Ομιλία 46 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες - Point of view

Εν τάχει

Ομιλία 46 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες



Ὁ τοῦ Θεοῦ λόγος Θεός ἐστι, καὶ ὁ λόγος τοῦ κόσμου κόσμος ἐστί. Πολλὴ δὲ διαφορὰ καὶ μεσότης τυγχάνει τοῦ τε λόγου τοῦ Θεοῦ καὶ τοῦ λόγου τοῦ κόσμου, καὶ τῶν τέκνων τοῦ Θεοῦ καὶ τῶν τέκνων τοῦ κόσμου· ἕκαστον γὰρ γέννημα τοῖς ἰδίοις ἔοικε γονεῦσιν. Εἰ οὖν θελήσει τὸ τοῦ πνεύματος γέννημα ἐπιδοῦναι ἑαυτὸν εἰς τὸν λόγον τοῦ κόσμου καὶ τὰ πράγματα τῆς γῆς καὶ τὴν δόξαν τοῦ αἰῶνος τούτου, θανατοῦται καὶ ἀπόλλυται, ἀνάπαυσιν ἀληθινὴν ζωῆς εὑρεῖν μὴ δυνάμενος. Ἡ γὰρ ἀνάπαυσις Αὐτοῦ ἐκεῖ ἐστιν, ὅθεν καὶ ἐγεννήθη.
Συμπνίγεται γάρ, ὥς φησιν ὁ Κύριος, καὶ ἄκαρπος γίνεται ἀπὸ τοῦ λόγου τοῦ Θεοῦ ὁ βιωτικαῖς φροντίσι συνεχόμενος καὶ γηΐνοις δεσμοῖς δεσμούμενος, ὡσαύτως καὶ ὁ σαρκικῇ προαιρέσει κατεχόμενος· τουτέστιν ἄνθρωπος ὢν κόσμου, ἐὰν θελήσῃ τοῦ λόγου ἀκοῦσαι τοῦ Θεοῦ, συμπνίγεται καὶ ὥσπερ ἀλόγιστός τις καθίσταται. Ἐθισθέντες γὰρ ταῖς τῆς κακίας ἀπάταις, ὁπόταν περὶ Θεοῦ ἀκούσωσιν, ὡς ἀηδεῖ ὁμιλίᾳ περιοχλούμενοι τὸν νοῦν ἀηδίζονται. Φησὶ δὲ καὶ Παῦλος· ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος, μωρία γὰρ αὐτῷ ἐστι, καὶ ὁ προφήτης λέγει· «ἐγένετο αὐτοῖς ὁ λόγος τοῦ Θεοῦ ὡς ἔμετος». Ὁρᾷς ὅτι ζῆν ἀλλαχοῦ οὐκ ἐνδέχεται, εἰ μὴ καθ' ὃν ἕκαστος γεγέννηται λόγον. Καὶ ἑτέρως δὲ ἀκουστέον περὶ τούτου. Ἐὰν ἐπιδῷ ἑαυτὸν εἰς μεταβολὴν ἐλθεῖν ὁ σαρκικὸς ἄνθρωπος, ἀποθνῄσκει πρότερον ἐκεῖθεν καὶ ἄκαρπος γίνεται ἀπὸ τῆς προτέρας ἐκείνης ἐν τῇ πονηρίᾳ ζωῆς.
Ὥσπερ δὲ εἴ τις νόσῳ ἢ πυρετῷ κατέχεται, εἰ καὶ τὸ σῶμα ἐπὶ τῆς κλίνης ἔρριπται, μηδὲν δυνάμενον διαπράξασθαι τῶν τῆς γῆς ἔργων, καὶ ὁ νοῦς οὐχ ἡσυχάζει περισπώμενος καὶ μεριμνῶν περὶ ἐργασίας, καὶ τὸν ἰατρὸν ἐπιζητεῖ, ἀποστέλλων πρὸς αὐτὸν τοὺς φίλους αὐτοῦ, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἀπὸ τῆς παραβάσεως τῆς ἐντολῆς ἐν ἀσθενείᾳ τῶν παθῶν γεγονυῖα καὶ ἄτονος καταστᾶσα, προσερχομένη τῷ Κυρίῳ καὶ πιστεύουσα τῆς ἀντιλήψεως αὐτοῦ τυγχάνει, καὶ ἀρνησαμένη τὴν προτέραν κακίστην ζωήν, εἰ καὶ ἐν τῇ παλαιᾷ ἀσθενείᾳ κατάκειται, μὴ δυναμένη τὰ ἔργα τῆς ζωῆς ἐν ἀληθείᾳ διαπράξασθαι, ἀλλ' ὅμως τὸ μεριμνῆσαι περὶ τῆς ζωῆς ἐμπόνως, τὸ δεηθῆναι τοῦ Κυρίου, τὸ ζητῆσαι τὸν ἀληθινὸν ἰατρὸν ἔχει καὶ δύναται.
Καὶ οὐχ ὥς τινές φασι, κακοδιδασκαλίαις ὑπαγόμενοι, ὅτι καθάπαξ ἀπέθανεν ὁ ἄνθρωπος καὶ ὅλως οὐ δύναταί τι ἀγαθὸν διαπράξασθαι. Καὶ γὰρ τὸ βρέφος κἂν μηδὲν ἰσχύῃ διαπράττεσθαι ἢ τοῖς ἰδίοις ποσὶν ἐλθεῖν πρὸς τὴν μητέρα ἀδυνατῇ, ὅμως κυλίεται καὶ βοᾷ καὶ κλαίει ἐπιζητοῦν τὴν μητέρα, καὶ ἐν τούτῳ σπλαγχνίζεται ἡ μήτηρ καὶ χαίρει ἐπιζητοῦντος αὐτὴν τοῦ νηπίου ἐν πόνῳ καὶ κραυγῇ, καὶ ἀδυνατοῦντος τοῦ βρέφους ἐλθεῖν πρὸς αὐτήν. Ὅμως διὰ τὴν πολλὴν τοῦ παιδίου ζήτησιν αὐτὴ ἡ μήτηρ ἀπέρχεται πρὸς αὐτό, ὑπὸ τῆς περὶ τὸ βρέφος ἀγάπης αἰχμαλωτιζομένη, καὶ ἀναλαμβάνει καὶ περιθάλπει καὶ τροφοφορεῖ ἐν πολλῇ στοργῇ. Τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς ποιεῖ ἐπὶ τῇ προσερχομένῃ καὶ αὐτὸν ἐπιποθούσῃ ψυχῇ. Πολὺ δὲ μᾶλλον αὐτὸς ἀγάπῃ φερόμενος ἐνδιαθέτῳ καὶ ἰδίᾳ χρηστότητι κολλᾶται τῇ διανοίᾳ αὐτῆς καὶ γίγνεται μετ' αὐτῆς εἰς ἓν πνεῦμα, κατὰ τὸν ἀποστολικὸν λόγον.
Τῆς γὰρ ψυχῆς κολλωμένης τῷ Κυρίῳ, καὶ τοῦ Κυρίου ἐλεοῦντος καὶ ἀγαπῶντος, ἐρχομένου τε πρὸς αὐτὴν καὶ κολλωμένου αὐτῇ, καὶ τῆς διανοίας λοιπὸν παραμενούσης ἀδιαλείπτως τῇ χάριτι τοῦ Κυρίου, εἰς ἓν πνεῦμα καὶ εἰς μίαν κρᾶσιν καὶ εἰς μίαν διάνοιαν γίγνονται ἡ ψυχὴ καὶ ὁ Κύριος. Καὶ τὸ σῶμα αὐτῆς ἔρριπται ἐν τῇ γῇ καὶ ἡ διάνοια αὐτῆς ὅλη ἐξ ὅλου τῇ ἐπουρανίῳ Ἱερουσαλὴμ πολιτεύεται, ἕως τρίτου οὐρανοῦ ἀνερχομένη καὶ κολλωμένη τῷ Κυρίῳ κἀκεῖ διακονοῦσα αὐτῷ. Καὶ αὐτὸς ἐν τῷ θρόνῳ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς καθεζόμενος ἐν τῇ ἐπουρανίῳ πόλει, ὅλος πρὸς αὐτὴν ἐν τῷ σώματι αὐτῆς ἐστι. Τὴν μὲν γὰρ αὐτῆς εἰκόνα τέθεικεν ἄνω ἐν τῇ ἐπουρανίῳ πόλει τῶν ἁγίων Ἱερουσαλήμ, τὴν δὲ ἰδίαν εἰκόνα τοῦ ἀρρήτου φωτὸς τῆς θεότητος Αὐτοῦ τέθεικεν ἐν τῷ σώματι αὐτῆς. Αὐτὸς αὐτῇ διακονεῖ ἐν τῇ τοῦ σώματος πόλει κἀκείνη αὐτῷ διακονεῖ ἐν τῇ ἐπουρανίῳ πόλει. Αὕτη Αὐτὸν ἐκληρονόμησεν ἐν οὐρανοῖς, καὶ Αὐτὸς ἐκληρονόμησεν αὐτὴν ἐπὶ γῆς· ὁ Κύριος γὰρ κληρονομία γίγνεται τῆς ψυχῆς, καὶ ἡ ψυχὴ κληρονομία γίγνεται τοῦ Κυρίου.
Εἰ γὰρ τῶν ἐν σκότει ἁμαρτωλῶν ἡ διάνοια καὶ ὁ νοῦς τοσοῦτον πόρρω τοῦ σώματος εἶναι δύναται καὶ μακρὰν ἀποδημεῖ καὶ εἰς μακροτέρας πατρίδας ἀπελθεῖν ῥοπῇ ὥρας ἰσχύει, καὶ πολλάκις, ἐρριμμένου ἐν τῇ γῇ τοῦ σώματος, ἡ διάνοια ἐν ἑτέρᾳ πατρίδι πρὸς τὸν ἀγαπητὸν ἢ τὴν ἀγαπητὴν αὐτοῦ τυγχάνει, κἀκεῖ ἑαυτὸν ὡς διαιτώμενον καθορᾷ· εἰ οὖν ἡ τοῦ ἁμαρτωλοῦ ψυχὴ οὕτως ἐλαφρά τε καὶ εὔπτερος, ὥστε τὸν νοῦν αὐτοῦ μὴ ἐμποδίζεσθαι ἀπὸ τῶν πόρρωθεν τόπων, πολλῷ μᾶλλον ἡ ψυχή, ἧς ἤρθη τὸ κάλυμμα τοῦ σκότους ὑπὸ τῆς δυνάμεως τοῦ Πνεύματος τοῦ Ἁγίου καὶ ἐφωτίσθησαν οἱ νοεροὶ ὀφθαλμοὶ αὐτῆς διὰ τοῦ ἐπουρανίου φωτὸς καὶ ἐλυτρώθη τελείως ἀπὸ τῶν παθῶν τῆς ἀτιμίας καὶ καθαρὰ διὰ τῆς χάριτος κατειργάσθη, ὅλη ἐν οὐρανοῖς ἐν πνεύματι διακονεῖ τῷ Κυρίῳ καὶ ὅλη ἐν τῷ σώματι διακονεῖ αὐτῷ. Καὶ τοσοῦτον πλατύνεται τῷ φρονήματι, ὥστε πανταχοῦ αὐτὴν εἶναι καί, ὅπου βούλεται καὶ ἔνθα βούλεται, διακονεῖν τῷ Χριστῷ.
Τοῦτό φησιν ὁ Ἀπόστολος· «ἵνα ἐξισχύσητε καταλαβεῖν σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ». Θεώρησον ἄρρητα μυστήρια ψυχῆς, ἧς περιαίρει Κύριος τὸ ἐπικείμενον σκότος καὶ ἀποκαλύπτει αὐτὴν καὶ ἀποκαλύπτεται αὐτῇ. Πῶς πλατύνει καὶ τείνει τὰ φρονήματα τοῦ νοὸς αὐτῆς εἰς τὰ πλάτη καὶ μήκη καὶ βάθη καὶ ὕψη πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως.
Μέγα τοίνυν καὶ θεῖον ἔργον καὶ θαυμαστὸν ὄντως ἐστὶν ἡ ψυχή. Ἐν γὰρ τῷ δημιουργῆσαι αὐτὴν τοιαύτην ἐποίησεν αὐτὴν ὁ Θεός, ὡς ἐν τῇ φύσει αὐτῆς μὴ ἐνθεῖναι κακίαν, ἀλλὰ κατὰ τὴν εἰκόνα τῶν ἀρετῶν τοῦ Πνεύματος ἐποίησεν αὐτήν. Ἔθηκεν εἰς αὐτὴν νόμους ἀρετῶν, διάκρισιν, γνῶσιν, φρόνησιν, πίστιν, ἀγάπην καὶ τὰς λοιπὰς ἀρετάς, κατὰ τὴν εἰκόνα τοῦ Πνεύματος. Ἔτι γὰρ καὶ νῦν ἐν τῇ γνώσει καὶ φρονήσει καὶ ἀγάπῃ καὶ πίστει εὑρίσκεται καὶ φανεροῦται αὐτῇ ὁ Κύριος. Ἔθηκεν εἰς αὐτὴν διάνοιαν, λογισμούς, θέλημα, νοῦν ἡγεμόνα, ἐνεθρόνισεν ἐν αὐτῇ καὶ ἄλλην πολλὴν λεπτότητα, ἐποίησεν αὐτὴν εὐκίνητον, εὔπτερον, ἄκοπον, ἐχαρίσατο αὐτῇ τὸ ἐν ῥοπῇ ἔρχεσθαι καὶ ἀπέρχεσθαι καὶ τοῖς φρονήμασι διακονεῖν αὐτῷ, ἔνθα τὸ πνεῦμα βούλεται, καὶ ἁπαξαπλῶς ἔκτισεν αὐτὴν τοιαύτην ὥστε γενέσθαι εἰς νύμφην καὶ κοινωνικὴν αὐτοῦ τοῦ αὐτὸν μετ' αὐτῆς κεκρᾶσθαι καὶ ἓν πνεῦμα μετ' αὐτοῦ εἶναι, καθώς φησιν· «ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι». ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
via

Pages