*Ανενδεής= αυτός που δεν έχει καμμιά ανάγκη, επειδή τα έχει όλα.
Σημείωση: Στο τέλος ακολουθεί παραπομπή για ανάγνωση στην καθομιλουμένη.
Εἷς δέ ἐστιν ἀνενδεής, ὁ Θεός.
Οὐδὲν αὐτόματον ἐν τῇ γενέσει τῶν ὄντων· ἐπειδὴ ἑαυτὸν ποιῆσαί τις οὐ δύναται. Ὁ ποιῶν ἑαυτὸν πρὸ τοῦ ποιῆσαι ἦν· καὶ πῶς ὕστερον ἐγένετο; Ὁ γὰρ ὢν πρὸ τοῦ γενέσθαι, οὐκ ἐδέετο γενέσθαι ὅπερ ἦν. Καὶ πῶς ἐπιδέεται ἄλλου εἰς σύστασιν ἐκείνου, ὅπερ ἦν; Μόνος τοιγαροῦν ὁ Θεὸς ἀγέννητος. Τὸ γὰρ αὐτό 309 ματον ἑαυτῷ μάχεται. Οὐκ ἀγνοῶν ὁ Θεὸς ὅτι ἐστὶν ἀγέννητος, ἐπειδὴ οὐχ ὡς ἡμεῖς ἀρχὴν ἔσχε νηπιότητος, οὐκ ἐν ἀπειρίᾳ ἐστὶ τῆς οὐσίας τῆς ἑαυτοῦ· οὐ γάρ τις αὐτὴν αὐτῷ παρεχώρησεν. Οἶδεν ὅ ἐστι, καὶ φεύγει πᾶσαν ἔννοιαν ἀνθρώπων, οὐ φθονῶν, ἀλλὰ φειδόμενος. Οὐ γὰρ χωροῦμεν ἀκοῦσαι ἀγεννήτου φύσιν ἢ ἀρχήν, ὅτι καὶ φρασθῆναι ἀμήχανον. Οὐκ ἐφικνούμεθα νοῆσαι ἀνάρχου ἀρχήν· οὔτε γὰρ ἔχομεν τοσαύτην σύνεσιν. Ἀπὸ τοῦ Σινᾶ τὰ ἐπίγεια ὁ Θεὸς ἐλάλησε καὶ μυριάδες ἐτάκησαν· τί οὖν ποιήσομεν, ἐὰν λαλήσῃ τὰ ἐπουράνια; Ἀπὸ γῆς ἐλάλησε καὶ μυριάδες ἐτάκησαν· τί οὖν ποιήσομεν, ἐὰν ἐξ οὐρανοῦ προσομιλήσῃ; Ἠξίωσεν ὁ λαὸς μὴ ἀκοῦσαι φωνῆς Θεοῦ, καὶ ὁ Θεὸς ἀπεδέξατο. Μωυσῆς παρεκάλεσε συμπαραμεῖναι τὸν Θεὸν τῷ λαῷ, καὶ πολλοὶ ἀπέθνῃσκον, ἐγγίζειν μὴ φέροντες τῇ θείᾳ φύσει. Ἔδειξεν οὖν, ὅτι ὁ Θεὸς ἐγγίζων ἀνθρώποις διὰ τὸ δίκαιον αὐτοῦ γίνεται αὐτοῖς πληγὴ ἀνίατος ἀδικοῦσι. Φειδόμενος δὲ ἡμῶν ὑποχωρεῖ, ἵνα ζήσωμεν· οὕτω καὶ ἀπόρρητα οὐ λέγει, ἵνα μὴ διαφωνήσωμεν. Ἤγγισε τῷ Ἀαρών, καὶ εὑρὼν τοὺς υἱοὺς αὐτοῦ ὑπαιτίους, ἀνεῖλεν αὐτούς· 310 ἤγγισε τῷ λαῷ, καὶ πολλοὺς ἀπώλεσεν ἁμαρτάνοντας. Ἐὰν οὖν εἴπῃ τὰ θεῖα καὶ οὐ πιστεύσωμεν, ἀναιρεῖ πάντας ἡμᾶς. ∆ιὰ δὲ τοῦτο οὐ λέγει, ἐπειδὴ προεῖδε μὴ πιστεύειν ἡμᾶς.
Καλῶς οὖν ποιεῖ προνοῶν, ἵνα μὴ ἀποθάνωμεν. Οὐ δίδωσι τοσαύτην σύνεσιν, ἵνα μὴ σβέσῃ τὴν προαίρεσιν· οὔτε παρέχει πλείονα δύναμιν, ἵνα μὴ κρύψῃ τὴν φύσιν· οὐ κενοῖ τὴν χρηστότητα, ἵνα μὴ ὑπὸ τῆς κακίας ἡττηθῇ· οὐ ποιεῖ τοὺς ἀνθρώπους ἀγγέλους, ἵνα μὴ συγχέῃ αὑτοῦ τὴν δύναμιν· οὔτε τοὺς Ἀγγέλους ποιεῖ Χερουβίμ, ἵνα μὴ ἀνατρέψῃ αὑτοῦ τὴν δημιουργίαν. Ἐποίησε δέ, ὅσον ἐπιδέχεται γεννητὴ φύσις. Ἔταξε τὰς φύσεις καὶ εὗρεν αὐτὰς ἐλέους χρῃζούσας, ὡς ἅτε δὴ τρεπτάς· οἶδε δὲ ὅτι πλείονι τῇ χάριτι ὑφίστανται· τῇ γὰρ φύσει ἐπεμέτρησε τὴν μετουσίαν τὴν ἑαυτοῦ, ἵνα ὑποστῇ· τὸ δὲ πλέον ἐταμιεύσατο φειδόμενος. Πρὸς τὴν δύναμιν ἔταξε καὶ τὴν σύνεσιν, ἵνα μὴ ὑπερηφανίας αὐτοῖς γένηται αἴτιος· ὥσπερ παῖδας οἱ ἐπαλείφοντες εἰς κακόν, αὐτοὶ μᾶλλον γίνονται οἱ αἴτιοι. Ἔδωκεν 311 ὅπερ ἐχώρουν, καὶ συνέγνω ὃ μὴ ἐχώρουν. Οὐδένα γὰρ ἀπαιτεῖ πλεῖον τῆς δυνάμεως.
Μὴ τοίνυν κατηγορεῖτε τῆς δυνάμεως αὐτοῦ, ὧ ἄνθρωποι· ὅτι οὐκ ἐποίησε χωρῆσαι τὴν φύσιν τὰ μὴ δυνάμενα· οὐχ ὁ δημιουργὸς γὰρ αἴτιος, ἀλλ' ἡ γένεσις. Ἔχει τὴν τέχνην ὁ χρυσουργός, ἀλλὰ πλέον τι ἐπιποιῆσαι αὑτῷ οὐ θέλει, ἐπειδὴ οὐκ ἐπιδέχεται· καὶ ὁ Θεὸς δυνάμενος, παύεται· ὅτι ὁ χωρῶν αὐτὸν οὐκ ἔστι. ∆ὸς ὕλην πλεῖόν τι τοῦ χρυσοῦ ἔχουσαν, καὶ ὁ τεχνίτης ἕτοιμος τὸ οἰκεῖον χαρίεν ἐπιβαλεῖν· οὐδεὶς γὰρ πλείονα νοῶν εἶναι τῆς ὕλης τοῦ χρυσοῦ, ἑαυτὸν ὑποβάλλει ὕλην γενέσθαι εἰς τὸ ὅμοιον. Καὶ ὁ Θεὸς νοήσας πάντα τὰ θαύματα, ἔγνω καθ' ἑαυτοῦ τὴν φύσιν εἶναι ὕλην μὴ δύνασθαι. Ἐν τοῖς γεννητοῖς ὑπερέβαλε τῷ πλούτῳ· ἀγέννητον δὲ γεννητὸν εἶναι οὔτε ἐνενόησεν, οὔτε εὗρεν, οὔτε ἐποίησεν. Εἰ ἔδειξεν ἐκ τοῦ γεννητοῦ ἀγέννητον, κατηγορεῖ τῆς ἰδίας φύσεως, ὅτι καὶ αὕτη γέγονε, καὶ ἅπερ ἐποίησε χρησάμενος, οὐ μὴν δὲ ἐκ τῆς οὐσίας αὑτοῦ παρήγαγεν. Οὐκ ἔστιν ἂν ἐπίληπτος ὁ Θεὸς τῆς οἰκείας δυνάμεως, ὧ ἄνθρωποι· μείζονα γὰρ 312 δυνάμενος ἐν τῷ γεννητῷ, ὡς ἐνεχώρουν ἐπραγματεύσατο. Οἶδα ἐμπόρους πολλοὺς ὅτι καὶ ὑπὲρ ἃ ἔχουσι δύνανται· ἐν τοῖς οὖσι γὰρ πάντα εὐδοκιμοῦσιν· εἰ δὲ μὴ ἐν τοῖς οὖσιν εὐχερῶς ἐμπορεύονται. Καὶ ὁ Θεὸς εἰ μὴ τὰ ὄντα εὐκόλως ἐποίησεν, εἰκότως ἐνομίζετε οἱ θέλοντες ἐπιλαμβάνεσθαι, ὅτι πλεῖον οὐ δύναται.
Θέλετε ἰδεῖν εὐκολίαν ἄφατον; Τοὺς οὐρανοὺς καὶ τὰ ἐν αὐτοῖς λόγῳ ἐποίησε· δι' ὧν συνίστησι μᾶλλον καὶ πλέον δύνασθαι· ἀλλ' ὅτι ἡ γεννητὴ φύσις οὐκ ἐπιδέχεται. Οἶδα τεχνίτας πλείονατῆς ὕλης ἐπινοοῦντας, καὶ πείθουσιν ἐκ τῶν προχείρων διαπρέποντες· πόσῳ οὖν μᾶλλον ὁ Θεὸς πείσειε δύνασθαι, τοσαύτην εὐπρέπειαν ἐν τοῖς οὖσιν ἀποτυπωσάμενος. Ὅσῳ δὲ λόγου ἔργον θεμελιωδέστερον, τοσούτῳ ἀπείρῳ συγκρίσει ἡ τοῦ Θεοῦ δύναμις περιττεύει πρὸς τὰ γινόμενα. Ἐποίησεν οὖν τὰ πάντα πρὸς τὴν ἑκάστου χρείαν, οὐχ ὑπό τινος ἀνάγκης τὰς διαφορὰς εὑρόμενος. Ὁ τὰς φύσεις ποιήσας ἐλέγχει ὅτι καὶ τὰς διαφορὰς αὐτὸς ἔκτισεν, ἐπειδὴ ἔδωκε πεῖραν ἐν τοῖς δευτέροις περὶ τῶν πρώτων. Οὐκ ἀναγκαία 313 ἡ αἰτία τῆς τοσαύτης καλλονῆς· ἐπεὶ εὑρεθήσεται τὸ ἔργον ἑτέρου καὶ οὐχὶ τοῦ Θεοῦ· ἡ ἀνάγκη γὰρ ἐκκλείει τὴν προαίρεσιν· ἀλλ' ὅσα ἠθέλησεν ἐποίησεν ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς, καθὼς εἶπεν ἡ Γραφή.
Ἡ ἀταξία τῶν ὄντων, Θεοῦ ἔπαινον ποιεῖ. Οὐκοῦν τὸ κακὸν τοῦ καλοῦ αἴτιον, καὶ γίνεται πρόσκομμα τῇ εὐσεβείᾳ; Ἀλλ' εἰ πρῶτον ἦν τὸ κακόν, οὐκ εἴα γενέσθαι τὸ ἀγαθόν, ἐπεὶ καὶ αὑτοῦ ἦν ἀγαθόν. Εἰ ἡ ὕλη ἠτάκτησε κατὰ Θεοῦ, πολλὴ ἡ πλάνη τὸ οἴεσθαι τὸ ἄψυχον δύνασθαι μάχεσθαι. Εἰ εἶχεν ἡ ὕλη ψυχὴν τῆς ἀταξίας τὴν ἐνέργειαν, πολλὴ ἡ ἀφροσύνη δοκεῖν ψυχὴν πράξεως κίνησιν· οὐδεὶς γὰρ ἡμῶν ὃ ποιεῖ ψυχή ἐστι. Ναί, φησίν· ἡ ἐνέργεια τῆς ὕλης ἔκ τινος συναινοῦντος ἐγίνετο. Πολλὴ ἡ εὐήθεια, ἐν τῇ ἀεὶ μειώτῳ καὶ τρεπτῇ ὕλῃ νομίζειν εἶναι τὸ ἀΐδιον. Καὶ πῶς ἀΐδιον τὸ τρεπτόν;
Οὐδὲν τοίνυν ἦν ὅτε οὐκ ἦν· οὐδὲν ἀεὶ ἦν, εἰ μὴ μόνος ὁ Θεός· διὰ τοῦτο καὶ τὰ πάντα αὐτοῦ δέεται· αὐτὸς γὰρ ἐποίησεν αὐτὰ θελήσας, οὐκ ἐξ ἀνάγκης. Καὶ ἕκαστον ἐποίει καθὼς ἠθέλησεν. Εἶχε δὲ τὸ οἰκεῖον θέλημα, οὐχ ὑπὸ ἀνάγκην, 314 καὶ οὐ συναΐδια αὐτὰ ἐποίησεν. Εἰ γὰρ ἀνάγκην εἶχε τὸ θέλειν, ἦσαν ἄρα συναΐδια τὰ γεννητὰ καὶ τὸ ἐνεργεῖν εἶχε κατὰ τὸ θέλειν· οὐ γὰρ ἐπ' ἀνάγκην ἦν αὐτοῦ ἡ ἐνέργεια, ἐπεὶ ἦν συναΐδια τὰ γεννητά· καὶ τὴν ἀπάθειαν εἶχεν, ὡς τὸ θέλημα, καὶ τὸ εἶναι προσκυνητόν. ∆ιὰ τοῦτο οὐκ ἐξ ἀνάγκης ἐποίησεν αὑτῷ τὴν προσκύνησιν, ἵνα διὰ τὸ προσκυνηθῆναι ποιήσῃ συναΐδια τὰ γεννητά· οὔτε γὰρ πάσχει μὴ προσκυνούμενος ὑφ' Ἑλλήνων, οὔτε πρὸς τὰς διαφορὰς τῶν προσκυνήσεων συνδιατίθεται. Οὔτε ἐν Ἰουδαίοις ἀγανακτεῖ ἀτελῶς προσκυνούμενος, οὔτε ἐν αἱρέσεσι συνταράσσεται, ἐκ μέρους αὐτῷ τὴν προσκύνησιν ποιουμέναις. Ἐν πᾶσι γὰρ ἀπαθῶς διέρχεται, ὁ αὐτὸς ὤν, ὁ καὶ πρὸ τῶν γεννητῶν ἁπάντων καὶ ἕως σήμερον καὶ εἰς τὸ ἐφεξῆς τὸ ἀπέραντον. Ἡ χρηστότης αὐτοῦ αἰτία πάντων ἐστί· καὶ ἡ δικαιοσύνη αὐτοῦ ὅρος φύσεως· καὶ ἡ σοφία αὐτοῦ ἐν ταῖς διαφοραῖς δείκνυται.
∆ίδωσιν οὖν ὃ χωροῦμεν οἱ ἄνθρωποι, ὡς ἔφην, φειδόμενος ἡμῶν τῆς δυνάμεως. Καὶ ἐπειδὴ προεῖδεν ὅτι οὐδεὶς αὐτὸν ἐν γεννητοῖς χωρῆσαι δύναται, 315 προήγαγε τὸν Υἱὸν ἀνάρχως ἐκ τῆς οὐσίας αὐτοῦ, [καὶ τὸ Πνεῦμα τὸ Ἅγιον], οὐκ ἔκ τινος ἀνάγκης, οὐδὲ αἰτίᾳ τινί, ᾗπερ εἴπομεν σχηματίζοντες τὸν λόγον, ἵνα τὸ πλήρωμα δειχθῇ τῆς θεότητος αὐτοῦ· ὅτι φυσικῶς αὐτὸν ἐγέννησεν ἐκ τῆς οὐσίας αὑτοῦ. Πᾶσα δὲ φύσις ἀνάγκης καὶ αἰτίας ἀπήλλακται· καὶ μάλιστα ὅτι τῷ θελήματι τὴν φύσιν ἐκέρασε, καὶ τὰ ἀμφότερα πρὸς τὴν ἀγαθότητα συνέζευξεν. Ἡ μὲν γὰρ ἀγαθότης τὸ πλήρωμα ἔδειξεν, ὅτι ἐγέννησε τὸν χωροῦντα αὐτὴν οὐσιωδῶς· ἡ δὲ φύσις τὸ ἀξίωμα, ὅτι οὐκ ἀνάξιος ὁ χωρῶν, ὡς Υἱός, ὡς ἀγένητος. Τὸ δὲ θέλημα τὴν ἀνάγκην ἐξώρισεν, ὅτι οὐ διά τι γέγονεν, ἀλλ' ἵνα ἀεὶ τελεσθῇ τὸ μυστήριον τῆς ἀϊδιότητος, καὶ ἵνα μὴ εἴπωμεν ὑπ' ἀνάγκην γεγενῆσθαι τὸ θέλημα τῆς φυσικῆς γεννήσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ. Τὸ δὲ Ἅγιον Πνεῦμα μὴ γεννηθὲν προῆλθεν ἐκ τῆς οὐσίας τοῦ Πατρός, οὐχ ἡμιτελές, οὐδ' ἐπιμιγές· οὐ γὰρ ποτὲ μὲν Πατήρ ἐστι, ποτὲ δὲ Υἱός, ἀλλὰ Πνεῦμα Ἅγιον, τὸ πλήρωμα ἔχον τῆς ἀγαθότητος, καὶ προελθὸν εἰς μαρτυρίαν τῆς θεότητος· ὅτι οὐ πάθει, οὐ χρόνῳ, οὐ τρόπῳ, οὐκ αἰτίᾳ τινὶ ὁ Πατὴρ τὸν Υἱὸν ἐγέννησεν· ἀλλὰ 316 φύσει ἀνάγκης ἐλευθέρᾳ, ἣν συνιστᾷ διὰ τῆς ὑποστάσεως αὑτοῦ τὸ Πνεῦμα τὸ Ἅγιον ὅτι θελήσαντα τὸν Πατέρα καὶ ἄλλον κοινωνὸν προβαλεῖν οὐχ ὃν ἔτεκεν, ἀλλὰ Πνεῦμα Ἅγιον ἐκ τῆς οὐσίας αὑτοῦ συνέστησεν· οὐ πρὸ τοῦ Υἱοῦ τὸ πνεῦμα προήγαγεν, ἵνα μὴ εἴπωμεν ὑπ' ἀνάγκην τὸ θέλημα. Οὐδὲ ἐφοβήθη τὸν περὶ αὑτοῦ τῶν ἀνθρώπων ἐνδοιασμόν, ὅτι πῶς ἀπαθὴς ὢν ἐγέννησεν, ἔχων ἀπόδειξιν τὸ Πνεῦμα τὸ Ἅγιον, ὅτι μὴ γεννήσας κατ' αὐτὸν προήγαγεν, οὕτω καὶ γεννήσας Υἱὸν κατ' αὐτὸν ἀπαθῶς ἐγέννησεν. Οὐ γὰρ ἐμειώθη ὑπὸ τοῦ Ἁγίου Πνεύματος προερχομένου, ἵνα μὴ καὶ ἐμπαθῆ τὴν τοῦ Υἱοῦ γέννησιν ὑπολάβωμεν. Τὸ δὲ εἰπεῖν ἡμᾶς μετὰ τὸν Υἱὸν τὸ Πνεῦμα τὸ Ἅγιον, οὐ χρόνου ἐστὶ σημαντικόν, ἀλλὰ προσώπου. Πνεύματος γὰρ καὶ Λόγου εἷς ὁ χρόνος. Ἐν λόγῳ καὶ ἡμεῖς τὸ πνεῦμα προάγομεν. Οὔτε οὖν ὁ Πατὴρ χρειώδης χρόνου γέγονε προαγαγεῖν τὸν Λόγον· οὐδ' ἐν χρόνῳ, ὕστερον τοῦ Λόγου, τὸ Ἅγιον Πνεῦμα προήγαγε. ∆ιόπερ καὶ συναΐδιος ἡ θεότης ἐστὶ τῆς Ἁγίας Τριάδος· Πατὴρ καὶ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, τρία μὲν ὄντα πρόσωπα, μιᾶς δὲ οὐσίας ὑπάρχον 317 τα. ∆ιόπερ καὶ εἷς Θεός ἐστιν ἡ ἁγία καὶ ὁμοούσιος Τριάς. Καὶ ὅτι Λόγος ἐν Πνεύματι, λέγει περὶ ἡμῶν ὁ ∆αυΐδ, ὅτι πνεῦμά ἐστιν ἐν τῷ στόματι ἡμῶν, οὐ τὴν σύνθεσιν ὁμοίαν λέγων ἐπὶ Θεότητος, ἀλλὰ τὴν παράθεσιν δεικνὺς εἰς ἀπόδειξιν τῶν πρόσθεν εἰρημένων.
Ὅσον οὖν χωροῦμεν, νοοῦμεν περὶ Θεοῦ, καὶ ὅσον δυνάμεθα, λαμβάνομεν παρ' αὐτοῦ. Οὐδεὶς ἔχει τὸ πλήρωμα τῆς γνώσεως αὐτοῦ, εἰ μὴ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. Ἐὰν γὰρ πλέον ἀκούσωμεν, οὐ πιστεύσομεν· ἐὰν δὲ καὶ πλέονλάβωμεν, ὑπερηφανευόμεθα. Εἰκότως οὖν, οὔτε λέγει οὔτε δίδωσι. ∆ιὰ δὲ τοῦτο τὰ προειρημένα διῆλθον, ἵνα δείξω καὶ ἐν τῇ δόσει τῆς γνώσεως αὐτοῦ τὴν θείαν πρόνοιαν. Λέγει γὰρ καὶ αὐτὸς ὁ Χριστός· εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, τί ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια; Ἐγὼ δὲ ἐπαναβαίνω τῷ λόγῳ, καὶ φημί· εἰ τὰ ἐπουράνια ἀκοῦσαι οὐ δυνάμεθα, τὰ περὶ τῆς θείας φύσεως ἀκούσαντες τί πεισόμεθα; Εἰ οἱ Ἰουδαῖοι ἐπὶ προσκαίροις ἐντολαῖς σφαλλόμενοι ἀπέθνῃσκον, πόσῳ μᾶλλον οἱ μὴ τηροῦντες ἃ ἤκουσαν περὶ Θεοῦ ἀπολοῦνται; Καὶ εἴθε ὁ θά 318 νατος οὗτος ἐκείνῳ ἦν παραπλήσιος· ἀλλ', ὡς οἶμαι, οὗτός ἐστι τῆς ψυχῆς ὁ φρικώδης θάνατος. Μαρτυρεῖ δὲ ὁ Ἀπόστολος· πόσῳ χεῖρόν ἐστιν ἀθετῆσαι τὸν Υἱὸν τοῦ Θεοῦ;
Διαβάστε και την μετάφραση:
Έως: Σελίδα 318, Στίχος 4.
Διαβάστε και τους έξι(6) τόμους από:
Τα Πατερικά βιβλία/ Σελίδα 43