Όσιος Εφραίμ ο Σύρος (306-373 μ.Χ)
Λόγος εις την παρουσίαν του Κυρίου, και περί συντελείας του κόσμου, και εις την παρουσίαν του Αντιχρίστου
Πῶς ἐγὼ ὁ ἐλάχιστος καὶ ἁμαρτωλὸς Ἐφραΐμ, καὶ μεστὸς πλημμελημάτων,
δυνήσομαι ἐξειπεῖν τὰ ὑπὲρ τὴν ἐμὴν δύναμιν; Ἀλλ᾿ ἐπειδὴ ὁ Σωτὴρ ἰδίᾳ
εὐσπλαγχνίᾳ τοὺς ἀγραμμάτους σοφίαν ἐδίδαξε καὶ δι᾿ αὐτῶν τοὺς πανταχῆ
πιστοὺς κατεφώτισε, καὶ ἡμῶν ἀφθόνως τὴν γλῶτταν τρανώσει πρὸς ὠφέλειαν
καὶ οἰκοδομὴν καὶ ἐμοὶ τῷ λέγοντι καὶ πᾶσιν ἀκροαταῖς. Λαλήσω δὲ ἐν
ὀδύναις καὶ εἴπω ἐν στεναγμοῖς περὶ τοῦ ἐνεστῶτος κόσμου τῆς συντελείας
καὶ περὶ τοῦ ἀναιδεστάτου καὶ δεινοῦ Δράκοντος, τοῦ μέλλοντος ταράσσειν
πᾶσαν τὴν ὑπ᾿ οὐρανὸν καὶ ἐμβαλεῖν δειλίαν καὶ ὀλιγωρίαν καὶ δεινὴν
ἀπιστίαν ἐν καρδίαις ἀνθρώπων, καὶ ποιεῖν τέρατα καὶ σημεῖα καὶ φόβητρα,
ὥστε, εἰ δυνηθῇ, πλανῆσαι καὶ τοὺς ἐκλεκτούς, καὶ πάντας ἀπατῆσαι ἐν
ψευδέσι σημείοις καὶ τεράτων φαντασμοῖς ὑπ᾿ αὐτοῦ γινομένοις. Κατὰ
συγχώρησιν γὰρ Θεοῦ τοῦ ἁγίου, λαμβάνει ἐξουσίαν τοῦ ἀπατῆσαι τὸν
κόσμον, διότι ἐπληθύνθη ἡ ἀσέβεια τοῦ κόσμου καὶ πανταχοῦ παντοῖα δεινὰ
κατεργάζεται. Καὶ διὰ τοῦτο ὁ ἄχραντος Δεσπότης πνεύματι πλανήσεως
πειρασθῆναι τὸν κόσμον διὰ τὴν ἀσέβειαν αὐτῶν συνεχώρησεν, ἐπειδὴ οὕτως
ἤθελον οἱ ἄνθρωποι τοῦ ἀποστῆναι Θεοῦ καὶ φιλεῖν τὸν Πονηρόν.
Μέγας ἀγών, ἀδελφοί, ἐν τοῖς καιροῖς ἐκείνοις, μάλιστα τοῖς πιστοῖς·
ὅταν ἐπιτελῶνται σημεῖα καὶ τέρατα ὑπ᾿ αὐτοῦ τοῦ Δράκοντος ἐν πολλῇ
ἐξουσίᾳ· ὅταν πάλιν δεικνύῃ ἑαυτόν, ὥσπερ θεόν, ἐν φαντάσμασι φοβεροῖς
ἐν τῷ ἀέρι ἱπτάμενον καὶ πάντας τοὺς δαίμονας ἐν τῷ ἀέρι ἐπηρμένους,
ὥσπερ ἀγγέλους, ἔμπροσθεν τοῦ τυράννου· βοᾷ γὰρ ἐν ἰσχύϊ, ἀλλάσσων τὰς
μορφάς, ἐκφοβῶν ἀμέτρως ἅπαντας τοὺς ἀνθρώπους.
Τότε, ἀδελφοί, τίς ἆρα εὑρεθῇ τετειχισμένος καὶ μένων ἀσάλευτος, ἔχων
τὸ τεκμήριον ἐν τῇ ψυχῇ, τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἡμῶν τὴν ἁγίαν
παρουσίαν, ὅταν ἴδῃ ἐκείνην τὴν θλῖψιν τὴν ἀμύθητον γινομένην πανταχοῦ
ἐπὶ πᾶσαν ψυχὴν μὴ ἔχουσαν τελείως ποθὲν παραμυθίαν, οὔτε πάλιν ἄνεσιν,
ἐν γῇ καὶ θαλάσσῃ; Ὅταν ἴδῃ τὸν σύμπαντα κόσμον ταρασσόμενον, καὶ φεύγῃ
ἕκαστος ἐν ὄρεσι κρυβῆναι, τοὺς μὲν λιμῷ θνῄσκοντας, τοὺς δὲ ἐν δίψῃ
δεινῇ τηκομένους, ὡσεὶ κηρόν, καὶ οὐκ ἔστιν ὁ ἐλεῶν; Ὅταν ἴδῃ ἅπαντα τὰ
πρόσωπα δακρύοντα καὶ πόθῳ ἐρωτῶντας, μήποτε ῥῆμα Θεοῦ ἐπὶ τῆς γῆς; Καὶ
ἀκούῃ, οὐδαμοῦ. Τίς ἄρα βαστάσει τὰς ἡμέρας ἐκείνας; Τίς δὲ ὑπομείνῃ τὴν
θλῖψιν τὴν ἀφόρητον, ὅταν ἴδῃ σύγχυσιν τῶν λαῶν ἐρχομένων ἀπὸ περάτων
τῆς γῆς εἰς θέαν τοῦ τυράννου, καὶ πολλοὺς προσκυνοῦντας ἔμπροσθεν τοῦ
τυράννου, κράζοντας μετὰ τρόμου ὅτι σὺ εἶ ὁ σωτὴρ ἡμῶν; Θάλασσα
ταράσσεται καὶ ἡ γῆ ξηραίνεται, οὐρανοὶ οὐ βρέχουσι, τὰ φυτὰ
μαραίνονται, ἅπαντες δὲ οἱ ὄντες ἐπὶ γῆς ἀνατολῶν ἐπὶ δυσμὰς φεύγουσιν
ἐκ τῆς πολλῆς δειλίας· καὶ πάλιν δὲ οἱ ὄντες ἐπὶ δυσμῶν ἡλίου ἐπὶ τὴν
ἀνατολὴν φεύγουσι μετὰ τρόμου. Λαβὼν δὲ ὁ ἀναιδὴς τότε τὴν ἐξουσίαν,
δαίμονας ἀποστελεῖ εἰς πάντα τὰ πέρατα, ὥστε κηρύξαι παρρησίᾳ ὅτι
βασιλεὺς μέγας ἐφάνη μετὰ δόξης· δεῦτε καὶ θεάσασθε αὐτόν.
Τίς ἄρα ἔχων οὕτως ψυχὴν ἀδαμαντίνην, ὥστε φέρειν γενναίως ἅπαντα τὰ
σκάνδαλα; Τίς ἄρα ἐστὶν οὕτως, ὡς προεῖπον, ἄνθρωπος, ἵνα πάντες Ἄγγελοι
μακαρίσωσιν αὐτόν; Ἐγὼ γάρ, ἀδελφοὶ φιλόχριστοι καὶ τέλειοι, ἐπτοήθην
ἐξ αὐτῆς τῆς μνήμης τοῦ Δράκοντος, μελετῶν εἰς ἑαυτὸν τὴν θλῖψιν τὴν
μέλλουσαν ἔσεσθαι τοῖς ἀνθρώποις ἐν τοῖς καιροῖς ἐκείνοις, καὶ ποταπὸς
δὲ οὗτος ὁ Δράκων εὑρίσκεται μιαρός, ἀπότομος τῷ γένει τῶν ἀνθρώπων,
πλεῖον δὲ ἁγίοις πικρότερος γίνεται, τοῖς δυναμένοις νικᾶν τὰ αὑτοῦ
φαντάσματα. Εἰσὶ γὰρ πολλοὶ εὑρισκόμενοι τότε εὐάρεστοι τῷ Θεῷ,
δυνάμενοι σωθῆναι ἐν ὄρεσι καὶ ἐν ἐρήμοις τόποις, ἐν πολλαῖς δεήσεσι καὶ
κλαυθμοῖς ἀφορήτοις. Ὁ γὰρ ἅγιος Θεὸς θεωρῶν αὐτοὺς οὕτως ἐν κλαυθμῷ
ἀμυθήτῳ καὶ πίστει εἰλικρινεῖ, σπλαγχνίζεται ἐπ᾿ αὐτούς, ὡς πατὴρ
φιλόστοργος, καὶ διατηρεῖ αὐτούς, ἔνθα ἀπεκρύβησαν. Καὶ γὰρ ὁ παμμίαρος
οὐ παύεται ἐκζητῶν τοὺς ἁγίους ἔν τε γῇ καὶ θαλάσσῃ, λογιζόμενος ὅτι
ἐβασίλευσε τὸ λοιπὸν ἐπὶ τῆς γῆς καὶ πάντας ὑποτάσσει. Καὶ νομίζει ὁ
ἄθλιος ἀντιστῆναι τῇ ὥρᾳ ἐκείνῃ τῇ φοβερᾷ, ὅταν ἔλθῃ ὁ Κύριος ἐκ τῶν
οὐρανῶν, μὴ εἰδὼς ὁ ἄθλιος τὴν ἑαυτοῦ ἀσθένειαν καὶ ὑπερηφανίαν, δι᾿ ἣν
καὶ ἐξέπεσεν. Ὅμως ταράσσει τὴν γῆν, ἐκφοβεῖ τὰ σύμπαντα ἐν ψευδέσι
σημείοις μαγικοῖς.
Οὐκ ἔστιν ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν ἔλθῃ ὁ Δράκων, ἄνεσις ἐπὶ τῆς γῆς,
ἀλλὰ θλῖψις μεγάλη, ταραχὴ καὶ σύγχυσις, θάνατοι καὶ λιμοὶ εἰς πάντα τὰ
πέρατα· αὐτὸς γὰρ ὁ Κύριος ἡμῶν θείῳ στόματι ἔφη, ὅτι τοιαῦτα οὐ
γέγονεν ἀπ᾿ ἀρχῆς κτίσεως. Ἡμεῖς δὲ οἱ ἁμαρτωλοὶ πῶς εἰκάσομεν αὐτῆς τὸ
ὑπέρμετρον, ἀλλὰ καὶ ἀνέκφραστον, οὕτως τοῦ Θεοῦ αὐτὴν ὀνομάσαντος;
Στησάτω δὲ ἕκαστος τὸν νοῦν αὐτοῦ ἀκριβῶς ἐν λέξεσιν ἁγίαις τοῦ Κυρίου
καὶ Σωτῆρος· πῶς διὰ τὴν ἀνάγκην καὶ θλῖψιν τὴν ὑπέρογκον κολοβοῖ τὰς
ἡμέρας τῆς θλίψεως, τῇ αὑτοῦ εὐσπλαγχνίᾳ, παραινῶν ἡμῖν καὶ λέγων·
προσεύχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος, μηδὲ σαββάτῳ. Καὶ
πάλιν· ἀγρυπνεῖτε πάντοτε, δεόμενοι συνεχῶς, ἵνα γένησθε ἄξιοι ἐκφυγεῖν
τῆς θλίψεως καὶ σταθῆναι ἔμπροσθεν τοῦ Θεοῦ· ὁ γὰρ καιρὸς ἐγγύς. Καὶ ἐν
ταύτῃ τῇ κακίᾳ στήκομεν πάντες, καὶ οὐ πιστεύομεν. Δεηθῶμεν συνεχῶς ἐν
δάκρυσι καὶ προσευχαῖς, νυκτὸς καὶ ἡμέρας προσπίπτοντες τῷ Θεῷ, ἵνα
σωθῶμεν οἱ ἁμαρτωλοί.
Εἴ τις ἔχει δάκρυα καὶ κατάνυξιν, δεηθήτω τοῦ Κυρίου, ἵνα ῥυσθῶμεν ἐκ
θλίψεως τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς γῆς· ἵνα μήτε ἴδῃ παντελῶς μήτε
αὐτὸ τὸ θηρίον, μηδὲ πάλιν ἀκούσῃ τὰ φόβητρα αὐτοῦ. Ἔσται γὰρ κατὰ
τόπους λιμοί, σεισμοὶ καὶ θάνατοι διάφοροι ἐπὶ τῆς γῆς. Γενναίας ἔσται
ψυχῆς, δυναμένης συγκρατῆσαι τὴν ἑαυτοῦ ζωὴν ἀναμέσον τῶν σκανδάλων. Ἐὰν
γὰρ μικρὸν ὀλιγωρῶν εὑρεθῇ ἄνθρωπος, εὐχερῶς πολιορκεῖται καὶ γίνεται
αἰχμάλωτος ἐν σημείοις τοῦ Δράκοντος, καὶ πονηροῦ καὶ δολίου. Καὶ
ἀσύγγνωστος ὁ τοιοῦτος εὑρίσκεται ἐν τῇ κρίσει· αὐτοψεὶ γὰρ εὑρίσκεται,
ὅτι ἐπίστευσε τῷ τυράννῳ ἑκουσίως.
Πολλῶν εὐχῶν καὶ δακρύων χρῄζομεν, ὦ ἀγαπητοί, ἵνα τις ἡμῶν εὑρεθῇ
ἑδραῖος ἐν τοῖς πειρασμοῖς. Πολλὰ γάρ εἰσι τὰ φαντάσματα τοῦ θηρίου τὰ
γινόμενα· θεομάχος γὰρ ὑπάρχων, πάντας θέλει ἀπολέσθαι. Τοιοῦτον γὰρ
τρόπον σκευάζει ὁ τύραννος, ἵνα πάντες τὴν σφραγῖδα τοῦ θηρίου
βαστάζωσιν, ὅταν ἔλθῃ ἀπατῆσαι τὰ σύμπαντα, ἐν τῷ καιρῷ τῷ ἰδίῳ, ἐν
σημείοις, εἰς τὸ πλήρωμα τῶν καιρῶν· καὶ εἶθ᾿ οὕτως ἀγοράσαι τὰ βρώματα
καὶ πᾶν εἶδος· καὶ δημάρχους ἱστᾷ ἐπιτελεῖν τὸ πρόσταγμα.
Προσέχετε, ἀδελφοί μου, τὴν ὑπερβολὴν τοῦ θηρίου· τεχνάσματα γὰρ
πονηρίας. Πῶς ἐκ γαστρὸς ἄρχεται, ἵν᾿ ὅταν τις στενωθῇ, βρωμάτων
ὑστερούμενος, ἀναγκασθῇ λαβεῖν ἐκείνου τὴν σφραγῖδα, οὐχ ὡς ἔτυχεν, εἰς
πᾶν μέλος τοῦ σώματος, ἀλλ᾿ ἐπὶ χεῖρα δεξιάν, ὁμοίως καὶ ἐπὶ τοῦ
μετώπου, τὸν δυσσεβῆ χαρακτῆρα, ἵνα ἐξουσίαν μὴ ἔχῃ ὁ ἄνθρωπος
σφραγίσασθαι τῇ δεξιᾷ χειρὶ τὸ σημεῖον τοῦ σταυροῦ, μήτε πάλιν ἐν μετώπῳ
σημειώσασθαι παντελῶς τὸ ἅγιον ὄνομα τοῦ Κυρίου, μήτε τὸν ἔνδοξον καὶ
τίμιον σταυρὸν τοῦ Χριστοῦ καὶ Σωτῆρος ἡμῶν. Γινώσκει γὰρ ὁ ἄθλιος ὅτι ὁ
σταυρὸς τοῦ Κυρίου, ἐὰν σφραγισθῇ, λύει αὐτοῦ πᾶσαν τὴν δύναμιν, καὶ
διὰ τοῦτο σφραγίζει τὴν δεξιὰν τοῦ ἀνθρώπου· αὕτη γὰρ ἡ σφραγίζουσα
πάντα τὰ μέλη ἡμῶν. Ὁμοίως δὲ καὶ τὸ μέτωπον, ὥσπερ λυχνία, βαστάζει
λύχνον φωτός, τὸ σημεῖον τοῦ Σωτῆρος ἡμῶν ἐν τῷ ὕψει.
Λοιπὸν οὖν, ἀδελφοί μου, φρικτὸς ἀγὼν ἅπασι τοῖς φιλοχρίστοις
ἀνθρώποις, ἵνα μέχρις ὥρας τοῦ θανάτου μὴ δειλιάσωσι, μηδὲ στῶσιν ἐν
χαυνότητι, ὅταν χαράσσῃ ὁ Δράκων τὴν ἑαυτοῦ σφραγῖδα ἀντὶ τοῦ σταυροῦ
τοῦ Σωτῆρος. Τοιοῦτον γὰρ τρόπον ποιεῖ, ἵνα παντελῶς τὸ ὄνομα τοῦ Κυρίου
καὶ Σωτῆρος μηδὲ ὅλως ὀνομασθῇ ἐν τῷ καιρῷ τούτῳ. Τοῦτο δὲ ποιεῖ
φοβούμενος καὶ τρέμων ἐξ ἁγίας δυνάμεως τοῦ Σωτῆρος ἡμῶν ὁ ἀσθενής. Ἐὰν
μὴ γάρ τις σφραγίζηται τὴν ἐκείνου σφραγῖδα, οὐ γίνεται αἰχμάλωτος ἐκ
τῶν ἐκείνου φαντασμάτων· οὔτε πάλιν ὁ Κύριος ἀφίσταται ἐκ τῶν τοιούτων,
ἀλλὰ φωτίζει καὶ ἕλκει πρὸς ἑαυτόν.
Νοεῖν ἡμᾶς δεῖ, ἀδελφοί, μετὰ πάσης ἀκριβείας, τὰ τοῦ Ἐχθροῦ
φαντάσματα ἄστοργα ὑπάρχοντα. Ὁ δὲ Κύριος ἡμῶν ἐν γαλήνῃ προσέρχεται
πᾶσιν ἡμῖν, ἀποκρούσασθαι δι᾿ ἡμᾶς τοῦ θηρὸς τὰ τεχνάσματα. Τὴν ἀκλινῆ
πίστιν τοῦ Χριστοῦ εἰλικρινῶς βαστάζοντες, εὐρίπιστον ποιήσομεν τὴν
δύναμιν τοῦ τυράννου. Λογισμὸν ἀμετάθετον κτησώμεθα καὶ εὐστάθειαν, καὶ
ἀφίσταται ἡμῶν ὁ ἀσθενής, μὴ ἔχων τὸ τί ποιήσῃ.
Ἐγὼ ὁ ἐλάχιστος, ἀδελφοί, παρακαλῶ ὑμᾶς, φιλόχριστοι, μὴ γενώμεθα
χαῦνοι, ἀλλὰ μᾶλλον δυνατοὶ τῇ δυνάμει τοῦ σταυροῦ. Ἀπαραίτητος ἀγὼν ἐπὶ
θύραις ἐστί· τὸν θυρεὸν τῆς πίστεως ἀναλάβωμεν πάντες. Ἕτοιμοι οὖν
γίνεσθε, ὥσπερ οἰκέται πιστοί, ἄλλον μὴ δεχόμενοι. Ἐπειδὴ γὰρ ὁ κλέπτης
καὶ ἀλάστωρ καὶ ἀπηνής, πρῶτος μέλλει ἔρχεσθαι ἐν τοῖς ἰδίοις καιροῖς,
βουλόμενος κλέψαι καὶ θῦσαι καὶ ἀπολέσαι τὴν ποίμνην τὴν ἐκλεκτὴν τοῦ
ἀληθινοῦ ποιμένος Χριστοῦ· ἀναλαμβάνει γὰρ σχῆμα τοῦ ἀληθινοῦ ποιμένος.
Διδαχθῶμεν, ὦ φίλοι, ὁποίῳ σχήματι ἔρχεται ἐπὶ τῆς γῆς ὁ ἀναίσχυντος
Ὄφις. Ἐπειδὴ ὁ Σωτὴρ σῶσαι βουλόμενος τὸ γένος τῶν ἀνθρώπων ἐκ Παρθένου
ἐτέχθη καὶ σχήματι ἀνθρώπου ἐπάτησε τὸν Ἐχθρόν, ἐν ἁγίᾳ δυνάμει τῆς
αὑτοῦ θεότητος, ἐλογίσατο οὗτος ἀναλαβεῖν τὸ σχῆμα τῆς αὐτοῦ παρουσίας
καὶ ἀπατῆσαι ἡμᾶς. Ὁ δὲ Κύριος ἡμῶν ἐν νεφέλαις φωτειναῖς, ὡς ἀστραπὴ
φοβερά, ἐλεύσεται ἐπὶ τῆς γῆς. Οὐχ οὕτως δὲ ὁ Ἐχθρὸς ἐλεύσεται·
ἀποστάτης γάρ ἐστι. Τίκτεται δὲ ἀκριβῶς ἐκ κόρης μιαρᾶς τὸ ἐκείνου
ὄργανον, οὐχ οὗτος δὲ σαρκοῦται. Ἐν σχήματι δὲ τοιούτῳ ἥξει ὁ παμμίαρος,
ὡς κλέπτης, ἀπατῆσαι τὰ σύμπαντα· ταπεινός, ἥσυχος, μισῶν, φησίν,
ἄδικα, ἀποστρεφόμενος εἴδωλα, προτιμώμενος εὐσέβειαν, ἀγαθός,
φιλόπτωχος, εὐειδὴς ὑπερβολῇ, εὐκατάστατος, ἱλαρὸς πρὸς πάντας, τιμῶν
μεθ᾿ ὑπερβολῆς τὸ γένος τῶν Ἰουδαίων· αὐτοὶ γὰρ προσδοκῶσι τὴν ἐκείνου
ἔλευσιν. Μεταξὺ δὲ πάντων τούτων σημεῖα ἐπιτελεῖ, τέρατα καὶ φόβητρα, ἐν
πολλῇ ἐξουσίᾳ. Ἀρέσαι δὲ πᾶσι τεχνάζεται δολίως, ὅπως ἀγαπηθῇ ἐν τάχει
ὑπὸ πολλῶν. Δῶρα δὲ οὐ λήψεται, μετ᾿ ὀργῆς οὐ λαλήσει, κατηφὴς οὐ
δείκνυται, σχήματι δὲ εὐταξίας ἐξαπατᾷ τὸν κόσμον, ἕως ἂν βασιλεύσῃ.
Ὅταν οὖν ἴδωσι λαοὶ πολλοὶ καὶ δῆμοι τοιαύτας ἀρετὰς καὶ δυνάμεις,
πάντες ἐπὶ τὸ αὐτὸ μιᾷ γνώμῃ γίνονται καὶ ἐν χαρᾷ μεγάλῃ βασιλέα αὐτὸν
κηρύσσουσι, λέγοντες πρὸς ἀλλήλους· μὴ ἄρα εὑρίσκεται τηλικοῦτος
ἄνθρωπος ἀγαθὸς καὶ δίκαιος; Ἀνορθοῦται δὲ εὐθέως ἡ ἐκείνου βασιλεία,
καὶ πατάξει ἐν θυμῷ τρεῖς βασιλεῖς μεγάλους. Ἔπειτα ὑψοῦται τῇ καρδίᾳ,
καὶ ἐμέσει ὁ Δράκων τὴν ἑαυτοῦ πικρότητα. Ταράσσει τὴν οἰκουμένην καὶ
κινεῖ τὰ πέρατα· ἐκθλίβει τὰ σύμπαντα, μιαίνει τὰς ψυχάς. Οὐκέτι ὡς
εὐλαβής, ἀλλὰ πάντα ἐν πᾶσιν αὐστηρός, ἀπότομος, ὀργίλος, θυμώδης,
δεινός, ἀκατάστατος, φοβερός, ἀειδής, μισητός, βδελυκτός, ἀνήμερος,
ἀλάστωρ, ἀναιδὴς καὶ σπουδάζων ἐμβαλεῖν εἰς βόθρον ἀσεβείας πᾶν τὸ γένος
τῶν ἀνθρώπων. Πληθύνει σημεῖα ψευδῶς καὶ οὐκ ἀληθείᾳ, ἐν τῷ πλήθει.
Παρεστώτων καὶ ἄλλων πολλῶν δήμων καὶ εὐφημούντων αὐτὸν διὰ τὰς
φαντασίας, βάλλει φωνὴν ἰσχυράν, ὥστε σαλευθῆναι τὸν τόπον, ἐν ᾧ οἱ
ὄχλοι αὐτῷ παρεστήκασι· γνῶτε, πάντες οἱ λαοί, τὴν ἐμὴν δύναμιν καὶ
ἐξουσίαν. Μεθιστᾷ ὄρη ἐν ὀφθαλμοῖς τῶν θεωρούντων καὶ νήσους ἀνάγει ἐκ
τῆς θαλάσσης· πλάνῃ δὲ καὶ φαντασίᾳ πάντα, καὶ οὐκ ἀληθείᾳ· ἀλλὰ πλανᾷ
κόσμον καὶ φαντάζει τὰ σύμπαντα. Πολλοὶ πιστεύσουσι καὶ δοξάσουσιν
αὐτόν, ὡς θεὸν ἰσχυρόν.
Τότε θρηνεῖ δεινῶς πᾶσα ψυχὴ καὶ στενάζει. Τότε πάντες θεάσονται
θλῖψιν ἀπαραμύθητον, τὴν περιέχουσαν αὐτοὺς νυκτὸς καὶ ἡμέρας, καὶ
οὐδαμοῦ εὑρίσκουσιν ἐμπλησθῆναι τῶν βρωμάτων. Δήμαρχοι γὰρ ἀπότομοι κατὰ
τόπον σταθήσονται· καὶ εἴ τις φέρει μεθ᾿ ἑαυτοῦ τὴν σφραγῖδα τοῦ
τυράννου ἐν μετώπῳ ἢ δεξιᾷ, ἀγοράζει βραχὺ βρώματα ἐκ τῶν εὑρισκομένων.
Τότε ἐκλείπῃ τὰ νήπια ἐν τοῖς κόλποις τῶν μητέρων· θνῄσκει πάλιν μήτηρ
ὑπεράνω τοῦ παιδίου· θνῄσκει πάλιν πατὴρ σὺν γυναικὶ καὶ τέκνοις ἐν ταῖς
ἀγοραῖς, καὶ οὐκ ἔστιν ὁ θάπτων καὶ συστέλλων ἐν μνήμασιν. Ἐκ τῶν
πολλῶν θνησιμαίων τῶν ῥιπτομένων ἐν ταῖς πλατείαις δυσωδία πανταχόθεν
ἐκθλίβουσα τοὺς ζῶντας ἰσχυρῶς. Πρωῒ πάντες ἐροῦσι μετ᾿ ὀδύνης καὶ
στεναγμῶν· πότε ἑσπέρα γίνεται, ἵνα ἀνέσεως τύχωμεν; Καταλαβούσης δὲ
πάλιν τῆς ἑσπέρας, ἐν δάκρυσι πικροτάτοις συλλαλοῦσιν εἰς ἑαυτούς· πότε
ἄρα διαφαύσει, ἵνα τὴν ἐπικειμένην θλῖψιν ἐκφύγωμεν; Καὶ οὐκ ἔστι ποῦ
φυγεῖν ἢ κρυβῆναι· τετάρακται γὰρ τὰ σύμπαντα, ἡ θάλασσα καὶ ἡ ξηρά. Διὰ
τοῦτο ἔφη ἡμῖν ὁ Κύριος· γρηγορεῖτε, δεόμενοι ἀδιαλείπτως ἐκφυγεῖν ἐκ
θλίψεως.
Δυσωδία ἐν θαλάσσῃ, δυσωδία ἐπὶ τῆς γῆς, λιμοί, σεισμοί. Ἐν θαλάσσῃ
σύγχυσις, ἐπὶ τῆς γῆς σύγχυσις· ἐν θαλάσσῃ φόβητρα, φόβητρα ἐπὶ τῆς γῆς.
Χρυσὸς πολὺς καὶ ἄργυρος καὶ σηρικὰ ἱμάτια οὐδὲν ὠφελήσει τινὰ ἐν τῇ
θλίψει ἐκείνῃ, ἀλλὰ πάντες οἱ ἄνθρωποι τοὺς νεκροὺς μακαρίζουσι τοὺς
ταφέντας πρὸ τοῦ ἐλθεῖν τὴν θλῖψιν τὴν μεγάλην ἐπὶ τῆς γῆς. Ῥίπτεται γὰρ
καὶ ὁ χρυσὸς καὶ ὁ ἄργυρος ἐν πλατείαις, καὶ οὐκ ἔστιν ὁ ἁπτόμενος,
ἐπεὶ πάντα ἐβδέλυκται· ἀλλὰ πάντες τοῦ ἐκφυγεῖν καὶ κρυβῆναι
σπουδάζουσι, καὶ οὐδαμοῦ αὐτοῖς ἔστι κρυβῆναι ἐκ θλίψεως. Ἀλλ᾿ ἔτι μετὰ
τοῦ λιμοῦ καὶ τῆς θλίψεως καὶ τοῦ φόβου θηρία καὶ ἑρπετὰ σαρκοφάγα
εὑρίσκονται δάκνοντα. Ἔσωθεν φόβος καὶ ἔξωθεν τρόμος, καὶ ἐν νυκτὶ καὶ
ἐν ἡμέρᾳ. Ἐν πλατείαις θνησιμαῖα. Ἐν πλατείαις δυσωδία, ἐν οἰκίαις
δυσωδία. Ἐν πλατείαις πεῖνα καὶ δίψα, ἐν οἰκίαις πεῖνα καὶ δίψα. Ἐν
πλατείαις φωνὴ κλαυθμοῦ, ἐν οἰκίαις φωνὴ κλαυθμοῦ. Ἐν πλατείαις θόρυβος,
ἐν οἰκίαις θόρυβος. Εἷς ἕκαστος τῷ ἑτέρῳ μετὰ κλαυθμοῦ συναντῶσι· πατὴρ
τέκνῳ καὶ υἱὸς πατρί· μήτηρ τῇ θυγατρί. Φίλοι φίλοις ἐν πλατείαις
περιπλακέντες ἐκλείπουσι, καὶ ἀδελφοὶ ἀδελφοῖς περιπλακέντες
θανατοῦνται. Μεμάρανται καὶ τὸ κάλλος τῆς ὄψεως πάσης σαρκός· γίνονται
δὲ αἱ ἰδέαι αὐτῶν ὡς νεκροῦ. Ἐβδέλυκται καὶ μεμίσηται καὶ τὸ κάλλος τῶν
γυναικῶν. Μαρανθήσεται πᾶσα σὰρξ καὶ ἡ ἐπιθυμία τῶν ἀνθρώπων.
Ἅπαντες δὲ οἱ πεισθέντες τῷ δεινῷ θηρίῳ καὶ λαβόντες τὴν ἐκείνου
σφραγῖδα, τὸν δυσσεβῆ χαρακτῆρα τοῦ μιαροῦ, προστρέχοντες αὐτῷ ἅμα καὶ
λέγουσι μετ᾿ ὀδύνης· δὸς ἡμῖν φαγεῖν καὶ πιεῖν, ὅτι πάντες ἐκλείπομεν ἐκ
τοῦ λιμοῦ σφιγγόμενοι· καὶ ἀπέλασον ἀφ᾿ ἡμῶν τὰ ἰοβόλα θηρία. Καὶ
ἀπορῶν ὁ ἄθλιος ἀποκρίνεται ἐν πολλῇ ἀποτομίᾳ, λέγων· πόθεν ἐγὼ δώσω
ὑμῖν φαγεῖν καὶ πιεῖν, ὦ ἄνθρωποι; Ὁ οὐρανὸς οὐ βούλεται δοῦναι τῇ γῇ
ὑετόν· ἡ γῆ δὲ πάλιν οὐ δέδωκεν ὅλως θέρος ἢ γεννήματα. Ἀκούοντες δὲ
ταῦτα οἱ λαοί, πενθοῦσι καὶ κλαίουσι, μὴ ἔχοντες παντελῶς παραμυθίαν
θλίψεως, ἀλλὰ θλῖψις ἐπὶ τῇ θλίψει ἔσται αὐτοῖς ἀμύθητος, ὅτι οὕτως
εὐπροθέτως τῷ τυράννῳ ἐπίστευσαν. Ἐκεῖνος γὰρ ὁ ἄθλιος οὐκ ἰσχύει οὐδὲ
ἑαυτῷ βοηθῆσαι· καὶ πῶς αὐτοὺς ἐλεῆσαι; Ἐν ἐκείναις ταῖς ἡμέραις ἔσται
ἀνάγκη μεγάλη ἐκ θλίψεως πολλῆς τοῦ Δράκοντος καὶ τοῦ φόβου καὶ σεισμοῦ
καὶ τῆς θαλάσσης τοῦ ἤχου καὶ τοῦ λιμοῦ καὶ τῆς δίψης καὶ τῶν δηγμάτων
τῶν θηρίων. Πάντες δὲ οἱ λαβόντες τὴν σφραγῖδα τοῦ Ἀντιχρίστου καὶ
προσκυνήσαντες αὐτῷ, ὡς Θεῷ τῷ ἀγαθῷ, οὐκ ἔχουσί τινα μερίδα ἐν τῇ
βασιλείᾳ τοῦ Χριστοῦ, ἀλλὰ μετὰ τοῦ Δράκοντος βληθήσονται ἐν τῇ γεέννῃ.
Μακάριος ὁ εὑρεθεὶς πανάγιος καὶ πάμπιστος, ὁ ἔχων αὑτοῦ τὴν καρδίαν
πρὸς τὸν Θεὸν ἀδιστάκτως· ἀφόβως γὰρ ἐκκρούεται τὰς πεύσεις αὐτοῦ πάσας,
καταφρονῶν καὶ βασάνων καὶ τῶν φαντασιῶν αὐτοῦ. Πρὶν ἢ δὲ ταῦτα
γενέσθαι, ἀποστέλλει ὁ Κύριος Ἠλίαν τὸν Θεσβίτην καὶ τὸν Ἐνώχ, ὡς
εὔσπλαγχνος, ὅπως αὐτοὶ γνωρίσωσιν εὐσέβειαν τῷ γένει τῶν ἀνθρώπων καὶ
κηρύξωσι παρρησίᾳ θεογνωσίαν πᾶσι, μὴ πιστεῦσαι τῷ τυράννῳ φόβου ἕνεκα,
κράζοντας καὶ λέγοντας· πλάνος ἐστίν, ὦ ἄνθρωποι· μηδεὶς αὐτῷ πιστεύσῃ
τὸ σύνολον, ἢ ὑπακούσῃ τῷ θεομάχῳ· μηδεὶς ὑμῶν φοβηθῇ· ἐν τάχει γὰρ
καταργεῖται. Ὁ Κύριος ὁ ἅγιος, ἰδού, ἔρχεται ἐξ οὐρανοῦ κρῖναι πάντας
τοὺς πειθομένους αὐτοῦ τοῖς σημείοις. Πλὴν ὀλίγοι εἰσὶ τότε οἱ θέλοντες
ὑπακούειν καὶ πιστεῦσαι τῷ κηρύγματι τῶν Προφητῶν. Τοῦτο δὲ ποιεῖ ὁ
Σωτήρ, ἵνα δείξῃ τὴν ἄφατον αὑτοῦ φιλανθρωπίαν· ὅτι οὐδὲ ἐν τῷ καιρῷ
ἐκείνῳ ἀφίησι τὸ τῶν ἀνθρώπων γένος δίχα κηρύγματος, ὅπως ἀναπολόγητοι
ὦσι πάντες ἐν τῇ κρίσει. Πολλοὶ μὲν οὖν τῶν ἁγίων, ὅσοι τότε εὑρεθῶσιν
εἰς τὴν ἔλευσιν τοῦ μιαροῦ, ἐκχέουσι ποταμηδὸν τὰ δάκρυα ἐν στεναγμοῖς
πρὸς τὸν Θεὸν τὸν ἅγιον τοῦ ῥυσθῆναι τοῦ Δράκοντος. Καὶ φεύγουσιν ἐν
σπουδῇ μεγάλῃ ἐν ἐρήμοις, καὶ κρύπτονται ἐν ὄρεσι καὶ σπηλαίοις μετὰ
φόβου, καὶ πάσσουσι γῆν καὶ σποδὸν ἐπὶ τὰς κεφαλάς, δεόμενοι νυκτὸς καὶ
ἡμέρας ἐν πολλῇ ταπεινώσει. Καὶ δωρεῖται αὐτοῖς τοῦτο παρὰ Θεοῦ τοῦ
ἁγίου, καὶ ὁδηγεῖ αὐτοὺς ἡ χάρις εἰς τόπους ὡρισμένους, καὶ σῴζονται
κρυπτόμενοι ἐν ταῖς ὀπαῖς καὶ τοῖς σπηλαίοις, μὴ βλέποντες τὰ σημεῖα καὶ
τὰ φόβητρα τοῦ Ἀντιχρίστου. Τοῖς γὰρ ἔχουσι γνῶσιν, εὐχερῶς ἡ τούτου
γνωρίζεται ἔλευσις· τοῖς δὲ τὸν νοῦν ἔχουσιν εἰς πράγματα βιωτικὰ καὶ
ποθοῦσι τὰ γήϊνα, οὐκ εὔδηλον ἔσται τοῦτο. Ὁ γὰρ ἀεὶ δεδεμένος ἐν
πράγμασι βιωτικοῖς, κἂν ἀκούσῃ, ἀπιστεῖ καὶ βδελύσσεται τὸν λέγοντα.
Τούτου χάριν ἐνισχύουσιν οἱ ἅγιοι, ὅτι πᾶσαν τὴν ἡμέραν καὶ τὴν μέριμναν
τοῦ βίου τούτου ἀπέρριψαν.
Πενθεῖ τότε πᾶσα ἡ γῆ καὶ θάλασσα. Καὶ ἀὴρ πενθεῖ ἅμα καὶ τὰ ζῶα τὰ
ἄγρια σὺν πετεινοῖς τοῦ οὐρανοῦ. Πενθοῦσιν ὄρη καὶ βουνοὶ καὶ τὰ ξύλα
τοῦ πεδίου. Πενθοῦσι δὲ καὶ φωστῆρες τοῦ οὐρανοῦ διὰ τὸ γένος τῶν
ἀνθρώπων, ὅτι πάντες ἐξέκλιναν ἀπὸ τοῦ Θεοῦ τοῦ ἁγίου καὶ τῷ πλάνῳ
ἐπίστευσαν, δεξάμενοι χαρακτῆρα τοῦ μιαροῦ καὶ θεομάχου ἀντὶ τοῦ
ζωοποιοῦ σταυροῦ τοῦ Σωτῆρος. Πενθεῖ ἡ γῆ καὶ ἡ θάλασσα, ὅτι ἄφνω
κατέπαυσε φωνὴ ψαλμοῦ καὶ προσευχῆς ἐκ στόματος ἀνθρώπου. Πενθοῦσιν αἱ
ἐκκλησίαι τοῦ Χριστοῦ πᾶσαι πένθος μέγα, διότι οὐ λειτουργεῖται ἁγιασμὸς
καὶ προσφορά.
Μετὰ γοῦν τὸ πληρωθῆναι τοὺς τρεῖς καιροὺς καὶ ἥμισυ τῆς τοῦ μιαροῦ
ἐξουσίας καὶ πράξεως, καὶ ὅταν πληρωθῇ πάντα τὰ σκάνδαλα πάσης τῆς γῆς,
καθώς φησιν ὁ Κύριος, ἥξει λοιπόν, ὡς ἀστραπὴ ἀστράπτων ἐξ οὐρανοῦ, ὁ
ἅγιος καὶ ἄχραντος καὶ φοβερὸς καὶ ἔνδοξος Θεὸς ἡμῶν, μετὰ δόξης
ἀνεικάστου, προτρεχόντων τῶν ταγμάτων ἐνώπιον τῆς δόξης αὐτοῦ Ἀγγέλων,
Ἀρχαγγέλων, πάντες φλόγες πυρὸς ὄντες, καὶ ποταμὸς πλήρης πυρὸς ἐν
φοβερῷ ῥοιζήματι. Χερουβεὶμ ἔχοντα τὸ ὄμμα κάτω καὶ Σεραφεὶμ ἱπτάμενα
καὶ κρύπτοντα τὰ πρόσωπα καὶ τοὺς πόδας ἐν ταῖς πτέρυξι ταῖς πυρίναις,
κεκραγότα μετὰ φρίκης· ἐγείρεσθε, οἱ καθεύδοντες. Ἰδού, ἦλθεν ὁ Νυμφίος.
Ἀνοίγονται δὲ τὰ μνήματα, καὶ ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ ἐγείρονται πᾶσαι αἱ
φυλαί, καὶ βλέπουσιν εἰς τὸ κάλλος τὸ ἅγιον τοῦ Νυμφίου. Καὶ μύριαι
μυριάδες καὶ χίλιαι χιλιάδες Ἀγγέλων καὶ Ἀρχαγγέλων, ἀναρίθμητοι
στρατιαί, χαίρουσι χαρὰν μεγάλην. Ἅγιοι καὶ δίκαιοι καὶ πάντες οἱ μὴ
λαβόντες τὴν σφραγῖδα τοῦ Δράκοντος <τοῦ μιαροῦ> καὶ ἀσεβοῦς
ἀγάλλονται. Καὶ ἄγεται ὁ τύραννος, δεδεμένος ὑπὸ Ἀγγέλων, σὺν πᾶσι τοῖς
δαίμοσιν, ἐνώπιον τοῦ βήματος, καὶ οἱ λαβόντες τὴν αὑτοῦ σφραγῖδα, καὶ
πάντες οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ δεδεμένοι. Καὶ δίδωσιν ὁ Βασιλεὺς τὴν
κατ᾿ αὐτῶν ἀπόφασιν τῆς αἰωνίου κρίσεως ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ. Πάντες δὲ
οἱ μὴ λαβόντες τὴν σφραγῖδα τοῦ Ἀντιχρίστου, καὶ πάντες οἱ ἐν
σπηλαίοις, ἀγάλλονται σὺν τῷ Νυμφίῳ ἐν παστῷ αἰωνίῳ καὶ οὐρανίῳ, μετὰ
πάντων τῶν Ἁγίων, εἰς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πηγή : el.wikisource.org