Αφιέρωμα Στον Ιησούν
- Αφιέρωμα στον Ιησούν Χριστόν
- Ιησούς ο Μέγας διδάσκαλος - Ο Θεός της αγάπης
- Θεοπατερικές - Δεσποτικές εορτές
- Τα θαύματα του Ιησού Χριστού
- Επιτάφιος Θρήνος - Εγκώμια
Θεοπατερικές ή Δεσποτικές χαρακτηρίζονται οι εορτές του χριστολογικού κύκλου, που είναι αφιερωμένες στην επίγεια διαδρομή του Ιησού Χριστού. Διακρίνονται δε σε δύο κατηγορίες, στις «ακίνητες» που εορτάζονται σε σταθερή ημερομηνία και τις «κινητές», που έχουν ως επίκεντρο την εορτή της Αναστάσεως του Κυρίου, η οποία εορτάζεται την πρώτη Κυριακή μετά την πανσέληνο της εαρινής ισημερίας.
Η Γέννησις του Σωτήρος Χριστού (25 Δεκεμβρίου)
| |
Ἀπολυτίκιον. Ἦχος δ΄.
Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους Ἀνατολήν. Κύριε δόξα σοι.
|
Η Περιτομή του Ιησού Χριστού (1 Ιανουαρίου)
| |
Ἀπολυτίκιον. Ἦχος α΄.
Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ’ οὐσίαν, πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ· δόξα τῇ εὐσπλαγχνίᾳ σου· δόξα τῇ ἀνεκφράστῳ, Λόγε, συγκαταβάσει σου.
|
Η Υπαπαντή του Ιησού Χριστού (2 Φεβρουαρίου)
| |
Ἀπολυτίκιον. Ἦχος α΄.
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἠμὶν καὶ τὴν Ἀνάστασιν.
|
Τα Θεοφάνεια του Σωτήρος Χριστού (6 Ιανουαρίου)
| ||
Ἀπολυτίκιον. Ἦχος α΄.
|
Η έγερση του Λαζάρου (Σάβατο παραμονής των Βαΐων)
| ||
Ἀπολυτίκιον. Ἦχος α΄.
|
Η μετά βαΐων υποδοχή του Κυρίου (Κυριακή προ Πάσχα)
| |
Ἀπολυτίκιον. Ἦχος δ’
Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇ Ἀναστάσει σου, καὶ ἀνυμνοῦντες κράζομεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
|
Η Σταύρωσις του Ιησού (Μεγάλη Πέμπτη)
| ||
Τροπάριον. Ἦχος πλ. β΄.
|
Η Αποκαθήλωση του Κυρίου (Μ. Παρασκευή)
| |
Ἀπολυτίκιον. Ἦχος β΄.
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.
|
Η Ζωή εν Τάφω – Επιτάφιος Θρήνος (Μ. Παρασκευή)
| |
Τροπάριον. Ἦχος β’.
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
|
ΤΟ ΑΓΙΟΝ ΠΑΣΧΑ - Η Ανάστασις του Σωτήρος Χριστού
| |
Κοντάκιον. Ἦχος πλ. δ’
Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ Ἄδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοὶς σοὶς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοὶς πεσοῦσι παρέχων ἀνάστασιν.
|
Η Ανάληψις του Κυρίου (40ή ημέρα από του Πάσχα)
| |
Ἀπολυτίκιον. Ἦχος δ’.
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ Ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.
|
Η Πεντηκοστή (Η΄ Κυριακή από του Πάσχα)
| |
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.
|
Του Αγίου Πνεύματος (Δευτέρα μετά την Πεντηκοστή)
| |
Κοντάκιον. Ἦχος πλ. δ’
Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.
|
Η Μεταμόρφωσις του Σωτήρος (6 Αυγούστου)
| |
Ἀπολυτίκιον. Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει, Χριστὲ ὁ Θεός, δεῖξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, Φωτοδότα δόξα σοι.
|
Η Ύψωσις του Τιμίου Σταυρού (14 Σεπτεμβρίου)
| |
Ἀπολυτίκιον. Ἦχος α’.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
|
᾽Ανάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ῞Αγιον Κύριον ᾽Ιησοῦν, τόν μόνον ἀναμάρτητον. Τόν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καί τήν ἁγίαν σου ᾽Ανάστασιν ὑμνοῦμεν καί δοξάζομεν. Σύ γάρ εἶ Θεός ἡμῶν, ἐκτός Σοῦ ἄλλον οὐκ οἴδαμεν, τό ὄνομά Σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί προσκυνήσωμεν τήν τοῦ Χριστοῦ ἁγίαν ᾽Ανάστασιν· ἰδού γάρ ἦλθε διά τοῦ Σταυροῦ, χαρά ἐν ὅλῳ τῷ κόσμῳ. Διαπαντός εὐλογοῦντες τόν Κύριον, ὑμνοῦμεν τήν ᾽Ανάστασιν αὐτοῦ. Σταυρόν γάρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν