τῶν
πταισμάτων
ἔσχηκας
καὶ
κρίσεως
αἰωνίου
καὶ
κολάσεως
μέμνησαι,
φόβον
τῆς
ἐκ
τοῦ
κόσμου
τούτου
ἐξόδου
σου
ἀναλαβόν.
Μὴ
ἔχε
ἀγάπην
ἢ
φροντίδα
ἢ
μέριμναν
χρημάτων
ἢ
κτημάτων
ἢ
γονέων
ἢ
δόξης
τοῦ
βίου,
μὴ
φίλων,
μὴ
συγγενῶν,
μὴ
ἀδελφῶν,
μηδενὸς
τῶν
ἐπιγείων
τὸ
παράπαν·
ἀλλὰ
πᾶσαν
τὴν
περὶ
τούτων
σχέσιν καὶ
φροντίδα
ἐκτιναξάμενος,
καὶ
μισήσας
ἔτι
καὶ
τὴν
ἰδίαν
σου
σάρκα
πρὸ
τούτων
ἀπάντων,
γυμνὸς
καὶ
ἀμέριμνος
καὶ
ἄοκνος
τῷ
Χριστῷ
ἀκολούθει,
πρὸς
τὸν
οὐρανὸν
ἀεὶ
βλέπων
καὶ
τὴν
ἐκεῖθεν
βοήθειαν
ἐκδεχόμενος·
ὁ
γὰρ
θάνατος
ἄωρος
καὶ
ἡ
κρίσις
ἐγγύς,
καὶ
οὐαὶ
τῷ
ἀνετοίμῳ.
Οὐαί
σοι,
ψυχή,
ὅτι
ἀναισθήτως
διάγεις
ἐν
τῇ
παρούσῃ
ζωῇ,
τρυφῶσα
καθ'
ἑκάστην
ἡμέραν
καὶ
γελῶσα
καὶ
ῥεμβομένη
καὶ
τὸν
ἄνετον
διώκουσα
βίον,
ἐν
δὲ
τῷ
αἰῶνι
τῷ
μέλλοντι
μέλλεις
θρηνῆσαι,
ὡς
ἐκεῖνος
ὁ
πλούσιος,
ἐν
τῇ
φλογὶ
τοῦ
αἰωνίου
πυρὸς
βασανιζομένη.
Οὐαί
σοι,
ψυχή,
ὅτι
οὐ
κἀν έχεις
θλῖψιν
τινὰ
παρὰ
τοῦ
ἀδελφοῦ
ἐπαγομένην
σοι,
ἢ
λόγον
στρυφνόν,
ἀλλ'
εὐθὺς
εἰς
ἀντιλογίαν
καὶ
ἀντιπάθειαν
χωρεῖς,
καὶ
ἀπόλλεις
τὸν
στέφανον
τῆς
ὑπομονῆς
καὶ
πρᾳότητος,
καὶ
μετὰ
τῶν
μνησικάκων
αἰωνίως
καταδικάζῃ.
Οὐαί
σοι,
ψυχή,
ὅτι
μισεῖς
τὸν
ἀδελφόν
σου
καὶ
λοιδορεῖς,
ἢ
τῶν
τὰ
ὅμοια
ποιούντων
ἀνέχεις,
καὶ
διὰ
τοῦτο
μετὰ
τῶν
φονέων
τιμωρηθήσῃ·
ὁ
γὰρ
μισῶν,
φησί,
τὸν
ἀδελφὸν
αὐτοῦ,
ἀνθρωποκτόνος
ἐστί.
Οὐαί
σοι,
ψυχή,
ὅτι
καταφρονεῖς
τῶν
ἐντολῶν
τοῦ
Θεοῦ,
μόνῳ
δὲ
τῷ
σχήματι
τοῦ
μοναχοῦ
καὶ
ὀνόματι
ὑπολαμβάνεις
εἶναι
τὴν
σωτηρίαν.
Ἀκούσῃ
γὰρ
ἐν
φοβερᾷ
τῇ
ἡμέρᾳ
τοῦ
Κυρίου
λέγοντος·
οὐ
πᾶς
ὁ
λέγων
μοι
Κύριε,
Κύριε,
εἰσελεύσεται
εἰς
τὴν
βασιλείαν
τῶνοὐρανῶν,
ἀλλ'
ὁ
ποιῶν
τὸ
θέλημά
μου·
πορεύεσθε
ἀπ'
ἐμοῦ,
οἱ
κατηραμένοι,
εἰς
τὸ
πῦρ
τὸ
αἰώνιον
ἡτοιμασμένον
τῷ
∆ιαβόλῳ
καὶ
τοῖς
ἀγγέλοις
αὐτοῦ.
Οὐαί
σοι,
ψυχή,
ὅτι
ἀγαπᾷς
τὴν
δόξαν
τῶν
ἀνθρώπων
καὶ
τὴν
τιμήν,
καὶ
τὸν
καλλωπισμὸν
τῶν
ἱματίων,
καὶ
τὴν
κτῆσιν
τῶν
ὑλῶν,
καὶ
διὰ
τοῦτο
βδελυκτὴ
παρὰ
τῷ
Θεῷ
φανεῖσα
ἐν
τῇ
ἡμέρᾳ
τῆς
κρίσεως,
ἀπόπεμπτός
τε
τοῦ
προσώπου
αὐτοῦ
γενήσῃ,
καὶ
τοῖς
ἀλαζόσι
δαίμοσι
συναριθμηθήσῃ.
Οὐαί
σοι,
ψυχή,
ὅτι
καθ'
ἑκάστην
ἡμέραν
ἁμαρτάνεις,
καὶ
τὴν
μετάνοιαν
ἡμέρας
ἐξ
ἡμέρας
ἀναβάλλεις.
Ἐπιστήσεται
οὖν
σοι
ἡ
ἔξοδος,
ὡς
κλέπτης
ἐν
νυκτὶ
ἄφνω,
καὶ
δέσμιος
ἀπαχθήσῃ
ἐν
τῇ
τοῦ
πυρὸς
γεέννῃ,
ἀνόνητα
θρηνοῦσα
καὶ
ἑαυτὴν
τῆς
ἀβουλίας
καταβοῶσα.
Οὐαί
σοι,
ψυχή,
ὅτι
οὐ
φρίττεις
ἐννοοῦσα
πῶς
μέλλεις
ὀφθῆναι
τῷ
προσώπῳ
τοῦ
Θεοῦ
ἐν
τῇ
φοβερᾷ
ἡμέρᾳ
τῆς
κρίσεως,
ὅτε
καὶ
αἱ
δυνάμεις
τῶν
οὐρανῶν
τῷ
φόβῳ
σαλεύονται,
ἔχουσα
τὸν
χιτῶνα
βδελυκτὸν
καὶ
κατερρυπωμένον
.