Έργα: Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων - Point of view

Εν τάχει

Έργα: Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων





























Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ἡ μὲν ἑορτὴ λέγεται καθαρσίων, ἣν οὐκ ἄν τις ἁμάρτοι ἑορτῶν εἰπὼν ἑορτήν, σαββάτων σάββατον, ἁγίων ἁγίαν προσαγορεύσας· ὅλον γὰρ ἀνακεφαλαιοῦται τὸ τῆς σαρκώσεως τοῦ Χριστοῦ μυστήριον, ὅλην διαγράφεται τὴν τοῦ μονογενοῦς υἱοῦ παράστασιν. Ἐν ᾗ βρέφος ὁ Χριστὸς ἐβαστάχθη καὶ θεὸς ὡμολογήθη, καὶ ἐν ἀγκάλαις προσηνέχθη ὡς ἐπὶ θρόνου ὁ τῆς ἡμετέρας φύσεως ποιητὴς καθήμενος, καὶ ζεῦγος τρυγόνων λογικῶν τῷ Συμεὼν καὶ τῇ Ἅννᾳ προσέφερεν. Αὐταῖς δέ, εἰ δοκεῖ, ταῖς εὐαγγελικαῖς παρεμβάλωμεν λέξεσι· θεοῦ γὰρ ἐκεῖ παρεμβολὴν ὀψόμεθα. Οὕτω τοίνυν ἡμῖν τῆς ἑορτῆς ὁ Λουκᾶς τὴν ἱστορίαν ἐξέθετο· "Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωυσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, καὶ τοῦ δοῦναι θυσίαν, κατὰ τὸ εἰρημένον ἐν νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν." Ἐχρῆν τὸν δουλεύσαντα δι' ἡμᾶς προσφέρειν ὑπὲρ ἡμῶν καθάρσια, τὸν αἵματος οἰκείου μὴ φεισάμενον ζεύγους τρυγόνων μὴ φείσασθαι. Ἰδοὺ τοίνυν κατὰ τὸν νόμον ὑπὲρ νόμον ὡς νομοθέτης ἐργάζεται καί, τὴν ἐλευθερίαν αὐτὸς παρέχων τοῦ πνεύματος, τὴν δουλείαν ὅμως οὐ παραιτεῖται τοῦ γράμματος· οὐκ ἀθετεῖ Μωυσέα, ἵνα κατὰ καιρὸν μάρτυς ἀξιόπιστος γένηται.

"Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, κατὰ τὸν νόμον Μωυσέως." "Αὐτῶν", τίνων; Ἰωσὴφ μὲν γὰρ οὔτε πατὴρ ἦν, οὔτε ὑπεύθυνος καθαρσίων, ἀλλ' οὔτε Μαρία, οὔτε τὸ βρέφος τῶν καθαρσίων ἐδέοντο· λέγεται γὰρ οὕτως· "Γυνή, ἥ τις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται." Ἀλλ' ἡ Μαρία οὐκ ἐσπερματίσθη, οὐκοῦν καθαρσίων οὐκ ἐδέετο. "Γυνή, ἥτις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται." Διὰ τί; Ἐπειδὴ Ἀδὰμ δεύτερον εἰς τὸν βίον εἰσήγαγεν. "Ἐὰν δὲ τέκῃ θῆλυ, δὶς ἑπτὰ ἀκάθαρτος ἔσται." Τίνος χάριν ἐνταῦθα τὰς ἡμέρας διπλασίονας ἔταξεν; Ἐπειδὴ Εὔα πάλιν ἀπὸ τῆς Εὔας τίκτεται, γυνὴ γεννᾶται τὸ σαθρὸν σκεῦος, τὸ ἀσθενὲς ἀγγεῖον, τὸ συντετριμμένον κεράμιον, ἡ βακτηρία τῆς ἀπάτης, ἡ χειραγωγὸς τῆς παρακοῆς, ἡ τοῦ δράκοντος σύμβουλος. Ἀλλ' ὥσπερ ἤκουσας γυναικὸς τὰ ἐγκλήματα, δεῦρο καὶ τὸ ἐξ αὐτῆς κατόρθωμα μάνθανε. Γυνὴ παρθενίαν τῷ βίῳ εἰσήγαγεν, ἐχώρησεν ἐν τῇ γαστρὶ τὸν θεὸν ὃν ἡ κτίσις χωρῆσαι οὐ δύναται, ἔτεκεν ἐν σαρκὶ τοῦτον ὅστις ἡμῶν τὸ γένος ἀνέπλασεν· πρώτη τὸν Ἰησοῦν ἐκ νεκρῶν ὑπεδέξατο, πρώτη τοῦ κηρύγματος τῆς ἀναστάσεως ἤρξατο, πρώτη τὴν χαρὰν τοῖς μαθηταῖς ἐμήνυσεν. "Γυνὴ ἥτις", φησίν, "ἐὰν σπερματισθῇ." Ἡ θεοτόκος δὲ γυνὴ μὲν ἦν, τὰ γυναικῶν δὲ οὐ πέπονθεν· σπέρμα γὰρ ἀνδρὸς ἡ γαστὴρ οὐκ ἐδέξατο, οὐκ εἶδεν ἄροτρον ὁ τῆς Μαρίας ἀγρός, ὁ παρθενικὸς ἀμπελὼν οὐχ ὑπέμεινε δίκελλαν, ὥστε οὐχ ὑπὲρ αὐτῆς ἡ προσφορά, ὑπὲρ ὅλου δὲ τοῦ γένους ἐγένετο. Ἡμῶν γὰρ ἕνεκα περιτέμνεται ὁ Χριστός, ὑπὲρ ἡμῶν καὶ βαπτίζεται, ἐφ' ἡμῖν τελεῖται τὰ τοῦ νόμου καθάρσια. Ἐὰν δακρύσῃ, τὴν φύσιν ἐκπλύνει· ἐὰν ῥαπισθῇ, τὴν ἡμετέραν αἰχμαλωσίαν ἐλευθεροῖ· ἐὰν βαστάσῃ τὸν σταυρόν, ἡμᾶς κουφίζει τοῦ ζυγοῦ τῆς ἁμαρτίας· ἐὰν ἐμπτυσθῇ, τὸν Ἀδὰμ ἀπαλλάττει τοῦ τῆς κατάρας ἐμπτύσματος.

"Ὅτε ἐπλήσθησαν", φησίν, "αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, καθὼς γέγραπται ἐν νόμῳ κυρίου, ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται." Ταῦτα ὁ νόμος ἔχει. Ὁ Χριστὸς δέ, καθὰ ἔφημεν, ὡς νομοθέτης τὸν ἑαυτοῦ νόμον ὑπὲρ νόμον ἐπλήρωσεν· οὐδὲ γὰρ ἤνοιξεν, ἀλλὰ κεκλεισμένην τὴν πύλην τῆς παρθένου κατέλιπεν, οὐκ ἐσύλησε τὴν σφραγῖδα τῆς φύσεως, οὐκ ἐζημίωσε τὴν τεκοῦσαν· ἀκέραιον γὰρ αὐτῇ τὸ σχῆμα τῆς παρθενίας κατέλιπεν. Εἰ δὲ ἀπιστεῖς, παρὰ τοῦ Ἰεζεκιὴλ μάνθανε· "Καὶ ἀπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι κύριος ὁ θεὸς τοῦ Ἰσραὴλ καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ ἔσται κεκλεισμένη." "Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται." Οὗτος δὲ οὐ μόνον ἅγιος. Ὅσον τοίνυν ὑπερέχει τῷ ἁγιασμῷ, τοσοῦτον καὶ τῷ τόκῳ πλεονεκτεῖ καὶ τοῦ νόμου τὴν ἐντολὴν ἀναβέβηκεν. Πλὴν δὲ ὅμως "τοῦ δοῦναι θυσίαν, κατὰ τὸ εἰρημένον ἐν νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν." Ἀτελῆ τὸν νόμον ὁ Λουκᾶς οὐκ ἀγνοίᾳ κρατηθείς, σοφίᾳ δὲ ὁδηγηθεὶς ἐξέθετο. Ὁ μὲν νόμος ἔλεγεν· "ἀμνὸν καὶ νεοσσόν"· οὐκ εὐποροῦντος δὲ τοῦ προσφέροντος, "ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν καὶ σεμίδαλιν" προσέταττεν. Ὁ Λουκᾶς δὲ τὴν τοῦ πλουτοῦντος ἀφῆκεν προσφοράν· πτωχοῦ γὰρ ἐμνημόνευσε τοῦ δι' ἡμᾶς ἑκουσίως πτωχεύσαντος. Οὐκ ἦν αὐτῷ, φησίν, κατάλυμα· πόθεν ἀμνὸν ἐκέκτητο; Ἐπὶ φάτνης σπαργανωθείς, πόθεν προσέφερε πρόβατον; Μᾶλλον δὲ οὐκ ἔχρῃζεν ἀμνοῦ· αὐτὸς γὰρ ἦν "ὁ ἀμνὸς τοῦ θεοῦ", τὸ ἀληθινὸν πρόβατον. Αὐτὸς ἑαυτὸν ὑπὲρ τοῦ κόσμου ἔθυεν· διὰ τοῦτο τί μὲν ὁ νόμος προσέταττεν ἐξηγόρευσεν, τί δὲ ὁ Χριστὸς οἰκονομεῖ ἐσήμανεν.

Εἶτα ἑξῆς· "Καὶ ἰδοὺ ἄνθρωπος", φησίν, "ἐν Ἰερουσαλήμ, ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τῷ Ἰσραήλ, καὶ Πνεῦμα ἅγιον ἦν ἐπ' αὐτῷ· καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον, πρὶν ἂν ἴδῃ τὸν Χριστὸν κυρίου." Πολὺς ὁ τοῦ Συμεὼν πλοῦτος, ποικίλα τοῦ στρατηγοῦ τὰ ὅπλα, γέμει καρπῶν τὸ φυτόν, γέμει βοτρύων ἡ ἄμπελος. Οὐ μόνον "ἦν ἄνθρωπος", ἀλλὰ καὶ "Συμεὼν ὠνομάζετο". Πρὸς τούτοις "δίκαιος" οὐ μόνον "δίκαιος", ἀλλὰ καὶ "εὐλαβής", ἀλλὰ καὶ παράκλησιν ἐζήτει τῷ Ἰσραήλ, ἀλλὰ καὶ "Πνεῦμα ἅγιον ἦν ἐπ' αὐτῷ", ἀλλὰ καὶ "χρηματισθεὶς ὑπῆρχεν μὴ ἰδεῖν θάνατον πρὶν ἂν ἴδῃ τὸν Χριστὸν κυρίου." "Ἰδοὺ ἄνθρωπος"· ποῦ; "Ἐν Ἰερουσαλήμ". Ἔκπληξιν ἡ λέξις ἔχει, γέμει τὸ ῥῆμα θαύματος· ἐν Ἰερουσαλὴμ ἄνθρωπος περὶ ἧς Σοφονίας ὁ προφήτης τὸν θεὸν αὐτὸν εἰσήγαγε λέγοντα· "Ἐξερευνήσω τὴν Ἰερουσαλὴμ μετὰ λύχνου καὶ οὐ μὴ εὕρω." Καὶ λύχνου χρῄζει τὸ φῶς; Οὔ φησιν, ἀλλὰ λύχνον καλεῖ τὸν νόμον. "Καὶ ἰδοὺ ἄνθρωπος ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών." Καὶ τίς ἡ ἑρμηνεία τοῦ δηλωθέντος ὀνόματος; "Ἀκοὴ θεοῦ", ὥστε πρέπουσαν τῇ πολιτείᾳ τὴν προσηγορίαν ἐκ τῆς τοῦ πνεύματος οἰκονομίας ἐκτήσατο· ὅπου γὰρ "ἀκοὴ θεοῦ", ἐκεῖ πάντως ὑπακοὴ νόμου, τήρησις ἐντολῶν, ἀγαθοῦ βίου δρόμος, σκοπὸς σωτηρίας εἰς τέλος προσερχόμενος· ἐν οἷς ὁ ἀληθινὸς χαρακτηρίζεται ἄνθρωπος, περὶ οὗ ταῦτα κατὰ λόγον ἐπήγαγεν.

"Καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ"· τοῦτο δικαίου σκοπὸς μὴ ζητεῖν τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ ἑτέρου καὶ τῶν πολλῶν, τῆς κοινῆς σωτηρίας μὴ τῆς ἰδίας ἀπολαύσεως γίνεσθαι. "Καὶ Πνεῦμα", φησίν, "ἅγιον ἦν ἐπ' αὐτῷ"· ὄχημα ὑπῆρχε δεσποτικὸν ὁ Συμεών, θρόνος θεοῦ, καὶ διὰ τοῦτο μετὰ χεῖρας τὸν βασιλέα τῶν αἰώνων ἐδέξατο. "Καὶ ἦν αὐτῷ κεχρηματισμένον μὴ ἰδεῖν θάνατον πρὶν ἂν ἴδῃ τὸν Χριστὸν κυρίου"· οὐκοῦν ὁ χρηματισμὸς ἀπὸ ζωῆς εἰς ζωὴν μεταβῆναι, ἀπὸ φωτὸς ὁδεῦσαι πρὸς φῶς, ἀπὸ ἡμέρας εἰς ἡμέραν μεταπηδῆσαι, μὴ παλαιωθῆναι, ἀλλ' ἀνακαινισθῆναι, ἐν τῷ καιρῷ τῆς συντελείας τὴν ἀνανέωσιν δέξασθαι. Οὗτος "ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν"· ἡ πηγὴ τὸν διψῶντα πρὸς τὴν πηγὴν ἀπήγαγεν. "Καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτῷ κατὰ τὸ εἰθισμένον περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸν ἐν ταῖς ἀγκάλαις αὐτοῦ." Ἔφερεν ἐν ταῖς χερσὶν τὸν ἐν τῇ χειρὶ τὴν οἰκουμένην καὶ τὴν ἀοίκητον ἔχοντα, "τὸν μετρήσαντα τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί." Καὶ πῶς ὁ Συμεὼν θυσίαν τὴν αὐτῷ μὴ προσήκουσαν ἀνήνεγκεν; Οὐδὲ γὰρ ἦν ἱερεύς· οὐ γὰρ τοῦτο εἴρηται, οὐδὲ λευίτης, οὐδὲ νεωκόρος, ἐπειδὴ μόνῃ τῇ φυλῇ τοῦ Λευὶ τὸ λειτουργικὸν κεκλήρωται. Οὐκ ἦν ἱερεύς, ἦν δὲ "δίκαιος"· ἡ δικαιοσύνη δὲ τὴν ἱερωσύνην ὑπὸ τοὺς πόδας κέκτηται. Οὐκ ἦν λευίτης, ἀλλ' "εὐλαβής"· ὁ δέ γε εὐλαβὴς ἀφ' ἑαυτοῦ τὸ χρῖσμα ἔχει.

Καὶ βαστάζων τὸ βρέφος ἔφη· "Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ." "Νῦν ἀπολύεις"· ἦλθε γὰρ ὁ καιρὸς τῆς ἀφέσεως, ἀπήντησε τῶν αἰχμαλώτων ἡ λύτρωσις, τῶν χρεῶν ἡ συγχώρησις· ἐγεννήθη βασιλεὺς τοὺς ἐν φυλακαῖς ἐλευθερῶν, τοὺς ἐν δεσμοῖς ἀπαλλάττων, τοὺς ἐν θανάτῳ εἰς ζωὴν ἀνακαλούμενος, κουφίζων τὸν φόρτον τῆς γῆς. "Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα." Πῶς οἶδας; Ὁρῶ τὸν δεσπότην, φησίν, σχῆμα δούλου περικείμενον. Οὐκ ἂν δεσπότης ὢν δούλου μορφὴν ἐφόρεσεν, εἰ μὴ τὸν δοῦλον ἐνδῦσαι τοῦ δεσπότου τὴν μορφὴν ἐλογίσατο. Οὐκ ἂν τὴν τάξιν ἐνήλλαξεν, οὐδ' ὑψηλὸς ὢν ἐταπεινώθη, εἰ μὴ τὸ ταπεινὸν εἰς ὕψος ἀναγαγεῖν ἠβουλήθη. Ἀλλὰ πῶς αὐτὸν "ἀπολύεις κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ;"· εἰ γὰρ ῥήματι τὴν κτίσιν παρήγαγες, ῥήματι πάντως ἐλευθεροῖς τὸν τῆς κτίσεως ἄρχοντα. "Ἐν εἰρήνῃ"· ποίᾳ; Τῇ τοῦ σταυροῦ· ἐκείνη γὰρ ἡ μάχαιρα τοῦ τυράννου τὴν κεφαλὴν ἀπέτεμε καὶ εἰρήνην τοῖς μετὰ Χριστοῦ στρατευομένοις ἔδωκεν. "Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας." Εἶδον ἃ πολλοὶ ἐπεθύμησαν ἰδεῖν καὶ οὐκ εἶδον, θεὸν ἐν σαρκί, ἥλιον ἐν νεφέλῃ φωτίζοντα. "Εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου", τουτέστιν εἶδόν σου τὴν σάρκωσιν, δι' ἧς τὴν σωτηρίαν τῶν ἀνθρώπων ᾠκονόμησας· οὐ γὰρ εἶδον γυμνὴν θεότητα, ἐπειδὴ τὸν θεὸν καθώς ἐστιν οὐσίᾳ οὐδεὶς ἀνθρώπων ὄψεται. "Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ." Κοινὰ τοῖς Ἰουδαίοις καὶ τοῖς ἔθνεσι τὰ ἀγαθὰ καὶ ἀμέριστα. Μὴ τοίνυν φθονείτω ὁ Ἰουδαῖος, μήτε στενοχωρείσθω ὁ Φαρισαῖος, μήτε πειραζέτω ὁ γραμματεύς, μὴ εὐλαβείσθω περὶ τῆς αὐτοῦ βασιλείας ὁ Ἡρῴδης, μὴ δειλιάτω περὶ τῆς ἱερωσύνης Ἅννας καὶ Καιάφας· ὁ ἐλθὼν πᾶσι δίδωσι, παρ' οὐδενὸς λαμβάνει· ἀφθόνως φιλοτιμεῖται, χωρὶς μέτρου χαρίζεται.

Ἀλλ' ὁ Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ ἀκούσαντες τὰ παρὰ τοῦ Συμεῶνος λαληθέντα ἐθαύμασαν πῶς ὁ Χριστὸς ἀνέχεται υἱὸς ἀνθρώπου γενέσθαι. Ἐθαύμασεν ἡ Μαρία πῶς γαστὴρ γυναικὸς ἐχώρησε θεόν, πῶς ἡ δούλη τὸν ἐλευθεροῦντα τὴν κτίσιν ἐγέννησεν. Καί φησιν· "Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον", "εἰς πτῶσιν" τῶν ἐπιμενόντων τῇ ἀπιστίᾳ, "εἰς ἀνάστασιν" τῶν ἐξ ἀπιστίας εἰς πίστιν μετατιθεμένων. Λίθος ἦν ὁ Χριστὸς εἰς οἰκοδομὴν κείμενος, ἀλλὰ προσέκοπτον οἱ τυφλοὶ τοὺς ὀφθαλμοὺς ῥεμβόμενοι. Οὐ τοίνυν αὐτῷ τὴν "πτῶσιν" τῶν πεπτωκότων, ἀλλὰ τὴν "ἀνάστασιν" λογίζεσθαι χρή. Εἰ μὲν γὰρ ἔπιπτον μόνον, οὐχὶ δὲ καὶ ἀνίσταντο, δικαίως αὐτὸν τῆς "πτώσεως" ὑποπτεύεις αἴτιον. Εἰ δὲ τῶν ἐκ ῥαθυμίας πιπτόντων οἱ βουληθέντες ἀνίστανται, τὸ "πτῶμα" τοῦ ῥαθυμοῦντος γίνεται, τοῦ Χριστοῦ ἡ "ἀνάστασις". Οὐκ ἔπεσον Ἰούδας ἅμα καὶ Πέτρος, ὁ μὲν ὡς εἰπών· "Τί μοι θέλετε δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;" ὁ δὲ ὡς εἰπών· "Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω"; Ἐχρῆν γὰρ αὐτὸν εἰδέναι ὅτι θνητὸς τὴν ψυχὴν ὑπὲρ ἀθανασίας οὐ δίδωσι. Καὶ πάλιν· "Ἐὰν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι." Ἐξὸν εἰπεῖν· "Ἐάν με ἐνισχύσῃς, οὐ μή σε ἀπαρνήσομαι. Ἐὰν ἀσφαλίσῃ με, ὁ ἀσθενὴς οὐ δέδοικα τὸ ναυάγιον. Ἐὰν τῷ πολέμῳ κοινωνήσῃς, οὐκ εὐλαβοῦμαι θάνατον." Ἀλλὰ τὸ μὲν γλώττης ὑπῆρχεν, τὸ δὲ καρδίας ἁμάρτημα. Διὰ τοῦτο ὁ μὲν Πέτρος πεσὼν ἀνέστη καὶ χειραγωγὸς ἑτέρων πεπτωκότων ἐγένετο· ὁ δέ, ἀπὸ βάθους πρὸς βόθρον ὁδηγηθείς, ἔρριψε τὸ ἀργύριον καὶ τὸ σχοινίον λαβὼν ἀπήγξατο.

"Σημεῖον ἀντιλεγόμενον" ὁ σταυρός· τῶν γὰρ Ἰουδαίων σταυρούντων, ἀνεχώρει ὁ ἥλιος· ἡ συναγωγὴ ἐσυκοφάντει καὶ ἡ γῆ ἐσαλεύετο. Ὁ λαὸς ἐβόα· "Σταύρωσον αὐτόν", ἀλλ' αἱ πέτραι μὴ φέρουσαι τὸν ὄγκον τῆς βλασφημίας ἐρρήγνυντο. Οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς ἔλεγον· "Ἐμνήσθημεν ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν ὅτι μετὰ τρεῖς ἡμέρας ἐγείρομαι." Ὁ δὲ ἑκατόνταρχος ἐβόα· "Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος." Ἀλλὰ καὶ μέχρι νῦν ὁ λόγος ὁ τοῦ σταυροῦ "Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρία, ἡμῖν δὲ τοῖς κλητοῖς Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία." "Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί." Ῥομφαία ἡ διχόνοια λέγεται ἐπειδὴ, καθάπερ ἡ ῥομφαία σχίζει καὶ μερίζει τὰ σώματα, οὕτως καὶ τὰς ψυχὰς πρὸς ἀμφιβολὴν ἡ διχόνοια· εἰ γὰρ καὶ παρθένος ἦν, ἀλλὰ καὶ γυνή· εἰ καὶ θεοτόκος, ἀλλ' ἐκ τοῦ ἡμετέρου φυράματος. Ῥομφαία τοίνυν αὐτῆς τὴν ψυχὴν διέβαινεν, "ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί." Ποῖοι διαλογισμοί; Οἱ περὶ τοῦ Χριστοῦ κατὰ τὸν καιρὸν τοῦ πάθους διάφοροι, ποτὲ μὲν αὐτὸν προφήτην, ποτὲ δὲ λυτρωτὴν τοῦ Ἰσραὴλ οὐχ ὑπογράφοντες, πολλὴν καὶ ἐπὶ τούτοις ἀμφιβολίαν διὰ τὸν σάλον τὸν ἐκ τοῦ πάθους ὑπομένοντες, ὥστε τοὺς περὶ Κλεόπαν μαθητὰς παριόντας καὶ πρὸς αὐτὸν λέγειν· "Σὺ μόνος παροικεῖς ἐν Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέ ραις ταύταις." Εἶτα ἐρωτηθέντες "ποῖα;" ἐπήγαγον· "Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης, καὶ τὰ ἑξῆς." Οὐκοῦν ὥσπερ προφήτην μὲν εἶχον καὶ λυτρούμενον τὸν Ἰσραήλ· διὰ δὲ τὸ πάθος καὶ ταύτην ἐμβάλλειν περὶ αὐτοῦ τὴν ὑπόληψιν ὅτι λυτροῦται τὸν Ἰσραὴλ ἐκινδύνευον. Τοῦτο δὲ οὐ μάτην ἐγίνετο, ἀλλ' ὥστε δεῖξαι ὅτι "τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν." Τὸ γὰρ τοῦ σταυροῦ πάθος οἱ πάντες ἐσινιάσθησαν καὶ ἐσαλεύθησαν, οὐ μόνον οἱ ἁπλῶς μαθηταί, ἀλλὰ καὶ οἱ ἐκλεκτοὶ καὶ ἡ μήτηρ αὐτοῦ. Τοῦτο πᾶσαν τὴν οἰκουμένην ἐστήριξεν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Μὴ ἀγνοεῖτε ὅτι τὸ Πνεῦμα προφήτην τὸν Συμεῶνα κατέστησεν καὶ χρηματισμὸν αὐτῷ "μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν" προσεφώνησεν; "Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ." Οὐχὶ παρ' αὐτοῦ χορηγηθεὶς τὸν Ἰωσὴφ καὶ Μαριὰμ εὐλόγησεν; Οὐ παρ' αὐτοῦ προσταχθεὶς τῇ Μαριὰμ προσεφώνησεν· "Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ"; Οὐ δι' αὐτοῦ κάτοχος ἡ Ἅννα ὡς προφῆτις ἐτύγχανεν; Οὐκ ἐξ αὐτοῦ μεστωθεῖσα τὴν ἐσομένην λύτρωσιν διὰ τοῦ βρέφους κατήγγειλεν;

Τούτων ὑμῖν ἔδει κατὰ μέρος ὑφᾶναι τὴν ἐξήγησιν, ἀλλ' ἴσως ὁ καιρὸς δεδαπάνηται καὶ τὸν λόγον ἐπιτεμεῖν φειδοῖ τῆς ὑπακοῆς τῆς ὑμετέρας προσῆκεν. Εἰ δὲ οὐκ ἀνεκτὸν ὑμῖν τὸ ῥῆμα ἐπειδὴ συμποσιασταὶ τῆς τραπέζης ἐστὲ τῶν λογίων τῶν ἱερῶν ἀκόρεστοι, ὅθεν ὑμῖν ὁ τῶν εὐαγγελίων συγγραφεὺς τὴν ἱστορίαν ἤρξατο, ἐκεῖθεν ὡς ἔνι καὶ ἡμᾶς ἐπιτεμεῖν τὴν ἑρμηνείαν προσῆκεν, ὥστε καὶ τῷ καιρῷ γενέσθαι καὶ τῷ πόθῳ τῷ ὑμετέρῳ τὰ πρόσφορα.

"Καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών." Οὐ μικρὸν ἐγκώμιον τὸ Πνεῦμα τούτῳ γε τῷ Συμεὼν ἐν προοιμίοις ὕφαινεν· "Ἰδοὺ γάρ, φησίν, ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ" ὃν πάλαι μὲν ἐζήτουν οἱ προφῆται καὶ ὁ νόμος ἐπόθει, εὗρεν δὲ ἡ χάρις καὶ εὑροῦσα τοῖς ἑξῆς ἐστεφάνωσεν. Ὁ στέφανος πόθεν πλέκεται; Πρόσεχε· "Καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τῷ Ἰσραήλ." Ζηλῶσαι τὸν Συμεῶνα καὶ μακαρίσαι προσῆκεν ὅτι οὐ μόνον δίκαιος ἦν ἀλλὰ καὶ εὐλαβὴς κακίας πάσης ἀπείχετο· ὡς δὲ "προσδεχόμενος παράκλησιν τῷ Ἰσραήλ", οὔτε περὶ τὰς ἀρετὰς κοπιῶν ἐνάρκα, οὐδὲ κακίας ἀπεχόμενος ἔκαμεν.

"Καὶ Πνεῦμα ἦν ἅγιον ἐπ' αὐτόν." Θαυμαστὸν καὶ τοῦτο καὶ τοῖς ἔμπροσθεν εἰρημένοις ἁρμόδιον· ναὸς γὰρ ὑπῆρχεν, καθαρὸν εἶχεν τὸν νυμφῶνα τῆς σαρκός, καὶ τῆς ψυχῆς ἡ παστὰς πάσης βιωτικῆς ἀράχνης ἐκαθάρευεν· ἐκεῖθεν πρὸς ἑαυτὸν εἵλκυσε τὴν κατοικίαν τοῦ Πνεύματος. "Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν κυρίου." Ὁρᾷς πηλίκον ἐστὶν εἶναι ναὸν θεοῦ· ἀπὸ ζωῆς εἰς ζωὴν οἱ τὸν βίον οὕτως ἀσκηθέντες μετέρχονται. Ὅθεν καὶ τῷ Συμεὼν "κεχρηματισμένον ἦν μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν κυρίου", τουτέστι πρὶν ἴδῃ τὸν καταργοῦντα τὸν θάνατον, πρὶν ἴδῃ τὸν τοὺς νεκροὺς ἐγείροντα, πρὶν ἴδῃ τὸν εἰς νυμφῶνα τοὺς τάφους μεταβάλλοντα, πρὶν ἐκεῖνον θεάσηται ὅστις ἄφοβον αὐτῷ τὴν ἐντεῦθεν ἀποδημίαν ἐργάζεται.

"Καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν." Οὐδὲ τοῦτο παρελθεῖν ἢ παραδραμεῖν ἄξιον· ἀπόδειξις γὰρ ὅτι κατὰ πρόσταξιν τοῦ Πνεύματος τοῦ ἐνοικοῦντος ἔπραττε καὶ οὔτε εἰς ἀγορὰς οὔτε τινὰς πράξεις χωρὶς αὐτοῦ ὅλως ἐνέβαλλεν· ὅπου γε εἰς τὸ ἱερόν, οὐκ ἄλλως, ἀλλὰ γὰρ αὐτοῦ χειραγωγοῦντος ἔρχεται. "Καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι κατὰ τὸ εἰθισμένον τῷ νόμῳ περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας." Τίνος αὐτῷ τὸ βρέφος ὅπερ ἠγνόει μηνύσαντος; Ἀλλὰ γὰρ δῆλον τοῦ κατοικοῦντος ἐν αὐτῷ καὶ χρηματίζοντος Πνεύματος καὶ πάντως που πρὸς τὸν Συμεῶνα λέγοντος· "Δράμε, πρεσβῦτα, δράμε, σπεῦδε ἤδη, τάχος τὴν εὐλογίαν ἅρπασον, πρὶν ὁ ἀστὴρ φανῇ, πρὶν οἱ Μάγοι παραγένωνται, μή ποτε ὑβρισθῶμεν. Τὸ γὰρ ἐξ ἐμοῦ φῶς προλαβεῖν χρὴ τοῦ ἀστέρος τὴν εἰς Βηθλεὲμ ἄφιξιν, ὥστε γνωσθῆναι ὅτι παρ' ἐμοῦ καὶ τὸν δρόμον ὁδηγεῖται καὶ τὴν ἀκτῖνα δανείζεται. Ἀλλὰ σὺ μὴ ζημιωθῇς ἂν ἀκρόβυστοι τὴν ἀπαρχὴν τῆς εὐλογίας θερίσωσιν."

"Καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν· νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ." Εὐλόγησεν τὸν θεὸν τὸν Πατέρα σὺν τῷ Υἱῷ, τὸν Υἱὸν σὺν τῷ Πνεύματι, ἐπειδὴ τὸ Πνεῦμα μὲν τὸ χρηματίζον ἐτύγχανεν, τὸν Υἱὸν δὲ μετὰ χεῖρας ἐβάσταζεν, σαρκὶ φανῆναι καὶ βρέφος δι' ἡμᾶς γενέσθαι εὐδοκήσαντα· ὁ δὲ Πατὴρ καὶ αὐτὸς ἐνεργῶν ἦν τὰ τοσαῦτα καὶ τηλικαῦτα μυστήρια. Ἀλλὰ τὴν εὐχαριστίαν ἐπὶ τίνι προσέφερεν; "Νῦν", φησίν, "ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα", ὅτε μοι φόβος οὐκ ἔστι θανάτου, μετὰ χαρᾶς δὲ πρὸς τοὺς νεκροὺς τὴν ζωὴν αὐτοῖς καταγγελῶν ἀπέρχομαι. "Ἀπολύεις δὲ κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ", ἐκεῖνο ὅπερ Δαυὶδ ὁ προφήτης παρὰ σοῦ δανεισάμενος ἔλεγεν· "Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω."

"Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου", ὃ πολλοὶ μὲν τῶν προφητῶν ἐπεθύμησαν ἰδεῖν· νῦν δὲ αὐτῇ τῇ πειρᾷ τῷ γένει τῶν ἀνθρώπων παρέστησας τὸν ὕψιστον δι' ἡμᾶς τοσοῦτον ὥστε βρέφος γενέσθαι ταπεινούμενον· οὔτε γὰρ ἄλλως σῶσαι τὸν φθαρέντα πηλὸν ὁ κεραμεύς, ἀλλ' αὐτὸς αὐτῷ συναναφυρεὶς ἔμελλεν. "Εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν", ἀλλὰ πάντων, ἐπειδὴ πάντων ὑπάρχων δημιουργὸς πᾶσι προέθηκας τὸ τῆς σωτηρίας ἀναγκαίως μυστήριον. "Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ"· πρότερον τὰ ἔθνη φωτίζεται καὶ μετὰ τοῦτο Ἰσραὴλ δοξάζεται· ἐτέχθη γὰρ οὗτος ἐφ' οὗ πρῶτοι μὲν οἱ ἔσχατοι, ἔσχατοι δὲ οἱ πρῶτοι, τὰ πρεσβεῖα τῶν ἔμπροσθεν διὰ ῥαθυμίαν ζημιωθέντων, γεγόνασιν.

"Καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ." Τίνος χάριν πατέρα τὸν Ἰωσήφ, ὦ τῆς θείας γενεαλογίας εὐαγγελιστὰ καὶ συγγραφεῦ, καλεῖς; Αὐτὸς γὰρ εἰπόντα τὸν Γαβριὴλ πρὸς τὴν παρθένον ἀπέδειξας, ἡνίκα πῶς ἡ σύλληψις ἔσται καὶ τίνα τρόπον ἡ παρθένος τέξεται μεθωδεύετο· "Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι." | "Οὐκ ἐπιλέλησμαι τῶν ἐμαυτοῦ", φησίν· "εἰ γὰρ καὶ λήθην ἐλάμβανον, τὸ Πνεῦμα ἂν ἐμίμνησκεν. Ἀλλ' οὕτω τότε καλεῖσθαι τὸν Ἰωσὴφ ὁ σαρκωθεὶς ἐβούλετο, ὅπως ἀπατηθῇ ὁ ἐνεδρεύων τὸ τῆς σωτηρίας τῆς ἡμετέρας μυστήριον." "Ἐθαύμαζον δὲ ἐπὶ τοῖς λεγομένοις περὶ αὐτοῦ", ἐπειδὴ βρέφος ὁ πρεσβύτης ἐβάσταζεν, θεοῦ δὲ ὕμνους ἐφθέγγετο. "Καὶ εὐλόγησεν αὐτοὺς Συμεών"· ἐχρῆν γὰρ εὐλογεῖσθαι τοὺς τὴν εὐλογίαν τοῖς ὑπὸ κατάραν πράττουσιν διακονήσαντας.

"Καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ"· οὗτος γάρ ἐστι περὶ οὗ Πέτρος ἀναλαβὼν τὴν Ἠσαίου προφητείαν ταῖς ἐκκλησίαις ἐπέστελλεν· "Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ" οὐ καταισχυνθήσεται. Εἶτα ἐπιφέρει τὴν προφητείαν ἑρμηνεύων καὶ σύμφωνα τῷ Συμεὼν φθεγγόμενος· "Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν· ἀπιστοῦσιν δὲ λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· ὅσοι προσκόπτουσιν, τῷ λόγῳ ἀπειθοῦντες." Οὐκοῦν εἰς πτῶσιν τοῖς ἀπίστοις ἔκειτο καὶ τοῖς πιστοῖς εἰς ἀνάστασιν· ἐκεῖνοι γὰρ ἑστάναι κατὰ τὸν νόμον δοκοῦντες ἑαυτοὺς τῇ ἀπιστίᾳ κατέβαλον· οὗτοι δὲ διὰ τὸ πλῆθος τῶν ἁμαρ τημάτων μεταξὺ τῶν πεπτωκότων ὑπάρχοντες, τῇ βακτηρίᾳ τῆς πίστεως προσδραμόντες, ἑαυτοὺς ἐξανέστησαν.

"Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον." Τί τοῦτο; | Τὸν σταυρόν· ἐκεῖνο γὰρ τὸ σημεῖον, ἐπειδὴ μετὰ τῶν παθῶν ἔγεμε καὶ θαυμάτων, ἀντελέγετο· γυμνὸς γὰρ ὑπῆρχεν καὶ τὸν ἥλιον ἔκρυπτεν, τοῖς ἥλοις κατεπέπαρτο καὶ τὰς πέτρας ἐσάλευεν, ἠνοίγετο λόγχῃ τὴν πλευρὰν καὶ τὰ μνήματα τῶν τεθνηκότων ἤνοιγεν. Ἔνθεν τὸ σημεῖον ὑπῆρχεν ἀντιλεγόμενον· οἱ μὲν γὰρ ἄπιστοι ταῦτα καταλιπόντες ἐκεῖνα ἀπέβλεπον· οἱ πιστοὶ δὲ μετὰ τῶν παθῶν ἐθεώρουν τὰ θαύματα. Οὕτως πλάνον μὲν αὐτὸν τότε ὁ δῆμος τῶν Φαρισαίων ἀπέσκωπτον, υἱὸν δὲ θεοῦ ὁ ἑκατόνταρχος ἔλεγεν καὶ εἰπὼν προσεκύνησεν.

Τούτοις ἐστὶ τὰ ἑπόμενα σύμφωνα· "Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί". "Ῥομφαία σοῦ τὴν ψυχήν", ἡ διάκρισις, κατὰ τὸν καιρὸν τοῦ σταυροῦ διαβήσεται· θαυμάσεις γὰρ ὁρῶσα ἐπὶ σταυροῦ κρεμάμενον τὸν χωρὶς φθορᾶς τεχθέντα, τὸν χωρὶς ἀνδρὸς συλληφθέντα, τὸν οὐκ ἀνοίξαντα τὴν μήτραν καὶ τὴν οἰκείαν γέννησιν ἀπαθῶς ἀφθάρτως ἐνεργήσαντα.

Τί δὲ ἐντεῦθεν συμβήσεται; "Ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί"· ἴσως μὲν καὶ ἑτέρων, πολὺ δὲ μᾶλλον τῶν μαθητευθέντων τῷ κυρίῳ, καὶ θεωρησάντων τὰ περὶ αὐτὸν πάθη καὶ τὰ παρ' αὐτοῦ θαύματα, καὶ χειμῶνα ἐκ τῶν λογισμῶν ἑκατέρωθεν ὑπομεινάντων, οἷον Κλεόπας ἔπασχεν ἐξ ὧν ὁ Χριστὸς συναντήσας κατὰ τὴν Ἐμμαοῦς αὐτῷ ἀπεκάλυψεν· ἐρωτηθεὶς γὰρ ὁ Κλεόπας ἐπὶ τίνι σκυθρωπάζουσιν καὶ τὴν καρδίαν συγκέχυνται, μικρὰ περὶ τοῦ Χριστοῦ καὶ ὅσα ἐπέτρεπεν ὁ καιρός, οὐκ εἰδὼς πρὸς τίνα λέγει, φθεγξάμενος ἐπιφέρει· "Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ", τουτέστιν ἀλλότρια ἐπ' αὐτῷ τῆς ἡμετέρας ἐλπίδος ἐκβέβηκεν. Ἀνεκαλύφθη καὶ τῆς Μαγδαληνῆς Μαρίας ὁ λογισμὸς ἀσθενὴς ὤν· τοῦ Χριστοῦ σταυρωθέντος ἠσθένησεν, ὅτε καὶ αὐτὴ πρὸς αὐτὸν ἔλεγεν· "Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ."
Τρεχέτω ἡ γλῶττα τῆς εὐαγγελικῆς ἱστορίας τὰ λείποντα· "Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων." Λαμπρὸς ὁ τῆς Ἅννης πλοῦτος, πανταχόθεν αὐτῇ ὁ τῶν ἀγαθῶν θησαυρὸς συνάγεται, πρῶτον ὅτι προφῆτις ἦν· σκεῦος γὰρ ἀσθενὲς ὡς γυναικεῖον ἔχουσα ἐκάθαιρεν αὐτό, καὶ τὸ τοῦ θεοῦ Πνεῦμα πρὸς αὐτὴν εἰς κατοικίαν εἵλκυσεν· ἔπειτα ὅτι πρεσβῦτις ὑπῆρχεν καὶ τὸ σῶμα γηράσασα οὐκ ἐγήρα τὸ φρόνημα· τρίτον ὅτι χήρα καὶ οὐχ ἁπλῶς χήρα, ἀλλ' ἔτη μὲν ἑπτὰ τὸν ἀριθμὸν τῷ ἀνδρὶ συμβιώσασα, προβεβηκυῖα δὲ ἡμέραις πολλαῖς καὶ χρόνοις τοσούτοις τὸν ζυγὸν τῆς χηρείας ἕλκουσα, νυμφίῳ δευτέρῳ τὴν κοίτην οὐ προδέδωκεν, ἀνθ' ὅτου ἄρα εἰς ἔτος ὀγδοηκοστὸν τοῦ βίου τὴν ἡλικίαν ἤλαυνεν.

Ἀλλ' ἐπειδὴ πάντως εἶδε τὸν ἐν τῷ ὀγδοηκοστῷ τετάρτῳ ψαλμῷ σαφῶς τῷ Πνεύματι καταγγελθέντα, ἐζήτησεν εἰπεῖν περὶ αὐτοῦ τοιαῦτα οἷα Δαυὶδ προβάλλων ὁ ψαλμῳδὸς ἐμελῴδησεν· "Εὐδόκησας, κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ· ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου. Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν"· ἐν τούτοις γὰρ "τῆς Ἰερουσαλὴμ ἡ λύτρωσις", ἣν ἑξῆς οὕτως ἱστορεῖται καὶ κηρύξαι τὸ γύναιον καὶ προφητεῦσαι· φησὶ γάρ· "ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ." Πολλοὶ μὲν τὸ ἱερὸν οἰκοῦσιν, ἀλλ' οἰκοῦντες ὑβρίζουσιν, ὅσοι οὐχ οὕτως οἰκοῦσιν καθάπερ ἡ Ἅννα κατοικοῦσα ἐτύγχανεν, "νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν"· ταῖς μὲν γὰρ νηστείαις τὸ σῶμα ἐξεκάθαιρε, ταῖς δεήσεσιν δὲ τῆς ψυχῆς ἀνεπτέρου τὸ φρόνημα καὶ ἱερὸν ἐν ἱερῷ κατοικοῦσα ἐτύγχανεν.

"Καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα"· πάντως γὰρ καὶ αὐτὴν τὸ Πνεῦμα καθάπερ καὶ τὸν Συμεῶνα εἰς τὴν τοῦ βρέφους δοξολογίαν ἤγαγεν. "Ἀνθωμολογεῖτο τῷ θεῷ"· οὐχ ἁπλῶς ἐδοξολόγει ἀλλ' ἀνθωμολογεῖτο, τοῖς παρὰ τοῦ Συμεὼν εἰρημένοις παραπλήσια ἀναφωνοῦσα. "Καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἰερουσαλήμ." Τίνα καὶ ποῖα λέγουσα; "Μὴ πλανᾶσθε τῇ σαρκί, τῇ τοῦ δούλου μορφῇ μὴ προσκόπτετε, μὴ θορυβείτω τὸ βρέφος ὑμᾶς." Ὁ τὰ βρέφη διαπλάττων φαινόμενος καὶ παιδίον, νήπιον ὁ τῶν χρόνων πατὴρ ὁρώμενος· ἄλλως γὰρ ἰδεῖν τὸν λυτρωτὴν οὐκ ἐχωροῦμεν, ἑτέρως οὐκ ἐδυνάμεθα δέξασθαι. Ἡμῶν ἕνεκεν ἑαυτὸν ἐταπείνωσεν, δι' ἡμᾶς κατέβη· φειδοῖ τῶν ἡμετέρων ὀφθαλμῶν, ἀποκρύπτει τὰ ἔνδοξα, τὰ ταπεινὰ προβάλλεται.
Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Τοῦ μακαρίου Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς τὸ ἅγιον πάσχα

Φαιδρὸς ὁ οὐρανὸς τῇ τῶν ἄστρων χορείᾳ καταλαμπόμενος, φαιδρότερα δὲ τὰ σύμπαντα ἑωσφόρου ἀνατέλλοντος, ἀλλ' ἡ παροῦσα τῆς νυκτὸς κατάστασις οὐ τοσοῦτον ἄστροις καταυγάζεται ὁπόσον νῦν ἀγάλλεται τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν νενικηκότος· "Θαρσεῖτε" γάρ, φησίν, "ἐγὼ νενίκηκα τὸν κόσμον"· θεοῦ δὲ νικήσαντος τὸν ἀόρατον πολέμιον, εἰκότως καὶ αὐτοὶ τὴν κατὰ δαιμόνων νίκην ἀποισόμεθα. Παραμείνωμεν τοίνυν τῷ σωτηριώδει σταυρῷ, ἵνα τὰς πρώτας ἀπαρχὰς τῶν Ἰησοῦ δώρων ἀπενεγκώμεθα. Τὴν ἱερὰν ταύτην νύκτα δᾳ δουχίαις ἱεραῖς πανηγυρίσωμεν, μέλος ἔνθεον ἐγείροντες καὶ ὕμνον οὐράνιον ἐξᾴδοντες. "Ὁ τῆς δικαιοσύνης ἥλιος", ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ τὴν παροῦσαν ἡμέραν τῷ κύκλῳ τῆς οἰκουμένης κατεφώτισεν, διὰ σταυροῦ ἀνέτειλεν, τοὺς πιστοὺς διέσωσεν.

Μή τις τοίνυν ἀπιστείτω τοῖς τοῦ σταυροῦ συμβόλοις, ἀλλὰ τὸ μακάριον καὶ τρισμακάριον ξύλον τοῦ σταυροῦ προσκυνείτω, καὶ τοῖς τοῦ σταυροῦ συμβόλοις τοῦ θύρας οὐρανοῦ ἡμῖν ἀνοίξαντος. Οὐκέτι "καίουσι λύχνον καὶ ὑπὸ τὸν μόδιον τιθέασιν", μόδιον δέ φημι τὸν Νόμον, "ἀλλ' ἐπὶ τὴν λυχνίαν", λύχνον δὲ τὸν Λόγον· ὑπὸ τὸν Νόμον δὲ ἐτύγχανεν καὶ ἐκρύπτετο τοῖς ἀπίστοις ὁ Λόγος ὡς ὑπὸ τὸν μόδιον· ὅτε δὲ ἦλθεν ἐπὶ σταυροῦ καὶ ἐπὶ τὴν λυχνίαν ἐτέθη, τότε τῷ τῆς οἰκουμένης κύκλῳ κατέλαμψεν.

Ἰδέ μοι, ἀγαπητέ, τὴν βασιλεύουσαν Ῥώμην σταυροῦ συμβόλοις ἐν μέσῳ τῆς ἀγορᾶς σεμνυνομένην. Ἰδέ μοι Παῦλον ἀθανάτους ἐπιστολὰς συγγραφόμενον καὶ δοῦλον τοῦ σταυροῦ ἑαυτὸν καταγράψαντα· οὐκ ἐπῃσχύνθη τὸν σταυρόν, "τὸ σκάνδαλον τῶν Ἰουδαίων· τὴν τῶν ἐθνῶν μωρίαν σοφίας" ἐπεσπάσατο φυλακτήριον· ἐν σταυροῦ ξύλῳ τὰς τῆς οἰκουμένης ἐκκλησίας διήγειρεν. Μία ῥάβδος μωσαικὴ τὰς τῶν Αἰγυπτίων μάστιγας ἀπήλασεν, ῥάβδος δὲ συγ γενείᾳ πρὸς τὸ τοῦ σταυροῦ ξύλον παύει τὰ τῶν ἀνθρώπων ἁμαρτήματα. Ἐκεῖ Φαραὼ "καταποντοῦται" τὸν Ἰσραὴλ "καταδιώκων," ἐνταῦθα δὲ διάβολος καταλύεται, οἱ δὲ τοῦ σωτῆρος προσκυνηταὶ σῴζονται. Ἐκεῖ τὰς "χεῖρας ἐκτείνας" ὁ Ἀδὰμ θάνατον ἡμῖν ἐπεσπάσατο, ὁ δὲ ἡμέτερος δεσπότης τῇ τῶν χειρῶν ἐκτάσει τὰ πάντα διέσωσεν.

Ἀλλ' ὦ ξύλον μεγαλοπρεπέστερον οὐρανοῦ καὶ τὰς οὐρανίους ἁψῖδας ὑπερβάλλον, ὦ ξύλον τρισμακάριστον τὰς ἡμετέρας ψυχὰς διαπορθμεῦον εἰς οὐρανόν, ὦ ξύλον τῷ κόσμῳ τὴν σωτηρίαν πορισάμενον καὶ στρατὸν διαβολικὸν ἐκδιῶξαν, ὦ ξύλον λῃστὴν εἰς παράδεισον ἀκοντίσαν καὶ μετὰ Χριστοῦ χορεύειν πεποιηκός· "Ἀμήν, ἀμὴν γὰρ λέγω σοι ὅτι σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ." Μιμησώμεθα τοῦ ἀνδροφόνου τὴν ἀγαθὴν γνώμην, μᾶλλον δὲ τοῦ πνευματοφόρου διὰ τὴν μετὰ ταῦτα πίστιν. Τί γὰρ καί φησιν; | "Μνήσθητί μου, κύριε, ἐν τῇ βασιλείᾳ σου." Καὶ ἐν μιᾷ συγκαταθέσει πίστεως παράδεισον οἰκεῖ καὶ οὐρανοὺς περιπολεῖ. "Ἀμὴν γὰρ λέγω σοι, φησίν, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ." Παραμείνωμεν καὶ ἡμεῖς τῷ τοῦ σωτῆρος σταυρῷ, λέγοντες αὐτὰς τὰς φωνάς· "Κύριε, μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου", ἵνα καὶ ἡμεῖς τοῦ παραδείσου μέτοχοι γενώμεθα καὶ βασιλείας οὐρανῶν ἀπολαύσωμεν.

Νικητήριον ἡ παροῦσα πανήγυρις, ἀδελφοί, νικητήριον τοῦ παμβασιλέως υἱοῦ τοῦ θεοῦ. Σήμερον γὰρ ὁ διάβολος διὰ τὸν σταυρωθέντα ἡττήθη, τὸ δὲ ἡμέτερον γένος εὐφραίνεται διὰ τὸν ἀναστάντα. Βοᾷ γὰρ ἡ σήμερον ἡμέρα τῇ ἐγέρσει μου καὶ λέγει· "Ἐν τῷ ἐμῷ δρόμῳ εἶδον θέαμα καινόν, μνημεῖον ἀνοιγόμενον καὶ ἄνθρωπον ἐγειρόμενον καὶ "ὀστέα ἀγαλλιώμενα" καὶ ψυχὰς χαιρομένας καὶ ἀνθρώπους "πλασσομένους" καὶ οὐρανοὺς "σχιζομένους" καὶ δυνάμεις κραζούσας· "Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν" καὶ τὰ ἑξῆς. Σήμερον εἶδον τὸν ἐπουράνιον βασιλέα ἀναβαίνοντα, περιεζωσμένον φῶς, ὑπὲρ ἀστραπὴν καὶ ἀκτῖνας, ὑπὲρ ἥλιον καὶ πηγὰς ὑδάτων, ὑπὲρ νεφέλας καὶ πνεῦμα δυνάμεως καὶ ζωὴν αἰώνιον." Οὗτος γὰρ ἐκρύβη πρῶτον μὲν ἐν κοιλίᾳ σαρκός, ἔπειτα δὲ ἐν κοιλίᾳ τῆς γῆς, ὅπου μὲν ἁγιάζων τοὺς γεννωμένους διὰ τῆς κυήσεως, ὅπου δὲ ζωογονῶν τοὺς τεθανατωμένους διὰ τῆς ἀναστάσεως· "Ἀπέδρα γὰρ ὀδύνη καὶ λύπη καὶ στεναγμός." "Τίς γὰρ ἔγνω νοῦν θεοῦ, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο", ἀλλ' ἢ ὁ Λόγος ὁ σαρκωθεὶς καὶ ξύλῳ "προσηλωθεὶς" καὶ ἐκ "νεκρῶν ἀναστὰς" καὶ εἰς οὐρανοὺς ὑψωθείς;

Αὕτη ἡ ἡμέρα χαρᾶς εὐαγγελισμός· ἐν τῇ γὰρ ἡμέρᾳ ταύτῃ ἀνέστη ὁ κύριος συνεγείρας τὴν τοῦ Ἀδὰμ ἀγέλην· ἐγεννήθη γὰρ διὰ τὸν ἄνθρωπον καὶ ἀνέστη ἐν τῷ ἀνθρώπῳ. Σήμερον διὰ τὸν ἀναστάντα παράδεισος ἀνέῳκται καὶ Ἀδὰμ ζωογονεῖται καὶ Εὔα παρηγορεῖται καὶ κλῆσις πληθύνεται καὶ βασιλεία ἑτοιμάζεται καὶ ἄνθρωπος σῴζεται καὶ Χριστὸς προσκυνεῖται· καταπατήσας γὰρ τὸν θάνατον καὶ αἰχμαλωτίσας τὸν τύραννον καὶ σκυλεύσας τὸν ᾅδην, ἀνέβη εἰς οὐρανούς, ὡς βα σιλεὺς νενικηκώς, ὡς ἡγεμὼν ἔνδοξος, ὡς ἡνίοχος ἄλειπτος, λέγων τῷ Πατρί· "Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι δέδωκας, ὦ θεός", καὶ τὰ ἑξῆς. Καὶ ἤκουσεν παρὰ τοῦ Πατρός· "Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου." Αὐτῷ ἡ δόξα, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Τοῦ μακαρίου Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς τὸ Πάσχα.


Τοῦ αὐτοῦ, εἰς τὸ ἅγιον πάσχα


Σάλπιγξ ἡμῖν ἱερὰ καὶ βασιλικὴ τὸ πνευματικὸν τοῦτο συνεκρότησεν θέατρον, σάλπιγξ ἣν ἐπλήρωσεν Βηθλεὲμ καὶ ἡ Σιὼν ἐπύρωσεν, ἐν ᾗ ὁ Σταυρὸς σφῦρα καὶ ἄκμων ἡ Ἀνάστασις. Ἧς οὐκ οἶδα πῶς ἐξείπω τὸ κάλλος, πῶς ἐκφράσω τὸ φῶς, πῶς μηνύσω τὴν ἐν αὐτῷ χαράν, πῶς τὴν ἐν αὐτῇ βασιλείαν διηγήσωμαι. Ποίᾳ δὲ αὐτὴν ψηλαφήσω χειρί;

Ποίοις λόγοις ἀσπάσομαι τάφον γεννῶντα ζωήν, μνῆμα φθορᾶς μὲν ἐλεύθερον, ἀφθαρσίας δὲ πρόξενον, παστάδα "τριήμερον" τὸν νυμφίον κοιμήσασαν, νυμφῶνα τὴν νύμφην ἄφθορον μετὰ γάμον ἐγείραντα; Νεκρὸν ἡ θήκη φυλαττομένη καὶ θεὸν ἡ γῆ σαλευομένη· νεκρὸν μὲν γὰρ αὐτὸν τὸ σῶμα βοᾷ, τὸ δὲ θαῦμα θεόν· νεκρὸν ἡ ταφή, θεὸν ἡ ἀνάστασις· νεκρὸν τῶν γυναικῶν καὶ τὰ "δάκρυα," καὶ θεὸν τῶν ἀγγέλων τὰ "ῥήματα." Ὡς νεκρὸν αὐτὸν "Ἰωσὴφ" ἐκήδευσεν, ἀλλ' ὁ κηδευθεὶς ὡς ἄνθρωπος οὗτος ὡς θεὸς τὸν θάνατον ἐσκύλευσεν. Πάλιν ὡς νεκρὸν οἱ στρατιῶται ἐφρούρησαν καὶ ὡς θεὸν "οἱ πυλωροὶ τοῦ ᾅδου" θεωρήσαντες "ἔπτηξαν."

Τὸν αὐτὸν δὲ τοῦτον κἀκεῖνον ἐρεῖς, οὐκ ἄλλον καὶ ἄλλον, οὐδὲ ἄλλον ἐν ἄλλῳ, οὐδὲ ἄλλον δι' ἄλλου· εἷς γὰρ ὢν "ὁ σαρκωθεὶς Λόγος" εἰς ἓν ταῦτα κἀκεῖνα ὡς ἠβουλήθη ἀρρήτῳ λόγῳ συνήγαγεν· καὶ τὴν μὲν σάρκα διακονῆσαι τοῖς πάθεσι δέδωκεν, τῇ θεότητι δὲ πρὸς τὰ σημεῖα καὶ τὰ θαύματα κέχρηται, ἀλλ' ὥσπερ οὐ θεμιτὸν τὸν Λόγον ἐκ τῆς σαρκὸς χωρίζεσθαι, οὕτως ἀνάγκη τὰ παθήματα συμπεπλέχθαι τοῖς θαύμασιν. Ὁ γὰρ ὡς νεκρὸς "εἰς ᾅδου καταβάς," οὗτος ὡς θεὸς τοὺς νεκροὺς ἠλευθέρωσεν, ἐπεί πως τάφῳ "διακονοῦσιν ἄγγελοι," πὼς δὲ "λευχείμονες" ὡς ἐπὶ νυμφίῳ ταῖς γυναιξὶν ἐμφανίζονται, πὼς δὲ πρὸς αὐτὰς ἔλεγον· ""Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· οὐκ ἔστιν ὧδε· ἠγέρθη γὰρ καθὼς εἶπεν." Τουτέστιν οὐρανὸς αὐτῷ "τόπος," ἐκεῖ τὰ "μύρα" πέμψατε. "Ἠγέρθη," οὐχ ἡμεῖς αὐτὸν ἠγείραμεν. Ὑμῶν ἕνεκα "τὸν λίθον ἐκυλίσαμεν·" πρὶν γὰρ ἡμᾶς "καταβῆναι," ὁ τάφος ἐκεκένωτο. Ἠγέρθη, καθὼς εἶπεν αὐτός."

Ὃ ἄγγελος εἶπεν, οὐ χωρεῖ οὐδὲ προφήτης ἑρμηνεῦσαι· Ὡσηὲ τὸν καιρὸν τῆς ἀναστάσεως λέγει, Ἠσαίας οἶδεν, ἀλλὰ τὸ πῶς οὐκ ἐπίσταται. Ταῦτα μὲν γὰρ Ὡσηὲ προφητείας τὰ ῥήματα· "Πορευσώμεθα καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς" πέπαικεν "καὶ ἰάσεται ἡμᾶς· πατάξει καὶ μοτώσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ." Ἄκουε πάλιν ποῖα Ἠσαίας ἐσάλπισεν· "Ἠισχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σαρών. Φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος. Νῦν ἀναστήσομαι, λέγει κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι. Νῦν ὄψεσθε, νῦν αἰσχυνθήσεσθε." Πρὸς γὰρ τοὺς Ἰουδαίους τὸν λόγον ἀπετείνετο· "νῦν ἀναστήσομαι" ὅταν ἐγείρω τὸν Ἀδὰμ ὃν ἡ παράβασις ἔρριψεν, "νῦν δοξασθήσομαι" ὅταν τοῖς ἔθνεσιν τῶν παθῶν συστήσω τὴν ἀπάθειαν, "νῦν ὑψωθήσομαι" τὴν ὑμετέραν "ἀπαρχὴν" εἰς οὐρανοὺς ὑψῶν καὶ εἰς τὴν καθέδραν τῶν χερουβὶν ἐπαίρων "τὴν τοῦ δούλου μορφὴν" ἥνπερ ἐξ ὑμῶν κέκτημαι, "νῦν ὄψεσθε" παυομένους τοὺς τύπους, ἀνθοῦσαν τὴν ἀλήθειαν, "νῦν αἰσχυνθήσεσθε" συκοφαντοῦντες ῥήμασιν καὶ ἡττώμενοι πράγμασιν, ὅτι τῷ θεῷ ἡ δόξα, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Τοῦ μακαρίου Ἡσυχίου, εἰς τὸ ἅγιον Πάσχα.



Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον

Πᾶσα μὲν εὐγνώμων γλῶττα τὴν παρθένον εἰκότως καὶ θεοτόκον ἀσπάζεται καὶ τὸν Γαβριὴλ μιμεῖται τὸν ἄρχοντα τῶν ἀγγέλων εἰς δύναμιν. Καὶ ὁ μὲν αὐτῇ χαίρειν λέγει, ὁ δὲ "Κύριος ἐκ σοῦ" προσφωνεῖ, διὰ τὸν ἐξ αὐτῆς τεχθέντα καὶ μετὰ σαρκὸς τῷ γένει τῶν ἀνθρώπων ἐπιφανέντα κύριον. Οὗτος αὐτὴν Μητέρα φωτὸς ἐπονομάζει, ἐκεῖνος Ἀστέρα ζωῆς, ἄλλος Θρόνον προσαγορεύει θεοῦ, ἄλλος Ναὸν οὐρανοῦ μείζονα, ἕτερος Καθέδραν τῆς τῶν χερουβικῶν καθέδρας οὐκ ἐλάττονα, ἕτερος πάλιν Κῆπον ἄσπορον, εὔφορον, ἀγεώργητον, Ἄμπελον εὔβοτρυν, εὐθαλῆ, ἀψηλάφητον, Τρυγόνα καθαράν, Περιστερὰν ἀμίαντον, Νεφέλην τὸν ὑετὸν χωρὶς φθορᾶς συλλαμβάνουσαν, Πήραν ἧς ὁ μαργαρίτης τοῦ ἡλίου λαμπρότερος, Μέταλλον ἐξ οὗ ὁ λίθος ὅλην καλύπτων τὴν γῆν οὐδενὸς αὐτὸν λατομοῦντος προέρχεται, Ὁλκάδα φόρτου γέμουσαν καὶ κυβερνήτου μὴ χρῄζουσαν, Θησαυρὸν πλουτοποιόν. Ἄλλοι δὲ ὁμοίως ἄστομον Λυχνίαν ἀφ' ἑαυτῆς ἅπτουσαν, Κιβωτὸν τῆς τοῦ Νῶε πλατυτέραν, εὐμηκεστέραν, ἐνδοξοτέραν· ἐκείνη ζῴων κιβωτός, αὕτη δὲ ζωῆς· ἐκείνη ζῴων φθαρτῶν, αὕτη δὲ ἀφθάρτου ζωῆς· ἐκείνη τὸν Νῶε, αὕτη δὲ τοῦ Νῶε τὸν ποιητὴν ἐβάστασεν· ἐκείνη διώροφα καὶ τριώροφα ἐκέκτητο, αὕτη δὲ ὅλον τῆς Τριάδος τὸ πλήρωμα, ἐπειδήπερ καὶ τὸ Πνεῦμα ἐπεδήμει καὶ ὁ Πατὴρ ἐπεσκίασε καὶ ὁ Υἱὸς ἐνεσκήνου κυοφορούμενος· "Πνεῦμα γὰρ ἅγιον", φησίν, "ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ." Ὁρᾷς ὅσον τὸ τῆς θεοτόκου παρθένου καὶ πηλίκον ἀξίωμα. Ὁ γὰρ μονογενὴς υἱὸς τοῦ θεοῦ, ὁ τοῦ κόσμου ποιητής, ὡς βρέφος παρ' αὐτῆς ἐβαστάζετο, καὶ τὸν Ἀδὰμ ἀνέπλασε καὶ τὴν Εὔαν ἡγίασε καὶ κατήργει τὸν δρά κοντα καὶ τὸν παράδεισον ἤνοιγε καὶ τὴν σφραγῖδα τῆς γαστρὸς ἠσφαλίζετο. Εἰκότως σφόδρα καὶ κατὰ λόγον, ἑκάτερον· τὸν γὰρ παράδεισον ἤνοιγεν, ἐπειδὴ λῃστὴν εἰσφέρειν καὶ πάντας εἰς αὐτὸν χειραγωγεῖν τοὺς κληρονόμους τῆς βασιλείας ἤμελλε. Τὴν σφραγῖδα τῆς γαστρὸς ἠσφαλίζετο, θεὸς καὶ Λόγος ὑπάρχων ὁ σαρκούμενος οὐδαμῶς θύρας πρὸς τὴν εἴσοδον ἢ τὴν ἔξοδον ἔχρῃζε.

Σοὶ μὲν οὖν, ὦ παρθένε, τοὺς ἐπαίνους οἱ προφῆται μερίζονται, καὶ λέγει τῶν θεοφόρων ἕκαστος ὅσα τῶν θαυμάτων ἐπιστεύθη μυστήρια. Καὶ ὁ μέν σε Ῥάβδον Ἰεσσαὶ καλεῖ, ἵνα τὸ ἄτρωτον καὶ ἀκαμπὲς τῆς παρθενίας αἰνίξηται. Ὁ δὲ Βάτῳ παραβάλλει καιομένῃ καὶ μὴ κατακαιομένῃ, ἵνα τὴν σάρκα τοῦ μονογενοῦς καὶ τὴν παρθένον τὴν θεοτόκον αἰνίξηται· ἡ μὲν γὰρ ἐκαίετο καὶ οὐ κατεκαίετο, ἐπειδήπερ ἔτεκε καὶ τὴν γαστέρα οὐκ ἤνοιξεν, συνέλαβε καὶ τὴν μήτραν οὐκ ἔφθειρεν, ἐξήγαγε τὸ βρέφος καὶ τὴν κοιλίαν ἐσφραγισμένην κατέλιπεν, ἐχορήγησε γάλα καὶ τοὺς μασθοὺς ἀψηλαφήτους ἐφύλαξεν, ἐβάστασε παιδίον καὶ τοῦ παιδίου πατέρα οὐκ ἐγίνωσκεν, ἐγένετο μήτηρ καὶ οὐκ ἐγένετο νύμφη. Υἱὸς ἐτρέφετο καὶ πατὴρ οὐχ ηὑρίσκετο· ὁ ἀγρὸς ἐκαρποφόρει καὶ ὁ καρπὸς γεωργὸν οὐκ ἐκέκτητο, θέρος ἀπέδωκε καὶ σπόρον οὐκ ἐδέξατο· ποταμὸς ἔτρεχε καὶ ἡ πηγὴ πανταχόθεν ἐκέκλειστο, εἰς ἔνδειξιν ὅτι καὶ μήτηρ ἐγένου καὶ τὰ μητέρων οὐκ ἔπαθες· ἔτεκες ὡς γυνὴ καὶ οὐκ ἐφθάρης ὡς γυνή· κατὰ νόμον ἐκυοφόρεις τῆς φύσεως, ἐπειδὴ τὸν τεταγμένον καιρὸν τῶν ὠδίνων ἀνέμενες· ἀλλὰ γὰρ καὶ συνέλαβες παρὰ νόμον τῆς φύσεως. Ἕτερός σε Πύλην κεκλεισμένην, ἐν ἀνατολαῖς δὲ κειμένην προσηγόρευσε καὶ τὸν βασιλέα, τῶν θυρῶν κεκλεισμένων, εἰσάγουσαν. Οὕτω δὴ καὶ ἐκφέρουσαν Πύλην σε κέκληκεν, ἐπειδὴ θύρα τοῦ παρόντος βίου τῷ μονογενεῖ γέγονας, Πύλην ἐν ἀνατολαῖς κειμένην, ἐπειδὴ "τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον" ἐκ τῆς σῆς γαστρὸς καθάπερ ἔκ τινος παστάδος βασιλικῆς προέρχεται. Σὺ τὸν βασιλέα, τῶν θυρῶν κεκλεισμένων, εἰσήγαγες, ἀλλὰ πάλιν ἐξήγαγες· οὔτε γὰρ συλλαμβανόμενος, οὔτε ὅλως τικτόμενος ὁ βασιλεὺς τῆς δόξης τὰς θύρας τῆς σῆς μήτρας ἠνέῳξεν, οὔτε τῆς παρθενίας τοὺς συνδέσμους ἐχαύνωσεν. Σὲ "Κῆπον κεκλεισμένον" ὠνόμασε καὶ "Πηγὴν ἐσφραγισμένην" ὁ ἐκ σοῦ νυμφίος, προεῖπεν ἐν τοῖς Ἄσμασι "Κῆπον κεκλεισμένον", ἐπειδὴ σοῦ μὲν δρεπάνη φθορᾶς ἢ τρύγητος οὐχ ἥψατο, ἄνθος δὲ τὸ ἐκ τῆς ῥάβδου τοῦ Ἰεσσαὶ καθαρῶς τῷ γένει τῶν ἀνθρώπων καὶ καθαρῶς παρίστησιν, ὑπὸ μόνου γεωργηθέν σοι τοῦ καθαροῦ καὶ ἀκηράτου Πνεύματος· "Πηγὴν ἐσφραγισμένην", ὅτι ποταμὸς ζωῆς ἐκ σοῦ προελθὼν τὴν οἰκουμένην ἐπλήρωσεν, ἀλλὰ κλάδος γαμικὸς τὴν σὴν πηγὴν οὐκ ἤντλησε.

Περὶ σοῦ Δαυὶδ τὸν ἐκ σοῦ κιθαρίζων οὐ παύεται· "Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου." "Ἀνάστηθι"· Πόθεν; Ἐκ τῶν κόλπων τοῦ Πατρός, οὐχ ἵνα χωρισθῇς τοῦ Πατρός|τοῦτο γὰρ οὐ θέμις ἢ νοεῖσθαι ἢ λέγεσθαι|, ἵνα δὲ τὴν οἰκονομίαν πράξῃς ἥτις ἄνωθέν σοι πρὸ αἰώνων καὶ πρὸ τῶν γενεῶν προώριστο. "Ἀνάστηθι", ἵνα τοὺς πεσόντας ἐγείρῃς, ἵνα τοὺς σκελισθέντας ὀρθώσῃς, ἵνα τὸ σὸν ἀναλάβῃς κτῆμα, παρὰ τοῦ ἐχθροῦ μέχρι τοῦ νῦν τυραννούμενον. "Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου", ἣν ἐπὶ τῆς γῆς ὥρισας καὶ εἰς τὴν Βηθλεὲμ ἔταξας, τὸ σπήλαιον καὶ τὴν φάτνην καὶ τὰ σπάργανα· ἐν οὐρανοῖς γὰρ οὐ χρῄζεις ἀναπαύσεως, αὐτὸς δὲ ἀνάπαυσις ὑπάρχεις ὅλης τῆς κτίσεως· ἐπὶ γῆς δὲ δι' ἡμᾶς τὰ τῆς σαρκὸς πάσχεις· ἢ γὰρ οὐχὶ καὶ πείνης καὶ δίψης καὶ κόπου ἠνέσχου; Ἀλλὰ γὰρ καὶ πεινῶν ἄρτος ὑπάρχεις ζωῆς, καὶ διψῶν αὐτὸς εἶ τῶν διψώντων παράκλησις|ποταμὸς γὰρ ἀφθαρσίας καθέστηκας|, καὶ κοπιῶν τοῖς περιπάτοις τῆς ξηρᾶς πεζεύεις κόπου χωρὶς τῆς θαλάσσης τὰ κύματα. "Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου"· ἡ παρθένος, ἡ θεοτόκος εὔδηλον. Εἰ γὰρ σὺ μαργαρίτης, εἰκότως ἐκείνη κιβωτός· ἐπειδὴ σὺ τυγχάνεις ἥλιος, οὐρανὸς ἀναγκαίως ἡ παρθένος κληθήσεται· ἐπειδὴ σὺ ἄνθος τυγχάνεις ἀμάραντον, ἄρα ἡ παρθένος ἀφθαρσίας φυτόν, ἀθανασίας παράδεισος.

Εἰς ἣν Ἠσαίας ταῦτα θεόθεν ἀρτίως προανεφώνησε λέγων· "Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ." "Ἰδοὺ ἡ παρθένος"· Ποία; |Ἡ τῶν γυναικῶν ἔγκριτος, ἡ τῶν παρθένων ἐξαίρετος, τὸ σεμνὸν τῆς ἡμετέρας φύσεως ἐγκαλλώπισμα, τὸ τοῦ πηλοῦ τοῦ ἡμετέρου καύχημα, ἡ τῆς αἰσχύνης τὴν Εὔαν καὶ τῆς ἀπειλῆς τὸν Ἀδὰμ ἀπαλλάξασα, ἡ τὴν παρρησίαν ἀποτεμοῦσα τοῦ δράκοντος· ἧς καπνὸς ἐπιθυμίας οὐχ ἥψατο, οὐδὲ σκώληξ αὐτὴν ἡδυπαθείας ἔβλαψεν. "Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται"· Πόθεν, ὦ προφῆτα; "Οὐ λέγω", φησί· "τοῦτο γὰρ τῷ Γαβριὴλ πεφύλακται. Πολλοὶ τῆς θεοτόκου διαιροῦνται τὰ θαύματα, πολλὰ δὲ ὅμως καὶ ἐξ αὐτῶν παραλέλειπται· πλὴν ἐγὼ τὸν τόκον τῆς ἀειπαρθένου πεπίστευμαι, Μιχαίας τὸν χῶρον ἐν ᾧ τὸ θαῦμα πέπρακται, Δαυὶδ τὸν καιρόν· αὐτὸς γὰρ τό "Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε" τῇ τῶν ψαλμῶν προφητείᾳ ἐνέθηκεν. Γαβριὴλ τοίνυν ἐρεῖ τὸ πόθεν· ἐκεῖνος γὰρ ἐξ οὐρανοῦ κατέρχεται, ἐκεῖνος ἐπ' αὐτὸ τοῦτο πρὸς τὴν παρθένον πέμπεται, ἐκεῖνος ἐν καιρῷ τοῦ τόκου παραγίνεται καὶ τοῦ τόκου τὴν ὑπόστασιν ἀναγκαίως ἑρμηνεῦσαι πιστεύεται. Εἰ δὲ καὶ παρ' ἐμοῦ μανθάνειν θέλεις, τὰ ἑξῆς τῆς προφητείας ἔπελθε· Καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ." Τί δέ ἐστιν Ἐμμανουήλ; "Μεθ' ἡμῶν ὁ θεός." Μὴ τοίνυν θεὸς ἀπὸ γάμου καὶ φθορᾶς συλλαμβάνεται, καὶ ἐξ ἀνδρὸς καὶ κοίτης τεχθῆναι ἢ σαρκωθῆναι δύναται; Οὐδαμῶς, ἀλλ' ἐξ ἐνεργείας θεοῦ, ἐξ ἐπιφοιτήσεως ὑψίστου, ἐκ παρουσίας Πνεύματος.

Τοιγαροῦν ἡνίκα ἡ παρθένος πρὸς τὸν Γαβριὴλ ἔλεγε· "Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;" τουτέστιν· "Ἐκπλήττει με τὸ θαῦμα, καταπλήττει με τὸ ῥῆμα", καὶ ὁ τοῦ ἀγγέλου χρηματισμὸς τὴν παρθένον ἐξίστησιν. "Θαυμαστὰ λέγεις, ἐμοὶ δὲ διὰ τὸ ξένον ὕποπτα. Δέδοικα τοῦ εὐαγγελισμοῦ τὸ καινόν, θορυβοῦμαι πρὸς τὸ λίαν τῶν λεγομένων ἄηθες. "Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;" Πῶς ἔσομαι μήτηρ, μὴ γενομένη νύμφη; Οὐκ ἔφθειρα τὸ τῆς ὥρας ἄνθος, τὸν ζωστῆρα τῆς παρθενίας οὐκ ἔλυσα, τὸν δεσμὸν τῆς μήτρας οὐκ ἐχαύνωσα, τὴν σφραγῖδα τῆς γαστρὸς οὐ παρέλυσα." Ὁ δὲ ἄγγελος παραχρῆμα ἐπήγαγε· "Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι" τουτέστιν· "Εἰ ἐγίνωσκες ἄνδρα, οὐκ ἂν ἔτεκες θεόν, δούλου μορφὴν λαβεῖν ἐκ σοῦ διὰ σὲ χωρὶς φθορᾶς εὐδοκήσαντα, οὐκ ἂν ὄργανον ἐγένου τῆς τοῦ πάντα παραγαγόντος σαρκώσεως. Ἀλλ' ἐπειδὴ καθαρὰ τυγχάνεις κοίτης γαμικῆς, ἐπειδὴ τὸν ναὸν ἄφθαρτον καὶ τὴν σκηνὴν ῥύπου παντὸς ἐλευθέραν ἐτήρησας, καὶ ὁ Πατὴρ ἐπιδημεῖ σοι καὶ τὸ Πνεῦμα ἐπισκιάζει καὶ μετὰ σαρκὸς ἐκ σοῦ ὁ Μονογενὴς τίκτεται. Σὺ οὖν μηδαμῶς διακριθῇς τὰ ἑξῆς μυστήρια, μὴ διακριθῇς ἐν σπηλαίῳ τίκτουσα τὸν ὅλης τῆς κτίσεως δημιουργόν, μὴ διακριθῇς ἐν φάτνῃ καθίζουσα τὸν ἐπὶ τῶν νώτων τῶν χερουβὶμ καθεζόμενον, οὐκ ἔχουσα τόπον ἐν τῷ καταλύματι καὶ μήτηρ βασιλέως τῶν ἄνω καὶ τῶν κάτω τυγχάνουσα."

Ἑκὼν γὰρ ἐκ σοῦ πτωχεύει, ἵνα καὶ τοὺς πλουσίους χαλινώσῃ, καὶ τοῖς πτωχοῖς ὑπόθεσις ὑπομονῆς καὶ διδάσκαλος εὐχαριστίας γένηται. Ἑκὼν ἐπὶ τῆς φάτνης τίθεται, ἵνα οἱ κτηνώδεις προσδράμωσι καὶ τὸν Λόγον εὕρωσιν ἐπὶ τῆς φάτνης καθήμενον, ἵνα ἀναλάβωσιν ἐξ αὐτοῦ τὸ λογικὸν ἀξίωμα, ἵνα σῖτον εὕρωσι προσδοκήσαντες ἄχυρα, ἵνα ὡς κτήνη προσδράμωσι δράγματα κριθῆς ἐπὶ τῆς φάτνης εὑρεῖν οἰόμενοι καὶ τὸν ἄρτον τὸν ἀληθινὸν φάγωσι, τὴν τροφὴν τῆς ζωῆς, τὸ δεῖπνον τοῦ φωτός, τὴν βρῶσιν τῆς χαρᾶς, τῆς ἀφθαρσίας τὸ γλύκασμα, ἐξ οὗ τῆς βασιλείας ἡ γνῶσις, τῆς υἱοθεσίας ὁ ἀρραβών, ὁ τῶν οὐρανῶν κλῆρος, ἡ κοινωνία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς τὴν ἁγίαν Μαριὰμ τὴν θεοτόκον

Πᾶσα μὲν μνήμη δικαίων πανεύφημος καὶ πᾶσα πανήγυρις θεοφιλῶν εὐκλεής, πάντες ὑπὲρ τῆς εὐσεβείας ἠρίστευσαν, πάντες τοὺς πόνους ὑπὲρ τῆς ἀληθοῦς ὁμολογίας ὑπεδέξαντο, πάντες διὰ τοὺς τῆς ἀληθείας στεφάνους τοῖς κινδύνοις ἐνεβάκχευσαν, ἡ δὲ παροῦσα νῦν ἡμέρα τῆς ἑορτῆς ὑπερένδοξος· παρθένου γὰρ περιέχει πανήγυριν, ἥτις τοσοῦτον ὑπερέβαλε πάσας ὡς καὶ αὐτὸν τὸν θεὸν Λόγον ἐθελοντὶ ὑποδέξασθαι χωρηθέντα παρ' αὐτῆς ἀστενοχωρήτως. Πρὸς ἣν πρὸ τοῦ παντὸς ὁ τῶν ἀρχαγγέλων Γαβριὴλ ἀνεβόησε πρῶτος· "Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ· ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ" Ἐμμανουήλ. Χαρᾶς εὐθὺς ἀρχὴ πρὸς αὐτὴν τὰ παρὰ τοῦ Γαβριὴλ εὐαγγέλια· ἐπειδὴ γὰρ ἡ πρώτη παρθένος ταῖς τῆς ἀποφάσεως ἐπὶ τῇ παραβάσει περιεκέκλειστο λύπαις, καὶ τὰ τῶν στεναγμῶν ἐξ αὐτῆς ἀνεβλάστανον πλήθη, καὶ πᾶσα γυνὴ δι' αὐτὴν ἐν ὀδύνῃ καὶ τόκος ἅπας δι' αὐτὴν ἐν πικρίᾳ, ἡ δευτέρα παρθένος διὰ τῆς προσηγορίας τὸ τοῦ θήλεος πᾶν θλιβερὸν ἀπώσατο καὶ πᾶσαν λύπης πηγὴν ἐπὶ τοῖς τόκοις ἐνέφραξε καὶ τὸ τῆς ἀθυμίας ἐπὶ τῇ τεκνογονίᾳ τῶν γυναικῶν διεσκέδασε νέφος καὶ τὰ τῆς χαρᾶς τὰς ὁμοφύλους περιήστραψε φῶτα, παρὰ τοῦ Γαβριὴλ ἐπακούσασα· "Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ."

Οὐχ ἡσυχῆ τὸν ἀσπασμὸν ἐδέξατο ἀλλὰ τῆς τοιαύτης φωνῆς ἐπακούσασα, καὶ τὸν ἀρχάγγελον θεωρήσασα κατὰ τὴν οἰκίαν παρὰ πρόθεσιν, καὶ τῆς περὶ τὸν τόκον τοὺς λογισμοὺς συγκλονηθεῖσα φωνῆς, τοιαύτας τινὰς πρὸς τὸν ἀρχάγγελον ὡς εἰκὸς προὐ βάλλετο ῥήσεις· "Ὅλα, λέγουσα, παράδοξα καὶ ξένα ὁρῶ σήμερον ἐπὶ σοῦ", καὶ τό· "Πῶς ἐτόλμησας μὴ μεμνηστευμένῃ αὐθάδως ἐπιβῆναι παρθένῳ καὶ τῶν ἀπίστων σου ῥημάτων τὸ κήρυγμα φάναι; Λέγεις γάρ με τίκτειν ἄνευ σπόρου παιδίον. Ἄνευ γάμου ἔφης συλλαβεῖν, ἄνευ συντυχίας καὶ ὁμιλίας ἀνδρὸς καρπογονῆσαι τὸ τῆς μήτρας χωρίον. Τίς εἶδε, τίς ἤκουσεν ἐξ ἀρχαιογονίας τὸ πρότερον ἄρουραν ἀγεώργητον ἐξανθήσασαν ἄσταχυν, ἢ γῆν ἀφύτευτον βότρυν βλαστήσασαν, οἶνον ἄνευ ἀμπέλου, ἢ ποταμὸν ἄνευ πηγῆς προιόντα; Ὅπερ οὐδεὶς πρώτων αἰώνων ἢ τοῖς ὠσὶν ἤκουσεν, ἢ κατώπτευσε τοῖς ὀφθαλμοῖς γεγονός. Πῶς πιστεύσω σοι πρὸς ἐμὲ κωμῳδοῦντι;"
Τί οὖν ὁ Γαβριὴλ πρὸς αὐτὴν δυσπιστοῦσαν; | "Ὅπερ ἔμαθον εἶπον, ὅπερ ἤκουσα λέγω· "Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ", ὥσπερ ὑπάρχων πρὸς οὗ, ὡς πρὸς ὃν πάσης κτίσεως, ὡς κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, ὡς τῶν αἰώνων πατήρ, ὡς τοῦ κόσμου γεννήτωρ, ὡς τοῦ παντὸς ποιητής, ὡς τῶν οὐρανῶν ἀρχαιότερος, ὡς τῶν ἀγγέλων δημιουργός, ὡς τῆς ἀνθρωπότητος πλάστης, ὡς "τῶν ἀπολλυμένων σωτήρ". Οὐδὲν πλέον τούτων ἀπαγγέλλειν ἰσχύω· οὐ γὰρ τὸ πῶς λέγειν προσετάχθην, παρθένε, ἀλλὰ τοῦ εὐαγγελισμοῦ πρὸς σὲ διακονῆσαι τὰ πράγματα. Θαύμαζε οὖν σὺν ἐμοὶ τὸ μυστήριον καὶ ἀνενδοιάστως δέχου τὰ εὐαγγέλια." Ἡ δέ φησιν· "Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου." Τοῖς ἀρχαγγελικοῖς τοίνυν καὶ ἡμεῖς μαθητεύσωμεν λόγοις τοῦ Γαβριὴλ περὶ τῆς δεσποτικῆς γεννήσεως, ταῖς ἐκείνου τρίβοις κατόπιν ὁδεύσωμεν, ὡς ἐκεῖνος ἐκθειάζωμεν ἀπεριέργως τοῦ τόκου τὴν δύναμιν.

Παρὰ τῶν Μάγων εὐσεβεῖν διδαχθῶμεν, μᾶλλον δὲ παιδευθῶμεν, οἵτινες ζητοῦντες τὸ βρέφος, ποδηγοῦντος ἀστέρος, οὐκ εἶπαν πρὸς τοὺς ἐρωτωμένους· "Πῶς ἡ σύλληψις θεία, πῶς ἄσπορος ἡ νηδύς, πῶς ἄφθορος ὁ τόκος, πῶς μετὰ τὸν τόκον ἐν παρθένοις ἡ μήτηρ, πῶς ὑπὸ ἐνιαυτοὺς ὁ προών, πῶς ἐν χρόνοις ὁ πρὸ τῶν αἰώνων, πῶς ἡ τῆς μήτρας τὸν ἀχώρητον ἐχώρησε φύσις, πῶς γέγονε σὰρξ μὴ τραπεὶς ὁ ἀσώματος, πῶς ὁ θεὸς Λόγος ἐν τῇ παρθενικῇ κενώσας ἑαυτὸν νηδύι πανεύφημος πρὸς δούλου μορφὴν ἀρρήτως ἐξ αὐτῆς ἐσαρκώθη, πῶς ὁ τέλειος βρέφος, πῶς ὁ τρέφων θηλάζει, πῶς ὁ πάντα περιέπων ἀγκάλαις περιέχεται, πῶς "ὁ τοῦ μέλλοντος αἰῶνος πατὴρ" νήπιον, πῶς ὁ ἄνω καὶ κάτω, πῶς ὁ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς, πῶς ἐν σπαργάνοις ὁ τῶν χερουβικῶν ἁρμάτων ἡνίοχος, πῶς "ὁ ἐν κόλποις τοῦ Πατρὸς" ἐν φάτνῃ, πῶς ἐν σπαργάνοις "ὁ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ" καὶ τὰ ἄλλα πάντα ἅπερ καὶ λαλεῖν φρικτόν;" Ἀλλὰ μετὰ δώρων σιγῇ καταλαβόντες τὸ σπήλαιον, μετὰ τὴν ἐρώτησιν τῷ βασιλεῖ καὶ θεῷ πρεπῶδες προσκομίσαντες σέβας, πρὸς τὴν ἐνεγκαμένην μετὰ χαρᾶς ἦσαν φιλυπόστροφοι, ἀπαρχὴ θεογνωσίας ἀναδειχθέντες τοῖς ἔθνεσιν.

Οὓς τὰ μὲν ἔθνη ἐζήλωσαν· Ἰουδαῖοι δὲ ἀκαμπεῖς, μᾶλλον δὲ σκληροτράχηλοι ὄντες, οὐδὲ τὸν "ἥλιον τῆς δικαιοσύνης" ἐν τοῖς οἰκείοις τόποις φανέντα πρὸς ἐπίγνωσιν ἐσπούδασαν μιμήσασθαι τοὺς ὑπὸ ἀστέρος μακρόθεν ὁδηγηθέντας. Ἐγὼ δέ, ἀγαπητοί, πρὸς τὸ πρόθυμον ὑμῶν τῆς ἀκροάσεως τῶν θείων λογίων ὁρῶν καὶ τὸ περὶ τοὺς ἐξηγουμένους φιλόστοργον, τῇ φιληκοίᾳ ὑμῶν νικώμενος πρὸς τὸν τῆς διδασκαλίας διανίσταμαι πόθον, τῇ τῆς ἀγάπης ὑμῶν συγκροτήσει τερπόμενος· ὑμεῖς γὰρ τοὺς λέγοντας, ὡς πολυίστορες μαθηταί, συνεχῶς συγκροτεῖτε, ὑμεῖς τὸν κυβερνήτην ὡς ἐπιβάται ῥυθμίζετε, ὑμεῖς τὰ τῆς γλώττης πηδάλια προσευχαῖς διακρατεῖτε. Τίς τὸν ζῆλον ὑμῶν ἀπαγγεῖλαι ἐπαξίως δυνήσεται; Τίς τὸ καθ' Ἑλλήνων ὑμῶν ἐξηγήσεται μῖσος; Τίς τὸ καθ' αἱρετικῶν ὑμῶν ἀναπετάσει θράσος; Τίς τὸ πρὸς Ἰουδαίους ὑμῶν δυσμενὲς δυνήσεται ἀναγγεῖλαι; Βδελυκτοὶ γὰρ μετὰ τῶν ἄλλων ἀληθῶς Ἰουδαῖοι, οὐδὲν πεινῶντες καὶ διψῶντες ἀεὶ ἀλλ' ἢ φόνους ἀθῴους, οὐδενὶ χαίροντες ἢ τὸ λάκκοις, ἐρρίπτειν τοὺς προφήτας, τὸ κατ' ἐδάφους ἕλκειν καὶ λιθάζειν δικαίους, τὸ μαχαίραις ἐκκεντεῖν καὶ μερίζειν πρίοσι τοὺς τῆς εὐσεβείας κήρυκας, τὸ κόπτειν χειρῶν καὶ ποδῶν μέρη τῶν εὐσεβῶν, καὶ ταῖς χερσὶν ᾑμαγμέναις κρατεῖν τὰ πρὸς ἄμυναν ὄργανα, τὸ τὰς παλάμας φοινίσσειν τῇ συνεχεῖ ἀναιρέσει τῶν δικαίων· οἵτινες τοσοῦτον πρὸς δυσσεβεστάτην κατὰ τοῦ σωτῆρος ἡμῶν ἐληλάκασι τόλμαν ὡς ἀνέδην ἐπὶ τοῦ παρόντος πρὸς αὐτὸν ἀνακράζειν· "Ἡμεῖς οἴδαμεν ὅτι Μωυσῇ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν."

Ὢ τῶν τολμηρῶν πραγμάτων. Ὢ μίσους πρὸς Ἰουδαίους πρὸς φυγὴν ἀτονοῦντος. Ὁσάκις γὰρ ἂν τὴν πρὸς αὐτοὺς δραπετεῦσαι βουληθῶ βδελυρίαν, τοσαυτάκις μοι φανερῶς ἀπαντῶσιν, ἢ προφητῶν ἐγκαλούμενοι λόγοις, ἢ ταῖς τοῦ νόμου συλλαβαῖς ὑβριζόμενοι, ἢ ταῖς τῶν προσκυνουμένων εὐαγγελίων ἐνειλούμενοι βίβλοις, ὡς καὶ νῦν αἱ θεῖαι σελίδες ὑπ' ὄψιν ἡμῖν αὐτοὺς παρήγαγον, τὰς ἀναισχύντους περὶ τὸν δεσπότην τῶν ὅλων προβαλλομένους φωνὰς καὶ λέγοντας τολμηρῶς ἅπερ ἠκούσατε· "Μωυσῇ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν." Ὢ τῆς φανερᾶς ἀναιδείας. Ὢ τῆς ἀνακεκαλυμμένης τῶν λῃστῶν γλωσσαλγίας. Ὢ τῆς τυφλῆς τῶν λόγων ἐναντιότητος. Ὅτε μὲν γὰρ Ἡρῴδης "παρ' αὐτῶν ἐπυνθάνετο ποῦ ὁ Χριστὸς γεννᾶται", παρρησιωδέστερον ἔλεγον· "Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας", καὶ τὴν τῆς προφητείας ἐπεδείκνυον χρῆσιν καὶ τὸν ἱεροφάντην μαρτυροῦντα παρῆγον· "Προφήτης μέγας ἐγήγερται" ἐν τῷ Ἰσραήλ. Καὶ νῦν κεκαλυμμένῳ προσώπῳ κεκράγασι· "Μωυσῇ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν." Ὄντως "οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται." Ἀληθῶς οὗτος "λαὸς μωρὸς καὶ οὐχὶ σοφός." Εἰκότως ὁ Χριστὸς πρὸς αὐτοὺς ἀνεβόα· "Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν καὶ οὐκ ἐκόψασθε." Τίς πρὸς τὴν οὕτως κατ' αὐτῶν παρατάξηται ἀγνώμονα γνώμην; Τίς τὴν φιλόνεικον αὐτῶν δυσμένειαν διελέγξει; Τοσαύτας αὐτοῖς θαυματουργίας ὁ Χριστὸς περιήντλησε, τοὺς παραλελυμένους νευρῶν, τοὺς λεπροὺς καθαρίζων, τοὺς κακωμένους ὑγιάζων, τοὺς δαιμονιῶντας ἰώμενος, ἀνοίγων τῶν ὀμμάτων τὰ βλέφαρα, τοὺς νεκροὺς αὐτῶν ἀνιστῶν ἐκ τάφων, ὕδωρ εἰς οἶνον μεταποιῶν, καὶ ἄλλα μυρία παρέχων ἅπερ ἐργῶδες λαλεῖν. Καὶ πίστεως παρ' αὐτοῖς οὐδαμοῦ κἂν βραχύ.

Ἔστω ἡμῖν οὐ πείθῃ, ὦ Ἰουδαῖε, τοὺς ἱεροφάντας ἀνάγνωθι, τὰς παρὰ σοὶ κειμένας σελίδας ἀνάπτυξον. Μὴ δέξῃ τὸν Πέτρον μηδὲ τὸν Παῦλον. Τοὺς εὐαγγελιστὰς ἀφωσίωσαι. Ἄκουσον γοῦν καὶ Μωυσέως. Τί ἐν νόμῳ προέγραψε; | "Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεός, ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσετε." Βλέπε τί προφητεύων Ἠσαίας βοᾷ· "Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ." Ἄκουσον Ἰερεμίου κεκραγότος μεγάλα· "Οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν." Καὶ ὑποκαταβαίνων φησίν· "Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη." Ὅρα πάλιν τί Ζαχαρίας ἐσήμανεν· "Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ" καὶ Μαλαχίας· "Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης> καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ." Καὶ τὸν λόγον αἱμόρρους γυνή, μετὰ πολλὰ ἔτη ἰαθεῖσα, σὺν καὶ ἄλλοις ἐβεβαίωσε καὶ ἐσφράγισε, τῇ ἁφῇ τοῦ κρασπέδου δεξαμένη τὴν ἴασιν. Τί; Τὸν Ἰεζεκιὴλ καὶ τὸν "ἄνδρα τῶν ἐπιθυμιῶν" φιλολόγως ἀνάγνωθι. Πῶς ὁ μέν; "Αὕτη ἡ πύλη" τοῦ κυρίου, ἔλεγε, "καὶ εἰσελεύ σεται κύριος δι' αὐτῆς καὶ ἐξελεύσεται καὶ ἔσται ἡ πύλη κεκλεισμένη." Ὁ δὲ Δανιήλ· "Ἐθεώρουν", φησίν, "καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος."

Παράστηθι τῷ Ἰακὼβ καὶ τί λέγει μεταξὺ τῶν εὐλογιῶν κατάμαθε. "Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν." Ἅψαι τῆς κιθάρας τοῦ Πνεύματος καὶ θέασαι τί Δαυὶδ ἀκριβῶς ἐμελῴδησε· "Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος." Παρθένος γὰρ ἡ μήτηρ καὶ μετὰ τόκον διέμεινε, τῆς παρθενίας σφραγῖδας ἃς ἡ φύσις ἐπέθηκεν ἀπαρασαλεύτους φυλάττουσα. Πάλιν ὅρα τί λέγει Δαυίδ· "Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη", καὶ ἑξῆς· "Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης." Μὴ ταῦτά τις τῶν διδασκάλων τῶν ἡμετέρων προεμήνυσε; Μή τις τῶν μαθητῶν τοῦ σωτῆρος ἐν δέλτοις ἢ χάρταις τὰ τοιαῦτα συνέγραψεν; Οὐχ ὅσοι περὶ αὐτοῦ προεκήρυξαν τὰ τῆς περιτομῆς ταῦτα περιεσάλπισαν τέκνα; Οὐχ οἱ τοῦ Ἀβραὰμ ἔγγονοι ταῦτα ἀνεκήρυξαν; Ἐν τούτοις οὐ χαίρει πιστεύειν; Ἐντράπηθι τοὺς δαίμονας ἀναβοῶντας καὶ λέγοντας· "Τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ" τοῦ ζῶντος; Αἰδέσθητι ἀγγέλων καὶ ἀνθρώπων καὶ δαιμόνων καὶ πάσης ὁμοῦ τῆς κτίσεως τὴν περὶ τοῦ δεσπότου Χριστοῦ ὁμολογίαν. Εἰ δὲ καὶ τούτους παραιτῇ, δέξαι τὴν τοῦ Πατρὸς ἐπ' αὐτῷ μαρτυρίαν οὐρανόθεν βροντῶσαν· "Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα"· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ἅγιον Ἀνδρέαν τὸν ἀπόστολον.

Σάλπιγξ ἡμᾶς ἀποστολικὴ πρὸς πανήγυριν ἤθροισεν, σάλπιγξ ἣν ἐχάλκευσεν ὁ Χριστὸς σφύρᾳ τῷ σταυρῷ, ἄκμονι τῷ εὐαγγελίῳ, πυρὶ τῷ πνεύματι, ἀσκοῖς εἰπεῖν θαρρῶ παλαιᾷ καὶ νέᾳ διαθήκῃ χαλκευσάμενος, σάλπιγξ ἣν εἰπεῖν οὐκ ἄτοπον, προφητικόν τε ὁμοῦ καὶ ψαλμικὸν αὐτῇ δανεισάμενος ἐγκώμιον· "Σαλπίσατε". Πᾶσι γὰρ Ἀνδρέας τῆς χάριτος μεταδίδωσι, πᾶσιν δανείζει τὴν χορηγίαν τοῦ Πνεύματος, πάντας εἰς τὸν ἀγῶνα στρατολογεῖ ὁ πρὸ πάντων κληθεὶς μετὰ πάντων στεφανωθῆναι βουλόμενος. "Σαλπίσατε", ἐπειδὴ σάλπιγγος ἄξια τοῦ Χριστοῦ τὰ μυστήρια πάσῃ διαδοθῆναι τῇ γῇ, πᾶσιν ὀφείλονται κηρυχθῆναι τοῖς ἔθνεσιν. "Σαλπίσατε", ἐπειδὴ σάλπιγγος νοητῆς τεκμήριον ἡ πανήγυρις· πολέμου γὰρ χρεία καὶ μάχης, ἀγῶνος καὶ πάλης, ὅπλων δεξιῶν καὶ ἀριστερῶν εἰς τὴν τοῦ προκειμένου κατόρθωσιν. "Σαλπίσατε", ἵνα τῇ φωνῇ τὸν ἐχθρὸν καταλάβητε καὶ τῆς νοητῆς Ἰεριχὼ τὰ τείχη καταστρέψητε. Ὁ ἦχος εἰς ὦτα κωφῶν εἰσέλθοι, ἐκ νεκρῶν ἐγείροι τοὺς ἴσα θανάτῳ τὸν βαρὺν ὕπνον τῆς ἁμαρτίας καθεύδοντας. "Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι"· νῦν γὰρ ὁ βίος ἡμῶν νεομηνία γέγονεν, τὸ γῆρας ἀπέθετο, τὰς ῥυτίδας ἀπέσμηξεν, νέος ἐκ παλαιοῦ διὰ τὸν ἐγκαινισμὸν τοῦ μυστηρίου γεγένηται "ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν". Τί γὰρ τῆς παρούσης ἑορτῆς εὐσημότερον ἐν ᾗ πάντα τὰ ἔθνη κροτήσει χεῖρας; Πᾶσα ἡ γῆ πρὸς εὐωχίαν συνάγεται, βασιλεῖς τιμῆσαι τὸν ἁλιέα συντρέχουσιν, οἱ ζῶντες τροφὴν αἰτοῦσιν τὸν εἶναι δοκοῦντα νεκρόν, οἱ σοφοὶ πρὸς τὸν ἀγράμματον ὡς πρὸς διδάσκαλον σπεύδουσιν· κοινὸν τοῦ κόσμου τὸ τοῦ πτωχοῦ δεῖπνον, κοινὴ πρὸς πάσας τὰς πόλεις ἡ πανήγυρις.

Σάλπιγξ ἡμᾶς ἀποστολικὴ πρὸς πανήγυριν ἤθροισεν, Ἀνδρέας ὁ τοῦ χοροῦ τῶν ἀποστόλων πρωτότοκος, ὁ πρωτοπαγὴς τῆς ἐκκλησίας στῦλος, ὁ πρὸ Πέτρου Πέτρος, ὁ τοῦ θεμελίου θεμέλιος, ὁ τῆς ἀπαρχῆς ἀρχή, ὁ πρὶν κληθῆναι καλῶν, ὁ πρὶν σφραγισθῆναι σφραγίζων, ὁ πρὶν προσαχθῆναι προσάγων, εὐαγγέλιον κηρύττων ὃ μηδέπω πεπίστευται, θύραν ἀνοίγων ἣν τέως οὐκ ἦν εἰσελθών, πρὶν μαθεῖν ἀποκαλύπτων τὴν ζωήν, ἄρτον ἐπαγγελλόμενος ὅσον μετὰ χεῖρας οὐκ ἔλαβεν. Μὴ γάρ τι μέγα ἢ μικρὸν τῶν εἰς μάθησιν ἀκηκοὼς ἐτύγχανεν; "Ποῦ μένεις;" αὐτὸς τῷ Ἰησοῦ ἔλεγεν. Ὁ δέ· "Ἔρχεσθε καὶ ὄψεσθε." Καὶ τί τοιοῦτον ἡ λέξις εἶχεν οἷον Ἀνδρέας προλαμβάνει καὶ φθέγγεται; Μὴ γὰρ τὴν ἑαυτοῦ δόξαν ἐν τούτοις ὁ Χριστὸς ἀπεκάλυψεν; Μὴ ὅσης ἂν εἶχεν δυνάμεως ἑαυτὸν ἔδειξεν; Μὴ δημιουργὸν ἑαυτὸν καὶ ποιητὴν ἀπήγγειλεν; Μὴ χωλῶν ἔταξε δρόμον; Μὴ τυφλῶν ἀνῆψεν ὀφθαλμούς; Μὴ ὑπὲρ φύσιν ἠνάγκασεν; Πόθεν σοι τοίνυν τοιαῦτα περὶ αὐτοῦ λέγειν; Πῶς γέγονας προφήτης, πῶς θεοφόρος ἀθρόον; Τί θορυβεῖς τοῦ Πέτρου τὰς ἀκοάς; Τί φθάσαι σπεύδεις ὃν οὐ δύνῃ φθάσαι; Ἀλλ' Ἰωάννης, ἐρεῖς, πρὸς τούτους σε τοὺς λόγους ἐκίνησεν. Καὶ μὴν ταῦτα μόνα σου παρόντος ἐφθέγξατο· "Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου." Σὺ δὲ ἀμνὸν ἀκούσας εὐαγγελίζει θεόν, ἀφῆκας τὰ κάτω καὶ τὰ ἄνω πολυπραγμονεῖς, εἴασας τὴν λίμνην καὶ τὸ δίκτυον εἰς τὸν οὐρανὸν ἔπεμψας· μὴ γὰρ ταῦτα σαγήνη θηρᾶν οἶδεν, μὴ κάλαμος ἁλιευτικὸς ἕλκει; Σοῦ τῆς χειρὸς ἡ γῆ καὶ ὁ οὐρανὸς κρέμαται. Τί λέγεις· "Εὑρήκαμεν τὸν Μεσσίαν τὸν λεγόμενον Χριστόν"; Ποῦ γὰρ αὐτὸν καὶ πῶς καὶ πότε ἀπώλεσας; Εὑρίσκει τις τὸ ἀπολωλός· ὁ δὲ πάντας σῴζων πῶς ἀπολέσθαι δύναται; Ὁ πανταχοῦ παρὼν πῶς εὑρεθῆναι δύναται ἢ λέγεται; Ἀλλὰ γὰρ οἶδεν ὁ Ἀνδρέας ὃ λέγει· Εὑρήκαμεν ὃν ἀπώλεσεν ὁ Ἀδάμ, ὃν ἐζημιώθη ἡ Εὔα, ὃν ἡ νεφέλη τῆς ἁμαρτίας ἀπὸ τῶν ὀφθαλμῶν τῶν ἡμετέρων ἔκρυψεν, ὃν ἐχώρισεν ἡ παρακοὴ καὶ μακρὰν ἐγγὺς ὄντα καὶ παρόντα νομισθῆναι πεποίηκεν. Εὑρήκαμεν ὃν ἐκζητῆσαι καὶ Δαυὶδ ἐσεμνύνετο· "Ἐν ἡμέρᾳ", φησίν, "θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα." Ἀλλὰ καὶ Σοφονίας βοᾷ· "Ζητήσατε τὸν κύριον, πάντες ταπεινοὶ γῆς"· εὑρεθεὶς γὰρ τοὺς ταπεινοὺς ἀνυψοῖ, ἐγείρει τῆς γῆς, ἀπαλλάττει τῆς φθορᾶς, τῶν ὑψηλῶν ὑψηλοτέρους δείκνυσιν.

Εὗρεν οὗ τὴν εὕρεσιν ἡμῖν προφήτης ἄριστος Ὡσηὲ διελέγετο· "Ἐν ἡμέρᾳ θλίψεως αὐτῶν, ὀρθριοῦσι πρός με λέγοντες· πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς πέπαικεν καὶ ἰάσατο ἡμᾶς· πατάξει καὶ μοτώσει ἡμᾶς· ὑγιώσει ἡμᾶς μετὰ δύο ἡμέρας, καὶ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα ἐναντίον αὐτοῦ, καὶ διώξομεν τοῦ γνῶναι τὸν κύριον· ὡς ὄρθρον ἕτοιμον εὑρήκαμεν αὐτόν, καὶ ἥξει ἡμῖν ὡς ὑετὸς πρώιμος καὶ ὄψιμος τῇ γῇ." Ἐνταῦθά μοι κάλει τὸν Ἰουδαῖον εἰς κρίσιν, εἰς δικαστήριον ἄγαγε τὸν ἀγνώμονα. Ἀνάγνωθι τὸν προφήτην καὶ τὴν βίβλον περίπτυξον. Προφερέσθω κατ' αὐτοῦ τὰ παρ' αὐτοῦ· παρ' αὐτῷ γὰρ γέγραπται, εἰ καὶ παρ' ἐμοὶ πέπρακται. Λέγω τοίνυν τὴν ἑρμηνείαν τῶν προφητικῶν. Σύστηθί πως ἐπὶ σοὶ πῶς καὶ πότε γεγένηται· ὅτι μὲν γὰρ ἐπατάχθητε, καὶ ὑμεῖς ὁμολογεῖτε καὶ ἡμεῖς αἰσθανόμεθα· ἀλλ' οὐ βλέπω σου θεραπείαν, οὐ θεωρῶ τὴν ἴασιν. Τοὐναντίον δὲ τὸ τραῦμα ἐν φλεγμονῇ, ἡ νόσος χαλεπωτέρα γέγονεν, ἡ ἀρρωστία ἀπογνωσθεῖσα πρὸς θάνατον ἔδραμεν. Ἐπειδὴ τοίνυν οὐκ ἔχεις τῆς προφητείας παρασχεῖν τὴν ἀπόδειξιν, ἐγὼ καὶ τὸν λόγον τὸν προφητικὸν ἑρμηνεύσω· τὸν καιρὸν παριστῶ καὶ τὸν τόπον ἐπιδείκνυμι καὶ πᾶσαν καλῶ τὴν κτίσιν, οὐ τοῖς ἐμοῖς ῥήμασιν ἀλλὰ τοῖς θείοις μαρτυρῆσαι δεσποτικοῖς θαύμασι.

Πέπαικε τοίνυν ἡμᾶς ὁ θεός, ἡνίκα τοῦ Ἀδὰμ κατεδίκασε θάνατον, ὅτε τὸν ἄρτον ἡμᾶς ἐσθίειν ἐν ἱδρῶτι τοῦ προσώπου κατέκρινεν, ὅτε τὴν γῆν ἡμῖν ἀνατέλλειν ἀκάνθας καὶ τριβόλους ἐκέλευσεν, ὅταν διὰ τοῦ πρωτοπλάστου ὅλον τὸ γένος ἐκ "τοῦ παραδείσου τῆς τρυφῆς" ἐξέβαλεν. Ἀλλὰ παίσας ἰάσατο καὶ πατάξας ἐμότωσεν. Πῶς καὶ τίνα τρόπον; Ἄκουε τοῦ Ἠσαίου λέγοντος· "Παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτῷ· τῷ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν", ὥστε οὐδὲν τῶν εἰρημένων τῷ προφήτῃ διέψευσται. Δείξει γὰρ τὰ ἐχόμενα μάλιστα· "Πατάξει ἡμᾶς καὶ ὑγιώσει ἡμᾶς μετὰ δύο ἡμέρας καὶ ἐν τῇ τρίτῃ ἡμέρᾳ ἀναστησόμεθα." Ἆρα μέμνησαι τὸν καιρὸν ἐν ᾧ τὸν Χριστὸν ἐσταύρωσας, ἐν ᾧ τὴν ζωὴν ἐπὶ ξύλου θεωρῶν κρεμαμένην οὐκ ἐπίστευσας; Ἐπιγινώσκεις τὸ παρὰ σοῦ πραχθὲν δρᾶμα καὶ τὰ τοῦ δράματος θαύματα, ὅτε γυμνὸς ἐπὶ τοῦ σταυροῦ ὁ Χριστὸς ὡς ἐπὶ γάμον ἀνήγετο. Ἁμαρτίαν γὰρ οὐκ ἔχων, ἱμάτιον οὐκ ἔχρῃζεν· ἄμωμος ἦν καὶ λανθάνειν οὐκ ὤφειλεν· οὐδὲν ἦν ἄσχημον αὐτῷ· αὐτὸς γὰρ τὰ εὐσχήμονα δείκνυσιν. Ἡ κτίσις δ' ὅμως τοῦ δεσποτικοῦ κάλλους τὰς ἀστραπὰς οὐκ ἔφερεν, ἀλλὰ φῶς ἐνίκα τὸ φῶς, ἥλιος ἡλίῳ παρεχώρει, ὁ αἰσθητὸς τῷ νοητῷ, ὁ τρέχων τῷ πανταχοῦ ὄντι, ὁ ἐν τόπῳ τῷ ὑπὲρ τόπον, ὁ δύνων τῷ μὴ δύνοντι, ὁ τὴν νύκτα κινῶν τῷ θεμένῳ τὰ τῆς νυκτὸς καὶ τῆς ἡμέρας ὅρια. Ἦν δὲ τότε νύξ· τὸ γὰρ σκότος πᾶσαν κατέσχε τὴν γῆν, ἀλλ' ἡμέρα πάλιν ἀπὸ ἐνάτης ὥρας μέχρι ἑσπέρας ἔδραμεν, καὶ πάλιν τῇ ἡμέρᾳ νὺξ κατὰ τὸν νόμον τὸν ἐπ' αὐτῆς ἠκολούθησεν, καὶ πάλιν ἡμέρα τὴν νύκτα διαδέχεται. Ὁ δὲ ἡμερῶν δύο δρόμος κατὰ τάξιν γεγένηται, καὶ πέρας ἔσχεν ὁ τῆς προφητείας ὅρος· "Ὑγιώσει ἡμᾶς μετὰ δύο ἡμέρας."

Πέρας τότε καὶ τὸ ἑξῆς ἐλάμβανεν· "Ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ", φησίν, "ἀναστησόμεθα." Ἀνέστη γὰρ ὁ Χριστὸς καὶ ἡμεῖς συνανέστημεν. Ἀνῆλθεν ἐκ τῶν νεκρῶν ὁ τῶν νεκρῶν ἐλευθερωτὴς καὶ τὸ γένος ἀνεβίου τὸ ἡμέτερον, ἐπειδὴ δὲ καθ' ἅ φησιν ὁ θεσπέσιος Παῦλος· "Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." Μάρτυς δὲ ὁ τάφος οὗτος, ἡ τῶν ζώντων χαρά, ἡ τῶν νεκρῶν παράκλησις. Μάρτυς ὁ λίθος οὗτος ὁ κυλισθεὶς καὶ κυλίσας ὅλα τὰ τῶν δαιμόνων εἴδωλα, οὐ μόνον δὲ κυλίσας, ἀλλὰ καὶ συντρίψας καὶ λεπτύνας καὶ τῷ πτύῳ λικμήσας τοῦ σταυροῦ καὶ ἀπὸ τῆς γῆς "ἐκφυσήσας ὥσπερ χοῦν ἀφ' ἅλωνος καὶ ὥσπερ ἀπὸ καπνοδόχης ἀτμίδα" καὶ τῇ ῥιπῇ καὶ τῷ ῥοίζῳ τοῦ πνεύματος. Μάρτυρες αἱ γυναῖκες αὐταὶ ἀντὶ τῶν ποτε γυναικῶν ἡμέρας ἑκάστης καὶ νυκτὸς αἰσθητὰ καὶ νοητὰ μύρα τῷ νυμφίῳ εἰσφέρουσαι. Μάρτυς ὁ λευχείμων ἱερεὺς ὁ τῆς ἐκκλησίας ἄγγελος βοῶν πρὸς αὐτάς· "Μὴ φοβεῖσθε· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον ζητεῖτε." Ἀλλὰ τὴν ὥραν ἐπιζητεῖς; Φησὶ γάρ· "ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν." Λουκᾶς σοι καὶ τοῦτο ἀπαγγεῖλαι δυνήσεται· "Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἐκ τῆς θύρας τοῦ μνημείου· εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα τοῦ κυρίου Ἰησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. Ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς· "Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;" Τί λογίζεσθε περὶ τῆς ζωῆς τὰ τῆς ζωῆς ἀλλότρια; Ὁ παρ' ὑμῶν ὧδε ζητούμενος ἐν οὐρανοῖς καθέζεται, ὁ ἐνταῦθα ψηλαφώμενος ἐν τοῖς κόλποις τοῦ Πατρὸς ἀναπαύεται, ὁ γενόμενος νεκρὸς ἵνα νεκρῶν καὶ ζώντων κυριεύσῃ τὴν ζωὴν οὐ κατέλιπεν· αὐτὸς γὰρ πᾶσι δανείζει τὴν ζωήν, ἐξ αὐτοῦ πᾶσα ἡ φύσις ἐμπνεῖται, ἐν αὐτῷ κινεῖται τὰ κινούμενα, τὰ συνεστῶτα συνίσταται, ἐνεργεῖ τὰ ἐνεργούμενα." Ἐκεῖθεν αἱ γυναῖκες ἐξελθοῦσαι τῷ Ἰησοῦ συνήντησαν, καὶ τὸν ὄρθρον εἶδον ὡς ὄρθρον, καὶ εἶπον πρὸς αὐτὸν ὅπερ ὁ Δαυὶδ ἐν προφητείαις ἔψαλλεν· "Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς." Εἰ δὲ λέγεις· "Αἱ μὲν γυναῖκες εὗρον, οὐχ εὗρον δὲ οἱ ἀπόστολοι", καὶ "Πῶς ἐστι κέρδος κοινόν; Πῶς τὸ εὑρεθὲν ὅλης τῆς φύσεως γίνεται σωτηρία;" περιττὸν ζητεῖς, μάτην ἐγκαλεῖς. Εὗρον γὰρ αἱ γυναῖκες ὅπερ διὰ τῆς Εὔας ἀπώλεσαν πρότερον. Εὗρεν τὸ κέρδος ἡ παρασχοῦσα τῆς ζημίας τὴν ὑπόθεσιν. Πλὴν ἀνάγνωθι τῆς προφητείας τὰ λείποντα· "Ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ἡμῖν ὡς ὑετὸς πρώιμος καὶ ὄψιμος τῇ γῇ." Ταῦτα σαφῶς κατὰ λέξιν πεπλήρωται. Οὐ χρῄζει θεωρίας ὁ λόγος, ἀλληγορεῖν οὐ δεόμεθα τοῦ προφήτου τὴν ἔννοιαν· "Ἥξει ἡμῖν ὡς ὑετὸς πρώιμος καὶ ὄψιμος τῇ γῇ." Ὅρα τοίνυν αὐτὸν πρώιμον ταῖς γυναιξίν, ὄψιμον δὲ τοῖς ἀποστόλοις φαινόμενον· πρωὶ μὲν γὰρ ἐνταῦθα ταῖς γυναιξὶν "Χαίρετε", ὀψὲ δὲ ἐν τῇ Σιὼν "Εἰρήνην" τοῖς μαθηταῖς προσεφώνησεν· "Χαίρετε" ταῖς γυναιξὶν ἵνα λύσῃ τῆς λύπης τὴν ἀπόφασιν, "Εἰρήνην" τοῖς μαθηταῖς, ἵνα καταλύσῃ τὴν ἔχθραν ἣν ὁ δράκων ἐφύτευσεν. Διὸ πρὸς αὐτοὺς μετὰ ταύτης τῆς διαστολῆς ἔλεγεν· "Εἰρήνη ὑμῖν· τῷ γὰρ διαβόλῳ ὁ πόλεμος, ἡ πρὸς ἐκεῖνον ἔχθρα μένει· δεῖ γὰρ αὐτοῦ συντριβῆναι τὸ κέρας, δεῖ αὐτοῦ τὸν ἰὸν ἐκχυθῆναι, δεῖ πατηθῆναι αὐτοῦ τὸ κέντρον. Νῦν ὅπλα χαλκεύσω οἷς κατ' αὐτοῦ συγκροτηθήσεται πόλεμος."

Οὐ μάτην τοίνυν ὁ Ἀνδρέας τῷ Πέτρῳ ἀπήγγειλεν· "Εὑρήκαμεν τὸν Μεσσίαν τὸν λεγόμενον Χριστόν", ἐπειδὴ καὶ ὁ θεὸς τοιαῦτα διὰ τῆς Ἠσαίου προφητείας ἐφθέγγετο· "Ἐὰν ἐπιζητήσῃς, ζήτει καὶ παρ' ἐμοὶ οἴκει." Ὅθεν τὸν Χριστὸν ὁ Ἀνδρέας ἐπερωτᾶν ἐτόλμησεν· "Οἶδα γὰρ ὡς οἰκίαν ἐπὶ τῆς γῆς οὐκ ἔχεις, οὐκ οἰκοδομεῖς ἐν τῇ φθορᾷ, οὐ σκηνοποιεῖς ἐν πλίνθῳ. "Ποῦ μένεις;" ἵνα θυρωρὸς τῆς αὐλῆς τῆς δεσποτικῆς γένωμαι. "Ἐξελεξάμην γὰρ παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν." "Ποῦ μένεις;" Ἐὰν μάθω, τῆς θύρας οὐκ ἀφίσταμαι." Ἀλλ' αὕτη μὲν ἡ τῆς ἐκκλησίας νῦν ἐκ τῶν εὐαγγελίων παρατεθεῖσα τράπεζα· ἐγὼ δὲ αὐτῆς τὰ ὄψα ὡς οἰκέτης μόνον παρέθηκα, διόπερ ἐφ' ἑτέραν, εἴπερ ὑμῖν δοκεῖ, μεταβήσομαι τράπεζαν. Ἀνδρέαν ἡ κλῆσις στεφανοῖ· δείκνυσι τῷ στρατιώτῃ τὴν ἐκλογήν. Παρέστησεν τοῦ ἀμπελουργοῦ τὴν ἀξίαν ἡ μίσθωσις ἣν οὕτως ἡμῖν ὁ Μαθθαῖος παρέθετο· "Ἀπὸ τότε ὁ Ἰησοῦς ἤρξατο κηρύττειν καὶ λέγειν· Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν." "Ἀπὸ τότε." Πότε; |Ἀφ' οὗ τὸν Ἰορδάνην ἡγίασεν καὶ τοῦ βαπτίσματος τὴν δωρεὰν ἐφύτευσεν καὶ τὴν κεφαλὴν τῶν δρακόντων συνέτριψεν ἐν τοῖς ὕδασιν καὶ τοῦ πνεύματος τὴν δωρεὰν ἐξ οὐρανοῦ κατήγαγεν, ἤνοιξεν ὁδὸν ζωῆς, τῆς σωτηρίας τὴν πύλην ἀνεπέτασεν· "Ἀπὸ τότε κηρύττειν ἤρξατο καὶ λέγειν· Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν." Ἦλθεν γὰρ ὁ δανειστὴς ὁ πᾶσιν ἀπαλείφων τὰ ἐγκλήματα· ὁ ἄφθονος βασιλεὺς ἐπεδήμησεν· πάρεστιν ὁ δικαστὴς τῆς φυλακῆς τοὺς ὑπευθύνους ἐλευθερῶν, ὁ λύων τοὺς κλοιούς, ὁ ἀπαλείφων πᾶσιν ἐγκλήματα, "ὁ καμμύων τοὺς ὀφθαλμοὺς αὐτοῦ ἵνα μὴ ἴδῃ ἀδικίαν, ὁ βαρύνων τὰ ὦτα αὐτοῦ ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος." "Μετανοεῖτε"· πλύνατε τῷ λόγῳ τὰς πράξεις, γλώσσῃ τὸ στόμα ἀποσμήξατε, εὐχῇ τὸν βίον καθάρατε, προσενέγκατε θυσίαν ἥτις πολλῶν ἄρχει. "Μετανοεῖτε"· οὐκοῦν ὁ μετανοῶν οὐ μόνον τῶν δεινῶν ἀπαλλάττεται ἀλλὰ καὶ τῶν ἀγαθῶν κληρονομίαν δέχεται, οὐ μόνον κακίας ἐλεύθερος ἀλλὰ καὶ γεωργὸς δικαιοσύνης γίνεται. "Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν." Οἱ δυνατοὶ βιάσασθε, οἱ ἀσθενεῖς δυναμώθητε, οἱ χωλοὶ τρέχετε καὶ οἱ τρέχοντες σπεύσατε καὶ οἱ σπεύδοντες ἑαυτοῖς μὴ θαρρήσητε, ἀλλὰ τῷ θεῷ τῷ τὸν δρόμον ἰθύνοντι· "Οὐ γὰρ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ." "Μετανοεῖτε"· οὐκ ἔστι γὰρ κακία νικῶσα τὴν μετάνοιαν, οὐκ ἔστιν ἰὸς ὅστις δύναται τούτου τοῦ μέλιτος ἀποσβέσαι τὴν δύναμιν· πᾶσιν ὁ διάβολος παλαίει καὶ πᾶσιν ἀνθίσταται καὶ πᾶσιν μάχεται· πρὸς μόνην οὐ τολμᾷ παλαῖσαι τὴν μετάνοιαν· αὐτὴ γὰρ αὐτοῦ ἐκ τῶν φαρύγγων ἐκβάλλει τὸ πρόβατον, ἐξ αὐτῆς ἀποσπᾷ τῆς χειρὸς τοῦ τυράννου τὸν αἰχμάλωτον.

"Καὶ περιπατῶν ὁ Ἰησοῦς εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν καλούμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ." Πολλοὺς ἰδὼν παρεῖδεν, ἐπειδὴ τῶν δεσποτικῶν ὀφθαλμῶν ἦσαν ἀνάξιοι. "Εἶδεν δύο ἀδελφούς", οὐ σώματι μόνον ἀλλὰ καὶ τὴν ψυχήν, τὴν φύσιν καὶ τὴν χάριν, τὴν πολιτείαν καὶ τὴν συγγένειαν. "Εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν καλούμενον Πέτρον", οὐ τὸν κληθησόμενον· περὶ γὰρ τῆς κλήσεως ἠξιωμένος ἐτύγχανεν. Ἤδει γὰρ ὅτι ὁ Χριστὸς πρὸς αὐτὸν εἰρηκὼς ἦν· "Σὺ εἶ Σίμων, σὺ κληθήσῃ Κηφᾶς ὁ λεγόμενος Πέτρος." Ἰδοὺ πρὸ τῆς ὁμολογίας τὸν μισθὸν ἔχεις καὶ πρὶν ἐργάσῃ τὸν ἀμπελῶνα τὸ δηνάριον ἔλαβες, πρὶν ἀνάψῃς τὸν βωμὸν τὴν θυσίαν προσδέδεξαι, πρὶν κηρύξῃς ἐστεφανώθης, πρὶν εὐαγγελίσῃ τὸ τῆς θεολογίας σοι βραβεῖον ὑπήντησεν. Αἴτιος δὲ αὐτοῦ τούτου ὁ Ἀνδρέας ἐγένετο καὶ τούτου χάριν ὁ Μαθθαῖος προσέθηκεν· "Καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ", καίτοι ἦν ἅπαξ εἰρηκώς· "Εἶδεν δύο ἀδελφούς", ἀλλ' ὅμως ἰδοὺ νῦν ἀναλαμβάνει καὶ δεύτερον, εὐεργέτην κηρύξαι τὸν Ἀνδρέαν τοῦ Πέτρου βουλόμενος. Διὰ τοῦτό φησιν· "Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ", τὸν πληρώσαντα τὴν ἐντολὴν ἣν ἐν Παροιμίαις ὁ Σολομὼν προυπέγραψεν· "Ἀδελφοὶ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι", ἐν τοῖς ἄγαν συμφέρουσιν, ἐν τοῖς λίαν σπουδαίοις, ἐν τοῖς σφόδρα κατεπείγουσιν· τοῦτο γὰρ ὡς ἀναγκαίας καὶ ἀπαραιτήτους αἰτίας ἡ σοφία ἐκάλεσεν· "Ἀδελφοὶ δὲ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι." Οὐ τοίνυν παρεῖδεν ὁ Ἀνδρέας τὸν Πέτρον κατεπειγούσης τῆς κλήσεως· ἀκήκοας γὰρ ὅπως πρὸς αὐτὸν ἔλεγεν· "Εὑρήκαμεν τὸν Μεσσίαν τὸν λεγόμενον Χριστόν." Δράμε, Πέτρε, φησίν, πρὶν προλάβωσι Πέτροι, πρὶν ἄλλοι τῶν πρωτείων ἐπιλάβωνται· οὗτος γὰρ ὅθεν θέλει στρατολογεῖ, οὗτός ἐστιν ὁ ἀπὸ "τῶν ὁδῶν καὶ φραγμῶν" ἀθροίζων, ὁ πόρνους καὶ τελῶνας σφραγίζων. Ἔνθα ἂν ῥίψῃ τὸν σπόρον, ἐκεῖ ἡ γῆ καρποφορεῖ, ὅπου τὸ κλῆμα φυτεύσει ἡ ἄμπελος παραχρῆμα ἀνέρχεται, ἔνθα ἂν ῥίψῃ τὸ δίκτυον, πλῆρες ἰχθύων εὑρίσκεται. "Εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς." Θαύμασον τοῦ Χριστοῦ τὴν φιλοτιμίαν ὅτι τοὺς πτωχοὺς καὶ ἀπαιδεύτους καὶ ἀγραμμάτους καὶ ἁλιεῖς ἐκλέλεκται. Ἡ σοφία γὰρ οὐ χρῄζει συνηγόρων ἀλλ' ὑπουργῶν· οὐδεὶς γὰρ αὐτῇ παρέχει, παρ' αὐτῆς δὲ πάντες τὰ πάντα λαμβάνομεν· οὐδεὶς γὰρ δανείζει τῷ πλουσίῳ, πάντες γὰρ παρ' αὐτοῦ δανειζόμεθα. Τί τοίνυν χρεία σοφῶν ἔσται ἐν τῷ κηρύγματι; Δεῖ γὰρ γενέσθαι μωρὸν τὸν τῆς ἀληθοῦς σοφίας μεταλαμβάνειν μέλλοντα.

Θαύμασον τοῦ Χριστοῦ τὴν σοφίαν καὶ τῶν ἀποστόλων τὴν ἐκλογὴν μακάρισον. Οἷα ἀνθ' οἵων ἠλλάξαντο; Δηλοῖ γὰρ τὰ ἐχόμενα τοῦ λέγειν αὐτοῖς· "Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων." Τῶν ἀρχαίων ἁπάντων ἐπιλάθεσθε, ἀρνήσασθε τοὺς γονεῖς τῆς σαρκὸς ἵνα τὸν πατέρα τὸν ἀληθινὸν ἀπολάβητε. Μικρὸς ὑμῖν ὁ κόσμος ἔστω ὅλος, πρὸς τὸν ποιητὴν τὸν ἑαυτοῦ κρινόμενος. "Δεῦτε ὀπίσω μου"· πρὸς γὰρ ζωὴν ὑμᾶς ἀνάγω, πρὸς τὸ φῶς χειραγωγῶ. "Δεῦτε ὀπίσω μου", ἵνα πατριάρχας προλάβητε, ἵνα πρὸ τῶν προφητῶν τὸν κλῆρον ὑποδέξησθε· καὶ ἔσχατοι ὄντες γενήσεσθε πρῶτοι, ἵνα οἱ περὶ τὴν ἑνδεκάτην τῶν πρωὶ ἅμα μισθωθέντων ἀνώτεροι γένησθε. "Δεῦτε ὀπίσω μου"· ἐμοὶ γὰρ ἀκολουθοῦντες βίον ἕξετε ἄπονον· χωρὶς γὰρ ἀργυρίου πλουτήσετε, χωρὶς φαρμάκων ἰατροὶ τῆς οἰκουμένης ἔσεσθε, χωρὶς ὅπλων εὑρεθήσεσθε τῶν ἐχθρῶν δυνατώτεροι. "Δεῦτε ὀπίσω μου"· "Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου", "ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια", ἐγὼ πρὸς τὸν Πατέρα χειραγωγῶ, "ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνειν καὶ καταπατεῖν λέοντα καὶ δράκοντα" τοῖς ὀπίσω μου πορευομένοις δίδωμι. "Καὶ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ." Μακαρίσαι τοίνυν προσῆκεν τὴν τῶν ἀποστόλων εὐγνωμοσύνην· ὅπερ γὰρ εἶχον ἀφῆκαν, ἣν εἶχον ἀφορμὴν τοῦ βίου ταύτην ὑπερεῖδον. Ὅλος ἦν αὐτοῖς ὁ θησαυρὸς καὶ ὅλος ὁ πλοῦτος τὰ δίκτυα· τὴν γὰρ ζωὴν ἐν σαγήναις εἶχον· ἡ τῶν ἰχθύων ἄγρα τὰς ἐλπίδας τοῦ βίου ἔτρεφεν. Οἱ δὲ ἀφῆκαν καὶ ταῦτα, οὐκ εἶπον πρὸς ἑαυτούς· λήρους ἡμῖν οὗτος καὶ μύθους περιττοὺς διαλέγεται, ἁλιεῖς ἀνθρώπων καταστῆσαι ἐπαγγέλλεται. Καὶ ποῦ τοιοῦτον δί κτυον; Ποῦ σαγήνη τοιαῦτα δυναμένη θηρᾶν; Τίς δὲ λίμνη, τίς δὲ θάλασσα ἀνθρώπους ἡμῖν τοῖς δικτύοις προσφέρουσα; Τί δὲ τὸ κέρδος τῆς θήρας ἔσται; Ποῦ τὴν θήραν μετὰ τὴν θήραν χρησόμεθα; Ἀλλὰ τῷ καλοῦντι προσέχοντες καὶ τῇ πίστει βεβαιωθέντες καὶ τὸν λόγον ἔχειν τι νενοηκότες ἀπόκρυφον, ἠκολούθησαν αὐτῷ· καὶ παραχρῆμα τῆς γῆς ἄνω γεγόνασι καὶ βασιλέων ὤφθησαν ἐνδοξότεροι, ἀγγέλων ὅμοιοι, λειτουργοὶ θεοῦ, σωτηρίας κήρυκες, ἀθανασίας διάκονοι, ἡλίου καὶ σελήνης καὶ ἀστέρων ἐκλαμπρότεροι· τούτων γὰρ ἡ δόξα οὐχ ὡς ὑπὸ τῶν οὐρανῶν ἀλλ' ὑπὲρ τῶν οὐρανῶν ἐστιν, τὸ φῶς ἔχουσιν ἄσβεστον, τὸν δρόμον ἀκατάπαυστον, τὰς ἀκτῖνας ἀειφανεῖς, ἃς ἡμεῖς ἐλλαμφθῆναι ταῖς ἡμετέραις διανοίαις εὐξώμεθα. Καὶ αὐτὸ τὸ σκότος ἐκφύγωμεν καὶ τοῦ βίου τὴν ἅλμην ἐκκλίνωμεν καὶ τὴν ἄστατον πορευόμενοι θάλασσαν τὸν κλύδωνα τῶν ψυχοφθόρων κυμάτων ἐκφύγωμεν καὶ γενώμεθα Χριστοῦ ἀγραμμάτων ἀποστόλων ἰχθύες τῆς ἄνω σαγήνης, ὄψα τῆς δεσποτικῆς τραπέζης ἣν ὁ βασιλεὺς τῶν βασιλευόντων δειπνεῖ βρῶσιν τὴν ἡμετέραν σωτηρίαν ἡγούμενος· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Τοῦ μακαριωτάτου Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ὅσιον πατέρα ἡμῶν Ἀντώνιον.

Δικαίων μνήμῃ καὶ ὁ κόσμος ἀγάλλεται, δικαίων μνήμῃ καὶ ὁ κόσμος φωτίζεται, δικαίων μνήμῃ καὶ ἡ ἀνθρωπότης σκιρτᾷ, δικαίων μνήμῃ καὶ πᾶς τις ἀκούων ἀγάλλεται. Νῦν Ἀντώνιος μνημονεύεται καὶ πάντες τῇ μνήμῃ φωτιζόμεθα, Ἀντώνιος ὁ τῶν οὐρανῶν πολίτης, ὁ πάσης ἀρετῆς καθηγητής, ὁ τοὺς ἀσάρκους ἐν σαρκὶ μιμησάμενος, ὁ τῶν ἐκκλησιῶν λύχνος, ὁ τῶν ἱερέων παιδοτρίβης, τὸ τῆς παρθενίας ἄνθος, τὸ τῆς ἁγνείας ἀπαύγασμα, τῶν ἐν "ὄρεσι καὶ σπηλαίοις" ὁ στέφανος, τὸ τῆς καρτερίας ὑπόδειγμα, ὁ τῆς ἐγκρατείας ἐργάτης, ὁ ἀήττητος πύκτης, τῶν προφητῶν ἡ στήλη, τῶν ἀποστόλων τὸ ἔσοπτρον, ὁ μετὰ θεοῦ καὶ ἀνθρώπων δυνατός, ὁ μηδὲν ἐπὶ γῆς ἔχων, ὅλος δὲ εἰς οὐρανὸν ὁρῶν, ἄνω τοὺς ὀφθαλμοὺς τείνων καὶ πρὸς ἐκεῖνο τὸ βραβεῖον τὸν δρόμον ἐπειγόμενος.

Ὁ πιστὸς ὡς Ἀβραάμ, ὡς ὁ Ἰσαὰκ εὐπειθής, καρτερικὸς ὡς ὁ Ἰακώβ, ὡς Ἰωσὴφ σιτοδοτῶν τὴν Αἴγυπτον, θαυμάτων παντοδαπῶν ὡς Μωυσῆς ἡνιοχῶν τῇ διδασκαλίᾳ, ἔψαλλεν ὡς Δαυὶδ καὶ τοὺς δαίμονας ἤλαυνε, ναὸν ἑαυτὸν μείζονα τῷ θεῷ προσήγαγεν, ὡς Δανιὴλ ἐπέταττε τοῖς λέουσιν, ὡς ὁ Βαπτιστὴς ἐκκλησιάζει τὴν ἔρημον, ὡς ὁ Θεολόγος "ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ" διὰ τῆς εὐαγγελικῆς μελέτης "ἀνακείμενος", "καθ' ἡμέραν" ὡς Παῦλος "ἀπέθνῃσκεν".

Ἀλλὰ γὰρ καὶ ἡμεῖς ἀντλοῦμεν καὶ ἡ ληνὸς ὑπερβλύζει, οἱ πίθοι γέμουσιν, "ὑπερχεῖται τὰ ὑπολήνια"· ὅσον τρέχομεν, μεῖζον τὸ στάδιον γίνεται· ὅσον ὁ πλοῦς ἀνύεται, τοσοῦτον τῆς θαλάσσης δηλοῦται τὸ ἀμέτρητον. Δεῦρο τοίνυν καὶ ἡμεῖς τὰ τοῦ Παύλου εἴπωμεν· "Ἐπιλείψει με διηγούμενον ὁ χρόνος ἐπὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν"· τούτους γὰρ ἐν αὑτῷ ὁ πατὴρ τῶν συγκροτουμένων θεάτρων ἀνέλαβε· πολλῶν γὰρ χρεία ῥημάτων καὶ ὁδηγὸς ἐγὼ τοῖς πράγμασιν, ἐπειδὴ κάμνει ὁ λόγος τὸ ἔργον ἐξηγούμενος. Ἕτερον σκιᾶς χαρακτήρ, ἕτερον ἀληθείας ἐνέργεια. Ἄλλο εἰκὼν καὶ ἄλλο τοῦτο οὗπερ εἰκὼν τυγχάνει τὸ δεικνυόμενον· εἰκονίζουσιν οἱ λόγοι τὸ ἔργον, ἀλλ' οὐχ οὕτως ἡ γλῶσσα λέγει ὥσπερ ἡ χεὶρ εὐεργετεῖ. Ἕτερον φωνὴ ῥημάτων, ἕτερον ὀσμὴ κατορθωμάτων· ἐκείνη περὶ τὸν ἀέρα βρίθει, αὕτη φθάνει τὸν οὐρανὸν καὶ τοὺς ἄνω πληροφορεῖ, αὕτη τοῖς ἄνω παρίσταται.

"Ἐπιλείψει με, φησί, διηγούμενον ὁ χρόνος." Εἰ δὲ Παῦλον ὁ χρόνος ἐπέλιπε τὰ τῶν ἁγίων κατορθώματα λέγοντα, Παῦλον ἐν ᾧ Χριστὸς ἐλάλει, ἐν ᾧ τὸ πλήρωμα τῆς ἐκκλησίας ἐφίκετο, θησαυρὸς γνώσεως ἀνελλιπὴς ἐκέκρυπτο|μέταλλον ἦν τῆς ἐπιστήμης, ἄνωθεν τὸν νόμον καὶ τοὺς προφήτας ἠρευνᾶτο, γλῶσσαν εἶχεν ἐν ὅλῳ τῷ κόσμῳ καθάπερ ἐν ἑνὶ θεάτρῳ σαλπίζουσαν|, τί πράξωμεν ἡμεῖς οἱ πτωχοὶ καὶ ἐνδεεῖς; Τί πράξωμεν οἷς ὁ λόγος ἀδίδακτος, οἷς ἀσθενὴς γλῶττα, βραδὺς ὁ νοῦς καὶ ἡ καρδία ἀπαίδευτος, οἳ μήτε τὴν ἔξωθεν γνῶσιν μεμαθήκαμεν, μήτε ἐλαχίστως τὴν ἔνδον γυμναζόμεθα;

Οὐκ ἔστι πολιτεία τὴν παρρησίαν ἕλκουσα, οὐδὲ βίος ἀντὶ λόγου φθεγγόμενος. Πόθεν Ἀντωνίῳ τὸν χιτῶνα τῶν ἐπαίνων ὑφάνωμεν; Στεφανούτω νῦν αὐτὸν ἡ τοῦ Δαυὶδ κιθάρα· περὶ αὐτοῦ γὰρ ἐν κεφαλίδι βιβλίου καὶ τῶν ὁσίων αὐτοῦ ἔργων γέγραπται· "Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα· δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ"· σπέρμα γὰρ ἐκείνου τὰ πανταχοῦ τῆς Αἰγύπτου, μᾶλ λον δὲ τὰ πάσης τῆς γῆς τῶν ἁγίων συστήματα. Ἐκεῖνον πατέρα καὶ γεωργὸν νομίζουσιν, ἐκείνου τοῖς τύποις τοὺς ἑαυτῶν βίους ῥυθμίζουσι καὶ τὸν ἀπόντα διὰ τῆς φυλακῆς τῶν νόμων παρεῖναι νομίζουσι. Λόγος εἷς τῶν ἐκ διαδοχῆς παιδευθέντων σῳζόμενος ἱκανὸς πολιτείαν τὴν ἐκ φιλοσοφίας συστήσασθαι. Λεγέτω περὶ αὐτοῦ καὶ Ἠσαίας ὁ προφήτης· "Μακάριος ὃς ἔχει σπέρμα ἐν Σιὼν καὶ οἰκείους ἐν Ἰερουσαλήμ."

Λεγέσθω περὶ Ἀντωνίου καὶ ταῦτα τῆς Ἰερεμίου προφητείας τὰ ῥήματα· "Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε"· τὴν γὰρ ἁγιωσύνην ὡς σύντροφον ἐπετήδευε. Κλῆρον ἐκ μήτρας τὴν ἁγίαν ἐκέκτητο ταπείνωσιν καὶ φιλοσοφίας ἀρχὴν τὴν σωφροσύνην τὴν διὰ Χριστοῦ ἔθετο. Δεῦρο καὶ τοῦτον ἐκ τῆς τοῦ Ἰὼβ ἱστορίας ἐνδύσωμεν τῇ κεφαλῇ τοῦ δικαίου τὸν στέφανον· "Ἄνθρωπος γὰρ ἦν ἐν χώρᾳ τῇ" κατ' Αἴγυπτον, ὄνομα Ἀντώνιος, "ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, δίκαιος, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος" καὶ "ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν." Ἡλίου ποίου; |Τοῦ τῆς δικαιοσύνης· ἐκείνου γὰρ ἀνατολαὶ ὑπῆρχον οἱ ἀπόστολοι, ὧν τὴν συγγένειαν Ἀντώνιος εἶχε· ἡ περιβολὴ τῆς εὐγενείας τοῦ πνεύματος καλείσθω.

Καὶ Σολομών τι περὶ τοῦ δικαίου τούτου καὶ αὐτὸς παροιμιάσασθαι δύναται· "Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων, ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν." Εὕραμεν τοίνυν, εὕραμεν ἡμεῖς τὸν τῷ σοφῷ ζητούμενον, ἀλλ' ὁ μὲν ἔλεγεν ἄνδρα πιστὸν εὑρεῖν, Παῦλος δὲ οὐχ οὕτως. Ἀλλὰ τί φησιν; | "Οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας", Ἀντώνιον καὶ τοὺς ἐκείνου ζηλωτὰς αἰνιττόμενος· οὗτος γὰρ τὰς βασιλείας τοῦ κόσμου, δόξαν, τιμήν τε καὶ πλοῦτον ὑπερφρονῶν κατεπάλαισεν, "ἐπέτυχεν ἐπαγγελιῶν" τοῦ μέλλοντος, "ἔφραξε στόματα λεόντων" τῶν ἡδο νῶν, "ἔφυγε τὰ στόματα μαχαίρας" τὴν ἔξωθεν σοφίαν, "ἐνεδυναμώθη ἀπὸ ἀσθενείας" τῆς ἀκρατείας, "ἐγενήθη ἰσχυρὸς ἐν πολέμῳ" τῷ πρὸς τὸν διάβολον, "παρεμβολὰς ἔκλινεν ἀλλοτρίων" τῶν δαιμόνων. "Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν" ὅσαι μητέρες ἁμαρτωλοὺς παῖδας τῷ δικαίῳ προσήνεγκαν.

Ἀλλὰ μὴν καὶ "ἐτυμπανίσθη", "ἐν φόνῳ μαχαίρας ἀπέθανε", "δεσμῶν καὶ φυλακῆς" "καὶ μαστίγων πεῖραν ἔλαβεν", "ἐλιθάσθη, ἐπρίσθη"· πολλῶν γὰρ ταῦτα πασχόντων δι' εὐσέβειαν, αὐτὸς πᾶσιν ὡς πατὴρ πάντων συνέπασχε· "περιῆλθεν ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι", ζηλῶν τὸν Ἠλίαν ἐν πραότητι· "ὑστερούμενος" τῇ σαρκὶ καὶ "θλιβόμενος", ὁδὸν γὰρ εἶναι τὰς θλίψεις τῆς τῶν οὐρανῶν βασιλείας ἐγίνωσκε· "κακουχούμενος", ἐπειδὴ μᾶλλον ἐβούλετο "συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ" Ἀντώνιος "ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν." "Οὐκ ἦν αὐτοῦ ἄξιος ὁ κόσμος"· τοιγαροῦν ἔτι ζῶν ἑαυτὸν εἰς οὐρανὸν μετέστησεν. Ἔπειτα δὲ τὸ πολὺ σῶμα τῶν προφητῶν διέλθωμεν. Χριστὸς ἡ κεφαλὴ σφραγιζέτω τὰ ἐν χερσὶν ἐγκώμια, ἔτι καὶ νῦν λέγων· "ἡ βασιλεία τῶν οὐρανῶν βιαστή ἐστι καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν"· ἔτηκεν γὰρ Ἀντώνιος τὸ σῶμα, ἐχαλίνου τὴν ψυχήν, ἐκόλαζε τὰς ἡδονάς, ἀπείχετο τρυφῆς, ἀφείδετο κόρου, ὕπνῳ τοσοῦτον ὅσον ὠφελεῖν τὴν φύσιν ἐκέχρητο, βδελυκτὴν τῆς πορνείας καὶ τὴν προσηγορίαν ἐνόμιζεν, ὀλίγα τῆς γῆς ἀπήλαυσεν. Ὅλος δὲ εἰς οὐρανὸν ἦν, ὅλος τῆς ἄνω ζωῆς, ζημίαν τὰ ἐνταῦθα ἡγούμενος. Μόναις ἔζη ταῖς ἀρεταῖς, νεκρὸς ὑπάρχων τοῖς πάθεσι.

Παίγνιον εἶχε τὸν ἐχθρόν, ἐπὶ τοὺς πόδας αὐτοῦ ὁ διάβολος ἔπιπτεν. "Ἐπ' ἀσπίδα καὶ βασιλίσκον" τεθαρρηκὼς "ἀνέβαινεν, λέοντα" τὸν νοητὸν "κατεπάτει καὶ δράκοντα." Κέρδος ἡγεῖτο τοὺς πειρασμούς, τὰς θλίψεις ἐμπορίας. Ἐνόμιζε τὴν χαρὰν ἐν τῷ πενθεῖν τὰς ἁμαρτίας, τὸν πλοῦτον ἐν τῷ πένεσθαι. Πάντα εἶχεν, ἐπειδὴ μηδὲν εἶχεν. Πάντων ἦν κύριος· οὐδενὶ γὰρ ἐδούλευε. Πάντων ὑπερεφρόνει· οὐδενὸς γὰρ ἐδέετο. Οὗ καὶ ἡμεῖς εἰς ζῆλον αὐτοῦ ἔλθωμεν ὅσοι τε ἐν τῇ πανηγύρει αὐτοῦ τῆς ἁγίας μνήμης σήμερον συνεληλύθαμεν, ὅσοι τὸν σεπτὸν αὐτοῦ βίον θαυμάζομεν καὶ ὅσοι ἐκ πίστεως τὴν μακαρίαν αὐτοῦ κοίμησιν ἐπιτελοῦσι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμή, κράτος σὺν τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ἅγιον Στέφανον

Στεφάνῳ πᾶσα μὲν ἡ γῆ τελείτω τὴν πανήγυριν· πᾶσαν γὰρ ἐφεξῆς τοῖς λόγοις ἐγεώργησεν, καὶ νόμων ἱερῶν πανδημὶ τὴν οἰκουμένην ἐνέπλησεν. Ἔσπειρεν πανταχοῦ τῆς εὐσεβείας τὰ δόγματα, ὅλαις φιλοτιμεῖσθαι ταῖς ἐκκλησίαις τῷ φωτὶ τῆς αὐτοῦ διδασκαλίας ἔδωκεν. Καὶ καθάπερ ἐκ μιᾶς τινος γωνίας τῆς κατ' οὐρανὸν ἀνατέλλων ὁ ἥλιος φωτίζειν ὅλην τὴν κτίσιν τὴν ὁρωμένην ἔλαχεν, οὕτως ἐξ Ἰερουσαλὴμ ἀστράψας ὁ τῶν χαρίτων Στέφανος πόλεις ὅλας καὶ χώρας, ἔθνη καὶ λαούς, φυλὰς καὶ γλώσσας ἀσβέστου θεολογίας ἐνέπλησεν.

Ἀλλ' ἡμεῖς αὐτῷ πλείονας εἰκότως ἑορτὰς ἐποφείλομεν, ἐπειδὴ πολίτης ἐστὶν τοῦ Σταυροῦ, τῆς Βηθλεὲμ οἰκεῖος, τῆς Ἀναστάσεως ἔκγονος, τῆς Σιὼν τραπεζοποιός, κῆρυξ τῆς Ἀναλήψεως. Παρ' ἡμῖν τὰς αὐλὰς καὶ τὰς σκηνὰς ἐπήξατο· παρ' ἡμῖν τῆς διακονίας τὸν κλῆρον καὶ τὴν μερίδα τοῦ μαρτυρίου ἔλαχεν. Ἐνταῦθα τῆς θυσίας τὸν βωμὸν ἔχει καὶ τῆς εὐλογίας τὸ βῆμα, τῆς διδασκαλίας τὸν ἀγρόν, τῆς ῥητορείας τὸ θέατρον. Ἐντεῦθεν εἰς οὐρανοὺς ἀνήχθη, καὶ πρὸς τὸν Χριστὸν ἀφ' ἡμῶν ἀπεδήμησεν.

Ὅθεν αὐτῷ συχνὰ παρ' ἡμῖν τῶν ἑορτῶν τὰ θέατρα, καὶ πολλάκις αὐτοῦ τὴν παστάδα στεφανοῦμεν, συνεχῶς τὴν ληνὸν σκιρτῶντες ἀναβαίνομεν, καὶ μέλος ᾄδομεν γαμικόν, ᾠδὴν ἐπιλήνιον λέγοντες· "Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς." Ὅπλον γὰρ τοῖς πιστοῖς ὁ τοῦ Στεφάνου ζῆλος, καὶ ἡ γλῶττα τοῖς εὐσεβοῦσι μάχαιρα, καὶ ἡ παρρησία ὁμολογίας παρασκευή, τὸ θάρσος ἀνδρείας προτροπή, ἡ ῥητορεία θεολογίας ὕλη, ἡ διδασκαλία νόμου κατήχησις, προφητῶν γνῶσις, εὐαγγελίων εἴδησις, ἡ θεωρία τῶν κατ' οὐρανόν, μᾶλλον δὲ τῶν ὑπὲρ οὐρανόν, μυστηρίων ἐξήγησις.

Ἀλλὰ τίς ἱκανὸς εἰπεῖν τοῦ Στεφάνου τὰ κατὰ μέρος ἐγκώμια; Τί γὰρ αὐτὸν εἴπω; Μάρτυρα τοῦ φωτός, διάκονον τῆς ζωῆς, στρατιώτην τοῦ Χριστοῦ, λυχνίαν τοῦ Λόγου, μαργαρίτην τοῦ Πνεύματος, ὑπομονῆς ἄνθος, φιλοσοφίας κρηπῖδα, ἀπαθείας ὑπόδειγμα, διδασκάλων ἀπαρχήν, στῦλον ἐκκλησίας, παιδαγωγὸν τῆς χάριτος, ἀρετῶν κλίμακα, προκοπῆς στήλην, πρόδρομον τῶν ἀποστόλων, τῶν μαρτύρων πρωτότοκον, ἡγεμόνα τῆς γνώσεως;

Χηρῶν ἦν λειτουργός, ἀλλὰ τῶν ἐκκλησιῶν αὐτὸς ἑαυτὸν χειροτονήσας γίνεται· ὄψα εἰσφέρειν ταχθείς, ἀντεισφέρει τὰ δόγματα. Εἰς θυσιαστήρια τὰς τραπέζας μετέβαλεν· τοῖς ἐξ οὐρανῶν ἄρτοις, οὐ τοῖς ἐκ γῆς ἐκέχρητο. Τὸν κρατῆρα τῆς μέθης μετέθηκεν εἰς φιάλας τῆς χάριτος· ἀντὶ τοῦ οἴνου τὸ πνεῦμα ἐκίρνα, ἀντὶ ὕδατος αἰσθητοῦ τὸ μυστικὸν καὶ νοητὸν προεβάλλετο.

Πολὺς ἦν καὶ λέγων καὶ πράττων, διδάσκων καὶ θαυματουργῶν, Ἰουδαίους ἐλέγχων, ἀπελαύνων τοὺς δαίμονας, ὁμοῦ τοῦ σώματος καὶ τῆς ψυχῆς τὰς ἀρρωστίας ἰώμενος. Ἤνοιγεν τὸ στόμα, καὶ πᾶσαν ἀκοὴν ἐθήρα· ἐκίνει τὴν γλῶτταν, καὶ ὁ θάνατος ἔφευγεν, τὸ ψεῦδος ἐδεσμεῖτο, ἡ ἀγάπη προέκοπτεν. Ἀμνὸς ὤν, ὑπὲρ τοῦ ποιμένος πρὸς τοὺς λύκους ἐμάχετο· περιστερὰ τυγχάνων, ὑπέταττε τῷ ἀετῷ τοὺς δράκοντας. Ἀγγέλου χαρακτῆρα παρεῖχε σιωπῶν τοῖς δικάζουσι. Ἐγέλα, κυκλοῦντας τοὺς συκοφάντας ὁρῶν· καὶ τοὺς ψευδεῖς θεωρῶν παρισταμένους μάρτυρας, ταῦτα πρὸς ἑαυτὸν ἐκ τῆς τοῦ Δαυὶδ κιθαρῳδίας ἔλεγεν· "Βέλη νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν." Ὅσα γὰρ ἂν ὁ συκοφάντης τοξεύσῃ, ὁ τῆς ἀληθείας ἐργάτης οὐ τιτρώσκεται· ὅσα βέλη ὁ πονηρὸς ἀφίησιν, μάτην κινεῖται καὶ πέμπεται· οὐ κεντεῖ γὰρ τὸν εὐθῆ, οὐ πλήττει τὸν ἄκακον, οὐ δάκνει τὸν ἀκέραιον.

Τί δαὶ καὶ τῆς συκοφαντίας τὸ εἶδος ἐτύγχανεν; "Ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου." "Ὁ ἄνθρωπος οὗτος." Ποῖος; "Ὁ τὰ ὑπὲρ ἄνθρωπον σημεῖα θαυματουργῶν καὶ τέρατα· ὁ τῆς σοφίας τὴν πηγὴν ἀντλήσας ὅλην· ὁ κενώσας εἰς ἑαυτὸν τὰ ταμεῖα τῆς χάριτος· ὁ δυνάμεις ποιῶν, ἃς ἡμεῖς καρτερεῖν οὐ δυνάμεθα· οὗ πρὸς τὸν ζῆλον καὶ πρὸς τὸν φθόνον τετήκαμεν· ᾧ κωφὸς ὑπακούει καλούμενος· καὶ τυφλὸς βλέπει πρὸς αὐτόν, παρ' αὐτοῦ λαβὼν ὄμματα· καὶ χωλὸς αἰτεῖ πόδας, ἀπὸ τῆς τούτου γλώττης καὶ χεῖρας δανεισάμενος· δι' ὃν ἐκενώθη τὰ τῶν ἀρρώστων κλινίδια, δι' ὃν ὑγιαινόντων καὶ νοσούντων οὐκ ἔστιν διαφορά, δι' ὃν οἱ λεπροὶ τοῦ πάθους ἐπελήσθησαν, δι' ὃν οὐκ ἔστιν τῶν ἰατρῶν χρεία, δι' ὃν περιττὰ τὰ τριβόμενα φάρμακα."

"Οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου." Ποῖα δὴ ταῦτα; "Ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωυσῆς." Εἰκότως ψευδεῖς μάρτυρες καὶ συκοφάνται λέγεσθε, ὅτι τὴν ἀλήθειαν ὡς οὐκ ἀλήθειαν φθέγγεσθε, ὅτι βλασφημίας τοῦ θεοῦ τὰς παρ' αὐτοῦ καὶ περὶ αὐτοῦ προφητείας ὀνομάζετε, καὶ ἀθέτησιν εἶναι τοῦ νόμου νομίζετε ἅπερ αὐτὸς ἠπείλησεν ἐκβησόμενα.

Τίνος γὰρ φωνή, τίνος προφητεία, τίνος τυγχάνει κήρυγμα; Τίς εἰπεῖν οὕτω τὸν Ἠσαίαν, τίς Μιχαίαν προσέταξεν· "Διὰ τοῦτο δι' ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἰερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται"· "Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ"; Τίς καὶ τὸν Δαυὶδ τοιαῦτα εἰπεῖν ἐνέπνευσεν· "Μνήσθητι, κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἰερουσαλήμ, τῶν λεγόντων· Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως οὗ ὁ θεμέλιος ἐν αὐτῇ";

Τί δαὶ καὶ Μωυσῆς; Οὐχὶ τοῖς εἰρημένοις παρὰ Στεφάνου καὶ αὐτὸς συμψηφίζεται; Οὐ ταύτας ὑμῶν κατέγραψεν τὰς ἀράς, αἵπερ αὐτῇ πείρᾳ νῦν εἰς ἔργον ἐξέβησαν, καὶ πᾶσι τὰς αἰτίας ὁρᾶν ὅθεν εἰσὶν ἐξενεχθεῖσαι παρέχουσι; Παρατιθέσθω τοῖς Μωυσέως ῥήμασιν τὰ συμβάντα τῷ λαῷ τῶν Ἰουδαίων τραύματα. Πρὸς λέξιν αὐτὰ ζητῶν, εὑρήσεις ὡς ἐκβέβηκεν οὐ δὲν οὐδαμοῦ μικρὸν ἢ μέγα ψευσάμενα. "Καὶ ἐὰν μετὰ ταῦτα πορεύεσθε πλάγιοι"· οὐδέποτε γὰρ εὐθῆ πρὸς τὸν θεὸν τὴν καρδίαν ἐκτήσαντο· πολὺ δὲ μᾶλλον ἐν τοῖς χρόνοις τοῖς ὕστερον, ἐν οἷς τὴν κλῆσιν τοῦ Χριστοῦ ἐπλαγίαζον. Διόπερ καὶ ἐπήγαγεν· "Καὶ ἐὰν μὴ βούλεσθε ὑπακούειν μου" |οὐ τοίνυν τοῦ Χριστοῦ καλοῦντος ὑπήκουσαν|, "προσθήσω ὑμᾶς πληγὰς ἑπτὰ κατὰ τὰς ἀνομίας ὑμῶν." Ἐπειδὴ γὰρ ἠρνήσαντο τὰς ἑπτὰ χορηγίας τοῦ πνεύματος, εἰς ἑπτὰ πληγὰς αὐτοῖς τὰ ἑπτὰ γίνεται τῆς πονηρίας πνεύματα, ἅπερ εἰσελθόντα κατῴκησεν ἐν αὐτοῖς· καὶ γέγονεν αὐτῶν τὰ ἔσχατα χείρονα τῶν πρώτων.

"Καὶ ἀποστέλλω ἐφ' ὑμᾶς τὰ θηρία τῆς γῆς." Τὰ ἔθνη λέγει· θηρία γὰρ πρότερον διὰ τὴν ἀγνωσίαν ἐτύγχανον, ὅτι ἐν εἰκόνι θηρίων καὶ τετραπόδων καὶ ἑρπετῶν τὸ θεῖον ἐθρήσκευον. Οἷς ἐπαρώμενος ὁ Δαυὶδ ἔλεγεν· "Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς." Ταῦτα νῦν αὐτοῖς ὁ θεὸς τὰ ἔθνη ἐπαπέστειλεν, τὰ ἑξῆς εἰρημένα τῷ νομοθέτῃ πράσσοντα· "Καὶ κατέδεται ὑμᾶς, καὶ ἀναλώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς· καὶ ἔρημοι ἔσονται αἱ ὁδοὶ ὑμῶν." Τούτων γὰρ ἕκαστα αὐτοῖς, κατὰ τὸ αἰ σθητὸν καὶ κατὰ τὸ νοητόν, ὑπὸ τῶν ἐθνῶν κυριευθεῖσιν, γεγένηται.

Οὐ μὴν μέχρι τούτου τὰς διὰ Μωυσέως ἀπειλὰς ὁ θεὸς τῷ λαῷ τῶν ἀγνωμόνων ἔστησεν, ἀλλὰ τῶν εἰρημένων χαλεπωτέρας καὶ μείζονας. Φησὶ γάρ· "Γυναῖκα λήψῃ, καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν. Οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ· Ἀμπελῶνα φυτεύσεις, καὶ οὐ τρυγήσεις αὐτόν. Ὁ μόσχος σου ἐσφαγμένος ἐνώπιόν σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ." Πολλά τε τούτοις ἐπαπειλήσας ἕτερα, τὴν αἰτίαν ἐξ ἧς ταῦτα οὐκ ἔκρυψεν, ἐπιφέρει δὲ αὐτὴν μετὰ πλήθους ἀπειλῶν, αἳ ταῖς ἔναγχος ἡμῖν εἰρημέναις ἐζευγμέναι τυγχάνουσιν· "Καὶ ἔσται σου ἡ ζωὴ κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου· καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτός, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου. Τὸ πρωὶ ἐρεῖς· "Πῶς ἂν γένοιτο ἑσπέρα;" Καὶ τὸ ἑσπέρας ἐρεῖς· "Πῶς ἂν γένοιτο πρωί;" καὶ ἀπὸ τοῦ φόβου τῆς καρδίας σου, ἃ φοβηθήσῃ, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου, ὧν ὄψῃ."

Ἄκουε τοίνυν τούτων τὸ πέρας· ἄκουε καὶ τὴν ἔκβασιν, καὶ μὴ μέμφου Στεφάνῳ δημηγοροῦντι τῷ νόμῳ καὶ τοῖς προφήταις σύμφωνα. "Γυναῖκα λήψῃ"· τὴν ἀρχαίαν διαθήκην, "καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν"· ὁ λαὸς γὰρ αὐτὴν ὁ ἐξ ἐθνῶν ἐκτήσατο. "Οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ." Τὸν ναὸν εὔδηλον· ὁρᾷς γὰρ καταπεπτωκότα. "Ἀμπελῶνα φυτεύσεις, καὶ οὐ τρυγήσεις αὐτόν"· οὐδὲ γὰρ σταφυλὴν ἀλλ' ἀκάνθας ἐποίησεν. Ἢ καὶ τὴν ἄμπελον τὴν τοῦ Χριστοῦ νοήσωμεν· ἐξ αὐτῶν γὰρ ἦν ὁ Χριστός, ἡ τῆς ζωῆς τῆς ἡμετέρας ἄμπελος· ἀλλ' ἡμεῖς αὐτοῦ τὴν σταφυλὴν τρυγῶμεν, ἡμεῖς τὸν οἶνον κιρνῶμεν, ἡμεῖς τὸ γλεῦκος πίνομεν. "Ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ"· αὐτῶν γὰρ ἡ τοῦ Χριστοῦ θυσία, αὐτοὶ τὸν ἐξ οὐρανῶν μόσχον εἰς τὸν βωμὸν ἀνήγαγον, ἀλλὰ καὶ ἡμῶν τὸ δεῖπνον, ἡμετέρα ἡ τράπεζα.

Καὶ τίνος χάριν; Ἐπειδήπερ ἀπιστίαν ἐνόσησαν, ἀντὶ γνώσεως ἀγνωσίαν προσήνεγκαν, ἐν καιρῷ θεολογίας εἰς βλασφημίαν ὠλίσθησαν. Ἔδυσαν τὴν παστάδα καὶ τὸν νυμφίον οὐκ ἐδέξαντο, τὸν γαμικὸν νυμφῶνα ἐστεφάνωσαν καὶ τὸν γάμον ἠρνήσαντο· καὶ πραττομένου τοῦ σταυροῦ, τὰ στοιχεῖα ἐσαλεύοντο, αὐτοὶ δὲ οὐ μετεβάλλοντο. Τοῦτο γάρ ἐστιν ὅπερ ἑξῆς ἐπήγαγεν· "Καὶ ἔσται σου ἡ ζωὴ κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου." Τίς ἡ ζωή; Χριστὸς λέγων· "Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια." Καὶ ποῦ κρέμαται; Ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ. Ὁ γὰρ τὴν γῆν λόγῳ κρεμάσας ἐπὶ τοῦ ξύλου κρέμαται, ἐν ᾧ βαστάζεται βαστάζων, ἐν ᾧ κρέμαται κρεμνῶν, ἐν ᾧ ὑψοῦται ὑψῶν· "Ὅταν γὰρ ὑψωθῶ", φησίν, "πάντας ἑλκύσω πρὸς ἐμαυτόν." "Καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτός, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου." Οὐκοῦν αἰτία τοῦ φόβου ἡ ἀπιστία γεγένηται.

"Φοβηθήσῃ ἡμέρας καὶ νυκτός"· ἡμέρα γὰρ ἡ αὐτὴ καὶ νύξ, διὰ τὸ "Κατὰ πᾶσαν τὴν γῆν σκότος ἀπὸ ὥρας ἕκτης ἐτύγχανεν." Ὅθεν ὁ Ζαχαρίας ἀπορεῖ τί χρὴ μᾶλλον αὐτὴν ὀνομάζειν, τί προσῆκον καλεῖν, πότερον ἀπὸ τοῦ συμβάντος σκότους ἢ ἀπὸ τοῦ νόμου τῆς ἡμέρας τοῦ σταυροῦ τὸν καιρὸν ὀνομάζεσθαι. Οὕτω τοίνυν φησίν· "Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκ ἔσται φῶς· καὶ ψῦχος καὶ πάγος ἔσται. Ἡμέρα μεγάλη ἐστίν, γνωσθήσεται τῷ κυρίῳ. Οὐχ ἡμέρα οὐδὲ νύξ· καὶ ἔσται τὸ πρὸς ἑσπέραν ἔσται φῶς. Καὶ ἐξελεύσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὕδωρ ζῶν ἐξ Ἰερουσαλήμ· τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην." Αἰσθητῶς δὲ ταῦτα καὶ νοητῶς συνέβαινεν.

"Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκ ἔσται φῶς"· ὁ μὲν γὰρ ἥλιος μέσον ἡμέρας ἔδυνεν· σκότος δὲ καὶ ἀγνωσία ταῖς τῶν Ἰουδαίων καρδίαις ἐκκέχυτο. "Ψῦχος καὶ πάγος ἔσται." Μαρτυρεῖ δὲ ὁ Πέτρος, παρὰ τὴν ἀνθρακιὰν διὰ τὴν ἀκμὴν τῆς ὥρας τοῦ χειμῶνος θερμαινόμενος. Ἀλλὰ πρὸς τοῦτο ψῦχος καὶ πάγος ἦν, ἐπειδὴ ψυγεῖσα τότε μάλιστα τῶν Ἰουδαίων ἦν ἡ πρὸς τὸν θεὸν ἀγάπη· οὐ γὰρ ἂν τὸν ἐλθόντα παρ' αὐτοῦ σωτῆρα καὶ λυτρωτὴν ἐσταύρωσαν. "Ἡμέρα μεγάλη ἐστίν." Πῶς γὰρ οὐ μεγάλη, ἐν ᾗ ὁ Ἀδὰμ ἀνεπλάσθη, ἡ ἁμαρτία κατηργήθη, κατελύθη ὁ θάνατος, ἀπέλαβεν τὸ σκεῦος ὁ κεραμεύς, τὸ πρόβατον ὁ ποιμήν, τὸν μαργαρίτην ὁ ἔμπορος; "Γνωσθήσεται τῷ θεῷ." Πῶς γὰρ ὁ πάντα εἰδὼς ἐκείνην τὴν ἡμέραν οὐκ ἐπιγνώσεται μάλιστα, ἐν ᾗ τὸν υἱὸν τὸν μονογενῆ πρὸς θυσίαν ἐκδέδωκεν; "Οὐχ ἡμέρα οὐδὲ νύξ", ἐπειδὴ δρόμος ἡμέρας οὐχὶ νυκτὸς ἐτύγχανεν. "Πρὸς ἑσπέραν ἔσται φῶς"· ἡνίκα μετὰ τὴν ἐνάτην ὥραν τὸ σκότος ἐπαύσατο. Οὐκοῦν ἡ αὐτὴ καὶ νὺξ ἄρα καὶ ἡμέρα ἐγένετο.

"Καὶ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἰερουσαλήμ." Πόθεν; Ἐκ τῆς πλευρᾶς τῆς ζωῆς· ὅθεν γὰρ ἡ Εὔα ἀνεπλάσθη, ἐκεῖθεν εἰκότως ἡ ἐκκλησία πλάττεται. "Τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην." Δηλαδὴ τοῦ βαπτίσματος. "Καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην." Τῆς μετανοίας εὔδηλον. Τὰ γὰρ τῆς μετανοίας δάκρυα λείψανον τῆς δωρεᾶς ὑπάρχει τοῦ βαπτίσματος, ἀπόδειξις δὲ σαφής· ὁ μὴ βαπτισθεὶς μάτην μετανοεῖ, ἐὰν μὴ δραμὼν βαπτισθῇ· μάτην θύει τὴν προσευχήν, μάτην αἰτεῖ συγγνώμην, μάτην πηγάζει δάκρυα. Χωρὶς γὰρ βαπτίσματος ἄφεσις ἁμαρτημάτων οὐ πράττεται. Ὁ δὲ βαπτισθεὶς οὗτος ἐνεργὸν τὴν μετάνοιαν κέκτηται· δακρύει καὶ λέλυται· στενάζει καὶ πενθεῖ καὶ προσεύχεται, καὶ παραχρῆμα καθαίρεται.

Ἀλλὰ γὰρ ὅπως ἐκβαίνει καὶ τὰ λοιπὰ τῆς τοῦ νόμου προαγορεύσεως ἄκουε· "Τὸ πρωὶ ἐρεῖς· "Πῶς ἂν γένοιτο ἑσπέρα;" Καὶ τὸ ἑσπέρας ἐρεῖς· "Πῶς ἂν γένοιτο πρωί;" Πόθεν; "Ἀπὸ τοῦ φόβου τῆς καρδίας σου, ἃ φοβηθήσῃ, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου, ὧν ὄψῃ." Ἐπειδὴ τῶν σημείων καὶ τῶν θαυμάτων ἕνεκα, ἃ κατὰ τὸν καιρὸν τοῦ σταυροῦ ὑπῆρχε πραττόμενα, σειομένης τῆς γῆς, τοῦ ἡλίου φεύγοντος, κρυπτομένου τοῦ οὐρανοῦ, σχιζομένων τῶν πετρῶν, ῥηγνυμένου τοῦ καταπετάσματος, ἀνοιγομένων τῶν μνημάτων, δειλιῶντες καὶ ταραττόμενοι, λέγειν εἰκότως πρὸς ἀλλήλους ἠναγκάζοντο· "Πῶς ἂν γένοιτο ἑσπέρα;" ἵνα καθέλωμεν τὴν ζωὴν ἀπὸ τοῦ σταυροῦ, κρύψωμεν εἰς γῆν τὸν ἐξ οὐρανοῦ, συστείλωμεν ἐν τάφῳ τὸν ἀθάνατον, ἐκ μέσου τὸ θαῦμα ποιήσωμεν, ὅθεν ἡμῖν τὰ τηλικαῦτα φόβητρα.

Ἀλλὰ καὶ ταῦτα πράξαντες, οὐδὲν ἀπώναντο τοῦ σκοποῦ· εἰς τοὐναντίον δὲ αὐτοῖς τὸ ἐγχειρηθὲν γίγνεται. Καὶ διὰ τοῦτο ἔλεγον τὸ ἑσπέρας· "Πῶς ἂν γένοιτο πρωί;" Ἐπειδὴ φοβερὰ πάλιν τὰ ἐν τῇ νυκτὶ τῆς ἀναστάσεως τελούμενα θαύματα, ἐπειδὴ νυμφῶνα τὸν τάφον ἑώρων, ἐσφραγισμένον τὸ μνῆμα καὶ τὸν νεκρὸν μετὰ ζωῆς ἐκτρέχοντα, τοὺς στρατιώτας ὡς νεκρούς, τὰς γυναῖκας μυροφορούσας, ἀγγέλους τὰς ὀθόνας φυλάττοντας, ἄλλον ἐπὶ τοῦ λίθου καθεζόμενον τῆς ἀναστάσεως κήρυκα, τότε ἔλεγον· "Πῶς ἂν γένοιτο πρωί;" ἵνα παράσχωμεν τοῖς στρατιώταις ἀργύρια, ἵνα τὸν Πιλᾶτον διαφθείρωμεν, ἵνα κλέψωμεν ἀπάτῃ τὴν ἀλήθειαν, ἵνα φημίσωμεν "ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτόν, ἡμῶν κοιμωμένων".

Ταῦτα ὁ νόμος καὶ Μωυσῆς δι' αὐτοῦ, ἐν ἑκατέρῳ δὲ τούτων μᾶλλον ὁ θεὸς μαρτύρεται τὸν λαὸν τὸν ἀγνώμονα· ὃν ἐλέγχων Στέφανος ὁ θεολόγος παρ' αὐτῶν ὀνομάζεται βλάσφη μος. Καί φησιν ὁ ἀρχιερεύς· "Εἰ ταῦτα οὕτως ἔχει;" Οὐ γὰρ οἶδας ὅπως ἔχει; Οὐ σὺ τὸν δόλον ἐσκεύασας; Οὐ σὺ τοὺς συκοφάντας ἐμισθώσω; Οὐ σοὶ μισθαρνοῦσιν οἱ τῆς ἀπάτης μάρτυρες; "Ἀλλὰ χρεία, φησίν, ψεύδους καὶ ὑποκρίσεως· καὶ δόλου πρὸς τὴν παγίδα τὴν προβληθεῖσαν χρῄζομεν. Οὕτω τὸν Ἰωσὴφ πεπράκαμεν, τὸν Ναβουθαὶ πεφονεύκαμεν, τὸν Χριστὸν ἐσταυρώσαμεν."

Στέφανος δὲ καιρὸν διδασκαλίας εὑρών, πολλὰ μὲν ὅσα σωτήρια τοῦ δήμου ταῖς ἀκοαῖς ἐξέχεεν, συμπέρασμα δὲ τῆς ῥητορείας ἐπήγαγεν, αὐτῷ τε λέγειν, ὡς ἀληθείας μάρτυρι, κἀκείνοις ἀκούειν, ὡς θεομαχεῖν ὡρμημένοις καὶ τὴν τοῦ πνεύματος νοσοῦσιν ἀντιλογίαν, πρόσφορον· "Σκληροκάρδιοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς."

Καὶ πῶς ἐν ἀρχῇ λέγεις· "Ἄνδρες ἀδελφοὶ καὶ Πατέρες, ἀκούσατέ μου"; "Ἐκεῖνα", φησίν, "τῆς τοῦ Ἀβραὰμ εὐγενείας, ταῦτα δὲ τῆς τούτων πονηρίας. Ἐκεῖνα τῆς ἀγαθῆς ῥίζης, ταῦτα τῶν πονηρῶν κλάδων. Ἐκεῖνα τῆς ἀγέλης τὸ ἐπίσημον δείκνυσιν, ταῦτα τῶν πολλῶν τὸ ἄτακτον, τὸ σκληρόν, τὸ ἀχαλίνωτον." Πρὸς ἐκεῖνο τὸ προοίμιον Ἠσαίου προέτρεπεν· "Εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ." Πρὸς τουτὶ δὲ τὸ πέρας αὐτοὶ καὶ παρὰ γνώμην ἀναγκάζουσιν τὸν λόγον· "Ἀδελφοὺς ἐκάλεσα, πατέρας προσηγόρευσα, μή τις οἰηθῇ καθάπερ ἐχθρῶν κατηγορεῖν, ὡς πολεμίων ἐλέγχειν. Σκληροκαρδίους δὲ τοὺς αὐτοὺς καὶ ἀπεριτμήτους προσεφώνησα, ἐπειδὴ τῆς συγγενείας προτιμᾶν δεῖ τὴν ἀλήθειαν καὶ μήτε φίλων μήτε ἀδελφῶν μήτε πατέρων μήτε ἄλλων οἰκείων, ἡνίκα παρανομοῦσιν, φείδεσθαι."

Οὐ μὴν ἐκαρτέρουν οἱ παῖδες τῶν Ἰουδαίων ταῦτα τὰ ῥήματα, ἀλλὰ τοὺς ὀδόντας καθάπερ θῆρες ἔβρυχον, ἔτι ῥητορεύοντα τὸν Στέφανον καταπιεῖν ἐπειγόμενοι. "Ἔβρυχον τοὺς ὀδόντας." Περὶ γὰρ αὐτῶν εἴρητο· "Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα." Στέφανος δὲ οὐ πρὸς αὐτούς, ἀλλὰ πρὸς τὸν θεὸν τοὺς ὀφθαλμοὺς εἶχεν, καὶ τῆς γῆς ἀφέμενος εἰς τὰς αὐλὰς τῶν οὐρανῶν ἠπείγετο, καὶ λαμπρᾷ τῇ φωνῇ "Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγότας" ἐκήρυττεν. Τουτέστιν· τὸ κέρδος κοινόν, ἡ ὁδὸς πᾶσιν εὐτρεπής, ἡ πύλη τοῖς εἰσελθεῖν βουλομένοις ἀνέῳκται. Ὁ ἀνδρεῖος συντόνως ἀθλείτω· ὁ γνήσιος ὁπλίτης νῦν χρησάσθω τοῖς ὅπλοις, νῦν ἐνδειξάσθω τῆς ῥώμης τὸ μέγεθος. Ὁ γὰρ ἀγωνοθέτης ἐφορᾷ· τοὺς στεφάνους καὶ τὰ βραβεῖα διανέμων ἐφέστηκεν.

"Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγότας." Καὶ τίς ὁ ἀνοίξας, οὐκ ἀφῆκεν ἀγνοεῖν τὸν εἰδέναι βουλόμενον. Καὶ διὰ τοῦτο κέκραγεν· "Καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ", τὸν θεὸν Λόγον τὸν σαρκωθέντα λέγων. Ἀφ' οὗ γὰρ ὁ υἱὸς τοῦ θεοῦ υἱὸς ἀνθρώπου γεγένηται, ἀφ' οὗ ὁ ἐκ Πατρὸς αὐτὸς ἐκ παρθένου ἐνέστη τῇ γῇ καὶ τοῖς οὐρανοῖς ὅριον, περιῄρηται τῆς ἔχθρας τὸ μεσότοιχον, ἐκποδὼν ὁ φραγμός, κοινὰ τοῖς ἀγγέλοις καὶ τοῖς ἀνθρώποις τὰ τῆς πολιτείας, ἐὰν οἱ ἄνθρωποι βούλωνται. Ἔξεστιν ἐπὶ γῆς οὖσιν ἐν οὐρανῷ στρατεύεσθαι, κάτω τῇ σαρκὶ τυγχάνειν, ἄνω παρεῖναι τῷ πνεύματι, εἶναι μετὰ τοῦ πηλοῦ τῷ πηλῷ, μετὰ δὲ τοῦ θεοῦ τῷ νῷ.

Ταῦτα μὲν οὖν ἐθεολόγει Στέφανος· βοαὶ δὲ τὴν ἐν τάξει θεολογίαν ἄτακτοι, καὶ βοαὶ τὰς βοὰς διεδέχοντο· καὶ σφενδόναι λίθων τοῖς τῶν ἱερῶν νόμων ἐπηκολούθουν δόγμασιν. Ὅπλων ἀποροῦντες, ἀπὸ τῆς γῆς ὡπλίζοντο· ξίφων οὐ παρόντων, λίθους ταῖς δεξιαῖς ἐσχεδίαζον, καὶ τῆς πόλεως ἔξω λαβόντες ἔθυον. Οὐ γὰρ ἦν Ἰερουσαλὴμ ἡ παλαιὰ τῷ θύματι πρέπουσα· ἀλλὰ καὶ τὸν ἀμνὸν ἐχρῆν παρὰ τὸν ἀμνὸν τὸν τοῦ ποιμένος σφάζεσθαι, ἐκεῖ λαμβάνειν τὸν στρατιώτην τὰ τῆς νίκης ἐνέχυρα, ἔνθα τὸ κατὰ πάντων τρόπαιον ὁ βασιλεὺς ἐπήξατο.

Ἀλλὰ ποῖον ἐλάμβανεν τῆς τελευτῆς ἐφόδιον; Προσευχὴν καὶ τὸ ἐκ ταύτης θυμίαμα· καὶ τὴν σάρκα ἐκδυόμενος τὴν προσευχὴν ἐνεδύετο. Τί δὲ ἦν ἡ προσευχή; "Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου", τουτέστιν· Σὺ λάβε τὸ σόν· ἣν ἔδωκας παραθήκην ἀνάλαβε· ὃν ἐπίστευσας μαργαρίτην ὑπόδεξαι· ὃ κατ' εἰκόνα σὴν ἔχω, τοῦτο πέμπω πρὸς σέ. "Δέξαι τὸ πνεῦμά μου"· οὐκέτι γὰρ εἰς ᾅδου κλαυθμῶνος αἱ ψυχαὶ τῶν δικαίων εἰσέρχονται· οὐκέτι τὰ ζοφερὰ τοῦ θανάτου χωρία τὰ τῶν ζώντων παραλαμβάνει πνεύματα. Μετὰ σὲ τῶν ζώντων ἀπαρχὴν καὶ νεκρῶν ἅμα γενόμενον, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃς, ὅλων θαρρεῖ τῶν νεκρῶν, οὐκ ἔξω λόγου, τὸ φύραμα. "Δέξαι τοίνυν τὸ πνεῦμά μου." Μὴ συχωρήσῃς τὸ σὸν στρουθίον λοχῆσαι τοῖς θηρεύουσι μηδὲ τοῖς συναντῶσιν ἐν πύλαις ἐχθροῖς τὴν ἐμὴν ἀπὸ τῆς γῆς ἀποδημίαν λυμαίνεσθαι μηδὲ θορυβῆσαί μοι τὴν εἰς οὐρανοὺς ἄνοδον.

Ἀλλὰ ταύτην μὲν ὑπὲρ ἑαυτοῦ τὴν προσευχήν, ἑτέραν δὲ πάλιν ὑπὲρ τοῦ λαοῦ τῶν Ἰουδαίων ἔθυεν· "Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην." Καὶ τοῦτό ἐστιν· οὐ γὰρ εἶπεν· "Μὴ λογίσῃ αὐτοῖς", ἀλλὰ "Μὴ στήσῃς", ἦ πάντως ἵνα ζυγοστάτην ἀκριβῆ μάθῃς εἶναι τὸν κριτὴν τὸν ἡμέτερον, ἑκάστῳ τὰς πράξεις ἐν τῷ καιρῷ τοῦ κριτηρίου σταθμίζοντα. Εἰ γὰρ "ἔστησεν τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ", πῶς οὐ πολὺ μᾶλλον ταλαντεύει τὰ ἡμέτερα εἴτε πταίσματα μὲν οὖν εἴτε κατορθώματα; "Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην." Μὴ ἀναγάγῃς αὐτὴν εἰς τὸν ζυγὸν τῆς κρίσεως· μὴ βαρήσῃς ἐξ ἐμοῦ τοὺς ἀφ' ἑαυτῶν βεβαρημένους· μηδὲ ἡ ἐμὴ εὐλογία ἑτέροις γένηται κατάρας ἀφορμή, μὴ τὸ ἐμὸν κέρδος ζημίας τοῖς Ἰουδαίοις πρόξενον.

Οὐ βούλομαι τὴν ἐμὴν θυσίαν βλάβος γενέσθαι τοῖς θύουσιν. Εἰ γὰρ καὶ πονηρῷ θύουσιν λογισμῷ, ἀλλ' ὅμως αἰσχύνομαι τούτους, οἵτινες ἀφορμὴ καὶ παρὰ γνώμην ἐμοὶ τῆς πρὸς σὲ παρουσίας, τῆς τῶν οὐρανῶν βασιλείας, τῆς ἀπαλλαγῆς τοῦ πηλοῦ, τῆς ἄνω μεταθέσεως, μαρτυρίου νίκης, ὁμολογίας τῆς εἰς σὲ καὶ παρὰ σοῦ. Σὴ γάρ ἐστιν πρὸς ἡμᾶς φωνή, ᾗ προτραπεὶς ἐμαυτὸν ἑτοίμως εἰς θυσίαν ἐπέδωκα, καὶ τὸ αἷμα καθάπερ εἰς κρατῆρα διὰ τῆς ὁμολογίας εἰς τὰς σὰς χεῖρας ἐκένωσα· "Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς." Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἡσυχίου εἰς τὸν ἅγιον Στέφανον ἐγκώμιον.



Ἀνεγνώσθη Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς Ἰάκωβον, τὸν ἀδελφὸν τοῦ κυρίου, καὶ Δαυὶδ τὸν θεοπάτορα.

Εἰ μὴ "ἐταπείνωσεν ἑαυτὸν γενόμενος" ὁ σωτὴρ ἡμῶν "ὑπήκοος μέχρι θανάτου", οὐκ ἂν οἰκέται συγγενεῖς ἐχρημάτιζον, οὐκ ἂν ὁ πηλὸς πατὴρ τοῦ κεραμέως ἐλέγετο. Ἐν τῇ Σιὼν τὴν Βηθλεὲμ ὡς παροῦσαν ἀσπάζομαι, ἐν τῇ θυγατρὶ τὴν μητέρα βλέπω. Ἐν σοὶ δᾳδοῦχος ἀστὴρ εἷς ἀνήφθη, ἐν ταύτῃ δὲ πολλοί. Ἐκεῖνος τοὺς Μάγους ὡδήγησεν, αὕτη Πάρθους καὶ Μήδους καὶ Ἐλαμίτας καὶ τοὺς ἐξ ἐθνῶν πάντων τῷ φωτὶ τῆς ἀστραπῆς ἐδᾳδούχησε. Σὺ γάλα ἕλκεις ἐκ μασθῶν παρθενικῶν, αὕτη πνεῦμα ἐκ κόλπων κατάγει πατρικῶν. Σὺ τὸν ἄρτον ἐζύμωσας, ἀλλ' ἡ Σιὼν δεῖπνον ἀνέδειξε. Σὺ τὸν μόσχον ἐπὶ τῆς φάτνης ἔθρεψας, ἀλλ' ἡ Σιὼν εἰς τὸν βωμὸν ἀνήγαγε. Σὺ τὸν Ἰησοῦν ἐν τοῖς σπαρ γάνοις ἔκρυψας, αὕτη δὲ τῷ Θωμᾷ τὴν πλευρὰν βουληθέντι ψηλαφῆσαι ἐγύμνωσε. Σὺ παρθένον ἔχεις τίκτουσαν κεκλεισμένων τῶν ὀργάνων τῆς φύσεως, αὕτη παστάδα κεκλεισμένων τῶν θυρῶν ἔνδον τὸν νυμφίον δεχομένην καὶ ἔχουσαν.

Πῶς ἐγκωμιάσω τὸν τοῦ Χριστοῦ δοῦλον καὶ ἀδελφόν, τὸν τῆς νέας Ἰερουσαλὴμ ἀρχιστράτηγον, τὸν τῶν ἱερέων ἡγεμόνα, τῶν ἀποστόλων τὸν ἔξαρχον, τὸν ἐν κεφαλαῖς κορυφήν, τὸν ἐν λύχνοις ὑπερλάμποντα, τὸν ἐν ἄστροις ὑπερφαίνοντα; Πέτρος δημηγορεῖ, ἀλλ' Ἰάκωβος νομοθετεῖ, καὶ ὀλίγαι λέξεις τὸ τοῦ ζητήματος συνέστειλαν μέγεθος· "Ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν, καὶ ἑξῆς". "Ἐγὼ κρίνω"· οὗ τὴν κρίσιν ἀθετεῖν οὐ θέμις, οὐδὲ φαυλίζειν τὸ ψήφισμα· "Ἐν ἐμοὶ γὰρ ὁ πάντων κριτὴς καὶ νεκρῶν καὶ ζώντων φθέγγεται. Ἐμὸν τὸ ὄργανον, ἀλλ' ὁ τεχνίτης ὑπὲρ ἐμέ. Ἐγὼ τὴν γλῶσσαν παρέχω, ἀλλ' ὁ δημιουργὸς Λόγος τὸν λόγον χορηγεῖ. Μὴ τῷ καλάμῳ, τῷ δὲ γράφοντι πρόσεχε. Τὴν ἀκοὴν ὑπακοὴ διαδεχέσθω."



Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὸν τετραήμερον Λάζαρον.

Δεῖπνον ἡμῖν πολυτελὲς Λάζαρος αὖθις ἰδοὺ σήμερον παρατίθησιν, δεῖπνον ἐν ᾧ πάντα θαυμαστά, πολυανθῆ καὶ λαμπρά, θείας ἀληθῶς φιλοτιμίας καὶ βασιλικῆς τινος ἀγερωχίας ἐχόμενα· ὁ Πατὴρ γὰρ τραπεζοποιεῖ, ὁ Υἱὸς οἰνοχοεῖ καὶ τὸ Πνεῦμα μυρίζει τὸ συμπόσιον· ἄγγελοι δὲ φύλακες τοῦ νυμφῶνος ἑστήκασιν, οὔτε τὸν Ἰούδαν εἰσελθεῖν ἐπιτρέποντες, οὔτε παρακύψαι Καιάφαν ἀνεχόμενοι, τοὺς ὑποκριτὰς ἐλαύνοντες ἔτι πόρρω τυγχάνοντας, τοὺς κυριοκτόνους μετὰ πικρῶν τινων μαστίγων καὶ χαλεπῶν ἐξωθούμενοι, τοὺς θεοβλασφήμους μετὰ ῥομφαίας παρασκευασμένης διώκοντες, χειραγωγοῦντες δὲ τὸν λῃστήν, τὴν πόρνην δορυφοροῦντες, τοὺς Μάγους μετὰ χαρᾶς εἰς τὸ δεῖπνον εἰσπέμποντες, τοῖς τελώναις τὰ πρωτεῖα τοῦ νυμφῶνος παρέχοντες. Ἀλλὰ τίνες οἱ συμποσιασταί; Τοῦτο γὰρ ἡμῖν τοῦ λό γου τὸ κεφάλαιον. Οἱ νεκροὶ πάντες, στολὴν νυμφικήν τινα καὶ καθαρὰν ἠμφιεσμένοι ἕκαστος, μέσους δὲ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν μεμερισμένους ἔχοντες.

Ἀγαθὰ γὰρ τῷ γένει τοιαῦτα καὶ τούτων ἔτι μείζονα φιλοτιμεῖται τῶν νεκρῶν ἡ ἀνάστασις, ἧς τὸ προοίμιον ὁ πάντα μέγας κατεπιστεύθη Λάζαρος, τὸ λίαν εὐθαλὲς τῶν ἀρετῶν γεώργιον, ὁ πολυφόρος ἀμπελὼν τῆς πίστεως, τὸ ῥόδον τῆς βασιλείας τοῦ Χριστοῦ, τὸ πρωτότοκον ὅπερ ἡ φωνὴ τοῦ μονογενοῦς ἔθρεψεν, ἡ γλῶττα τοῦ Λόγου, τῆς σοφίας ἡ σάλπιγξ, ὁ αὐλὸς ὁ ἀσίγητος, ἡ πατρόχορδος λύρα, ἡ θεόνευρος κιθάρα, τὸ θεόπληκτον ὄργανον, τὸ αὐτογενὲς τῆς θεογενοῦς ἁρμονίας ψαλτήριον. Ἡ φωνὴ δὲ τίς; "Λάζαρε, δεῦρο ἔξω." Ἧς ἀκουσθείσης, ὅλος μὲν τῶν νεκρῶν ὁ δῆμος ἀνεπτέρωτο, κεκάρωτο δὲ τῇ δειλίᾳ ὁ θάνατος καὶ τῷ φόβῳ σκελισθεὶς ἔκειτο πρηνὴς ὑπὸ τῶν οἰκείων αἰχμαλώτων πατούμενος. "Λάζαρε, δεῦρο ἔξω"· σοῦ γὰρ τὸ παρὸν τῆς παρουσίας χρῄζομεν. Μήπω μοι, φησίν, οἱ δῆμοι τῶν νεκρῶν ἀνερχέσθωσαν· οὔπω καιρὸς ὅλῳ τὴν ἐλευθερίαν μηνυθῆναι τῷ πλάσματι, οὔπω τὸ γένος ἀναβῆναι, πρὶν ὁ τοῦ γένους καταβῇ δημιουργός. "Λάζαρε, δεῦρο ἔξω"· σοῦ γὰρ τὸ τάχος χρῄζομεν, ἵνα μάθωσιν οἱ ζῶντες πόσον οἱ νεκροὶ τὸν ἐκ Μαρίας τρέμουσιν, ἵνα γνῷ Πιλᾶτος τίνος φωνὴ τοὺς νεκροὺς ἐλευθεροῖ, συλᾷ τὴν φθοράν, εἰς νυμφῶνας μεταποιεῖ τὰ μνήματα.

"Λάζαρε, δεῦρο ἔξω." Ἔξιθι τῶν δεσμῶν καὶ τοῦ σκότους μετάστηθι. Ἐλθὲ πρὸς τὴν ἡμέραν καὶ τὴν νύκτα κατάλιπε. Σπεῦδε πρὸς τὴν ζωὴν παρὰ τῆς ζωῆς καλούμενος. Γενοῦ χορευτὴς τῆς χαρᾶς· πέπαυται γὰρ τοῦ πένθους ἡ ὑπόστασις. "Λάζαρε, δεῦρο ἔξω." Μὴ φρόντιζε τῶν δεσμῶν· αἱ γὰρ ἁλύσεις ἔπεσαν. Μὴ λογίζου τοὺς μοχλούς· ἀφ' ἑαυτῶν γὰρ συντρίβονται. Μὴ εὐλαβοῦ τοὺς πυλωρούς· πύλαι γάρ σε χαλκαῖ καλούμενον παρ' ἐμοῦ κατέχειν οὐκ ἀνέχονται. "Λάζαρε, δεῦρο ἔξω." Ἴδωσί σε οἱ οὐρανοί, καὶ "τὴν δόξαν τοῦ θεοῦ διηγοῦνται" λαμπρότερον. Ἴδῃ σε ἡ γῆ, καὶ δορυφορεῖν τῆς Βηθλεὲμ τὸ σπήλαιον ὑπὲρ τὰς αὐλὰς τὰς βασιλικὰς ἄρχεται καὶ τῇ φάτνῃ καθάπερ τῷ θρόνῳ τῶν κερουβὶμ σεμνύνεται. Ἴδῃ σε ὁ ἥλιος, καὶ λαμπροτέραν ἐπὶ σοὶ τὴν ἀστραπὴν ἀφίησι. Ἴδῃ σε Πέτρος, καὶ τῇ φωνῇ τοῦ ἀλεκτρυόνος πείθεται καὶ θερμότερα στάζει τῆς μετανοίας τὰ δάκρυα. Ἴδῃ σε Ἰούδας, καὶ σύμφωνον προστίθησιν· μαθὼν ὃν πωλεῖ τὸ τῆς προδοσίας ἀργύριον κατέχειν οὐκ ἀνέχεται, μαθὼν ὃν πωλεῖ θεὸν εἶναι τὸν παρ' αὐτοῦ προδοθέντα μαρτύρεται, μαθὼν ὃν πωλεῖ προστρέχει τῷ βρόχῳ καὶ τὸ τῆς ἀγχόνης σχοινίον ἑαυτῷ περιτίθησι. Κημὸς δὲ τοῦτο τοῖς θεολοιδόροις σκληρὸς καὶ χαλινὸς τοῖς θεομερισταῖς εἰκότως αὐστηρός τε καὶ φοβερὸς εὑρεθήσεται.

"Λάζαρε, δεῦρο ἔξω." Ἴδῃ σε, φησίν, ἡ τῶν Ἰουδαίων συναγωγή, καὶ τὸ προικῷον προδίδωσι, τὸν νυμφικὸν αὐτῆς χιτῶνα χερσὶν οἰκείαις ῥήγνυσι καὶ τὸ ἀποστάσιον μήπω τῶν ἐπ' αὐτῷ καλάμων γεγλυμμένων φαντάζεται. Ἴδῃ σε τῶν ἐθνῶν ἡ ἐκκλησία, καὶ πίστιν ἐπὶ πίστιν προστίθησιν, ζῆλον ἐπὶ ζῆλον, ἐλπίδα ἐπ' ἐλπίδα, ἀγάπην ἐπ' ἀγάπην, καὶ τῇ προσθήκῃ τῶν ἀρετῶν τὸ γαμικὸν κορυφοῦται συμβόλαιον. Τῆς ἱερᾶς δὲ ταύτης φωνῆς ἐπακούσας, ὁ Λάζαρος αὐτομολῆσαι πρὸς τὸν καλοῦντα μετὰ χαρᾶς ἠπείγετο καὶ τῷ δήμῳ τῶν νεκρῶν συνταττόμενος ἔλεγεν· "Ἡ ζωή με καλεῖ καὶ μένειν οὐκ ἀνέχομαι, ἕλκει με λόγος καὶ θεοῦ φωνή· οἱ πόδες δὲ πρὸς αὐτὸν αὐτομάτως ἐπείγονται· ποιητοῦ τὸ πρόσταγμα, καὶ τὰ παρὰ φύσιν ἡ φύσις μεθοδεύεται. Ὑμεῖς δὲ τί πρὸς τὸν καλοῦντα βούλεσθε; Ὑπὲρ ὑμῶν πρεσβεύσομαι αὐτὸν ἐλθεῖν πρὸς ὑμᾶς ἢ πρὸς αὐτὸν ὑμᾶς ἄνω γενέσθαι τοὺς κάτω ἢ κάτω τὸν ἄνω· πάντα γὰρ ὡς ἀγαθὸς ἀνέχεται.
Ὑπὲρ ὑμῶν τῶν δικαίων πρεσβεύσομαι, εἰ καὶ ὑμεῖς οἱ ἁμαρτωλοὶ πρεσβείαν δι' ἐμοῦ πρὸς αὐτὸν ἀποστέλλετε. Σὺ δὲ μᾶλλον, ὦ Ἀδάμ, λέγε· σοῦ γὰρ ἡμᾶς ἀναγκαῖον πυνθάνεσθαι. Μέλει σοι τοῦ γένους ὅλου; Ὅλων ἆρα τῶν πεπτωκότων ὡς πατὴρ αὐτὸς ὑπάρχων, τῶν πεσόντων πεφρόντικας ἢ μόνης φείδει τῆς ἐκλογῆς ἢ μόνους ἐλευθερωθῆναι θέλεις τοὺς καθαροὺς τῆς εἰκόνος τοὺς χαρακτῆρας φυλάξαντας; Ἀλλὰ γὰρ ὅρα μὴ τῷ κεραμεῖ ζημία πολλὴ τοσούτων σκευῶν ἀποβληθέντων γένηται. Ὅρα μὴ καὶ σὺ γένῃ τῆς παρακοῆς ἕνεκα μετὰ τοῦ γένους τῶν λοιπῶν ἁμαρτωλῶν ἀπόβλητος. Ἀλλὰ λέγε, ὦ Ἀδάμ, τὸ τάχος· ἀναβολῆς γὰρ ὁ καιρὸς οὐκ ἀνέχεται. Δέδοικα μήποτε μεμφθῶ τοσαύτης ἀμελήσας καὶ τηλικαύτης σάλπιγγος. Λέγε δὲ ὅμως ὃ βούλει· ἐρῶ γὰρ πρὸς τὸν ἀφέντα τὴν φωνήν· Μὴ θυμωθῇς, ὦ δέσποτα. Μακροθυμίας πρὸς τὴν κλῆσιν δεόμεθα· χρῄζω γὰρ ἅπερ ἔφαγον μεθοδεῦσαι τοὺς σκώληκας, χρῄζω συναγαγεῖν τὰ σκορπισθέντα πρὸς τὴν γῆν καὶ εἰς κόνιν διαλυθέντα λείψανα. Μὴ γὰρ ἀτελὴς ἀναβῆναι πρὸς τὸν τέλειον δύναμαι, μὴ τὸ μὲν ἀφεῖναι τῇ γῇ, τὸ δὲ πρὸς τὸν καλοῦντα λαβεῖν καὶ παραστῆσαι τῷ σπεύδοντι τὸν Ἀδὰμ ἀναλαβεῖν ὁλόκληρον; Πρὸς τούτοις πύλαι πολλαὶ τῷ θανάτῳ τυγχάνουσιν· πάσας δὲ εἰσελθὼν ἐξελθεῖν αὖθις δέομαι."

Μετὰ τούτους ὁ Λάζαρος τοὺς λόγους ἐκ τῆς γῆς ἐκουφίζετο. Οἱ νεκροὶ δὲ προσελθόντες κατεφίλουν ἕκαστος ὡς ἀποδημεῖν σπεύδοντα τὸν Λάζαρον καὶ τὰς οἰκείας συμφορὰς ὡς ἀπαγγέλλειν μέλλοντι παρετίθεντο. Καὶ πρῶτος ὁ Ἄβελ ἔλεγεν· "Εἰπὲ τῷ λυτρωτῇ· Τί μοι κέρδος ὅτι μετὰ θάνατον λαλῶ, ὁ δεσμὸς δὲ τῆς φθορᾶς οὐκ ἀφίσταται;" Ὁ Νῶε καὶ αὐτὸς σχετλιάζων ἐπέφερεν· "Τί μοι τοσαύτην κιβωτὸν καὶ τηλικαύτην ἐπίστευσας; Οἶκος δέ με νῦν κατέχει στενὸς καὶ ἀφεγγής, αὐχμηρὸς καὶ ζοφώδης, τοσούτοις πήχεσιν ὅσοις ὁ τάφος μετρούμενος ἔχει." Ὁ Ἀβραὰμ ὡσαύτως ἐχαλέπαινεν· "Υἱὸν μὲν ἐγώ", λέγων, "μονογενῆ τῷ ποιητῇ προσήνεγκα· αὐτὸς δέ με χρόνον περιορᾷ τοσοῦτον ἐν δεσμοῖς κατεχόμενον δεινοῖς." Ὁ Ἰσαὰκ ἐδυσφόρει ὅτι "Τύπος θυσίας ἀθανάτου γενόμενος, πικρὰν ὅμως περιφέρω τοῦ θανάτου τὴν ἅλυσιν." Ὁ Ἰακὼβ ἐμέμφετο ὅτι μετὰ θεοῦ παλαῖσαι δυναμωθεὶς οὐκ ἴσχυσε παλαῖσαι πρὸς τὸν πικρότατον θάνατον.

Ὁ Ἰωσὴφ ἀγανακτῶν ἠπείλει τὰ δεσμὰ ῥηγνῦναι, τῷ ἁγιασμῷ θαρρῶν, τῇ ἁγνείᾳ πεποιθώς, τοῖς ὀνείροις αἰρόμενος· οὐ μὴν ἰσχύων τῷ θανάτῳ ἐστέναζε δριμὺ ἄνεσιν μὴ ἔχων. Ὁ Μωυσῆς ἐβόα· "Πῶς ἰδοὺ ἐγὼ δεσμώτης ὁ νομοθέτης κάθημαι; Πῶς μετὰ Φαραὼ τοῦ παρ' ἐμοῦ βολισθέντος κατέχομαι; Πῶς μετὰ τῆς αἰγυπτιακῆς στρατειᾶς, ἣν ἐν τῷ χειροφανεῖ κλύδωνι ἐμέθυσα, τὸν κρατῆρα τῆς φθορᾶς τὸν ἁλμυρὸν τῆς ἐνθάδε φθορᾶς ἀπολαύω καὶ τῶν ἰχώρων τὸν βόρβορον;" Ὁ Δαυὶδ τὴν λύραν λαβὼν πρὸς τὸν Λάζαρον ἔλεγεν· "Εἰπὲ πρὸς τὸν ἐκ παρθένου· Εἰ μὴ σπεύδεις αὐτός, ἀλλὰ γὰρ ἡμεῖς ἀνάγκῃ τῶν δεινῶν σπεύδομεν. Εἰ σὺ μέλλεις, ἀλλ' ἡμεῖς καρτερεῖν οὐ δυνάμεθα. Εἰ μὴ αὐτὸς καταβαίνεις, ἡμεῖς ἤδη τὸ τάχος πρὸς σὲ ἀναβαίνομεν. Χρῄζω κιθαρίσαι τοῖς ζῶσιν· χρόνον γὰρ ἱκανὸν ἰδοὺ τοῖς νεκροῖς λυδῳρῶ.

Χρῄζω καὶ τοῖς ὑπὲρ γῆν τὰ τῆς κιθάρας ἑρμηνεῦσαι μυστήρια καὶ εἰπεῖν πῶς μὲν "οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ", πῶς δὲ "ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα", τίς "ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα", ποία δὲ "νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν", τίνες "οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν", τίνων "εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν", τίς "ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ", ποῖος οὗτος ὁ "καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ" καὶ πότε "ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν", πῶς δὲ "ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου" αὐτοῦ.

"Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ", ἡνίκα ὁ ἐξ αὐτῶν εἰς γῆν καταβαίνει καὶ τὰ ἄνω χηρείας οὐκ αἰσθάνεται. "Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα", ὅτε ὁ τὸν Ἀδὰμ ἀναπλάσας εἰς αὐτὸ μετὰ δόξης ἀνάγει τὸ στερέωμα, μετὰ δεσμοὺς ἀκράτητον, μετὰ φθορὰν ἄφθαρτον, μετὰ θνῆσιν ἀθάνατον. "Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα", ἡ ἡμέρα τοῦ δεσποτικοῦ τόκου πρὸς τὴν ἡμέραν τοῦ βασιλικοῦ σταυροῦ· καθάπερ γὰρ ἐκείνη θεὸν ἰδοῦσα μετὰ σαρκὸς ἐκ μήτρας προερχόμενον, οὕτως αὕτη θεὸν μετὰ σαρκὸς εἶδεν "ἐπὶ ξύλου κρεμάμενον". "Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν", ἡ νὺξ τῆς παραδόσεως τῇ νυκτὶ τῆς ἐγέρσεως· ἐκείνη μὲν γὰρ ἀναγγέλλει τοῦ Ἰούδα τὴν πτῶσιν, αὕτη δὲ τοῦ Ἀδὰμ τὴν ἀνάστασιν. "Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν", αἱ τῶν ἀγγέλων εὔδηλον· φωναὶ γὰρ ἅσπερ ἐκεῖνοι πρὸς τὰς γυναῖκας τὰς μυροφόρους ἐφθέγξαντο εἰς ὅλον τὸ γένος τὸ λογικὸν διέβησαν.

Εἰς πᾶσαν ἀκοὴν ἔδραμεν ἡ λαλιά, καὶ γλῶσσα λογικὴ παρὰ τοῦ θεοῦ δεδώρηται, ὅτε "εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν", Πέτρου καὶ Ἰωάννου καὶ Ἀνδρέου καὶ Θωμᾶ καὶ τοῦ λοιποῦ τῶν ἀγραμμάτων χοροῦ, τῆς σεμνῆς τῶν ἰδιωτῶν φάλαγγος, ἣν ἡ σοφία τοῖς ἑαυτῆς λόγοις ἐμισθώσατο κήρυκας. "Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ", ὁ Πατὴρ ἐν τῷ Υἱῷ· οὗτος γὰρ ἡμῖν ἀνέτειλε δικαιοσύνης ἥλιος, "ἐν αὐτῷ δὲ πᾶν τὸ πλήρωμα σωματικῶς κατοικεῖ τῆς θεότητος". "Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ"· λευχείμων γάρ, θεοειδής, ἀστραπηφόρος, ἐξ οὐρανοῦ νυμφίος ἐκ τῆς παστάδος προῆλθε τοῦ βασιλικοῦ μνήματος. "Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν", ἐπειδὴ νικητὴς ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ἔ δραμεν καὶ τροπαιοφόρον αὐτὸν ἐκ τῶν νεκρῶν αἱ νεφέλαι παρέλαβον.

"Ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ"· ὅθεν γὰρ κατῆλθεν, ἐκεῖ μείνας ὑπῆρχεν· ἔνθα δὲ ὅμως ἔμεινεν, ἐκεῖ πάλιν μετὰ σαρκὸς ἀνέδραμεν, πρὸς ἡμᾶς καταβὰς καὶ παρὰ τῷ Πατρὶ μείνας, δι' ἡμᾶς ἀναβὰς καὶ παρὰ τῷ Πατρὶ μετὰ τῆς ἀπαρχῆς τῆς ἡμετέρας γενόμενος. Λάζαρον δὲ κατήπειγεν ἡ φωνή, καὶ πτερωτὸν ἡ κλῆσις ἐλευθερωθέντα τῶν δεσμῶν ἀπὸ τῆς γῆς ἀνήγαγεν. Καὶ καθάπερ ἔλαφος ἀπὸ τῶν τάφων ἐξήλατο, δορκάδος δίκην ἐκ τῶν μνημάτων, ὁ νεκρός, ὁ τυφλός, ὁ δεσμώτης· ἔτι γὰρ τὰς κειρίας ὑπῆρχε περικείμενος, ἔτι τῷ σουδαρίῳ τὰς ὄψεις ἐκαλύπτετο, καὶ τοὺς ὀφθαλμοὺς αἱ ὀθόναι ἔκρυπτον. Αἱ κόραι καταβεβρωμέναι καὶ ἀφανεῖς ἐτύγχανον, τὴν ἡλιακὴν ἀστραπὴν ὑπὸ τῶν δεσμῶν οὐ δυνάμεναι δέξασθαι. Ἡ ἀκοὴ πεπίλωτο, ἡ ἀναπνοὴ πέφρακτο, ἡ γλῶσσα κημὸν εἶχε καὶ χαλινόν, τὰ χείλη τῶν κηδευσάντων τὸν δεσμὸν ἐκέκτηντο, ὁ τράχηλος τοῖς ζωνιδίοις ἐπέπλεκτο, οἱ ὦμοι τοῖς δεσμοῖς συνεσφίγγοντο τοῖς τῶν μηρῶν ἀλλήλοις συνδεθέντων καὶ οὐκ ἐξῆν ἀλλήλων λοιπὸν μερίζεσθαι, αἱ κνῆμαι ἄλλη τις ἐπ' ἄλλην καθάπερ ξύλον ἐπὶ ξύλου συνέκειντο.

Καὶ στήλη τις ἦν θανάτου καθαρά, ἐναργὲς τῶν ἐν ᾅδου κατεχομένων ὑπόμνημα. Ὁ δὲ καὶ οὕτως ἔτρεχε, καὶ τοὺς Ἰουδαίους ἐθορύβει, τοὺς Φαρισαίους ἐσκόρπιζεν, Σαδδουκαίους πίπτειν ἄλλον ἐπ' ἄλλον σκελισθέντας τῷ φόβῳ ἠνάγκαζεν· τοὺς συγγενεῖς δὲ καὶ τοὺς φίλους καὶ τοὺς συνήθεις εὔφραινεν, προσεκύνει σπουδῇ πολλῇ καὶ δρόμῳ τὸν ἐγείραντα, ἀνήγγειλε τῇ ζωῇ τὰ τοῦ ᾅδου μυστήρια. Ὁ Χριστός· "Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν", τῷ περιεστῶτι θεάτρῳ τῶν Ἰουδαίων ἔλεγεν, λύσατε τὸν λυθῆναι μὴ χρῄζοντα, λύσατε τὸν τῶν ποδῶν δεδεμένων βαδίζοντα, λύσατε τὸν κειρίαις κρατούμενον καὶ τοὺς πόδας εὐτάκτως οὐδὲν ἧττον σαλεύοντα, λύσατε τὸν τῶν ὀφθαλμῶν κεκαλυμμένων βλέποντα, τὸν ἐμπεφραγμένων αὐτῷ τῶν ὤτων ἀκωλύτως ἀκούοντα, τὸν δεδεμένων τῶν ῥινῶν τῆς ζωῆς ὀσφραινόμενον.

Λύσατε αὐτόν, ἵνα τοὺς δακτύλους τῷ θαύματι καταστήσητε μάρτυρας, ἵνα μηκέτι τὸ σημεῖον ἀρνήσησθε τὴν οἰκείαν παλάμην αἰσχυνόμενοι, ἵνα, ὅταν πειραθῆτε συσκιάσαι τὸ κατορθωθὲν κατὰ τοῦ θανάτου τρόπαιον, ἔλεγχοι τῆς ὑμετέρας ἀγνω μοσύνης οἱ δεσμοὶ οἱ παρ' ὑμῶν ἀρθέντες γένωνται. "Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν"· τὸν νεκρὸν γὰρ τῆς ζωῆς ἐμισθωσάμην κήρυκα. Ὁ ἐξ ᾅδου τὸν ἐξ οὐρανοῦ μηνύει, ὁ ἐκ τάφων τὸν ἐκ τῶν κόλπων τοῦ Πατρὸς μηνύει τοῖς ἔθνεσιν, ὁ λυθεὶς εἰς κόνιν ἀκριβῶς καταγγέλλει τὸν ἐξ ἀρχῆς τὸ γένος χωνεύσαντα, ὁ ἐκ τοῦ χοὸς ἀνελθὼν πιστὸς ἔσται τὸν κεραμέα γνωρίζων τοῖς πηλίνοις καὶ συγγενέσι σκεύεσιν ἀναπλάττοντα. "Ἄφετε αὐτὸν ὑπάγειν"· τὸ σημεῖον γὰρ οὗτος σιωπᾶν τὸ πραχθὲν οὐκ ἀνέχεται, οὐδεὶς αὐτὸν ἀναγκάσει φόβος πρὸς τὸν εὐεργέτην γενέσθαι τὸν οἰκεῖον ἀγνώμονα, οὐδὲ χρημάτων μεταπείσει πόθος, οὐδὲ δόξης ἔρως σκελίσει, οὐδὲ ὀκνηρὸν ποιήσει τῶν βιωτικῶν ἡδονῶν ἡ προσπάθεια.

Ἔμαθεν ἀφ' ὧν ἔπαθεν, ἔνθα κατῆλθεν. Ἐκεῖ ἐπαιδεύθη τῶν ἐνταῦθα τὸ σαθρόν, τὸ ἀσθενές, τὸ ἀβέβαιον. Ἔπεισεν αὐτὸν τὰ ὑπὸ γῆν τῶν ἐν τῇ γῇ μὴ φροντίζειν, μηδὲ λόγον αὐτῶν ὡς μένειν δυναμένων τίθεσθαι. "Ἄφετε αὐτὸν ὑπάγειν," ἵνα παραγγείλῃ τῷ Καιάφᾳ καὶ τὸν Πιλᾶτον μαρτύρηται, γνωρίσῃ τοῖς ὑπηρέταις τίνα ῥαπίζειν μέλλουσιν, στηρίξῃ τοὺς μαθητάς, σκελίσῃ τοὺς πειράζοντας, τὸ μύρον ἑτοιμάσαι ἐντείληται ταῖς γυναιξίν. "Ἄφετε αὐτὸν ὑπάγειν"· τούτου γὰρ βαδίζοντος, ἡ συναγωγὴ κλονεῖται, θορυβεῖται πλῆθος Σαδδουκαίων· ὅλος δὲ τῆς γῆς ὁ κύκλος σκιρτᾷ καὶ ὁ πόλος τῷ δήμῳ τῶν νεφελῶν φαιδρύνεται, περιχαρὴς ὁ χορὸς τῶν ἄστρων εὑρίσκεται, ὁ οὐρανὸς ὑψοῦται, τοῦ καταβάντος ἐξ αὐτοῦ καὶ μείναντος παρ' αὐτῷ κατασκοπῶν τὴν δύναμιν· αὐτῷ δόξα καὶ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὸν τετραήμερον Λάζαρον. 

Φιλῶ τὸ τῆς ἐκκλησίας χωρίον, τὸ πνευματικόν μοι τοῦτο συναγούσης συμπόσιον· συμπόσιον γὰρ θεοῦ τῆς ἐκκλησίας ὁ σύλλογος, κρατῆρι μὲν μυστικῷ ποτιζόμενος, ἀμνῷ δὲ ζωοποιῷ σιτιζόμενος· ἐπειδὴ γὰρ ὁ τῶν ἀγγέλων βασιλεὺς τῇ γῇ ἐπεδήμησεν, συμπόσια τοῖς πιστοῖς καὶ τρυφαὶ συγκεκρότηνται καὶ τὸ τῆς φύσεως πένθος εἰς τὸν πρόξενον τοῦ πένθους ἀνέστραπται ἐκ τῶν τῆς ἐπιδημίας τοῦ σωτῆρος ἐναρξαμένων χρόνων· ἡ γὰρ φύσις, εὐθέως τοῦ δεσποτικοῦ φέγγους λαβοῦσα τὴν αἴσθησιν, χαρᾶς ἦν ἐκ προοιμίων καὶ σκιρτημάτων ἀνάπλεως. Ἔτικτον στεῖραι προδρόμους τῆς χάριτος, ἐν αὐταῖς ἔπαιζον ἀγαλλιῶντα ταῖς μήτραις τὰ ἔμβρυα· "Ἐσκίρτησε γὰρ τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς ἐν ἀγαλλιάσει." Ἐπ' ἀλοχεύτῳ παρθένος ἐμακαρίζετο τόκῳ, οὐρανὸς ἄνωθεν δι' ἀστέρος Μάγους ἐκάλει, ἀγγέλων πλήρης ἡ γῆ τοῖς ἐν τῇ γῇ συγχαιρόντων, ἠφίεσαν οὓς εἶχον οἱ δαίμονες, ἀπέλυον αἱ νόσοι τὰ σώματα· ἔνθεν τρέχων ἀπήντα παράλυτος, ἐκεῖθεν τυφλὸς ἐξανίστατο βλέπων, ἐνταῦθα λεπρὸς ἀπενίπτετο λέπραν, ἐκεῖ πολυαιμάτου πάθους ἐξηραίνετο λίμνη, οὗτος ἐκ μογιλάλου κατεσκεύαστο λάλος, ἄλλος πρὸς ἀκρόασιν τῶν ὤτων ἀνάκτησιν εἰς δεξίωσιν λόγων πεφραγμένων τὸ πρὶν ἐκαρπίζετο σύντομον.

Καὶ τί δεῖ λέγειν τὴν ἀφύτευτον ἐν γάμοις οἰνοποσίαν, τοὺς ἐκ μνημάτων ἐξαλλομένους νεκρούς; "Νεανίσκε", γάρ, φησίν, "σοὶ λέγω, ἐγέρθητι"· καὶ γοργὸς ἦν ἀκροατὴς τῆς φωνῆς ὡς πλασάμενος νεκρὸν καὶ οὐκ ἀληθῶς τεθνηκώς. Ἔλυσε καὶ τὸν Λάζαρον ὁ τάφος, ἀλλ' οὕτω καλούμενος ἔσπευσεν ὡς ἐσπαργανωμένος ἐπιδείξασθαι δρόμον, ὁ τετάρτην ἡμέραν κατασαπεὶς ἐν τῷ μνήματι, πολλὰ δὲ τῶν σπλάγχνων ὑπὸ σκωλήκων πεπορθημένος, πᾶσαν δὲ τοῦ σώματος διασπασθεὶς ἁρμονίαν καὶ τῆς φθορᾶς μάρτυρα τοῦ τάφου κεκτημένος τὸ δυσῶδες. Ἀλλ' ἡ τῆς ζωῆς εὐοσμία τὴν τῶν σπλάγχνων ἀνεχάλκευσε λύσιν καὶ γέγονε τῷ κειμένῳ μήτρα τὸ μνῆμα καί, καθάπερ ἐν γαστρὶ σπαρεὶς οὐκ ἐν μνήματι, νεόπλαστος ἐξήλατο Λάζαρος ὁ παλαιὸς καὶ νέος ἄνθρωπος.

Ὢ καινῆς θαυματοποιίας. Ἄνθρωπον ἡμῖν εἰς ζωὴν ἐκυοφόρησε τάφος, τοῖς ἐνταφίοις ὥσπερ τι βρέφος ἐνειλημμένον σπαργάνοις· ἡ γὰρ τοῦ δεσπότου φωνὴ τῷ νεκρῷ γνωρισθεῖσα μετὰ τῶν σπαργάνων ἐκ τοῦ μνήματος εἷλκεν αὐτόν· "Λάζαρε", φησίν, "δεῦρο ἔξω." Καὶ τῷ λόγῳ ταχέως ὁ νεκρὸς συνεξήρχετο, συνδραμόντων ἀλλήλοις τῶν μελῶν ἐν τῷ τάφῳ· πρὸς τὴν οἰκείαν ὁ ὀφθαλμὸς ἐπανήρχετο τάξιν, τὴν ἰδίαν ἡ ῥὶς κατελάμβανε χώραν, πρὸς τὸ πρότερον παρειαὶ κατηπείγοντο σχῆμα, τράχηλος ὤμοις καὶ κεφαλῇ συνεσφίγγετο, ἡ τῶν χειρῶν πρὸς κίνησιν εὐτρεπίζετο συζυγία, ἄρθρων ἁρμονίαι συνήγοντο, δακτύλων συνετίθετο τάξις, νεύρων ἀνεδεσμοῦντο συνθῆκαι, ὀστέων ἐνεδύετο φύσις, διετείνοντο σὺν φλεψὶν ἀρτηρίαι, μυελὸς ἀνεπλάττετο, ὑμένες ὑφαίνοντο, εὐθετίζοντο τρίχες.

Βραδὺν τῷ λόγῳ τῶν μελῶν κατεσκεύαζον τὸν δρόμον. Ὥσπερ ἐκ συνθέματος ἵππος, οὕτως ἐκ τῆς τοῦ δεσπότου φωνῆς νυσσόμενος ὁ νεκρὸς ἀνεπήδα ὁμοῦ καὶ κληθεὶς καὶ πλασθεὶς καὶ φανεὶς ἐκ τοῦ μνήματος. "Λάζαρε, δεῦρο ἔξω." Πρὶν εἰπεῖν "ἀνάστηθι", προστάττει τὴν ἔξοδον. Κείμενον ἔτι κατεπείγει πρὸς δρόμον. Ἀνάστησον πρῶτον, δέσποτα, εἶθ' οὕτως ἀναστάντι τὸ τρέχειν ἐπίταξον. Τί πρὸ τῆς ἀναστάσεως ἔξοδον τῷ κειμένῳ κηρύττεις; | "Ναὶ κειμένῳ", φησίν, "ἐπιτάττω τὸν δρόμον, ἵνα μὴ πρὸς δύο τὸν νεκρὸν ἀσχολήσας χρονοτριβήσω τὴν ἔξοδον. Λέγω πρὸς αὐτόν· "Δεῦρο ἔξω", ἵν' ὀξύτερον δράμῃ, ἐγέρσεως καὶ δρόμου μίαν λαβὼν προθεσμίαν." Εὐθέως δὲ ἐντεῦθεν ὑπόπτερος Λάζαρος ἐξεπήδα τοῦ μνήματος, ὡς φύλαξ μᾶλλον ἢ νεκρὸς τῷ τάφῳ παρακαθήμενος.

Ὁ ᾅδης δὲ κάτω τὸν νεκρὸν ὡς ἔοικεν ἀποδιδοὺς ἐβόα· "Τίς οὗτος ὁ φωνῇ τοὺς νεκροὺς ἐκ τῶν τάφων ὡς ὑπνοῦντας ἐγείρων; Τίς οὗτος ὁ νόμους τεθνεώτων παλαιοὺς παραλύων; Τίς οὗτος ὁ κατεξανίστασθαί μου τοὺς νεκροὺς ἐρεθίζων; Τίς οὗτος ὁ κήρυγμα προθεὶς τοῖς νεκροῖς ἐπανόδου; Τίς οὗτος ὁ πρὸς ζωὴν ἀνατρέχειν τοὺς ταφέντας ἐθίζων; Τίς οὗτος ὁ τοὺς ἐμοὺς δεσμώτας οὕτως εὐχερῶς ἀπολύων; Τίς οὗτος ὁ τοὺς νεκρούς μου ἅπαντας ἀποσπῶν εἰς χορείαν; Οἴχεταί μου τῆς κατὰ τῶν ἀνθρώπων τυραννίδος, ὡς ὁρῶ, τὸ σκῆπτρον. Σαθρόν μου τὸ τοῦ θανάτου δεσμωτήριον. Ἀπῆλθεν Ἠλίας νεκρόν μου πρὸς χάριν γυναικὸς ἀφελόμενος. Μετὰ Ἠλίαν ἐπελθὼν Ἐλισαῖος ἅρπαξ μοι νεκρῶν κατεσκευάσθη διπλοῦς. Νῦν πικρότερος οὗτος ὑπὲρ τῶν νεκρῶν μοι βοηθὸς ἐπεστράτευσεν, καλῶν ὡς ζῶντας τοὺς σεσηπότας νεκρούς, καὶ κινδυνεύω λοιπὸν μηδὲ σαπέντων ἐξουσιάζων νεκρῶν· σεσύλημαι γὰρ νεκρὸν ὃν ἀνήλωσα. Θριαμβεύει με τετραήμερον σῶμα, μετὰ τῆς ἐνταφίου τοῖς ζῶσι συγχορεῦον ἐσθῆτος. Πατηθήσομαι λοιπόν, μετὰ σπαργάνων παρ' ἐμοῦ νεκροῦ δραπετεύσαντος. Τίς γάρ με τοῦ λοιποῦ δειλιάσει τὸν παρὰ σαπέντος νεκροῦ νενικημένον καὶ ὡς παρακαταθηκῶν τινων φύλακα τῶν νεκρῶν γεγονότα;"

Παρακαταθήκη γάρ τις τοῦ μνήματος Λάζαρος ὥσπερ χρυσὸς μεθ' ὧν παρετέθη σφραγίδων ἀποδιδόμενος· δεδεμένος κει ρίαις παρετέθη τῷ μνήματι, μετὰ τῶν αὐτῶν αὖθις δεσμῶν τῷ βίῳ ἀπεδίδοτο. Ἄπιστος γὰρ ὢν τῶν Ἰουδαίων ὁ δῆμος καὶ πρὸς τὴν τῶν θαυμάτων μεγαλουργίαν ἀμφίβολος, εἶπον ἂν ἐπὶ Λαζάρῳ καὶ νῦν ὡς ἐπὶ τῷ τυφλῷ θεραπευθέντι ποτέ· "Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος." Ὥσπερ οὖν παρακαταθήκην ἀποδοῦναί τις μέλλων καὶ τὴν τοῦ παραθεμένου προορῶν ὑποψίαν τὰς τῆς παρακαταθήκης διαφυλάττει σφραγῖδας, ἵνα ἡ τῶν σφραγίδων ὄψις τὸν παραθέμενον πείσῃ, οὕτω καὶ ὁ δεσπότης Χριστὸς τὸν Λάζαρον ἀποδιδοὺς τοῖς Ἰουδαίοις, τὴν τετραήμερον ἐν νεκροῖς παρακαταθήκην, τὰ τῶν σπαργάνων ὥσπερ τινῶν σφραγίδων αὐτῷ συνεξάγει σημεῖα, ἵνα λύοντες ἴδωσιν ὡς οὐκ ἄλλος ἁπλῶς ἀλλ' αὐτὸς ἦν ὃν κατέθαψαν.

Ἀλλ' ἡ τῆς ἀπιστίας ἔμεινεν ἀδιόρθωτος πήρωσις· γνωρίσαντες γὰρ τὸν νεκρὸν ἐφθόνουν τῷ θαύματι καὶ τυφλὰς διενοοῦντο βουλάς· "Ἐβουλεύσαντο" γάρ, φησίν, "ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν." Ὢ τοῦ πονηροῦ βουλεύματος. Ἀληθές, ὦ ἱερεῖς, τὸ συμβὰν ἢ ψευδές; Εἰ μὲν γὰρ ἀληθές, μάτην βουλεύεσθε σφάττειν τὸν πάλιν ἀναστῆναι δυνάμενον. Εἰ δὲ πλάσμα τὸ θαῦμα, περιεργάζεσθε τὸ τοῦ θαύματος ὕψος. Εἰ φήμη τὸ συμβάν, ζήτω μᾶλλον ὁ ψευδῶς φημισθεὶς ἐγηγέρθαι, ἵνα πάντες προσιόντες παρὰ ζῶντος μανθάνωσιν ὡς ἐκ νεκρῶν οὐκ ἐγήγερται. Ἐὰν δὲ σφάξητε τοῦτον, βοηθεῖτε τῇ φήμῃ τὸν τῆς φήμης ἀπολέσαντες ἔλεγχον, ὡς εἶναι τὸ βούλευμα διπλοῦν κατ' ἀμφότερα.

Ὢ τοῦ πολυστενάκτου νοσήματος. Ἡ θεραπεία τῶν φθονουμένων τραυματισμὸς τῶν φθονούντων, ὁ εὐεργέτης ὡς ὁ βλάπτων ἐπίφθονος, ὁ σῴζων ὡς ὁ φονεύων ἐχθρός. Χαίρειν ἐχρῆν οὐκ ἀλγεῖν ἐγειρομένων νεκρῶν. Ἀνέστη νεκρός· πρόφασιν ἐκτήσω χαρᾶς, εὑρὼν ἰατρὸν ἔμπλαστρον ἐπιτιθέντα νεκροῖς. Ἑτοίμην ἔχεις, ἄνθρωπε, τῶν λυπούντων τὴν λύσιν. Ἄρρωστος ὑπάρχει σοι παῖς; Τὸν ἐγείραντα τὸν νεκρὸν κατὰ τῆς νόσου κάλει. Δαίμων ἐνοχλεῖ τῇ παιδί; Πάρεστί σοι τοῦ πάθους τὸ φάρμακον. Ψυχορραγῶν παρὰ σοί τις οἰκέτης; Ἔχεις ἐγγὺς τὸν τοῦ θανάτου τοὺς νεκροὺς ἀποσπῶντα. Πόσα ἀνέδωκας δῶρα, ζητῶν εὑρεῖν ἐν λυπηροῖς βοηθόν; Ἀμισθὶ τοῦτον εὗρες καὶ τὸ βλέμμα πρὸς τὴν εὕρεσιν κλείεις. Οὐκοῦν ἐπειδὴ σὺ φιλοζήμιος, ἄφες τοῖς βουλομένοις τὸ κέρδος, συγχώρησον τὸν Λάζαρον ζῆν, μὴ γένῃ τοῦ θανάτου τοῖς ἀνθρώποις πικρότερος οὓς ἐκεῖνος ἀπέλυσε πρὸς αὐτὸν ἀπελαύνων, μὴ ποιήσῃς τό σοι συζῆν ἀνελπιστότερον τάφου. Ἔσχεν ἐλπίδα ζωῆς ὁ νεκρὸς ἐν τῷ τάφῳ καὶ οὐδὲ τὰ σπάργανα ζημιωθεὶς ἀνεβίω· σοὶ δὲ συζῶν ἣν ἔσχε δωρεὰν ἐν τῷ τάφῳ κινδυνεύει ἀπολέσαι.

Τί τὸν λόγον περὶ τὴν τῶν Ἰουδαίων ἀσχολῶ πονηρίαν, τῆς ἐγέρσεως Λαζάρου πρὸς τὴν τῆς ἀναστάσεως μνήμην με παραπεμπούσης; Ὅταν τινάσσωνται τάφοι τοὺς νεκροὺς ἀπαιτού μενοι, ταράττεται γῆ σειομένη τῷ φόβῳ, σαλπίγγων ἐξ οὐρανοῦ τοῖς ἀνθρώποις ἀλαλάζουσι κτύποι· "Σαλπίσει γάρ", φησίν, "καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι." Ἀστράπτων ἐκεῖθεν ἐξ οὐρανοῦ ὁ κριτὴς καταβαίνει, τὰ τῶν ἀγγέλων τοῦ κριτοῦ προτρέχει στρατόπεδα τῷ τῶν γινομένων ταραττόμενα φόβῳ· "αἱ δυνάμεις γάρ", φησίν, "τῶν οὐρανῶν σαλευθήσονται"· ἀπάντησις δικαίων ἐν νεφέλαις μετάρσιος, θρῆνος δαιμόνων συρομένων εἰς κρίσιν, πενθήρης διάβολος προσαγόμενος δέσμιος, ἑλκόμενοι τύραννοι πρὸς φοβερὸν λογοθέσιον, πλουτούντων ἁρπαγαὶ κολαζόμεναι, πενήτων ὑπομοναὶ στεφανούμεναι, ἐξομολογούμεναι συμμορίαι βασιλέων, ἱερέων ἐρευνώμενοι βίοι, τάγματα παρθένων τιμώμενα, πομπευόμεναι κεκρυμμέναι πορνεῖαι, σωφρόνων τιμωμένη σεμνότης, ἀκολασία κολαζομένη μοιχῶν, χρηστότης μακροθύμων στεφανουμένη, καταλάλων ἔλεγχος ἀφανής, μετανοησάντων γνησίως μακαριζόμενοι δῆμοι, ὑποκριτῶν εἰρωνεία μαστιζομένη.

Οὐκ ἐμὸς ὁ λόγος, ἠκούσατε πάντες πᾶσι κεκραγότος τοῦ Παύλου· "Πάντες παραστησόμεθα τῷ βήματι" "τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὰ εἴτε κακά". Τῇ τούτων τοίνυν πάντες ῥυθμιζόμενοι μνήμῃ, μάρανον τὴν ἡδονήν, ὁ φιλήδονος· ὕλη γάρ ἐστι τοῦ τῆς γεέννης πυρός. Κόλασον, ὁ τρυφητής, τὴν γαστέρα· καύσιμον γὰρ γαστριμαργία φορτίον, καὶ τοῦτο μεμφόμενος ὁ προφήτης Σοδομίταις ἐβόα· "Πλήν", φησίν, "τοῦτο ἀνόμημα Σοδόμων ὅτι εὐθηνίᾳ καὶ πλησμονῇ ἄρτων ἐσπατάλων." Μίσησον πλεονεξίαν, ὁ πλούσιος, ὡς καλάμην τῆς ἀσβέστου φλογώσεως. Νευρώθητι πρὸς καρτερίαν, ὁ πένης· ὑπομονὴ γὰρ εὐσεβὴς γεέννης κατάψυξις. Μετάμαθε τὴν ἀσέβειαν, ὁ Ἕλλην· μόνῳ γὰρ πυρὶ χρησιμεύου σιν ἄκανθαι. Ἀνάζησον ἐξ αἱρετικῶν δογμάτων ὡς ἐκ τάφων, αἱρετικέ, πρὶν ἐλθεῖν τὴν τοῖς νεκροῖς βοῶσαν ἐκείνην φωνήν· "Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ", Χριστὸς ὁ θεὸς ἡμῶν, "ὁ μέλλων κρῖναι ζῶντας καὶ νεκρούς". Αὐτὸν δοξάσωμεν σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τοὺς ἁγίους ἀποστόλους Πέτρον καὶ Παῦλον.

Καλὸν μὲν τὸ ῥόδον, τῆς ἐαρινῆς ὥρας αὐτῷ προσφερούσης ὀσφραίνεσθαι, ἀλλ' ἐὰν τῷ κρίνῳ συμπλακῇ εἰκότως εὐωδέστερον γίνεται· μύρον γὰρ μύρῳ κιρνᾶται καὶ διπλῆ τῆς ἐντεῦθεν εὐωδίας ἀπόλαυσις γίνεται. Λαμπρὸς καθ' ἑαυτὸν ὁ Πέτρος καὶ τῶν λαμπρῶν ὑπέρλαμπρος, ὡς ἀποστολικῆς ξυνωρίδος κορυφεύς, ὡς μαθητείας ὀφθαλμός, ὡς ὑπόμνημα ζήλου καὶ τῆς πίστεως πρόσωπον, ὡς σάλπιγξ τοῦ μυστηρίου, ὡς γλῶσσα καὶ πολλὰς γλώσσας διδάξασα, ὡς ποιμὴν ἀνέγκλητος, ὡς κυβερνήτης ἄυπνος, ὡς ἀπλανὴς ἡνίοχος, ὡς φαρμακοπώλης τὸ μένον σκευάσας τῆς μετανοίας κολλούριον, ὡς ἁλιεὺς θαλάττης ᾧ οἱ ἰχθύες εἰς τὸν οὐρανὸν ἁλιεύονται|οὗ ἡ σαγήνη λίνον ἔχει τὰ θαύματα, τὰ παθήματα δέλεαρ, ἄγκιστρον τὸν σταυρὸν καὶ κόλπον τὴν ἀνάστασιν|, ὡς ταμιείου κλειδοῦχος, ἐν ᾧ τοὺς θησαυροὺς ὁ Πατὴρ ἔχει, τοὺς νυμφῶνας ὁ Υἱός, τὴν τράπεζαν τὸ Πνεῦμα, τὰς χορείας οἱ ἄγγελοι.

Ἀλλὰ Παύλου προστεθέντος, διπλοῦν τὸ τεῖχος καὶ ἁλῶναι μὴ δυνάμενον, δίστομος ἡ πηγὴ τὴν γῆν ὅλην ἀκαμάτως ποτίζουσα, διπρόσωπος ἡ λίμνη καὶ πᾶσά τις ὁλκὰς παραπλέουσα σῴζεται. Τρυγὼν μετὰ χελιδόνος λαλεῖ, περιστερὰ μετὰ τέττιγος φθέγγεται, αὐλὸς ὁμοῦ καὶ σῦριγξ μέλος ἱερὸν καὶ μειλίχιον ᾄδουσιν. "Νεανίσκος μετὰ ὁσίου, καὶ εὐθεῖα ἡ ὁδὸς" αὐτῶν, καθάπερ ἐν Παροιμίαις ὁ σοφὸς ἐκήρυξεν. Ἀμνὸς καὶ λύκος ὁμοῦ νέμονται καὶ ὁ ποιμὴν δοξάζεται καὶ τοῦ παραδοξοποιητοῦ στεφανοῦται τὰ θαύματα. Ταῦρος καὶ λέων ἐν μιᾷ νομῇ βόσκονται καὶ τρυγᾷ τοὺς ἐπαίνους ὁ δυναμώσας τὸν ταῦρον καὶ χαλινώσας τὸν λέοντα. Ἦ οὐχὶ λέων ἐτύγχανεν ὁ Παῦλος ὅτε Σαῦλος ἐτύγχανεν, ἐπειδὴ φονεύων τὴν μάνδραν ἐσκόρπιζεν, τοὺς ποιμένας κατέπληττεν, ἔσω τῆς Ἰερουσαλὴμ ἔβρυχεν, καὶ τὰς πόλεις ἐπτόει, τὰς ἀγορὰς ἐθορύβει, καὶ τοὺς ἀγροὺς ἀοικήτους ἠργάζετο, "ἄνδρας σύρων εἰς φυλακὴν καὶ γυναῖκας" δεσμῶν οὐκ ἐπαύετο, πλὴν καὶ τῶν ἀνδρῶν τῆς ὑπομονῆς ἡττᾶτο καὶ τῆς τῶν γυναικῶν ἀνδρείας ἀσθενέστερος ἐτύγχανεν; Ἔτρεχεν εἰκῇ, τὴν γὰρ ὁδὸν οὐκ ἤνυεν· μάτην ἐπύκτευεν, ἐπειδὴ τοὺς δακτύλους ᾕμασσεν, εὑρεῖν δὲ οὐχ ὑπῆρχεν ἱκανὸς τὸν ἀντίδικον. Χριστὸς τοίνυν, ὡς αὐτὸς σοφός, αὐτὸς καὶ πάλιν ἀγαθὸς παρελθών, τῇ πραότητι κέχρηται καὶ παραλιπὼν τὰ ὑψηλὰ τὰ ταπεινὰ προβάλλεται. Οὐ τοίνυν ἀνῆψεν πῦρ, οὐκ ἐκίνησεν λαίλαπας, οὐκ ἐσάλευσεν τῶν ὀρέων τὰ θεμέλια, ἀγγελικὴν οὐκ ἐγύμνωσεν ῥομφαίαν δίστομον, φωνῇ δὲ πραείᾳ καὶ φιλανθρώπῳ κέκληται· "Σαούλ, Σαούλ", λέγων, "τί με διώκεις;" Τίνα σου πλοῦτον ἀφειλάμην; Ποίας σε δόξης ἐγύμνωσα; Ποίων πρωτείων ἀπεστέρησα; Μὴ γὰρ ἐγώ σοι τὸν παράδεισον ἔκλεισα; Μὴ τὰ φύλλα τῆς συκῆς δι' ἐμὲ περιβέβλησαι; Μὴ γὰρ ἐγώ σοι τῆς εἰς γῆν ἀποστροφῆς παραίτιος γέγονα; Μὴ δι' ἐμὲ τῆς ἀρχῆς ἐξέπεσες, τὸν κλῆρον ἐκολόβωσας, τὴν εἰκόνα ἐμείωσας;

"Σαούλ, Σαούλ, τί με διώκεις;" Νόμον εἶχες, ἐγὼ δὲ ὡς ἀγαθὸς τὴν χάριν προσέθηκα. Ἔκαμνες τῷ γράμματι καὶ τὸ πνεῦμα παρέστησα. Ἐλύπουν αἱ σκιαὶ καὶ προσελθὼν τὴν ἀλήθειαν ἔδειξα. Προσέκοπτες τοῖς τύποις, ἐγὼ δὲ μίαν ὑπὲρ πολλὰς ἰατρείαν ἀντὶ τῶν φιλαργύρων τὴν ἀνάργυρον ἤγαγον, ἐγώ σοι τὸ σάββατον ἑρμηνεύσας ἐδόξασα, ἐγώ σου τῆς περιτομῆς τὴν πληγὴν ἔπαυσα, ἐγὼ τὸν βωμὸν στεναγμῶν ἠλευθέρωσα, ἀντὶ τῶν πολυστενάκτων θυσιῶν τὴν ἀειχαρῆ τὴν ἀστένακτον ἔδειξα. "Σαούλ, Σαούλ, τί με διώκεις;" Αἰσχύνου τοῦ Ἀβραὰμ τὴν σκηνὴν καὶ τοῦ βωμοῦ τοῦ Ἰσαὰκ μνημόνευε, τοῦ Ἰακὼβ τὴν πάλην ταῖς μνήμαις ἀναλάμβανε. Ἵνα τί τῇ λήθῃ τοὺς Ἰωσὴφ ὀνείρους παρέδωκας; Πῶς οὐκ ἐντρέπει τοῦ Μωυσέως τὴν ῥάβδον, τὴν Ἠλίου μηλωτήν, τὴν ἀνδρείαν Ἐλισαίου; Ἐμοὶ τύποι ταῦτα, αἱ τούτων προφητεῖαι περὶ ἐμοῦ τυγχάνουσιν. "Σαούλ, Σαούλ, τί με διώκεις;" Ἐγὼ Ἰερεμίᾳ τὴν βακτηρίαν τὴν καρυίνην ἔδειξα· ἐγὼ Ζαχαρίᾳ τὴν λυχνίαν ἐζωγράφησα τὴν χρυσῆν· ἐγὼ τὸν ἄτμητον λίθον τῷ Δανιὴλ ὑπέδειξα· ἐγὼ τῷ Ἰωνᾷ τοῦ κήτους τὴν κοιλίαν ἐπλάτυνα· ἐμὲ τῶν χερουβὶμ ἡνίοχον Ἰεζεκιὴλ ὁ μέγας ἐθεάσατο· ἐγὼ τὸ πολυθρύλητον Ἠσαίου εἰμὶ πρόβατον.

"Σαούλ, Σαούλ, τί με διώκεις;" Πρόσσχες ποῦ τὰ τόξα τείνεις· "Ἐμοὶ γὰρ ὁ οὐρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον." Ποῦ τὰ βέλη πέμπεις; "Ἐγὼ γὰρ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί." Πρὸς τίνα βάλλεις τοὺς λίθους; Ἐγὼ "ἐμέτρησα τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί." Κατὰ τίνος τὴν γλῶσσαν ὁπλίζεις; Ἐγὼ τῶν μογιλάλων τρανῶ τὰς γλώσσας, ἐγὼ δύσκωφον ἐποίησα καὶ κωφόν, ἐγὼ βλέποντα καὶ τυφλὸν ἐκεράμευσα. Ὅρα τίνα πλάνον καλεῖς· "Ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶν προφητῶν ὡμοιώθην." "Σαούλ, Σαούλ, τί με διώκεις;" Ἐμὲ γὰρ ὁ Δαυὶδ ψάλλει, σὺ δὲ λοιδορεῖς· ἐκεῖνος ὑμνεῖ, σὺ δὲ βλασφημεῖς· ἐκεῖνος κιθαρίζει, σὺ δὲ λακτίζεις· ἐκεῖνος τινάσσει τὰς χορδάς, σὺ δὲ τοῖς ὅπλοις κέχρησαι. "Σαούλ, Σαούλ, τί με διώκεις;" Τί με τοῖς ἐμοῖς πολεμεῖς, τοῦ νόμου προασπίζεις καὶ κατ' ἐμοῦ στρατεύεις, δι' ἐμὲ τρέχεις καὶ τοὺς ἐμοὺς κολάζεις; Τὴν ἐμὴν δόξαν ἐκδικεῖς, ἀλλ' ἀγνοεῖς τὸ πόθεν ἅψασθαι χρὴ τῆς μάχης, πόθεν ἥκει συγκροτῆσαι πόλεμον."

Ταῦτα πρὸς τὸν Σαῦλον ὁ Χριστός· αὐτὸς δὲ ἀποκρίνεται καὶ λέγει· "Τίς εἶ, κύριε;" Ἀγαθὸς ὁ τοῦ Παύλου ζῆλος, ἐπειδὴ κληθεὶς παραχρῆμα ὑπήκουσεν. Ἐδέξατο τὸν λόγον καὶ παραχρῆμα τῆς ἀξίας τοῦ λαλοῦντος ᾔσθετο καὶ ἔλεγεν· "Τίς εἶ, κύριε;" τῇ γὰρ αὐγῇ πεπλήρωμαι, ἑάλων τῷ φωτί, δεσμώτης τῆς ἀκτῖνος γεγένημαι. "Τίς εἶ, κύριε;" Ποθῶ γάρ σου τὸ κάλλος ἰδεῖν, ἀναπτῆναι πρὸς τὰς νεφέλας ἐπείγομαι, μαθεῖν ἐπιθυμῶ πόθεν τοῦτο τὸ "τῆς δόξης ἀπαύγασμα", τίς ὁ τῆς τοσαύτης "χαρακτὴρ ὑποστάσεως", τίς οὗτος ὁ "φέρων τὰ πάντα τῷ ῥήματι τῆς οἰκείας δυνάμεως". "Τίς εἶ, κύριε;" Ἤκουσα γάρ σου τῆς φωνῆς καὶ τοῦ νόμου κεκόρεσμαι, οὐκέτι μοι τοῦ νόμου πόθος, οὐκέτι κιβωτὸν ἐθέλω χρυσόξυλον εἶναι, ποθῶ φάτνην ἁγνὴν ἅπασαν βασιλικὴν χρυσόδωρον." Πάντων τῶν αἱρετικῶν οἱ παῖδες αἰσχυνέσθωσαν καὶ τὰ τῶν αἱρετικῶν ἐντρεπέσθωσαν στόματα. Ἰδοὺ γὰρ κληθεὶς ὁ Παῦλος οὐ πολυπραγμονεῖ ἀλλὰ μόνον πιστεύει, προσκυνεῖ καὶ οὐ μάχεται, ὑμνολογεῖ καὶ ἡ μέμψις ἀπήλλακται. "Τίς εἶ, κύριε;" φησίν. Οὐκ ἂν δὲ κύριον ἐκάλει, εἰ μὴ θεοῦ τοῦ καλοῦντος ᾐσθάνετο. Ὃν δὲ θεὸν ᾔδει ποιητὴν ὡμολόγει, ὃν ὡμολόγει ποιητὴν ἀπαθῆ κατήγγελλεν, ἄφθαρτον εἶχεν. Ἔσεβεν ὡς ἀθάνατον ἐκεῖνον οὗ τὸν σταυρὸν ᾔδει καὶ τὸν τάφον ἐγίνωσκεν. Οὐκ ἠγνόει τοὺς κολάφους, τὴν λόγχην τῆς πλευρᾶς, τὰ ῥαπίσματα.

Τί δὲ ὅμως πρὸς αὐτὸν ὁ Χριστός; "Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις." Σύντομον τῆς πεύσεως τὴν ἀπόκρισιν λαμβάνει· "Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις", ἐγώ εἰμι Ἰησοῦς ὁ ποτὲ καὶ νῦν, ὁ πρὸ πάντων καὶ μετὰ πάντας, ὁ ἐν ἀρχῇ καὶ ἐπ' ἐσχάτων, ὁ τοῦ Δαυὶδ υἱὸς ἀλλ' αὐτὸς πρὸ Δαυίδ, ὁ ἐξ Ἀβραὰμ ποιητής, ὁ ἐξ Ἀδὰμ ἀλλ' αὐτὸς τὸν Ἀδὰμ ἐκεράμευσεν, ἐξ Ἰσαὰκ ἀλλ' αὐτὸς τοῦ Ἰσαὰκ τὸν βωμὸν ἐστεφάνωσεν, ἐξ Ἰακὼβ ἀλλ' αὐτὸς ἐπὶ τῆς κλίμακος τοῖς δήμοις τῶν ἀγγέλων κυκλούμενος ἐθεάσατο. "Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις", ἀλλὰ διώκων οὐ φθάνεις· ποῦ γὰρ ἢ πῶς θηράσεις "τὸ τῆς δόξης ἀπαύγασμα"; Ποία σαγήνη χωρῆσαι τὸν "χαρακτῆρα τῆς ὑποστάσεως" δύναται; Τίς ἐπιλαβέσθαι χειρὶ τοῦ "τῷ ῥήματι τῆς οἰκείας δυνάμεως τὰ πάντα φέροντος"; "Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις." Νυμφαγωγόν σε τῆς ἐμῆς νύμφης τηρῶ. Τί με διώκεις ὑπὲρ οὗ μικρὸν ὕστερον διώκεσθαι μέλλεις; Ἀλλὰ σκύλλεις εἰκῇ τοὺς πόδας, μάτην ἱδροῖς, περιττῶς κοπιᾷς· ἐν τοῖς κόλποις τοῦ πατρὸς ὁ παρὰ σοῦ διωκόμενος κάθηται. "Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις", ἀγνοῶν ὅτι πρὸς τὴν ἑαυτοῦ μάχει ζωήν. Τῷ σοφῷ τί σὺ πολεμεῖς, τοξεύεις εὐεργέτην οἷον οὐκ ἔχεις ἕτερον, τροφέα λακτίζεις δι' ὃν ἡ γῆ σοι χωρὶς ὄκνου τῶν καρπῶν ἀνατέλλει τὴν τράπεζαν; Σωτῆρα φαυλίζεις, ὃς ἐὰν σφίγξῃ τὴν χεῖρα, τίς σε τῶν ἁμαρτημάτων ἐλευθεροῖ, τίς ἀπολύει τῶν δεσμῶν, παρὰ τίνι εὑρήσεις τὸ χειρόγραφον;"

Οὕτως οὖν οὗτος ὁ Παῦλος ὅ ποτε διώκτης νῦν εὐαγγελιστής, ὅ ποτε πειρατὴς νῦν κυβερνήτης, ὅ ποτε λύκος νῦν ποιμήν, ὅ ποτε μόλιβδος νῦν χρυσίον, ὅ ποτε βλάσφημος νῦν εὐφημῶν καὶ ὑπὸ πάντων εὐφημούμενος, οὗτος ἐν διδασκάλοις ἔξαρχος, ἐν θεοφόροις ἐξαίρετος, ἐν προφήταις τρανός, ἐν ἀποστόλοις σοφώτερος, ἐν ἀθληταῖς ἄτρωτος, τῶν τῆς ἀληθείας κηρύκων ἐνδοξότερος, τῶν τῆς εὐσεβείας στρατιωτῶν δυνατώτερος. Τίς γὰρ "τρὶς ἐρραβδίσθη" καὶ τέταρτον ηὔχετο; Τίς "πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβεν ὑπὸ τῶν Ἰουδαίων", ὡς ἐκεῖνος σεμνύνεται; Τίς "πεποιηκὼς ἐν τῷ βυθῷ νυχθήμερον" ἀντὶ νυμφικοῦ λουτροῦ προφέρει τὸ ναυάγιον, "ὁδοιπορίαις πολλάκις" ἀλλὰ πάσας ἐπικερδεῖς ἑκάστην πολυκερδῆ κτισάμενος; Τίς "κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ποταμῶν, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν ψευδαδέλφοις", καὶ τῆς ὑπομονῆς τὸν πλοῦτον οὐκ ἐσκόρπισεν; Τίς ὅλων τῶν ἐκκλησιῶν περιφέρει τὴν μέριμναν, τῶν φορτίων δὲ τὴν πεῖραν οὐ στενοῖ οὐδὲ τοὺς ὤμους βαρεῖ οὐδὲ τὰ νῶτα κάμπτεται; Τίς ἄρα τοσοῦτον μὲν τὴν ἁμαρτίαν βδελύττεται, σπλάγχνα δὲ περὶ τοὺς ἁμαρτωλοὺς τοιαῦτα κέκτηται; Οὐδείς· πρεσβεύει γὰρ πάντοτε τυχεῖν ἡμᾶς τῶν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ὅσιον μάρτυρα Προκόπιον [τὸν Πέρσην]· καὶ εἰς τὴν ὑπακοὴν τοῦ ψαλμοῦ· "Τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ", καὶ εἰς τὸ τοῦ ἀποστόλου ῥητόν· "Τοῖς ἀγαπῶσιν τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν", καὶ εἰς τὸ ἀποστολικόν· "Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων καὶ τὰ ἑξῆς".

Προκοπίῳ τὴν θυσίαν ὁ Χριστὸς ἐστεφάνωσε, ταῦρον αὐτὸν ἰδὼν ἄγαν εὐπρεπῆ καὶ λίαν ἀνδρεῖον καὶ τῷ πλήθει τῶν ἀρετῶν χρυσόκερω, ἀγέλης μὲν τῆς αὐτῷ φίλης τῶν μαρτύρων πρωτεύοντα, ἀπ' ἐξουσίας δὲ τοὺς ἐχθροὺς τῆς ποίμνης κερατίζοντα, ὄψει μόνῃ καὶ φωνῇ τοὺς ἀνημέρους καὶ φονικοὺς κατακτυποῦντα λέοντας, πίστει καὶ ζήλῳ τὰς πολυστίκτους παρδάλεις τῶν δαιμόνων τροπούμενον, ἀνδρείᾳ καὶ φιλοσοφίᾳ τὰ ποικίλα τῶν θηρῶν γένη τῶν τὸν ἡμέτερον θάνατον ἐρευγομένων σκορπίζοντα, ἔαρ ἡμῖν φαιδρὸν μετὰ τὸν κατηφῆ χειμῶνα τῆς πλάνης ἀνατείλαντα, καὶ Παύλου μὲν μαθητὴν ἀποδειχθέντα τοῖς πράγμασιν, Ἰωάννου δὲ τὴν θεολογίαν πανταχοῦ περιφέροντα, Ἠλίου τοῦ Θεσβίτου τὸ θερμὸν μιμησάμενον φρόνημα, Σαμουὴλ τὴν κλῆσιν ἐκ παιδὸς ὡς ἐκεῖνος ἀσκήσαντα, κρείττονα τοῦ Σαμψών|οὐ γὰρ ἔφθειρε τοὺς βοτρύχους τοῦ πνεύμα τος|, παράλληλον τῷ Δαυίδ, ἐπειδὴ τοῦ πολυκεφάλου Γολιὰθ τὴν κεφαλὴν ἀπέτεμεν, ἀλλὰ καὶ τοῦ Νῶε τὴν κιβωτὸν ἐν τῇ τῶν ἀρετῶν μιμησάμενον λάρνακι, ἀρνησάμενον ὡς Ἀβραὰμ οἴκου καὶ γένους καὶ πατρίδος προσπάθειαν, ὁλοκαύτωμα καθάπερ Ἰσαὰκ πρὸ τῆς σφαγῆς τοῦ μαρτυρίου τῇ νεκρώσει γεγονότα τοῦ σώματος.

Ἰακὼβ ἐπάλαισε μετὰ θεοῦ, ὑπὲρ θεοῦ δὲ Προκόπιος, καὶ τὸ τρόπαιον σεμνὸν κατὰ πᾶσαν τὴν οἰκουμένην ἀνέστησεν. Ἕνα μὲν οὖν συνέτριψε μόσχον Μωυσῆς εἰδωλόχρυσον, πολλὰς δὲ Ἰουδαίων χιλιάδας νόμου βλασφήμους ἔφθειρε· Προκόπιος δὲ οὐχ οὕτως, ἀλλ' ὅλα μὲν τῶν εἰδώλων τὰ ξόανα χωρὶς ἀξίνης κατέτρωσεν, ἔθνη δὲ πολλὰ καὶ πόλεις καὶ χώρας προφητοφθόγγῳ γλώττῃ σαγηνεύσας τῷ Χριστῷ προσενήνοχεν. Καθαρὸς ἦν ὡς Ἐνώχ, κατὰ τὸν Ἰὼβ "ἄμεμπτος, ἀληθινὸς ὡς ἐκεῖνος καὶ δίκαιος καὶ θεοσεβὴς καὶ παντὸς πονηροῦ πράγματος ἀπεχόμενος"· ἀληθινὸν μὲν γὰρ ἡ τῆς ὁμολογίας παρρησία συνέστησε, δίκαιον δὲ ἡ τοῦ βίου πολιτεία παρέστησε, θεοσεβῆ τὸ τέλος τῶν ἀγώνων ἐκήρυξε, "παντὸς πονηροῦ πράγματος ἀπεχόμενον" ἡ τῶν ἡδονῶν ἀποχή, ἡ τῆς γαστρὸς ἐγκράτεια, ἡ τῆς τρυφῆς ἀπόγνωσις, τὸ στενὸν τοῦ δείπνου, ἡ τοῦ σώματος νέκρωσις, ἡ πολυειδὴς καὶ πολυμερὴς καὶ πολύτροπος ἄσκησις.

Ἦν τοίνυν καθαρὸς ὡς Ἐνώχ, κατὰ τὸν Ἰὼβ ἄμεμπτος· οὐδὲν γὰρ αὐτοῦ διαβαλεῖν ἢ μέμψασθαι ὁ τὰς τῶν ἁμαρτωλῶν κατηγορίας δειπνῶν καὶ τὰς τῶν δικαίων συκοφαντίας ἐρευγόμενος ἴσχυσεν, οὐκ ἐθάρρησεν εἰπεῖν ἐπ' αὐτῷ· "Μὴ δωρεὰν τὸν κύριον ὁ Προκόπιος σέβεται;" Οὐδὲ γὰρ αὐτῷ ποίμνας προβάτων εὐθηνουμένας ἔβλεπεν, οὐδὲ καμήλων Προκόπιος ἀγέλας ἀχθοφορούσας ἐκέκτητο. Ὄνοι δὲ θήλειαι πόθεν νομάδες τῷ μάρτυρι; Πόθεν ζεύγη βοῶν ἀρούντων τὴν γῆν, τῷ μηδὲ βώ λακα γῆς ἑαυτῷ καταλείψαντι; Ἀλλ' οὐδὲ ταῦτα ἐπαγαγεῖν ἐθάρρησεν ὁ κοινὸς συκοφάντης καὶ τὴν ὑπομονὴν λοιδορήσας τοῦ μάρτυρος· "Δέρμα ὑπὲρ δέρματος, πάντα ὅσα ὑπάρχει ἀνθρώπῳ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτείσει." Μὴ γὰρ παίδων χορὸν ὁ μάρτυς ἢ θυγατέρων στέφανον ὑπῆρχε περικείμενος; Μὴ οἰκογενῶν τέκνα, μὴ παλλακίδων ἔκγονα, μὴ τὸ σῶμα εὐρωστοῦν εἶχεν; Οὐκ ἄρτος ἦν αὐτῷ τροφὴ καὶ τὸ ὕδωρ ποτόν; Οὐχ ἡ νηστεία συνεχής; Οὐ τὸ δεῖπνον ἀσιτίας στενότερον; Ἄβελ ὡσαύτως ἀποθανὼν τῷ Κάιν ἐδικάζετο· καὶ τὸ σῶμα μὲν εἶχεν ἡ γῆ, ὁ οὐρανὸς δὲ τὸ στόμα, ὁ ᾅδης τὴν γλῶτταν, ὁ κριτὴς τὴν φωνήν, ὁ πηλὸς τὸν πηλόν, τὸν μαργαρίτην ὁ ἔμπορος, πλὴν ἀποθανὼν τῷ Κάιν ἐδικάζετο. Προκόπιος δὲ οὐχ οὕτως, ἀλλ' ὑπὲρ τῶν ἐχθρῶν ἐντυγχάνει τῷ θεῷ καὶ συνίσταται, ὑπὲρ Ἑλλήνων πρεσβεύει, ὑπὲρ Ἰουδαίων παρακαλεῖ, ὑπὲρ Σαμαριτῶν μεσιτεύειν ἐπείγεται καὶ τοὺς πολεμίους εὐεργετεῖ μετὰ θάνατον καὶ τῶν παρ' αὐτοῖς κωφῶν ἀναχαλκεύει τὰ ὦτα, τοῖς τυφλοῖς καινοποιεῖ τὸν ἥλιον, τῶν χωλῶν τοὺς πόδας ἐκτείνει, καὶ θεωροῦνται τρέχοντες οἱ τοὺς δακτύλους μὴ κινεῖν δυνάμενοι πρότερον· λεπροὶ γὰρ ταῖς θήκαις οὐκ ἐγγίζουσιν, ἀλλὰ πρὶν μὲν προσελθεῖν τὰς φολίδας ἐκδέρονται, καθαρθέντες δὲ ὡς νυμφῶνι χορευταί, ὡς νυμφαγωγοὶ τῷ νυμφίῳ παρίστανται.

Ἀλλὰ τίς ἱκανὸς κατὰ τάξιν ἐπαινεῖν τὸν Προκόπιον; Ποῖον αὐτοῦ πρῶτον τῶν ἄθλων ἀναλάβωμεν; Ποῖον δεύτερον τάξωμεν; Ποῖον τρίτον ἁρμόσωμεν; Ποῦ δὲ ὁ τέταρτος κείσεται; Ποίαν χώραν πέμπτος εὑρήσει τὴν προσήκουσαν; Ἕκτον αὐτῷ ποῖον ἀπαρτίσομεν στέφανον; Ποῖον ἕβδομον ἐν τοῖς βραβείοις πλέξομεν; Ὄγδοον τίνα τῆς εὐφημίας ἀναβησόμεθα κλίμακα; Ποῖον ἔνατον πύργον ἐγκωμίων χαλκεύσομεν; Τίνα τῶν λόγων δυνησόμεθα παραδραμεῖν ὡς ἔσχατον; Αἰχμάλωτον εἶχεν ἡ πλάνη τὸ γένος τὸ ἀνθρώπινον· ὁ Ἀδὰμ ἠπάτητο, ἀλλὰ τῆς ἀπάτης αἴσθησιν οὐκ ἐλάμβανεν· ὁ θεὸς οὐ θεὸς παρ' αὐτῷ, οἱ λίθοι δὲ θεοί, ὁ ποιητὴς οὐ ποιητής, ποιηταὶ δὲ τὰ ἔργα τῶν χειρῶν, τὰ τῶν δακτύλων γλύμματα, τὰ τοῦ σιδήρου μορφώματα ὅσα ἐφύσησεν ὁ χαλκεὺς καὶ ἡ χωνεία ἐκάθηρεν, ὧν ὁ ἄκμων τὴν γαστέρα ἐκοίλανεν, ἐπλάτυνεν ἡ σφῦρα τὰ νῶτα, τὸν ὦμον ἐκορύφωσεν καὶ τὸν τράχηλον ὕψωσεν, τὴν κεφαλὴν ἐχάλκευσεν καὶ κρανίον ἐπέθηκεν, ὧν ἡ γραφὶς τὴν ἀκοὴν ἐβάθυνεν καὶ τὰς ῥῖνας ἐκύρτωσε, τὰ χείλη περιέγραψε, τοὺς ὀφθαλμοὺς ἐπέγλυψε, τὰς κόρας ἐσχημάτισεν, ἔπλεξε πλοκάμους, ἐκύκλωσεν ὀφρῦς καὶ συνέθηκε βλέφαρα. Ἔνθεν ὁ ἐχθρὸς κατεσκίρτα τοῦ βίου· τὸ "Οὐ φονεύσεις" ἐπαίζετο, τὸ "Οὐ μοιχεύσεις" ἐγελᾶτο, τὸ "Οὐ κλέψεις" ἤρτητο, τὸ "Οὐ ψευδομαρτυρήσεις" λῆρος εἶναι καὶ μῦθος ἐνομίζετο, τὸ "Οὐκ ἐπιθυμήσεις ὅσα τῷ πλησίον σου ἐστὶν" ἐχθρά τις ἦν ἐντολὴ τῷ βίῳ, καὶ ὁ νόμος ὑπῆρχε τῆς πολιτείας ἀλλότριος.

Προκόπιος δὲ εἰς μέσον παρελθὼν κοινὴν παραίνεσιν ὑποφαίνει τοῖς μεθύουσιν· "Ἄνδρες, ἀδελφοί ἐστε. Ἵνα τί ἀδικεῖτε ἀλλήλους; Τίνος χάριν ἀγνοεῖτε τοῖς ἀλλήλων ἀναιρούμενοι ξίφεσιν; Ἀνθ' ὅτου δὲ οὐκ ἴστε τοῖς οἰκείοις ἕκαστος ἢ τοῖς τοῦ γείτονος τοξευόμενοι βέλεσιν; Δότε μοι τοὺς ὀφθαλμοὺς οἱ κατὰ γνώμην τυφλοί, μᾶλλον δὲ τοὺς πόδας οἱ τὴν διάνοιαν χωλοὶ πρῶτον ἐπιτρέψατε. Ἵνα τί τὸ θεῖον εἰδώλοις παραβάλλετε καὶ τὸν πάντων ποιητὴν ἐξομοιοῦτε τοῖς κτήνεσιν καὶ τὸν ἐμπνέοντα τὴν κτίσιν ἀψύχοις παραβάλλετε, τὸν τοῦ λόγου φυτευτὴν ἐν τοῖς ἀλόγοις τάττετε; Ἵνα τί δὲ καὶ τὴν ἀρετὴν ἀφέντες ταῖς ἡδοναῖς μεθύσκεσθε; Τὸ χρυσίον οὐχ ἡμῶν, ἀλλὰ τῆς γῆς ἣν ἐλάβομεν, καταπατεῖν εἴχομεν. Ὁ ἄργυρος κτῆμα τοῦ πηλοῦ· τί δὲ πηλὸς τὴν ψυχὴν εὐεργετεῖν τὴν λογικὴν δυνήσεται; Ὁ τῶν ἐσθημάτων πλοῦτος σητῶν ἐστι τροφὴ καὶ ὀφθαλμῶν ἀπάτη εἰκῇ φαντάζουσα καὶ βουκολοῦσα τὸν ἄνθρωπον. Οὐχὶ βύσσον ἦν ὁ πολυ θρύλητος ἐνδεδυμένος πλούσιος; Ἀλλὰ κάμινος καὶ χωνεία μελῶν καὶ τήγανον πυριφλεγὲς τῆς γλώττης τὴν βύσσον διεδέξατο. Οὐκ ἐσθῆτα βασιλικὴν Ἡρῴδης ἠμφίεστο; Ἀλλὰ σκώληκες μετὰ τῆς σαρκὸς καὶ τὴν στολὴν ἐδείπνησαν. Πόσους ὁ Φαραὼ χιτῶνας χρυσοπορφύρους ἐκέκτητο; Ἀλλὰ γυμνὸς ἐν τῷ πελάγει τῷ ἐρυθραίῳ θάπτεται. Σὺ δὲ εἰ πορφύρας ἐπιθυμεῖς, τὴν σωφροσύνην ἄσκησον. Εἰ μέλει σοι βύσσου, δικαιοσύνην κατόρθωσον. Γυμνάζου τὴν ὑπομονήν· βασιλικὸν γὰρ ὑπάρχει περιδέραιον. Ἐργάζου τὴν ἐλεημοσύνην· ὁ γὰρ ταύτης ἱστὸς ἐπὶ τῆς γῆς μὲν ὑφαίνεται, ἐν οὐρανῷ δὲ τέμνεται. Εἰ σπεύδεις τὸν ὑψηλὸν τῇ κεφαλῇ περιδήσασθαι στέφανον, μετέρχου τὴν ταπείνωσιν· οὐδὲν γὰρ ταύτης ἐνδοξότερον παρὰ τῷ θεῷ τέτακται· ὑπὲρ τούτου μήτε πειρασμοὺς φεῦγε μηδὲ κινδύνους εὐλαβοῦ μηδὲ τοὺς ἱδρῶτας παραιτοῦ μηδὲ δειλία τὸν θάνατον.

Μὴ φεῦγε πειρασμούς· "Μακάριος γὰρ ἀνήρ, ὃς ὑπομένει πειρασμόν." Μὴ παραιτοῦ διωγμούς, ἐπειδὴ "Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν." Μὴ εὐλαβοῦ κίνδυνον· "Κίνδυνοι γὰρ ᾅδου εὕροσάν με, καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην", φησὶν ὁ Δαυίδ, καὶ ὡς σύμμαχος ἐξ οὐρανῶν ἀπήντησεν. Μὴ δειλία τὸν θάνατον· ἄρτι γὰρ ψαλλούσης τῆς ἐκκλησίας ἀκήκοας "Τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ", καὶ σφόδρα εἰκότως. Ὁ γὰρ σῖτος πρὸ τοῦ θέρους, αὐτῷ θαρρεῖν οὐδαμῶς ὁ γεωργὸς ἀνέχεται, ἐπειδὴ καὶ βροῦχον ὑφορᾶται καὶ τὴν ἀκρίδα δέδοικε, τὴν ἐρυσίβην πεφόβηται, τὰς βολὰς ὑποπτεύων τῆς χαλάζης οὐ παύεται, τῆς ἀνεμοφόρου πληγῆς ἀγωνιᾷ τὰ τραύματα· ὅταν δὲ ὁ σῖτος τῇ δρεπάνῃ ληφθῇ καὶ ὑπὸ τὴν χεῖρα τοῦ θερίζοντος γένηται καὶ προστεθῇ τοῖς δράγμασι καὶ ταῖς ἁμάξαις σὺν τῇ καλάμῃ βασταχθῇ καὶ καταλάβῃ τὴν ἅλωνα καὶ τὸ πτύον ἀναβῇ καὶ λικμηθεὶς ἔσω τῆς ἀποθήκης ἐσφραγισμένος φυλάττηται, τότε ἐπ' αὐτῷ θαρρεῖ καὶ ὡς πλουτήσας εὐφραίνεται, ὡς οὐ μάτην κοπιάσας σεμνύνεται· καὶ ποτὲ μὲν ἀποθήκας ἀνοίξει καὶ τὰ κλεῖθρα χαλάσει καὶ τὰς θύρας ἀναπετάσει, προσδέξεται· ποτὲ δὲ τὸν σῖτον εἰς μέσον προθεὶς μεταξὺ τῶν ἐμπόρων, ἐπὶ τοῖς πόνοις τῶν χειρῶν τῶν οἰκείων καυχήσεται. Τὸν αὐτὸν δὴ τρόπον ὁ τοῦ γένους σπορεύς, ὁ γεωργὸς τοῦ ἡμετέρου φυράματος, οὐ θαρρεῖ τῷ Ἀδάμ, πρὶν ἂν αὐτὸν ἀπὸ γῆς μετατεθέντα θεάσηται, πρὶν τοὺς πειρασμοὺς διαβῇ, πρὶν τῶν κινδύνων τῶν ὑπὲρ φιλοσοφίας διιππεύσῃ τὸ στάδιον.

Ὅταν δὲ ἀποδημήσῃ τῆς γῆς, τότε ἐπ' αὐτῷ χαίρει καὶ θαρρεῖ καὶ σεμνύνεται καὶ λέγει πρὸς αὐτόν· "Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ." Τότε προστίθησι· "Εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου." Τότε προσφωνεῖ· "Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου." Τότε τῇ πείρᾳ τῶν ἀγαθῶν παρίστησιν ὅτι "τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν"· εἴτε θλῖψις πολιορκεῖ τὸν ἄνθρωπον, εἴτε στενοχωρία συνέχει τὸν πιστόν, εἴτε κατέχει γύμνωσις, εἴτε κυκλοῦσι κίνδυνοι, εἴτε ἠκόνηται μάχαιρα, οὐδὲν τούτων χωρίσαι τοῦ Χριστοῦ τὸν πιστόν, οὐδὲν ἀφορίσαι τὸν στρατιώτην τοῦ βασιλέως δυνήσεται. Εἰ μὲν γὰρ θλῖψις πολιορκεῖ, τὸν Χριστὸν πρύτανιν τῆς χαρᾶς θεωροῦντες εὐφραίνονται· εἰ δὲ στενοχωρία συνέχει, πρὸς τὸν διδάσκαλον ἀφορῶντες πλατύνονται· εἰ δὲ διωγμὸς ἔγκειται, τὸν οὐρανὸν προσδοκῶντες τῆς γῆς οὐ φροντίζουσιν, ἀλλ' ὥστε μὴ προσκόψαι τοὺς πόδας ἀσφαλίζονται· εἰ δὲ λιμὸς ἐπίκειται, τὸν ἄρτον τῆς ζωῆς ψηλαφῶντες χορτάζονται· εἰ δὲ κατέχεται γύμνωσις, ἐνδέδυνται τὸ πνεῦμα, τὴν χάριν περιβάλλονται καὶ τῶν ἐσθημάτων εἰκότως οὐ φροντίζουσιν· εἰ δὲ ἠπείληται κίνδυνος, τὸν στρατηγὸν ἴσασι, τὸν συμμαχοῦντα γινώσκουσι καὶ τοῦ λόγου χαλινῶσαι τὴν παρρησίαν εἰκότως οὐκ ἀνέχονται· εἰ δὲ ἠκόνηται μάχαιρα, ἡ γλῶσσα σιωπᾶν οὐδὲ τυθεῖσα ἀνέχεται· εἰσὶ δὲ πρὸς ἕκαστον τῶν ἐπιόντων ἕτοιμοι ὡς ἄρνες ἄκακοι καὶ ἀκέραια πρόβατα καὶ ἀμνοί, σὺν ἡδονῇ τὸ τοῦ ποι μένος ὑποδεχόμενοι πρόσταγμα· "Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων", τουτέστιν θαρρεῖτε καὶ πορεύεσθε, σπεύδετε τάχος, τὰ ἔθνη συναγάγετε, τὰς ἀγέλας αὐξήσατε, τοὺς λύκους θορυβήσατε, τὴν τοῦ ποιμένος ἐπιδείξασθε δύναμιν.

Οὐκ ἐστὲ τοῦ Μωυσέως ἐλάττονες οὐδέ γε Ἰερεμίου δεύτεροι οὐδὲ χάριν τοῦ Ἰεζεκιὴλ ἐπιστεύθητε χείρονα. Μεθ' ὑμῶν ὁ τὸν Ἠλίαν πέμψας· οὗτος ἀποστελεῖ καὶ ὑμᾶς ὡς τῶν προφητῶν ἕκαστον. Ὁρᾶτε τοίνυν τίς μὲν ὁ Μωυσῆς καὶ πρὸς τίνας ἐπέμπετο, οἷον δὲ τὸ ὑψωθὲν παρ' ἐκείνου καὶ κατορθωθὲν τρόπαιον· γυμνὸς ὁ νομοθέτης ἦν καὶ πρὸς προσωπολήπτας ἐπέμπετο, ἀλλ' ἡ τοῦ γυμνοῦ ῥάβδος τὰ τῶν ὁπλιτῶν ὑποτάττει καὶ χειροῦται στρατόπεδα· ὑμεῖς δὲ ἀντὶ πανοπλίας τὴν ἑξῆς ἐντολὴν θωρακίσασθε· "Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί"· καλὸν μὲν τὸ φρόνιμον, θαυμαστὸν δὲ ὡσαύτως τὸ ἀκέραιον, ἀλλὰ πρὸς ἑκατέρῳ συναπτόμενον τὸ ἐπωφελὲς καὶ τὸ χρήσιμον κέκτηται· καὶ οὔτε ἡ φρόνησις γυμνὴ οὔτε ἡ ἀκεραιότης ψιλὴ δικαιῶσαι δύναται καὶ διασῶσαι τὸν ἄνθρωπον καὶ τούτου χάριν δεῖ τὸ τῶν ὄφεων φρόνιμον καὶ τῶν περιστερῶν ὁμοῦ τὸ ἀκέραιον κτήσασθαι. Ὁ μὲν γὰρ ὄφις φρόνιμος, οὐκ ἔστι δὲ ἀκέραιος, καὶ τὸ θηρίον εἰκότως θεωρεῖς ὡς ἰοβόλον ἀπόβλητον· ἡ περιστερὰ μόνον ἐστὶν ἀκέραιος καὶ διὰ τοῦτο πᾶσιν εἰς ἐπιβουλὴν εὔκολος. Ὑμεῖς τοίνυν τὸ ἀκέραιον τῷ φρονίμῳ κεράσατε καὶ γίνεσθε ἀκέραιοι τὰ βιωτικά, τὰ πνευματικὰ φρόνιμοι. Ἐὰν ἀγρὸν ἀγοράζῃς ἢ πωλῇς ἤ τι συναλλάττῃς τῶν βιωτικῶν ἕτερον, τὸ ἀκέραιον μέτελθε· τὰ γὰρ ἀδικεῖσθαι τοῦ ἀδικεῖν λαμπρότερον, τὸ περιγράφεσθαι τοῦ περιγράφειν ἐπικερδέστερον τοῖς τὰ οὐράνια κερδαίνειν ἢ τὰ γήινα θέλουσιν. Ἐὰν δὲ τὸν νόμον μελετᾷς, ἐρεύγου τότε τὴν φρόνησιν καὶ ζήτει τῶν γεγραμμένων τὸν σκοπόν, τοῦτο μὲν πῶς, ἐκεῖνο δὲ ἀνθ' ὅτου, τί τὸ γράμμα βούλεται τοῦ νόμου, τί τὸ πνεῦμα τῆς προφητείας ἐντέταλται, πότερον ὁ λόγος ἁπλοῦς, πότερον ἐν παραβολαῖς ὁ τῆς διδασκαλίας ὑποτίθεται κάλαμος. Προσέχετε δὲ ποῖα μετὰ τούτων ἕτερα συνθήματα τῆς ὑπὲρ τοῦ πέμποντος στρατιᾶς τε καὶ στρατηγίας λαμβάνετε.

"Παραδώσουσι δὲ ὑμᾶς εἰς συνέδρια", ἀλλὰ θαρρεῖτε, ὁ Πατὴρ οὐ χωρίζεται, ὁ Υἱὸς οὐ μακρύνεται, τὸ Πνεῦμα οὐκ ἀφίσταται, δορυφοροῦσιν ἄγγελοι. "Καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς." Ὑμεῖς δὲ σφόδρα χαίρετε· οἱ γὰρ ὑπὲρ εὐσεβείας πόλεμοι καὶ οἱ ἐκ τῶν μαστίγων μώλωπες τῶν ἡλιακῶν ἀκτίνων εἰσὶν εὐπρεπέστεροι. "Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν". Μηδὲ τούτῳ ναρκήσητε· ἕνεκεν ἐμοῦ τοῖς ἡγεμόσι παρίστασθε, ὑπὲρ τῆς ἐμῆς δόξης βασιλεῦσι προσάγεσθε. Μεθ' ὑμῶν τοίνυν ὁ τοὺς βασιλεῖς χρίσας, ἐν ὑμῖν ὁ τοῖς ἡγεμόσι διαταξάμενος ὅρια, ὁ τούτοις τὸ βῆμα μετρήσας κἀκείνοις τὸ σκῆπτρον χαρισάμενος. Ἔτι δὲ καὶ τοῦτο σκοπεῖτε, ὡς οὐ μᾶλλον ἀγώγιμοι πρὸς βασιλεῖς καὶ ἡγεμόνας γίνεσθε, ἀλλ' εἰς μαρτύριον αὐτοῖς, τοῖς παισὶ τῶν Ἰουδαίων εὔδηλον, ἀλλὰ μὴν καὶ τοῖς ἔθνεσιν, ἵνα γνῶσιν τοῦ παρ' ὑμῖν μαρτυρουμένου τὴν δύναμιν, ὅτι πτωχοὶ χαλινοῦσι τοὺς ἄρχοντας, ἄγροικοι δυσωποῦσι τὴν ὑπατικὴν βουλὴν καὶ τὴν πολυθρύλητον καταπτύουσι σύγκλητον, ἰδιῶται τυράννους καταισχύνουσι καὶ βασιλεῖς ἐντρέπουσιν. "Ὅταν δὲ παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε"· γλῶτται γάρ ἐστε τοῦ λόγου καὶ τῆς σοφίας αὐλοὶ καὶ κήρυκες τῆς ζωῆς καὶ ῥήτορες τοῦ ῥητόρων μὴ χρῄζοντος, καὶ τούτου χάριν ὑμῖν ἀκολουθεῖ τὸ ἑπόμενον· "Δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε". Πρὸ τῆς ὥρας ὑμῖν ὁ λόγος οὐ χορηγεῖται τῆς χάριτος, μήποτε ὑμέτερα νομίσητε τὰ παρ' ὑμῶν φερόμενα ῥήματα· "Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν"· ὑπὲρ αὐτοῦ γὰρ ὁ ἀγών, ὁ ἆθλος δι' αὐτόν· αὐτοῦ γὰρ χάριν τὸ στάδιον. Χρὴ τοίνυν παρ' αὐτοῦ τὴν χάριν ἀναμένειν, τὸν λόγον προσδο κᾶν, τῆς ὁμολογίας τὴν χάριν ἐκδέχεσθαι, τὴν πανοπλίαν ἐλπίζειν, πρὸς ἣν ὁ ἐχθρὸς οὐ δύναται, ὅτι παρὰ θεοῦ χαλκεύεται.

"Παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς." Ἡ φύσις μερίζεται καὶ ἡ χάρις συνάγεται· ὁ πηλὸς καθ' ἑαυτοῦ στρατεύεται, ὁ ποιητὴς δὲ παραδοῦναι τὸν πηλὸν οὐκ ἀνέχεται. Ἀλλήλοις συγκρούεται τὰ ὀστράκινα, ὅπως ἐν χρείᾳ τοῦ τροχοῦ τοῦ κεραμικοῦ γένωνται οὕτω τε τοῦ κεραμέως ἀνάμνησιν καὶ πρὸς ἀνάγκην λάβωσι. "Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου"· ἱκανὸν ὑμῖν εἰς δόξαν, αὔταρκες εἰς ἀξίωμα, οὐ μικρὸν εἰς πεποίθησιν, ὅτι παρὰ πάντων μισεῖσθε· ὁ ἐπὶ πάντων δὲ ὑμᾶς προδοῦναι οὐκ ἀνέχεται, ἀλλ' ἐπιμένει στέργων καὶ θάλπει τὴν ἀγάπην θερμότερον· "Ἔσεσθε γὰρ μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομένων εἰς τέλος, οὗτος σωθήσεται."

Ἄκουε τὸν λόγον, ὦ πιστέ, καὶ τὴν ἐντολὴν φύλαττε καὶ τὴν ὑπομονὴν ἀπὸ σπουδῆς γεώργησον καὶ τὸν ἐξ αὐτῆς ἄσταχυν μετὰ πολλῆς τῆς εὐφροσύνης θέρισον. Τρύγησον τὴν σταφυλήν, τὸν βότρυν ληνοβάτησον. Μὴ λέγε πολλά· "Τὰ δεινὰ ποικίλα, τὰ λυπηρὰ χαλεπά, τὰ συνέχοντα κατηφῆ· τὰ ἐκ πατρίδος ἀγάλλεται, στυγνὰ δὲ τὰ ἐπὶ ξένης εὑρίσκεται· οἱ παρακαλοῦντες ὀλίγοι, πολλοὶ δὲ οἱ σκελίζοντες· ἡ φιλοσοφία λοιδορεῖται καὶ ἡ ἀρετὴ σκώπτεται· φόβος με περὶ τῶν οἰκείων ἔχει, ἀγών μοι τῶν συγγενῶν ἐνέπεσεν, πολιορκεῖ με τῶν ἰδίων ἡ μέριμνα." Μὴ λέγε ταῦτα, μὴ λογίζου, μηδὲ τὰ νεῦρα τῆς ὑπομονῆς ἔκλυε, μηδὲ τῆς ὀλιγωρίας γεώργει παρὰ σαυτῷ τὰ δράγματα, ἀλλ' εἰς τοῦτον τὸν σταυρὸν τὸν βασιλικὸν ἀπὸ σπουδῆς ἀπόβλεπε, εἰς αὐτὸν θεώρει καὶ κατασκόπει μετὰ τοῦτον τὴν ἱερὰν ταύτην παστάδα, τὴν Ἀνάστασιν. Ζωγράφει παρὰ σαυτὸν τὸν βασιλέα ἐπὶ ξύλου κρεμάμενον, δεσπότην παρὰ τῶν δούλων ἀδίκως ῥαπιζόμενον, νομοθέτην παρὰ τῶν ὑπευθύνων ἀναιδῶς ἐμπτυόμενον, τὸν πᾶσαν περιβολὴν πλουτοῦντα τῆς στολῆς ἀναισχύντως γυμνούμενον. Ἀλλ' ἰδοὺ θεωρεῖς ἐν τίσι τὴν ἀνάστασιν; Ἐνταῦθα τοῦ γυμνωθέντος αἱ ὀθόναι τὸν πλοῦτον δεικνύουσι, τοῦ ῥαπισθέντος τὴν δύναμιν παραστήσουσιν ἄγγελοι, τοῦ κολαφισθέντος τὴν δόξαν αἱ φωναὶ τῶν ἐξ οὐρανῶν καταβάντων μηνύουσι· αὐτῷ ἡ δόξα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, περὶ νηστείας.

Ῥίζα καὶ θεμέλιος τῶν εὐσεβῶν ἡ κατὰ θεὸν νηστεία, ἡ μετὰ εὐλαβείας καὶ ἁγίων εὐχῶν καὶ ἐλεημοσυνῶν ἐπιτελουμένη. Οὐ γὰρ ἀποχὴν ἄρτου καὶ ὕδατος βούλεται ὁ θεός, ἀλλ' ἀποχὴν πράξεων πονηρῶν· "Οὐ γὰρ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα ἐκ τοῦ στόματος, ἐκεῖνα κοινοῖ τὸν ἄνθρωπον." Νηστεύσωμεν, ἀγαπητοί, νηστείαν τὴν θεῷ πρέπουσαν, περὶ ἧς φησιν ὁ κύριος· "Σὺ δὲ ὅταν νηστεύῃς, ἄλειψόν σου τὴν κεφαλὴν" διὰ καλῶν ἔργων καὶ ἐλεημοσυνῶν, "καὶ τὸ πρόσωπόν σου νίψαι", περιαιρῶν πᾶσαν ῥυπαρίαν ἁμαρτίας. Ἔστιν νηστεία ψεκτὴ καὶ ἔστιν νηστεία ἐπαινετή. Πολλοὶ νηστεύσαντες φόνους εἰργάσαντο καὶ πολλοὶ νηστεύσαντες ἄλλους ἔσωσαν.

Ἐνήστευσαν Νινευῖται καὶ ἐσώθησαν καὶ διὰ τῆς νηστείας τὸν θυμὸν τοῦ θεοῦ μετέβαλον. Καὶ ἀπόφασιν ἐξενεχθεῖσαν κατ' αὐτῶν ἡ νηστεία ἐκώλυσεν· φησὶν γὰρ ὁ προφήτης· "Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται." Οὐκ εἶπεν "μετὰ τρεῖς ἡμέρας καὶ Νινευὴ καταστραφήσεται"· εἰ γὰρ εἶπεν "μετὰ τρεῖς ἡμέρας", κατεστράφη ἄν, ἀλλ' "ἔτι τρεῖς ἡμέραι", τοῦτο δεικνὺς ὅτι "Τοσοῦτον χρόνον ἠνειχόμην ὑμῶν καὶ οὐ μετενοήσατε. Ἔτι τριῶν ἡμερῶν ἀνέχομαι ὑμῶν καί, εἰ μὴ ἐν ταῖς τρισὶν ἡμέραις μετανοεῖτε, ἔπειτα καταστραφήσεται ἡ πόλις." Καὶ τοσοῦτον χρόνον οὐ μετενόησαν, εἰ μὴ διὰ τῶν τριῶν ἡμερῶν τουτέστιν διὰ τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος.

Ἐνήστευσαν Ἰουδαῖοι καὶ συμβούλιον ἔλαβον ἵνα τὸν ἀπόστολον Παῦλον ἀποκτείνωσιν. Ἐκήρυξεν Ἰεζάβελ νηστείαν καὶ τὸν Ναβουθαὶ ἀπέκτεινεν καὶ τὸν ἀμπελῶνα τοῦ πένητος ἔλαβεν. Νηστεία καὶ φόνος αὕτη ποία νηστεία; Ἐνήστευσεν Δανιὴλ ὅτε ἐβλήθη εἰς τὸν λάκκον τῶν λεόντων· βληθέντος γὰρ αὐτοῦ εἰς τὸν λάκκον, ἐβόα πρὸς Χριστὸν λέγων· "Ἐκ βαθέων ἐκέκραξά σε, κύριε·> κύριε, εἰσάκουσον τῆς προσευχῆς μου." Βλέπων δὲ τοὺς λέοντας ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, πάλιν ἐβόα λέγων· "Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι." Βλέπε δὲ ὅτι οὐκ ἐγκαταλιμπάνει κύριος τοὺς ἐλπίζοντας ἐπ' αὐτόν. Ὁ μὲν βασιλεὺς ὁ ἐπίγειος ἐσφράγισεν τὸν λάκκον, ὁ δὲ ἐπουράνιος βασιλεὺς ἐσφράγισεν τὰ στόματα τῶν λεόντων. Ἐνήστευσεν τὸ πῦρ ἐν τῇ καμίνῳ καὶ οὐκ ἐχρήσατο τοῖς συνδούλοις εἰς βρῶσιν, ἀλλὰ νηστεῦσαν ἐξεπήδησεν τῆς καμίνου, παραχωρῆσαν τοῖς τρισὶν διὰ τὸν τέταρτον.


Ἐ νήστευσεν τὸ κῆτος ἐν τῇ θαλάσσῃ, ὅτε ἐδέξατο τὸν Ἰωνᾶν ἐν τοῖς τῆς κοιλίας ταμιείοις· ἔχον γὰρ τὸν προφήτην ὡς παραθήκην, ἐπεδείξατο τὸ τῆς νηστείας σημεῖον. Ἀντὶ γὰρ νηὸς τῷ ναυαγήσαντι γενόμενον, ἔφερεν τὸν ξένον διὰ θαλάσσης καὶ βυθοῦ καὶ φόβου μεγάλου καί, ἵνα μὴ διαφθείρῃ τὸν ξένον ἐν τοῖς τῆς κοιλίας ταμιείοις, ἀπεκατέστησεν σώαν τὴν παραθήκην, παραδοὺς τῷ παρακαταθεμένῳ δεσπότῃ. Ἐνήστευσεν Δαυὶδ καί, διὰ τῆς νηστείας καὶ τῆς μετανοίας, συνεχώρησεν αὐτῷ ὁ θεὸς τὴν ἁμαρτίαν τῆς γυναικὸς Οὐρίου. Ἐνήστευσεν Ἠλίας τεσσαράκοντα ἡμέρας καὶ τὰς κλεῖς τῶν οὐρανῶν ἔλαβεν καί, ὅτε ἠθέλησεν, ἐκώλυσεν τὸν ὑετὸν καί, ὅτε ἠθέλησεν, ἤνεγκεν αὐτὸν διὰ νηστειῶν καὶ εὐχῶν.

Ἐνήστευσεν ὁ σωτὴρ ἡμῶν τεσσαράκοντα ἡμέρας καὶ τὸν διάβολον κατῄσχυνεν, ὁ ἁμαρτίαν μὴ ποιήσας μηδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Ἐνήστευσεν δὲ τύπον ἡμῖν διδοὺς ὅτι διὰ νηστειῶν δυνάμεθα τυχεῖν ἐξιλασμοῦ ἁμαρτημάτων. Νηστεύσωμεν οὖν, ἀγαπητοί, νηστείαν καθαρὰν περὶ ἧς φησιν ὁ ἀπόστολος Ἰάκωβος ὅτι "θρησκεία καθαρὰ αὕτη ἐστίν· ἐπισκέπτεσθαι" ἀδελφοὺς "ἐν τῇ θλίψει αὐτῶν, ἀσπίλους ἑαυτοὺς τηρεῖν ἀπὸ τοῦ κόσμου." Ἐνήστευσεν Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ ἐπέταξεν.
Οἱ ἀπόστολοι, μηδὲν ἔχοντες ἐπὶ γῆς, δέννειν καὶ λύειν ἐξουσίαν ἔλαβον καὶ πληροῦται εἰς αὐτοὺς τὸ εἰρημένον· "ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες." Πέτρος γάρ, φησίν, καὶ Ἰωάννης περὶ ὥραν ἐνάτην ἀνῆλθον εἰς τὸ ἱερὸν προσεύξασθαι. Καί τις χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐκάθητο, ὃς οὐδέποτε περιεπάτησεν. Οὗτος προσεδόκα λαβεῖν τι παρὰ τῶν ἀποστόλων. Ἀπεκρίθη δὲ ὁ Πέτρος λέγων αὐτῷ· "Ἃ προσδοκᾷς λαβεῖν οὐκ ἔχω, ἃ δὲ μὴ προσδοκᾷς λαβεῖν ἔχω. Ἀργύριον προσδοκᾷς λαβεῖν, ὑγίειάν σοι παρέχω· κρεῖττον γὰρ ὑγίεια σώματος ἢ ὄλβος ἀμέτρητος. Ὁμολογήσω σοι τὴν ἀλήθειαν· "Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι". Ὁ Χριστὸς γὰρ παρέδωκεν ἡμῖν λέγων· "Μὴ κτήσασθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκόν". Δέδωκεν δὲ ἡμῖν ἐξουσίαν λέγων· "Δαιμόνια ἐκβάλλετε, ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε. Δωρεὰν ἐλάβετε, δωρεὰν δότε." "Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειρε καὶ περιπάτει." Καὶ κρατήσας "τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν." Ὁ δοῦλος κρατῶν ἐγείρει, ὁ δεσπότης λόγῳ θεραπεύει· "Οὐ γάρ ἐστιν δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ."

Ἀλλὰ γὰρ ἰατρείων κατὰ τὴν οἰκουμένην ἀνοιγομένων, σήμερον βλέπω καὶ ἕνα τοῖς πᾶσιν ἰατρὸν ἐφεστῶτα Χριστόν. Ὢ καινοτέρου τοῦ θαύματος. Διάφορα πάθη, ἐν διαφόροις ἰατρείων χωρίοις, ὑπὸ ἑνὸς ἰατροῦ θεραπεύεται. Ἄλλος ἀλλαχοῦ ἁμαρτίας τραύματι συνεχόμενος πρόσεισιν καὶ παρὰ τῆς νηστείας λαβὼν ἰάσεως ἔμπλαστρον ἄπεισιν. Ἄλλος ἑτέρωθι σηπεδόνα πορνείας ἀπόζων ἰατικὸν τῆς δυσωδίας, παρὰ τοῦ ἰατροῦ τῶν ψυχῶν καὶ σωμάτων Χριστοῦ, δι' αὐτῆς ἐκδέχεται φάρμακον. Ἄλλος πυρετῷ φιλαργυρίας συγκαιόμενος, παρὰ τῆς νηστείας ἀναψυχούσας τὴν νόσον βοτάνας κομίζεται.

Οἶδεν αὕτη καὶ στείρας ἐγκύμονας ἀποφαίνειν συντόμως, καὶ τὴν ἄγονον μήτραν εὔκαρπον ἄρουραν ἀπεργάζεσθαι, καὶ προφήτας υἱοὺς τῆς ἀσιτίας διδόναι μισθόν. Τί γὰρ παρὰ τῆς θείας γραφῆς διδασκόμεθα; "Καὶ ἠθύμει Ἅννα", φησίν, "καὶ ἔκλαιεν καὶ οὐκ ἤσθιεν." Ἀλλὰ νηστεία τῇ στείρᾳ Σαμουὴλ τὸν προφήτην παρέσχεν. Εἶδες τῆς νηστείας τὰ δῶρα. Εἶδες οἵους τοῖς αὐτῆς δεομένοις βλαστάνει καρπούς, πῶς τὰς μὲν πηγὰς τῆς πορνείας ξηραίνει, τὰς δὲ ξηρανθείσας τῇ στειρώσει μήτρας ἀνοίγει καὶ τὰς ἐκ τῶν λογισμῶν δὲ φυομένας ἀκάνθας τῆς ἁμαρτίας ἐκκόπτει καὶ τοὺς τῆς ἀσεβείας οὐκέτι δίδωσιν καρπούς. Οὐ μόνον δὲ δύναται ταῦτα ἡ κατὰ θεὸν νηστεία, ἀλλὰ καὶ ἡμέρους τοὺς ἀπηνεῖς ἀπεργάζεται καὶ εἰς συμπάθειαν τοὺς ἀσυμπαθεῖς μεταβάλλει, τὸ σκληρὸν τῶν ἀνενδότων μαλάσσει χαλκεύουσα.

Αὕτη οὐ μόνον ἁμαρτωλοῖς χρήσιμος, ἀλλ' ἤδη καὶ δικαίοις εἰς καιρὸν ἐπιτήδειος,  ὡς  προεδείξα μεν. Νηστεύσας Μωυσῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας εἰς ἐκεῖνον εἰσῆλθεν τὸν γνόφον, καὶ εἶδεν θεὸν ὡς οὐδενὶ ἀνθρώπων ἐγγέγονεν, κατὰ τὴν αὐτοῦ τοῦ θεοῦ περὶ αὐτοῦ μαρτυρίαν λέγοντος· "Ἐὰν γένηται προφήτης ἐν ὑμῖν τῷ κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. Οὐχ ὣς ὁ θεράπων μου Μωυσῆς, στόμα κατὰ στόμα", πρόσωπον πρὸς πρόσωπον, "ὡς ἐάν τις λαλήσῃ πρὸς τὸν ἑαυτοῦ φίλον." Ταύτην ἐξαίρετον θέαν ἡ νηστεία τῷ προφήτῃ κεκόμικεν δῶρον καὶ τὸ πρόσωπον τοῦ νηστεύσαντος εἰς θειοτέραν τινὰ φωτὸς ἀπροσίτου ἀστραπὴν μετέθηκεν καὶ δέδωκεν τῷ προφήτῃ δέλτους δακτύλῳ θεοῦ γεγραμμένας.

Προσερχώμεθα τοίνυν αὐτῇ μετὰ φαιδροῦ τοῦ προσώπου, ἱλαροὶ ταῖς ψυχαῖς αὐτὴν ἀσπασώμεθα καὶ μὴ βρωμάτων μὲν ἀπεχώμεθα, ἁμαρτημάτων δὲ ἀντεχώμεθα· μηδὲ ταπεινοὶ τῷ προσώπῳ τοῖς ἀνθρώποις δεικνύμενοι, ὑπερήφανοι τῇ ψυχῇ τῷ δεσπότῃ φανῶμεν· καὶ πένησιν διδόντες, μὴ ἄλλους ἁρπάσωμεν· καὶ θεὸν κολακεύοντες λόγοις, μὴ ἔργῳ τοὺς ἀδελφοὺς ἡμῶν κατασφάξωμεν, μνημονεύοντες ἀεὶ τοῦ ἀποστόλου λέγοντος· "Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον."  Ἀλλ' ἐκ πάντων τῶν κακῶν μετὰ βρωμάτων νηστεύοντες, λέγωμεν πρὸς αὐτόν· "Ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν"· ὅτι σοι πρέπει πᾶσα δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Ἡσυχίου πρεσβυτέρου περὶ νηστείας.


Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὴν σύλληψιν τοῦ τιμίου Προδρόμου.

Πάντα μεγάλα καὶ πάντων ἐνδοξότατα τῶν θεοφόρων προφητῶν ὑπάρχει τὰ σκιρτήματα· σὺν τῷ θεῷ γὰρ κινοῦσι τοὺς πόδας καὶ τὰς χεῖρας ἐνεργοῦντες ἐκ τοῦ πνεύματος· ἄυλος αὐτοῖς ὁ Λόγος καὶ υἱός, Χριστός τε καὶ θεός, ἐν τῇ γλώσσῃ προσφέρεται, Λόγος ἐκεῖνος ὅστις τὰ κάλλη τοῦ οὐρανοῦ συνέθηκεν, καὶ τῶν ἡλιακῶν ὀχημάτων τὴν ἀστραπὴν ἐχάλκευσεν, ἔταξε μηνιαῖα τῇ σελήνῃ τὰ κέρατα, ἔζευξε τὴν ἁρμονίαν τῶν ἄστρων καὶ διέζευξεν, δρόμον ἴδιον τεχνασάμενος ἑκάστῳ, κοινὴν πᾶσιν ὁδὸν καὶ μίαν ἐντειλάμενος αὐτοῖς, οὐκ ἀφῆκε τὰς νεφέλας ἀχαλινώτους πέτασθαι, ἀλλ' ὥσπερ καιρὸς καλεῖ, καὶ τῶν ἀγρῶν ὁ καρπὸς ἐπιζητεῖ, καὶ ὁ γεωργὸς ἀπαιτεῖ καὶ ποθεῖ καὶ προσεύχεται, καὶ πάντες οἱ κάτω πρὸς τὸν ἄνω πρεσβεύονται.

Αὐτὸς εἶπεν τῇ θαλάσσῃ· "Σκίρτα καὶ μαίνου· καὶ κορυφούσθω μὲν ἀλλ' ἐν σοὶ συντριβέσθω τὰ κύματα." Φοβείτω τοίνυν, ἵνα μὴ λήθην ὁ πελαγοδρόμος τοῦ δημιουργοῦ κτήσηται· μὴ βολιζέτω δὲ τὸν ἔμπορον, ἵνα μὴ τὸ στοιχεῖον ἐπιζήμιον τῷ κληρονόμῳ γένηται. Αὐτὸς τῇ ξηρᾷ μερίζει τὰ ἄνθη, τὰ φυτά, τοὺς καρπούς, τὰ βλαστήματα, καὶ χώραν ἑκάστην τοῖς ἀνατέλλουσιν ἐξαιρέτως ἀγαθοῖς ἐτίμησεν, καὶ τὴν γῆν ὅλην ἓν σῶμα μέλεσι πολλοῖς πολλαχοῦ μεριζόμενον ἔδειξεν. Αὐτὸς τοῖς προφήταις μερίζει τοὺς αὐλοὺς καὶ διαιρεῖ τὰς σύριγγας καὶ χαλκεύει τὰς σάλπιγγας, ἐνεργεῖ τὰ κύμβαλα καὶ ἀρθροῖ τὰ τύμπανα, διανέμει τοὺς κλήρους καὶ κληροῖ τὰ χαρίσματα.

Καὶ διπλῆν καὶ ἐνδοξοτέραν ὁ βαπτιστὴς Ἰωάννης τὴν χώραν κεκλήρωται, ἐπειδὴ νέος ὢν τοὺς καιροὺς ἐβιάζετο, παρέτρεχε τὰ τῆς φύσεως ὅρια, καὶ κατέχειν ἡ γαστὴρ τὸ παιδίον οὐκ ἴσχυεν, ἡ μήτρα συγκλείειν τὸν προφήτην οὐκ ἠδύνατο. Οὐκ ἦν αὐτῷ φθέγμα, καὶ λόγων ἐνδόξων ὅλην τὴν γῆν ἐπλήρωσεν. Αὐλὸν οὐκ εἶχεν ἡ γλῶττα, καὶ τὸ μέλος τὴν οἰκουμένην ἔφθασεν. Ἄστομος ἡ σάλπιγξ ὑπῆρχεν ἡ τοῦ στόματος, καὶ τῶν δογμάτων ὁ ἦχος τὸν οὐρανὸν κατέλαβεν, καὶ τοσοῦτον τῷ κεραμεῖ τεθαρρηκὸς τὸ βρέφος τὸν πηλὸν ἐνεδυνάμωσεν. Ὁ καιρὸς οὐκ ἦλθεν, οὐδὲ ὁ τόκος ἔφθασεν, αἱ ὠδῖνες οὐ παρῆσαν, οἱ μῆνες οὐ πεπλήρωνται, καὶ τὸ βρέφος ἄνευ τῆς γλώττης τῷ παιδὶ ἐλάλει, καὶ τοῖς σκιρτήμασι ἀντὶ αὐλῶν τινῶν ἐκέχρητο, καὶ ἐλάκτιζεν τὴν μήτραν ὥσπερ τύμπανον, καὶ τὴν γαστέρα περιτρέχων οἷα κύμβαλον ἔκρουεν, καὶ λύραν εὗρεν αὑτῷ καθαράν, πλατεῖαν, εὔτονον, κοιλιόχορδον, καὶ λέγειν τὴν μητέρα πρὸς τὴν Μαριὰμ ἐπέταττεν· "Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου."

"Εὐλογημένη σὺ ἐν γυναιξί", ὅτι τοὺς δεσμοὺς ἔλυσας, τὴν φύσιν ἠλευθέρωσας, τῆς Εὔας τὰς ὠδῖνας ἐχαύνωσας, τὸν Ἀδὰμ τῶν ἀναγκῶν ἀνώτερον κατέστησας. "Εὐλογημένη σὺ ἐν γυναιξί"· διὰ σὲ γὰρ ἡ στεῖρα μήτηρ, καὶ τρανὰ τὸ βρέφος λαλεῖ, καὶ τὸ παιδίον ὑπὲρ ῥήτορας φθέγγεται, καὶ ὁ μήπω ψελλιστὴς εὐαγγελιστὴς ἀναδέδεικται. "Καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου." Ἐγὼ φωνὴ καὶ βροντή, νυμφαγωγὸς καὶ λύχνος, μεσίτης καὶ κῆρυξ, προφήτης καὶ ἀπόστολος, σαλπιστὴς τοῦ τῆς ζωῆς χαρίσματος, ὁμαλιστὴς ὁδοῦ μηδὲν ἐχούσης πρόσκομμα, βαπτιστὴς πρὸς σαρκὸς θεωρούμενος, πρόδρομος βασιλέως οὗ τὸ βῆμα πανταχοῦ, ὁ θρόνος ὑπὸ πάντων τῶν στοιχείων βαστάζεται. Δορυφοροῦσι πάντες, οὐδεὶς δὲ τοῦ δορυφορουμένου τὴν ὄψιν εἶδεν ἢ τὸν χαρακτῆρα ἐπίσταται. Τρέμουσι πάντες ἐπὶ δόξαν αὐτοῦ λογιζόμενοι, ἐμβρόντητοι τὴν διάνοιαν γίνονται, στοχάσασθαι τὴν οὐσίαν ἢ τὴν δύναμιν φαντασθῆναι πειρώμενοι."

Ἀλλὰ πρὸς τὴν κόρην ὥσπερ ἦν εἰκὸς λέγειν· "Ὤμοσα παρασχεῖν ὅπερ αἰτήσεις ἐμόν· ᾤμην γὰρ νυμφικοὺς μαργαρίτας ἐκδέχεσθαι, ἢ ὡς ὅτι ἀγρὸν αἰτήσεις μυριόφυτον, ἢ ποθήσεις πόλιν ἥνπερ ἔχω τῆς βασιλείας μου ἐξαίρετον. Νῦν δὲ ἐμὸν οὐδὲν αἰτεῖς, ἐπιζητεῖς δὲ ὃ παρασχεῖν οὐ δύναμαι, προφήτου κεφαλὴν ἐπιζητεῖς. Καὶ πῶς σοι παρασχεῖν ὁ βασιλεὺς τὰ τοῦ ποιητοῦ δύναται; Εἰ τὸν οὐρανὸν ᾔτησας, μὴ τοῖς ὅρκοις ὁ βασιλεὺς ὑπεύθυνος, ἢ τὴν γῆν ἢ τὴν θάλασσαν; Οὐδαμῶς· οὐ γὰρ ἐν ἐμοὶ δοῦναι τὰ ὑπὲρ ἐμέ, ἃ τῆς ἐμῆς ἐξουσίας οὐχ ὑπάρχει καὶ ταῖς ἐμαῖς χερσὶν ὑπέρκειται". Τούτων οὐδὲν ὁ Ἡρῴδης φθέγγεται, ἀλλὰ λυπεῖται μέν· τὸ συνειδὸς γὰρ αὐτὸν ἐκέντα. Ὁ νόμος δὲ ἔνδοθεν ὁ φυσικὸς ἐτάραττεν. Ἠγωνία πρὸς τούτοις τὸν ὄχλον καὶ τὸ πλῆθος πεφόβητο· πολλῶν γὰρ ἕνεκεν ἔχοντες ὑπῆρχον τὸν βαπτιστὴν ἐν θαύματι. Ἀλλ' ὅμως, ἐπειδὴ τὸν φόνον ὤδινε καὶ τὴν σφαγὴν ἐδίψη καὶ τὸν τοῦ προφήτου θάνατον οἰκείαν ἐλευθερίαν ἐνόμιζεν, δυσωπηθεὶς τοὺς ὅρκους ὑποκρίνεται καὶ τὸν δήμιον διακονῆσαι πέμπει τῷ τῆς κόρης προστάγματι.

Καὶ οὕτως ἡ τοῦ βαπτιστοῦ κεφαλὴ ἐπὶ πίνακι φέρεται, τῶν προφητῶν τὸ κάλλος, ἡ παρρησία τοῦ λόγου, τῆς μετανοίας ἡ χάρις, ὁ πολυμερὴς αὐλός, ἡ σάλπιγξ ἡ θεόφθογγος, γλῶττα ἡ τὰς νεφέλας κινοῦσα, ὀφθαλμοὶ οἱ τὰ ἀθεώρητα βλέποντες, ὦτα καθαρῶς ἀκροώμενα τὰ τοῦ θεοῦ μυστήρια, κεφαλὴ τὴν πάντων κεφαλὴν ψηλαφήσασα· καὶ ἥν, ὡς ἐδόθη τῷ κορασίῳ, ἀμνοῦ θυσίαν ἐβάστασε πάρδαλις, βασιλικοῦ λέοντος κεφαλὴν περιέφερε λύκαινα. Καὶ ἤνεγκε τῇ μητρὶ τὸν κατήγορον τὸν οὐδὲ μετὰ θάνατον τῶν ἐλέγχων παυσάμενον, οὐδὲ μετὰ τὴν σφαγὴν τῆς παρρησίας ἀφέμενον. Ἀλλ' ὁ προφήτης κεκοίμηται, καὶ ὁ λόγος πανταχοῦ διαδέδοται· ἡ σάλπιγξ ἐπαύσατο, καὶ γέμει τῶν ἐξ αὐτῆς ἤχων τῆς οἰκουμένης τὰ θέατρα· ἡ γλῶττα εἰς γῆν, οἱ δὲ ἐξ αὐτῆς φθόγγοι τὰς φυλὰς ἐπλήρωσαν· τὰ ἔθνη κατεκτύπησε, βροντῶν ἰσχυροτέρα καθ' ἑκάστην ἠχοῦσα γενεάν· ἀπ' ἐκείνης γὰρ ἀρξάμενοι τὸ "Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου" εἰς πᾶσαν τὴν γῆν διεπόρθμευσαν. Σὺ δὲ μηδαμῶς ἐκ μιᾶς γυναικὸς ὅλου τοῦ κόσμου κατάτρεχε μηδέ, σκεύους ἑνὸς ῥυπαροῦ τινος ὄντος νῦν ἕνεκα, ὅλην τὴν τοῦ ποιητοῦ κεραμικὴν κατάβαλλε.

Εἰ γὰρ καὶ γυνὴ τὸν παράδεισον ἔκλεισεν, ἀλλὰ γυνὴ πάλιν τὸν νυμφῶνα τῆς βασιλείας ἀνέῳξεν. Γυναῖκες τὸν κατακλυσμὸν τῷ γένει τῶν γιγάντων ἐπήγαγον, ἀλλὰ γυναῖκες τὸ βασιλικὸν βῆμα τῷ χορῷ τῶν ἀποστόλων ἀνέῳξαν. Γυνὴ τὸν Ἰωσὴφ ἐπείρασεν, ἀλλὰ γυνὴ τὸν Ἐλισαῖον ἔθρεψεν. Γυνὴ τὸν Σαμψὼν ἔδησεν, ἀλλὰ γυνὴ τὸν Βαρὰκ ἐστρατήγησεν. Γυνὴ φυγάδα τὸν Ἠλίαν εἰς τὴν ἔρημον ἔπεμψεν, ἀλλὰ γυνὴ τὸν αὐτὸν ἐσίτησεν ὑπὸ λιμοῦ τρυχόμενον. Γυνὴ τὸν Πέτρον ἐσκέλισε, καὶ γυνὴ προστάτις τοῦ Παύλου ἐγένετο, καθὼς αὐτὸς σεμνύνεται. Ἆρα μὴ κάμνειν δοκεῖς τὸν λόγον γυναικὶ συνηγορεῖν ἐθέλοντα; Ὁ δὲ οὐ κάμνει, ποδὶ δὲ συντόμῳ τὰ βραβεῖα κομίζεται. Γυνὴ τὸν λυτρωτὴν τὸν ἡμέτερον ὤδινεν. Αὕτη τὸν τοῦ γένους δημιουργὸν ἔτεκε καὶ ἐθήλασεν, αὕτη τὸν τροφέα τῆς κτίσεως ἐπότισεν, τὸν πηγᾶς τῇ κτίσει σχεδιάσαντα, ἐν ἀγκάλαις ἐβάστασεν "τὸν σπιθαμῇ τὸν οὐρανὸν μετρήσαντα καὶ τὴν γῆν δρακί", τὸν κανονίσαντα καὶ σφραγίσαντα τῇ παλάμῃ τὴν θάλασσαν· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Ἡσυχίου, ἀπὸ ἐγκωμίων εἰς μάρτυρας.

Ὑμεῖς οὖν, ἄνδρες ἀδελφοὶ καὶ πατέρες, τὸν πολυανθῆ κῆπον εἰσελθόντες τοῦ Πνεύματος προθύμως ἐκεῖθεν τὰς ἀρετὰς τρυγήσατε, μὴ μίαν ἀλλὰ πολλάς, μᾶλλον δὲ μὴ πολλὰς ἀλλὰ πάσας· ἀρετὴ γὰρ ἀρετῆς χρῄζει, ἐπειδὴ καὶ πτεροῦ πτερὸν καὶ τροχοῦ τροχὸς καὶ βαθμὸς βαθμίδος καὶ κώπη κώπης καὶ πηδαλίου πηδάλιον. Ἐὰν μὴ ζεύξῃς λίθῳ λίθον, ὁ πύργος εἰς ὕψος οὐκ ἐγήγερται· τὸν αὐτὸν δὴ τρόπον, ἐὰν μὴ νόμον ἐπὶ νόμον κατορθώσωμεν, τὸν οὐρανὸν οὐ φθάνομεν· ἐὰν μὴ συνάψῃς ἐντολὴν ἐντολῇ, ἀτελὴς ὁ δρόμος. Καὶ πῶς ἐπιβάλλεσθαι τοῦ στεφάνου δυνάμεθα; Καλὸν ἡ νηστεία, ἀλλὰ χωρὶς προσευχῆς οὐκ ἐπιπατεῖ δαίμοσιν· "Τοῦτο γάρ", φησίν, "τὸ γένος οὐκ ἐξέρχεται εἰ μὴ ἐν νηστείᾳ καὶ προσευχῇ." Καὶ καλὸν μὲν ἡ προσευχή, ἀλλὰ χωρὶς ἐλεημοσύνης εἰς οὐρανὸν ἀναβῆναι οὐ δύναται· ἀκήκοας γὰρ τοῦ ἀγγέλου πρὸς τὸν Κορνήλιον λέγοντος· "Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ θεοῦ." Οὐκοῦν ἡ ἐλεημοσύνη τὴν προσευχὴν εἰς οὐρανὸν ἐβάστασεν. Θαυμαστὴ μὲν οὖν ἡ ἐλεημοσύνη, ἀλλὰ χωρὶς πίστεως ἁμαρτημάτων οὐκ ἐργάζεται λύτρωσιν· "Ἐλεημοσύναις γὰρ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι." Ζηλωτὸν ἡ πραότης, ἀλλὰ χωρὶς τῆς ταπεινώσεως βασιλικὸν ἀποτελέσαι χαρακτῆρα οὐ δύναται· "Μάθετε γὰρ ἀπ' ἐμοῦ, φησίν, ὅτι πραύς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ." Καλὸν ἡ πίστις ὡς καὶ τὸ βραχύτατον αὐτῆς ὄρη δύνασθαι μεθιστᾶν, ἀλλὰ χωρὶς ἀγάπης εἰκαία καὶ περιττὴ καθέστηκεν· "Κἂν ἔχω γὰρ πίστιν", φησίν, "ὥστε ὄρη μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι." Σπουδάσωμεν οὖν, ἀγαπητοί, τὰς ἀρετὰς ταύτας μετελθεῖν, ἵνα τῆς τῶν οὐρανῶν βασιλείας καταξιωθῶμεν. Μὴ ἴσθι, ἀγαπητέ, περὶ μὲν τὴν πίστιν σπουδαῖος, περὶ δὲ τὴν σπουδὴν ὀκνηρότερος, μὴ περὶ μὲν τὰς γραφὰς φιλόπονος, περὶ δὲ τὰ ἤθη ἀφιλόσοφος· πλουτεῖν γὰρ δεῖ ἐν ἔργοις ἀγαθοῖς, ἐν λόγῳ, ἐν σοφίᾳ, ἐν σωφροσύνῃ, ἐν δικαιοσύνῃ, ἐν ἀνδρείᾳ, ἐν εὐσεβείᾳ, ἐν φρονήσει καὶ ὁσιότητι· ὥσπερ γὰρ ἡ κακία καὶ πρὸ τῆς γεέννης κολάζει τοὺς μετιόντας αὐτήν, οὕτως ἡ ἀρετὴ τοὺς ἐργαζομένους αὐτὴν καὶ πρὸ τῆς βασιλείας παρασκευάζει τρυφᾶν.


Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὸν Λάζαρον καὶ εἰς τὰ βάια.

Ὥσπερ ἡ ἀμέτρητος ἄβυσσος βρύει ἀφθόνως τὰς πηγὰς τῶν ὑδάτων καὶ αἱ πηγαὶ πάλιν ἀπολύουσιν ἀκρατήτους ποταμούς, οἱ δὲ ποταμοὶ ἐπισκέπτουσι τὴν γῆν καὶ μεθύσκουσιν αὐτήν, τοῦ καρποφορῆσαι ἄρτον εἰς βρῶσιν καὶ οἶνον εἰς εὐφροσύνην τῶν ἀνθρώπων, οἱ δὲ ἄνθρωποι ἀπολαύοντες πληροῦσι τὸ γεγραμμένον· "Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι κύριον οἱ ἐκζητοῦντες αὐτόν"· οὕτως καὶ ἡ ἄφατος φιλανθρωπία τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐκ τῆς ἀμετρήτου ἀβύσσου τῆς ἀγαθότητος καὶ φιλανθρωπίας αὐτοῦ, πηγάζει ἡμῖν τὰς ἁγίας αὐτοῦ ἑορτὰς ἐν αἷς τὴν σωτηρίαν ἡμῶν εἰργάσατο. Καὶ αὐτὸς μὲν ἑορτὴν πηγάζει, ἡ δὲ χάρις τοῦ ἁγίου Πνεύματος ἡ ἐνεργοῦσα ἐν τῇ ἑορτῇ "τὰ ὁρμήματα τοῦ ποταμοῦ" πληροῖ, λέγω δὴ τοὺς θεοφόρους ἄνδρας, τοὺς "διδασκαλίαν ἐν τῇ διδασκαλίᾳ" κεκτημένους· καὶ αὐτοὶ ἐπισκέπτονται τὴν νοητὴν καὶ λογικὴν γῆν τῆς ἀνθρωπότητος, εὐφραίνοντες τὴν ἁγίαν ἐκκλησίαν, ἥτις ἐστὶ "πόλις τοῦ μεγάλου βασιλέως" Ἰησοῦ Χριστοῦ, κατὰ τὸ γεγραμμένον· "Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ." Ἡ δὲ ἐκκλησία, εὐφραινομένη καὶ ἡδυνομένη ἀπὸ πιότητος καρδίας, αἰνεῖ καὶ δοξολογεῖ κύριον τὸν ἐν αὐτῇ βασιλεύοντα. Φέρε δὴ καὶ σήμερον εἴπωμεν ὃ προανεφώνησεν αὐτὸς περὶ ἑαυτοῦ διὰ τῶν ἁγίων αὐτοῦ προφητῶν· ἑρευνήσωμεν πρὸς τὴν δύναμιν ἡμῶν τὴν σωτηρίαν, ἣν ὁ βασιλεὺς ἡμῶν ἐπραγματεύσατο ἡμῖν ἐν ταύτῃ τῇ ἑορτῇ· φέρε κατανοήσωμεν ἕνεκεν τίνος βασιλέα αὐτὸν ὕμνησαν οὐ μόνον οἱ ἄνθρωποι, ἀλλὰ καὶ αἱ ἀγγελικαὶ δυνάμεις.

Ἡ αἰτία οὖν τῆς ὑμνῳδίας ἡ ἔγερσις Λαζάρου ἦν κατὰ τὸ φαινόμενον, καθώς φησι τὸ εὐαγγέλιον· "Ἐβουλεύσαντο δὲ ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν." Καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς δοξολογίας τῶν πιστῶν κατὰ τὸ φαινόμενον, λεληθότως δὲ καὶ κρυπτῶς ἡ ἔγερσις πάσης τῆς ἀνθρωπίνης φύσεως. Καὶ ὥσπερ τὸ τοῦ Λαζάρου σημεῖον καὶ ἡ ἔγερσις ἐκείνη ὑμνολογεῖν ἐποίησε τοὺς ἀνθρώπους τὸν Ἰησοῦν, οὕτως καὶ τοὺς ἁγίους ἀγγέλους δοξολογεῖν παρεσκεύασε τὸ σημεῖον τῆς ἐγέρσεως πάσης τῆς ἀνθρωπίνης φύσεως· καὶ ὅσον μείζων ἡ τῶν πάντων ἔγερσις τῆς ἐγέρσεως Λαζάρου, τοσοῦτον καὶ ἡ δόξα τότε μειζοτέρα. Καὶ ἡ μὲν συνείδησις τῶν βοώντων, ἐξισταμένη τῷ θαύματι, ἐκίνει αὐτοὺς δοξάζειν· ἡ δὲ θεία οἰκονομία διὰ τὴν ἔγερσιν πάσης τῆς ἀνθρωπίνης φύσεως λεληθότως ἐκίνει οὐ μόνον τοὺς ἀνθρώπους ἀλλὰ καὶ τοὺς ἁγίους ἀγγέλους θαυμάζειν καὶ δοξάζειν τὸν Ἰησοῦν. Εἶδον γάρ, ἀληθῶς εἶδον καὶ ἔμαθον καὶ κατεσοφίσθησαν σοφίαν, ἣν οὐκ ᾔδεισαν, αἱ ἀγγελικαὶ δυνάμεις διὰ τῆς ἐκκλησίας τῶν πιστῶν ἐκφαινομένην ἀπὸ τοῦ θεοῦ τοῦ τὰ πάντα κτίσαντος, τὴν πρὸ τῶν αἰώνων ἐν αὐτῷ κεκρυμμένην, λέγω δὴ τῶν διδαχῶν καὶ ἐπαγγελιῶν καὶ θαυματουργιῶν τοῦ κυρίου Ἰησοῦ, καθώς που ὁ θεσπέσιος Παῦλός φησιν· "Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ." Μανθάνουσι γὰρ αἱ ἄνω δυνάμεις, ἅπερ οὐδέπω εἶδον, οὐδὲ ἤκουσαν· κτίσματα γάρ εἰσι, καὶ τὸ κτίσμα οὐκ ἔστιν μὴ χρείαν ἔχον μαθεῖν, ἀλλ' οὐδὲ τὰ μέλλοντα γενέσθαι γινώσκουσιν, εἰ μή τι δἂν ὑπὸ τῆς ἁγίας καὶ σεπτῆς καὶ προσκυνητῆς τριάδος μυηθῶσιν.

Ἔμαθον οὖν καὶ ἐβεβαιώθησαν τὴν ἀνάστασιν τοῦ Ἀδάμ, θεωρήσαντες τὸν κύριον ἐγείραντα τὸν υἱὸν τῆς χήρας· ὡς χήρα γὰρ ἐγένετο ἡ γῆ, ἀποθανόντος τοῦ πρωτοπλάστου αὐτῆς υἱοῦ. Ἰδόντες δὲ αὐτὸν πάλιν ἐγείραντα τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου, κατεσοφίσθησαν ὅτι καὶ τὴν Εὔαν μετὰ τοῦ Ἀδὰμ ἐγερεῖ. Πάλιν ἀναστήσαντος αὐτοῦ τὸν παῖδα τοῦ ἀλλοφύλου ἑκατοντάρχου, ἐδιδάχθησαν καὶ εἰς τοῦτο ὅτι καὶ τὰ ξένα ἔθνη ἐγερεῖ. Ἰδοὺ τρεῖς διαφοραὶ τῶν νεκρῶν. Ἐγείραντος δὲ τὸν Λάζαρον τὸν τεταρταῖον νεκρὸν ἐκ τοῦ μνημείου, τὸν ὑπὸ τεσσάρων στοι χείων συσταθέντα, τὸν ὀζέσαντα, τὸν σαπέντα, τὸν ὑπὸ σκωλήκων κυριευθέντα, ἐγνωρίσθη ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ταῖς ἐπουρανίοις καὶ τοῖς ἐπιγείοις, ὅτι πᾶσαν τὴν ἐκ τῶν τεσσάρων συσταθεῖσαν ἀνθρωπότητα ἐγερεῖ, κἂν ὤζεσεν ἐν τῇ ἁμαρτίᾳ τῆς παραβάσεως, κἂν ἐσάπη ἐν τῇ ἀσεβείᾳ τῆς εἰδωλολατρείας, κἂν ὡς ὑπὸ σκωλήκων, ὑπὸ δαιμόνων κατεκυριεύθη καὶ ἐζωγρεύθη εἰς τὸ ἐκείνων θέλημα. Ταῦτα οὖν ἰδόντες οἱ ἄγγελοι κρυπτῶς καὶ οἱ ἄνθρωποι φανερῶς ἐξέστησαν, καὶ ἐξεθαμβήθησαν, καὶ ἤρξαντο βοᾶν καὶ λέγειν· "Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὠσαννὰ ἐν τοῖς ὑψίστοις." Οὐχ ὡς σημειοφόρον δὲ μόνον ἐπῄνουν, ἀλλὰ καὶ ὡς βασιλέα τὸν αἰχμαλωτίσαντα πᾶσαν τὴν ἀπ' αἰῶνος ὑπὸ τοῦ διαβόλου καὶ τοῦ θανάτου αἰχμαλωτισθεῖσαν αἰχμαλωσίαν. Ἕνεκεν τούτων καὶ τῶν τοιούτων βασιλέα αὐτὸν κηρύττουσιν οἱ θεῖοι προφῆται.

Ἐπειδὴ δὲ οἱ προειρημένοι προφῆται ἑστιάτορες τῶν λογικῶν ψυχῶν ὑπάρχουσι καὶ ὥσπερ οἱ μῆνες τοῦ ἐνιαυτοῦ κατὰ μέρος τρέφουσι τὰ ἀνθρώπινα σώματα, οὕτως καὶ αὐτοὶ κατὰ μέρος ἢ μᾶλλον κοινῶς τρέφουσι κατὰ ἑορτὴν καὶ πάντοτε τὰς ψυχὰς τῶν πιστῶν, καὶ μεθύσκουσι ταῖς θεικαῖς διδασκαλίαις χριστιανούς, καθώς που εἷς ἐξ αὐτῶν φησι· "Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου." Δεῦτε ἀκούσωμεν καὶ διηγήσονται ἡμῖν, πάντες οἱ ἀγαπῶντες τὴν βασιλείαν τοῦ κυρίου, τί περὶ αὐτῆς ἡμῖν προφητεύει ὁ μέγας Ζαχαρίας, ὁ ἔνδοξος ἐν προφήταις. Συνίωμεν τί ὁ κῆρυξ εὐαγγελίζεται, προτρέχων τῆς βασιλείας πρὸ πολλοῦ τοῦ χρόνου. Δεῦτε ἀπολαύσωμεν, ὡς λογικοὶ δαιτύμονες, τὰ διὰ στόματος θεοῦ ἐκπορευόμενα ῥήματα διὰ τοῦ πνευματικοῦ ἑστιάτορος Ζαχαρίου· αὐτῷ γὰρ ἔλαχε θρέψαι ἡμᾶς ἐν τῇ ἑορτῇ ταύτῃ, καθώς φησι ὁ κύριος ὅτι "οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ." Ἐπειδὴ γὰρ ἡ λύπη παρὰ τοῖς ἀνθρώποις μισητὴ τυγχάνει, ποθητὴ δὲ ἡ χαρά, ἀπὸ χαρᾶς ἄρχεται βοᾶν λέγων· "Χαῖρε σφόδρα, θύγατερ Σιών". "Χαῖρε σφόδρα", βοᾷ ὁ προφήτης πρὸς τὴν αἰχμαλωσίαν. "Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ." Διὰ τί "Χαῖρε"; Καὶ διὰ τί "σφόδρα" "τέρπου καὶ εὐφραίνου"; Ὅτι ἥκει ὁ ἐπιστρέφων σε, καθὼς προανεφώνησεν ὁ πατὴρ τοῦ ἐπιστρέφοντός σε βασιλέως λέγων· "Ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν ὡς παρακεκλημένοι· τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως."

"Χαῖρε," φησίν, ὅτι ὑποστρέφεις ἐκ τῆς αἰχμαλωσίας τῶν δαιμόνων καὶ τῆς ἐξορίας τοῦ αἰῶνος τούτου εἰς τὴν ἄνω Ἰερουσαλήμ, ἣν ἐξεδέχετο ὁ πατήρ σου Ἀβραάμ, καθώς που ὁ μα κάριος ἀπόστολος Παῦλός φησιν· Ὑμεῖς δὲ "προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ θεῷ πάντων καὶ πνεύμασι δικαίων τετελειωμένων." Ὅθεν "ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός", ἔνθα πάντων τῶν δικαίων εὐφραινομένων ἐστὶν ἡ κατοικία. Τότε "τέρπου καὶ εὐφραίνου" καὶ "χαῖρε σφόδρα, θύγατερ" ταύτης τῆς Σιὼν δῆλον. "Καὶ διὰ τί", φησίν, "σφόδρα χαρῶ, ὦ προφῆτα"; "Χαῖρε", διότι οὐκέτι ὁ δεινὸς ἐκεῖνος σε αἰχμαλωτεύσει, "σφόδρα" δέ, διότι οὐχ ὡς οἱ λοιποὶ βασιλεῖς, οὕτως ὁ ῥυόμενός σε, ἀλλὰ βασιλεὺς αἰώνιος καὶ αἰωνία αὐτοῦ ἡ βασιλεία, καθώς φησιν ὁ ἄγγελος Γαβριὴλ πρὸς τὴν μητέρα αὐτοῦ καὶ παρθένον Μαριάμ· "Καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος". Καὶ καθὼς αἰωνία αὐτοῦ ἡ βασιλεία, οὕτως αἰωνία σου ἡ σωτηρία. Διὰ τοῦτο οὖν· "Χαῖρε σφόδρα· κήρυττε, θύγατερ Ἰερουσαλήμ." Τί κηρύξω, ὦ προφῆτα; Κήρυττε τῷ βασιλεῖ σου, τῷ κατελθόντι ἀπὸ τῶν ὑψωμάτων τοῦ οὐρανοῦ σῶσαί σε, εὐχαριστίαν, δοξολογίαν, ὑμνολογίαν. Κήρυττε· "Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, ὅθεν παρεγένου τοῦ σῶσαί με, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου." Καὶ σκόπει μοι τὸν εὐαγγελιστήν, πῶς διπλοῦν τὸν Χριστὸν κηρύττει· ἐν τῷ γὰρ λέγειν· "Ὠσαννὰ ἐν τοῖς ὑψίστοις", τὴν ὑψηλὴν τῆς θεότητος φύσιν δηλοῖ, ἐν δὲ τῷ λέγειν· "Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου", τὴν τῆς ἀνθρωπότητος οὐσίαν σημαίνει, τὸ εὐλογημένον σπέρμα ᾧ εὐλογήθη ὁ εὐλογημένος Ἀβραάμ, ἐν τῷ σπέρματι αὐτοῦ εὐλογηθῆναι πάντα τὰ ἔθνη τῆς γῆς· "Εὐλογημένη γάρ", φησίν, "ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ."

Ἀναλάβωμεν πάλιν τὴν φωνὴν τὴν προτέραν καὶ ὥσπερ μασθὸν προφητικὸν ἐκπιάσωμεν· ἔτι γὰρ ἔχει γάλακτος καὶ θεωρίας ἀγαθά. Φησὶ γάρ· "Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυττε, θύγατερ Ἰερουσαλήμ." Καὶ τίνος ἕνεκεν "θύγατερ Σιὼν" καὶ οὐ Σιών, καὶ "θύγατερ Ἰερουσαλὴμ" καὶ οὐκ Ἰερουσαλήμ; Πρόσεχε συνετῶς, παρακαλῶ. Ὥσπερ γὰρ τὰ ὀνόματα τῶν βοτανῶν καὶ τῶν πετεινῶν καὶ τῶν τετραπόδων καὶ τῶν ἀνθρώπων κατὰ τὴν διαφορὰν τῆς μορφῆς καὶ τῆς δυνάμεως οὕτω καὶ τὰ ὀνόματα κέκτηται, οὕτως ἑκάστη κεραία τῶν θείων λογίων ἰδίαν δύναμιν καὶ θεωρίαν κέκτηται. Οὐκοῦν ἐρευνήσωμεν τί δήποτε τὴν νῦν πιστὴν Ἰερουσαλὴμ πρῶτον καλεῖ ὁ προφήτης "θυγατέρα Σιών", ἔπειτα "θυγατέρα Ἰερουσαλήμ". Φησὶ γάρ· "Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυττε, θύγατερ Ἰερουσαλήμ." Σιὼν ἑρμηνεύεται "διψῶσα"· ἔστι δὲ αὕτη ἡ συναγωγὴ τῶν δικαίων καὶ προφητῶν, τῶν ἀπ' αἰῶνος μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας διψησάντων ἑνωθῆναι καὶ εὐαρεστῆσαι τῇ θείᾳ καὶ προσκυνητῇ οὐσίᾳ τῆς θεότητος, καθώς φησιν ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος· "Ἵνα γένωνται θείας κοινωνοὶ φύσεως." Οὗτοι, ζητοῦντες τὸν κύριον καὶ διψῶντες, ἐκλήθησαν Σιών, καθὼς εἷς ἐξ αὐτῶν ἔλεγεν· "Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα·"

Ὅταν δὲ ἐπέτυχον καὶ ἤγγισαν, μᾶλλον δὲ ὤφθησαν καὶ ἐθεώρησαν τὸ πρόσωπον αὐτοῦ· οὕτω γὰρ λέγει ἑτέρα ἔκδοσις· ἐγένοντο Ἰερουσαλὴμ, "ὁρῶντες θεὸν καὶ σκοπευτήριον πάσης γνώσεως". Θυγατέρα δὲ ταύτης τῆς Σιὼν καλεῖ τοὺς ἐν κυρίῳ πιστούς, τοὺς διὰ τῆς πίστεως διψῶντας καὶ διὰ τῆς ἐργασίας τῶν ἐντολῶν τοῦ εὐαγγελίου ζητοῦντας εὑρεῖν τὸν κύριον, τὸν ἐν αὐτοῖς κεκρυμμένον, καθώς φησι τὸ ἅγιον Πνεῦμα· "Αὕτη ἡ γενεὰ ζητούντων τὸν κύριον, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ." Καὶ ὅταν ἐπιτύχωσιν, καλοῦνται θυγάτηρ τῆς προειρημένης Ἰερουσαλήμ, θεωροῦντες τὸν θεὸν καὶ σκοποῦντες τὴν πνευματικὴν γνῶσιν. Παρακαλῶν δὲ ὁ προφήτης διὰ τοῦ πνεύματος τὸν θεὸν ἀναδεῖξαι τὴν τοιαύτην Σιὼν καὶ Ἰερουσαλήμ, φησί· "Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς." Οὐκοῦν μετὰ ταύτης τῆς μητρός σου Σιών, "Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυττε, θύγατερ Ἰερουσαλήμ", ἐπουρανίως μετὰ τῆς μητρός σου βοῶσα· "Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου."

Καὶ τί φησι τὸ εὐαγγέλιον; "Ὅτε ἤγγισαν εἰς Ἰερουσαλὴμ καὶ ἦλθον εἰς Βηθφαγή". Ἵνα γὰρ φάγωσιν αὐτὸν οἱ πιστοί, ἤρχετο ἐν τῷ ὑπερῴῳ, "πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν", ὅ ἐστιν ἐκ τοῦ λαοῦ πιστὴ ἐκκλησία. "Τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο τῶν μαθητῶν" αὐτοῦ, οἵτινές εἰσι δύο χοροὶ τῶν προφητῶν καὶ ἀποστόλων· μαθητεύοντες γὰρ τὰ ἔθνη οἱ ἀπόστολοι εἶχον μεθ' ἑαυτῶν τὰ θεόπνευστα τῶν προφητῶν λόγια, τὰ μαρτυροῦντα τῷ Χριστῷ, ὃν τρόπον ἐθεώρησεν αὐτοὺς Ἰεζεκιὴλ ὁ μέγας ἐν προφήταις· "Τροχός", φησίν, "ἐν τροχῷ", πετόμενος καὶ τρέχων. Λέγοντος πρὸς αὐτοὺς τοῦ Ἰησοῦ· "Πορευθέντες εἰς τὴν κατέναντι κώμην"· ἀπέστειλεν γὰρ αὐτοὺς εἰς πᾶσαν τὴν οἰκουμένην τῶν ἐθνῶν, ὅτι ἐναντίοι ἦσαν τέως τῆς ἐκ τοῦ λαοῦ πιστῆς ἐκκλησίας. Καιρῷ γὰρ εὐθέτῳ ἀπέστειλεν αὐτοὺς "εἰς τὴν κατέναντι κώμην" τῶν ἐθνῶν· ἑτοίμη γὰρ ἦν δέξασθαι τοὺς προειρημένους δύο χοροὺς τῶν ἀποστόλων καὶ προφητῶν. "Καὶ ἀγαγεῖν πρὸς αὐτὸν τὸν πῶλον", οἵτινές εἰσι τὰ ἔθνη, τοῦ ἐπιβῆναι καὶ βασιλεῦσαι ἐπ' αὐτά, καθώς φησιν ὁ ψαλμῳδός· "Ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, κύριος κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ". "Ἐφ' ᾧ οὐδείς ποτε ἀνθρώπων κεκάθικεν"· οὐδὲ γὰρ θεὸν εἶχον ἐπιβαίνοντα καὶ βασιλεύοντα ἐπ' αὐτά, οὐδὲ νόμον οὐδὲ προφήτας. "Λύσαντες αὐτόν", φησίν, "ἀγάγετέ μοι"· ἔλυσαν γὰρ τὰ ἔθνη οἱ ἀπόστολοι ἀπὸ τῆς σκοτίας, τουτέστι τῆς τοῦ θεοῦ ἀγνωσίας, ἀπὸ τῆς πλάνης, ἀπὸ τῆς ἁμαρτίας, ἀπὸ τῆς δουλείας τοῦ ἀλλοτρίου, ἀπὸ "τῆς ἐξουσίας τοῦ σκότους", "τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου". Καὶ ἤγαγον πρὸς τὸν κτίστην καὶ δημιουργὸν αὐτῶν κύριον.

Καὶ ἰδοὺ κάθηται ἐπ' αὐτὰ καὶ βασιλεύει ὡς ἐπὶ τῶν χερουβίμ, κράζοντα καὶ λέγοντα· "Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις"· οὕτω γάρ φησιν ὁ Λουκᾶς. "Εἰρήνη ἐν τῷ οὐρανῷ", τίνος ἕνεκεν λέγει; Οὐκ εἶχον οἱ ἄγγελοι εἰρήνην ἐν τῷ οὐρανῷ; Ναί, καὶ πάνυ εἶχον ἐν ἑαυτοῖς τὴν εἰρήνην, "εἰρήνην τὴν ὑπερέχουσαν πάντα νοῦν", καθώς φησιν ὁ σοφώτατος Παῦλος. Εἶχον εἰρήνην ἐν οὐρανῷ, ἀλλὰ μετὰ τῶν ἀνθρώπων οὐκ εἶχον· ὁ οὐρανὸς εἰρήνην λοιπὸν εἶχε καθ' ἑαυτόν. Ὅταν δὲ εἶδον οἱ ἄγγελοι πᾶσαν τὴν ἀνθρωπότητα ἐγειρομένην διὰ τοῦ σημείου τοῦ Λαζάρου, καὶ τὰ ἔθνη λυόμενα δίκην τοῦ πώλου καὶ ἐρχόμενα εἰς τὸ βασιλεύεσθαι ὑπὸ τοῦ δημιουργοῦ αὐτῶν, τότε εἰρηνεύθη καὶ ὁ οὐρανὸς μετὰ τῶν ἀνθρώπων, καὶ ὁμοθυμαδὸν ἔκραζον καὶ ἔλεγον· "Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις". "Καὶ ἐπέθηκαν ἐπάνω τοῦ πώλου τὰ ἱμάτια", ἅτινα σημαίνουσι τὴν χάριν τὴν παρ' αὐτοῦ δοθεῖσαν αὐτοῖς ἐν τοῖς ἔθνεσιν καὶ δι' αὐτῆς "ἐπεβίβασαν τὸν Ἰησοῦν ἐπ' αὐτά"· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ διὰ τὰς ἰδίας ἀρετάς, καθὼς σημαίνει ὁ εὐαγγελιστὴς λέγων· "Ἄλλοι δὲ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ." Εἰς τοῦτο δὲ τὰς ἰδίας ἀρετάς, ἃς συνέζευξαν τῇ χάριτι, αἰνίττεται, ὡς φανερῶς λέγει ὁ θεσπέσιος Παῦ λος· "Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ θεοῦ." Ἕως ὧδε τὰ τῆς χάριτος. "Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν ἡμῶν εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν." Τὸ δὲ "ἐν τῇ γῇ ὑπεστρώννυον", ὅτι σωματικῶς καὶ φανερῶς καὶ αἰσθητῶς ἐθεωροῦντο αἱ ἀρεταὶ αὐτῶν ἐνώπιον τῶν ἐθνῶν, καθὼς καὶ ἐν ἑτέρῳ τόπῳ φησὶ πρὸς ταῦτα λέγων ὁ ἀπόστολος· "Οἷα εἴδετε ἐν ἐμοὶ καὶ ἠκούσατε καὶ παρελάβετε, ταῦτα πράξατε." Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανίωμεν.

"Οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον", μετὰ αἴνων καὶ κλάδων ἐλαιῶν [καὶ βαίων], οἵτινες σημαίνουσι τὴν πρακτικὴν ἐργασίαν τοῦ ἔξω ἀνθρώπου, καὶ βαίων φοινίκων, οἵτινες μηνύουσι τὴν πνευματικὴν [καὶ πρακτικὴν] καὶ γνωστικὴν καὶ καθαρὰν τοῦ ἔσω ἀνθρώπου ἐργασίαν. "Ἔκραζον λέγοντες· Ὠσαννὰ ἐν τοῖς ὑψίστοις". Ἐν ἀληθείᾳ γὰρ πάντες οἱ ὄχλοι τῶν δικαίων καὶ προφητῶν καὶ ἱερέων, οἵτινές εἰσιν οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες, πίστει κράζουσι καὶ λέγουσιν· "Ὠσαννὰ τῷ υἱῷ Δαυίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὠσαννὰ ἐν τοῖς ὑψίστοις." Ὡς ὁ εὐαγγελιστής φησιν· "Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Εἴπατε τῇ θυγατρὶ Σιών." Τίσι λέγεις "Εἴπατε", ὦ προφῆτα; Ἰδοὺ σὺ κηρύττεις, ἰδοὺ σὺ λέγεις. Ἐγώ, φησίν, ἐπεθύμουν ἰδεῖν καὶ ἀκοῦσαι, οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πολλοὶ προφῆται καὶ δίκαιοι. Ἀλλὰ καὶ τοῖς εὑρισκομένοις καὶ μαθητευομένοις, θεωροῦντας καὶ ἀκούοντας τοῦ βασιλέως Σιὼν λέγω, ἵνα εἴπωσιν καὶ κηρύξωσιν· "Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι." Καὶ οὐκ εἶπε ψιλῶς "ἔρχεται", ἀλλ' "ἔρχεταί σοι", τουτέστι σοῦ γενέσθαι καὶ ἐν σοὶ οἰκῆσαι. "Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι, δίκαιος καὶ σῴζων", σῴζων ἀπὸ τῆς δουλείας τοῦ ἐχθροῦ τοὺς πιστεύοντας ἐπ' αὐτόν.

"Πραὺς καὶ ἐπιβεβηκὼς ἐπὶ πῶλον, υἱὸν ὑποζυγίου", τουτέστι ταπεινόφρων καὶ ἐν τῇ ταπεινοφροσύνῃ αὐτοῦ "ἐξολοθρεύων τὰ ἅρματα τῆς βασιλείας Ἐφραίμ", τουτέστι τοῦ διαβόλου ὃς ἐβασίλευσεν ἐπὶ τὸν Ἰσραὴλ καὶ ἐπὶ τὰ ἔθνη. Ἐξωλόθρευσε δὲ καὶ κατὰ τὸ γράμμα καὶ τὴν βασιλείαν τοῦ λαοῦ τῶν Ἰουδαίων· μέχρι γὰρ τοῦ Χριστοῦ ἦλθεν τὸ χρῖσμα καὶ ἡ βασιλεία τῶν Ἰουδαίων, καὶ ἐπαύθη. "Καὶ ἵππον", φησίν, "ἐξ Ἰερουσαλήμ", τουτέστι πᾶσαν τὴν ὑπερηφανίαν τῆς αὐτῶν ἀρχῆς, διὰ τοῦ ταπεινοῦ αὐτοῦ πώλου. Ὁ δὲ πατριάρχης Ἰακώβ, εὐλογῶν τὸν Ἰούδαν καὶ ἐκφαίνων τὴν εὐλογίαν τὴν πρὸς τοὺς πατέρας αὐτοῦ Ἀβραὰμ καὶ Ἰσαάκ, ἥτις ἐστὶν ὁ Χριστός, λέγει· "Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ". Πρὸς γὰρ τὴν ἄμπελον τὴν μεταστᾶσαν ἐξ Αἰγύπτου, τὴν πληρώσασαν πᾶσαν τὴν γῆν ἀπὸ τῆς διδαχῆς τῶν προφητῶν αὐτῆς καὶ δικαίων, ἐδέσμευσε τὰ ἀκάθαρτα ἔθνη· ὁ γὰρ πῶλος ἀκάθαρτός ἐστιν ἐν τῷ νόμῳ, οὕτω καὶ τὰ ἔθνη. "Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ." Διὰ τί; Ἵνα δέξωνται παρ' αὐτῆς τὸν νόμον καὶ τοὺς προφήτας καὶ τὴν ἐν αὐτοῖς θεογνωσίαν, τουτέστι τὸν Χριστόν, ὅς ἐστιν εὐλογία τῶν ἐθνῶν καὶ κάθαρσις. Φησὶ γάρ· "Καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ", ἕλικι τουτέστι τὸ βλάστημα τὸ ἐξ ἀμπέλου, ὅς ἐστιν ὁ Χριστός, ἐξ ἀμπέλου τῆς συναγωγῆς τῆς ἐξ Αἰγύπτου βλαστήσας, καθὼς αὐτὸς ὁ Ἰακώβ φησι πρὸς αὐτόν· "Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης." Καὶ ἐδεσμεύθησαν τὰ ἔθνη ἐν αὐτῷ ἀλύτως.

Οὐκοῦν δεσμευθῶμεν καὶ ἡμεῖς εἰς τὸν Χριστὸν ἀλύτως. Ἐὰν ὅλως ἀγωνιζώμεθα τοῦ σωθῆναι καὶ ὠφεληθῆναι ἀπὸ τῶν ἑορτῶν αὐτοῦ, καὶ αὐτὸς συνεγερεῖ ἡμᾶς τῷ Λαζάρῳ ἀπὸ τῶν νεκρῶν ἡμῶν ἔργων, τῶν χωρὶς αὐτοῦ γενομένων. Οὕτω συνδειπνῶμεν αὐτῷ ἐν τῇ Βηθανίᾳ, ἥτις ἑρμηνεύεται οἶκος τῆς ὑπακοῆς, οὕτως ἁρμοδίως συνάγωμεν τοὺς λογισμοὺς ἡμῶν ἀπὸ τῆς αἰχμαλωσίας τῆς λήθης μετὰ τῶν αἰσθητηρίων τοῦ σώματος, κράζοντες καὶ λέγοντες· "Ὠσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου", εἰσελθεῖν εἰς τὴν ἑαυτοῦ Ἰερουσαλήμ, οὐ διὰ τὸ παθεῖν ὥσπερ τότε, ἀλλ' ἵνα σώσῃ αὐτὴν καὶ δοξασθῇ ὑπ' αὐτῆς, καθὼς προσφωνεῖ αὐτῇ Δαυὶδ λέγων· "Ἐπαίνει, Ἰερουσαλήμ, τὸν κύριον· αἴνει τὸν θεόν σου, Σιών." Δεύτερον εἶπεν "ἐπαίνει" καὶ "αἴνει" ψυχῇ καὶ σώματι, "ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου", οἵτινές εἰσι πίστις, ἐλπίς, ἀγάπη, μελέτη, μακροθυμία, ὑπομονή. "Εὐλόγησε τοὺς υἱούς σου ἐν σοί", οἵτινές εἰσι τὰ πιστὰ νήπια τὰ δεξάμενα τὸν κύριον μετὰ τῶν κλάδων, τουτέστι μετὰ καρπῶν νέων, τὰ θηλάζοντα τὸ γάλα τῆς διδασκαλίας τοῦ Χριστοῦ· πιστεύοντες γὰρ εἰς αὐτὸν εὐθέως αἰνοῦσιν, ὑμνοῦσιν, δοξολογοῦσιν, καθὼς γέγραπται· "Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον." Γενώμεθα αὐτῷ ὄχημα ἅγιον ἀντὶ ἀκαθάρτου πώλου, ἵνα ἐπιβῇ ἐφ' ἡμᾶς. Ζεύξωμεν αὐτῷ τὸ ἅρμα τῶν λογισμῶν ἡμῶν, "καὶ βασιλεύσει" ἐφ' ἡμᾶς "εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος."

Λάβωμεν ἱλαρὰν πολιτείαν ὡς κλάδη ἐλαιῶν, "τοῦ ἱλαρῦναι τὸ πρόσωπον ἡμῶν ἐν ἐλαίῳ", καθώς φησιν ὁ ψαλμῳδός, καὶ πάλιν· "Δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ." Ἄρωμεν πάλιν ἐν τῷ ἔσω ἀνθρώπῳ τὴν θεικὴν καὶ πνευματικὴν ἐργασίαν, ὡς τὰ τῶν φοινίκων βάια, καὶ ἀκολουθήσωμεν εὐχαριστοῦντες αὐτῷ· καὶ ἀντὶ μὲν τῆς ἀσπρότητος τὴν ὀρθὴν καὶ ἀμίαντον καὶ ἁπλῆν πίστιν· ἀντὶ δὲ τῆς ὀξύτητος τὴν ὑπομονητικὴν ἐλπίδα, τὴν κεντῶσαν καὶ σφάζουσαν πάντα λογισμὸν ἐπαιρόμενον αἰχμαλωτεῦσαι ἡμᾶς ἀπὸ τῆς γνώσεως τοῦ θεοῦ· καὶ ἀντὶ τῆς γλυκύτητος τοῦ φοίνικος τὴν γλυκεῖαν ἀγάπην, τὴν συνισταμένην ἐκ τῶν προρρηθέντων πίστεως καὶ ἐλπίδος καὶ τῶν λοιπῶν, ἵνα πληρωθῇ ἐν ἡμῖν τὸ ῥηθέν· "Δίκαιος ὡς φοῖνιξ ἀνθήσει· ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται." Ἀκολουθήσωμεν αὐτῷ εἰς τὴν ἁγίαν πόλιν, εἰσέλθωμεν μετ' αὐτοῦ εἰς τὸ ἱερόν, ἵνα τὰς τραπέζας τῶν ἐν ἡμῖν κολλυβιστῶν καταστρέψῃ, καὶ τοὺς δαίμονας τοὺς πωλοῦντας τὰς περιστεράς, τοὺς ἐν πλάνῃ πετομένους λογισμούς, ἀποδιώξῃ ἀφ' ἡμῶν μετὰ πάντων τῶν πωλούντων ἐν ἡμῖν καὶ ἀγοραζόντων, καὶ ἀντὶ σπηλαίου λῃστῶν ποιήσῃ ἡμᾶς, κατὰ τὸ ἀρχαῖον ἱερόν, ναὸν ἅγιον ἐν ᾧ οἰκεῖ καὶ περιπατεῖ Χριστός, ἵνα τοῖς τυφλοῖς ἡμῶν φῶς χαρίσηται, καὶ τοὺς κωφοὺς ποιήσῃ ἀκοῦσαι καὶ τοὺς χωλοὺς περιπατῆσαι, καὶ τοὺς νεκροὺς μετὰ Λαζάρου ἐγείρῃ|ὅπου γὰρ οἰκεῖ ζωή, ἐκεῖ ἀνάστασίς ἐστιν|, ἵνα μετὰ Λαζάρου καὶ τῶν ὄχλων καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ μετὰ νηπίων καὶ θηλαζόντων, καὶ μετὰ τῶν ἁγίων ἀγγέλων κράξωμεν βοῶντες· "Ὠσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου", Χριστὸς κύριος καὶ θεός, ὁ "βασιλεὺς τῶν αἰώνων"· αὐτῷ δόξα, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Μαρτύριον τοῦ ἁγίου Λογγίνου τοῦ ἑκατοντάρχου, τοῦ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῶν σὺν αὐτῷ δύο στρατιωτῶν, συγγραφὲν παρὰ Ἡσυχίου πρεσβυτέρου Ἱεροσολύμων.

Πολλαὶ τῶν μαρτύρων αἱ γραφαί· καθάπερ γὰρ αἱ τῶν ζωγράφων εἰκόνες τινὰς μιμούμεναι τῶν πόλεων ὄψεις, καὶ μεγέθη πύργων, καὶ μορφὰς ἀνδρῶν καὶ γυναικῶν, ποτὲ μὲν νέας, ποτὲ δὲ πρεσβυτικάς, ποτὲ δὲ βασιλικάς, ποτὲ δὲ νυμφικάς, ποτὲ δὲ σκυθρωπάς, ποτὲ δὲ περιχαρεῖς δεικνύονται, οὕτω καὶ οἱ τῶν μαρτυρικῶν ἀγώνων τοὺς λόγους ἱστορήσαντες τὸ στερρὸν τῆς ψυχῆς, καὶ τῶν τρόπων τὸ ἀνδρεῖον, καὶ τὴν ἐν τοῖς δεινοῖς παράστασιν ἄφοβον καὶ εὔτολμον καὶ ἀκατάπληκτον, καὶ τὴν ἐκ θεοῦ συμμαχίαν πρὸς αὐτοὺς καταβαίνουσαν, ποτὲ μὲν τῷ πλήθει τῶν σημείων, ποτὲ δὲ τῷ πλούτῳ ἐν τοῖς λόγοις τῆς χάριτος ὁμολογουμένην, ταῖς ἀκοαῖς ἐμφανίζουσιν. Λογγίνου δὲ ἄρα γραφὴν σοφοῦ τε καὶ ἀνδρείου, ἐξαιρέτως τῆς ὑπὲρ τοῦ Χριστοῦ μαρτυρίας ἧς ἤρξατο ὁμολογήσας αὐτόν, πῶς ἐπαξίως ἱστορήσαιμι;

Ὅτε γὰρ τῷ φόβῳ συγχυθεὶς ἐξηρνήσατο αὐτὸν ὅλος ὁ χορὸς τῶν ἀποστόλων, χωλοὶ δὲ οὓς ἤγειρεν, τυφλοί τε οὓς ἐφώτισεν, λεπροί τε μετὰ τούτων οὓς τῆς πολυστίκτου δορᾶς καὶ τῆς σαρκὸς τῶν μωμημάτων ἠλευθέρωσεν, καὶ ἄλλοι ὧν τὰς συμφορὰς ἔπαυσεν καὶ τὰς νόσους ἐχώνευσεν καὶ πρὸς τὸ κρεῖττον τὴν φύσιν μετεσκεύασεν, οὗτοι πάντες πρὸς τὸ δρᾶμα τοῦ σταυροῦ καταπλαγέντες χειμῶνος μεστὸν ναυάγιον ὑπέμειναν, ἡ ὁμολογία τοῦ θεοσεβοῦς ἑκατοντάρχου Λογγίνου ὑπῆρχεν εἰς τὰς ἀκοὰς τῆς λυκόφρονος συναγωγῆς τῶν Ἰουδαίων, ὅτε ἔλεγεν· "Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος". Οὔτε γὰρ Πιλᾶτον κατὰ τοῦ Χριστοῦ μεμισθωμένον ᾐσχύνετο, οὔτε μὴν φόβον τοσούτων δήμων ᾐδεῖτο ἢ ἐνάρκησε τὸ πλῆθος τῶν ἀπείρων μυριάδων ἐκείνων. Λεγέσθω τοιγαροῦν καὶ γραφέσθω ἡ καλλίστη ἄθλησις αὐτοῦ ἣν οἱ ἀπ' ἀρχῆς αὐτόπται διηγήσαντο καὶ τῇ μετὰ ταύτην γενεᾷ παρέδωκαν· ἀπ' ἐκείνης δὲ εἰς τὴν ἑξῆς καὶ οὕτω μέχρις ἡμῶν καταβάντες, οἱ τῆς Λογγίνου μαρτυρίας λόγοι ὡς μαργαρῖταί τινες ἄμωμοι τὸν ἱερὸν τοῦ Χριστοῦ νυμφῶνα κοσμοῦντες διεφυλάχθησαν.

Ὅτε τοίνυν κουστωδίαν αἰτηθεὶς ὁ Πιλᾶτος εἰς φυλακὴν τοῦ τάφου τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ἔδωκεν, Λογγῖνος ἦν αὐτῶν ἔξαρχος· αὐτὸς γὰρ ἦν καὶ τὸν σταυρὸν τοῦ Χριστοῦ φυλάξας μετὰ τῶν ὑπ' αὐτοῦ στρατιωτῶν. Ἀλλὰ τοῦ Χριστοῦ πραχθείσης τῆς ἀναστάσεως, ὥσπερ ἡμῖν αἱ τῶν θείων εὐαγγελίων γραφαὶ παρέδωκαν, καὶ τῶν στρατιωτῶν ἀπαγγειλάντων τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις τῆς ἰουδαικῆς συμμορίας τὰ γενόμενα θαύματα, ἐκεῖνοι μὲν αἰσχυνθέντες τὸν λαὸν καὶ σβέσαι τὸ θαῦμα βουλόμενοι ἀργύρια ἱκανὰ τοῖς στρατιώταις ἔδωκαν, ὥστε συκοφαντῆσαι τὴν ἀνάστασιν τοῦ Χριστοῦ· οὕτω δὲ καὶ τὸν Πιλᾶτον δέξασθαι τὴν συκοφαντίαν χρήμασι πολλοῖς ἔπεισαν. Οὐ μὴν ὁ Λογγῖνος προκρίνει τὸν δόλον τῆς ἀληθείας, οὐδὲ κατὰ τοῦ Χριστοῦ λαμβάνει χρυσόν, οὐδὲ τὸν μαμωνᾶν τοῦ θεοῦ προτιμῆσαι ὑπέμεινεν, οὐδὲ τῇ πλεονεξίᾳ δουλωθεὶς εἰς τὸν ταύτης βυθὸν τὸν πολυθάνατον ὤλισθεν, οὐ κατὰ Χριστοῦ συκοφαντίας τοῦ ψεύδους ἠνέσχετο, τοῦ τὸν Ἀδὰμ ἐγείραντος καὶ τὸν θάνατον σφάξαντος καὶ τοὺς θνητοὺς ζωώσαντος.
Πρὸς ταῦτα ὁ Πιλᾶτος καὶ οἱ δυνάσται τῶν Ἰουδαίων κεντούμενοι ἐζήτουν ἐπιβουλὴν κατὰ τοῦ μακαρίου Λογγίνου καὶ καιρὸν οὐκ εἶχον· ἦν γὰρ ὁ Λογγῖνος ὅλης τῆς στρατιωτικῆς φάλαγγος ἐπισημότερος. Ἐπειδὴ δὲ ἐβουλήθη ὅλως Χριστοῦ γενέσθαι, ἀποδύεται τὴν ζώνην τοῦ Καίσαρος· καὶ λοιπὸν ἐν οἴκῳ κάθηται μετὰ τῶν δύο στρατιωτῶν, οἵτινες σὺν αὐτῷ καὶ τῆς μακαρίας ἐγένοντο ἀθλήσεως συγκληρονόμοι, κήρυκες γενόμενοι ὧν εἶδόν τε καὶ ἀκηκόασιν. Καὶ τὴν Ἰερουσαλὴμ καταλιπὼν ἀνέστρεψεν σὺν αὐτοῖς καὶ γίνεται τῇ Καππαδοκῶν χώρᾳ κῆρυξ, ὥσπερ Θωμᾶς τοῖς Ἰνδοῖς, Ῥωμαίοις δὲ Πέτρος, Ἀσιανοῖς δὲ Ἰωάννης, Παῦλος "ἀπὸ Ἰερουσαλὴμ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ", καὶ ἄλλος ἄλλοις, εὐαγγελιζόμενος τὸν Χριστὸν καὶ τὰ παρ' αὐτοῦ καὶ ἐπ' αὐτῷ πεπραγμένα μυστήρια.

Ἰουδαῖοι δέ, καιόμενοι τῷ ζήλῳ καὶ τῷ θυμῷ κεντούμενοι, τὴν τοῦ Λογγίνου μαρτυρίαν, πολυμερῶς ἤδη τῆς γῆς διαδραμοῦσαν, καρτερεῖν οὐκ ἠδύναντο. Τότε τὸν Πιλᾶτον πείθουσι ψευδῆ κατὰ Λογγίνου γράψαι τοῦ μακαρίου τῷ Καίσαρι, ὅτι τῆς Ῥωμαίων βασιλείας ἀλλότρια φρονεῖ καί, τῶν ὅπλων ἀμελήσας, τὸν Χριστὸν κηρύττει βασιλέα τοῖς ἔθνεσιν· ἤδη δὲ τῶν περὶ τούτου λόγων τὴν ἑαυτοῦ πατρίδα καὶ χώραν ἐπλήρωσεν. Πρὸς τούτοις τοῖς γράμμασι συναποστέλλουσι χρήματα καὶ τὸν Λογγίνου θάνατον ἐξωνοῦνται, τὰς ἀκοὰς Καίσαρος ὑφαρπάσαντες. Βασιλικὰ δὲ γράμματα εἰς τὴν Ἰουδαίαν τῷ Πιλάτῳ κομίζεται κατὰ Λογγίνου καὶ τῶν σὺν αὐτῷ· οἵτινες ὡς τὰ τῶν ὅπλων ἀμελήσαντες ξίφει τὰς κεφαλὰς ἀποθέσθαι προστάττονται. Σπουδῇ δὲ πολλῇ τοῖς τῶν φόνων ὑπηρέταις ὁ Πιλᾶτος ἐγχειρίζει τὰ γράμματα τοῦ Καίσαρος. Οἱ δὲ τάχος διαβάντες τὴν τῶν Καππαδοκῶν γῆν φθάνουσιν καί, μαθόντες ἐν ἀγρῷ πατρῴῳ τὸν Λογγῖνον φιλοσοφεῖν καὶ τὴν ἡσυχίαν ἀσκεῖσθαι πάντων τῶν πολιτικῶν πραγμάτων ἑαυτὸν ἀπαλλάξαντα, τὸν ἀγρὸν αὐτίκα καταλαμβάνουσιν ἡσυχῆ, τὸ ἐπίταγμα Πιλάτου καὶ Καίσαρος ἐπιτελέσαι βουλόμενοι, ὥστε μὴ εἰς φυγὴν τὸν Λογγῖνον τραπῆναι. Ὅθεν ἀθρόον ἐπέστησαν τῷ ἀνδρί, ὡς ἐπ' ἄλλῳ τινὶ διαβάντες, καὶ οὐδὲν οὐδενὶ τῶν μετὰ χεῖρας αὐτῶν ἐπιφερομένων ἐθάρρησαν. Εἶτα εἰσελθόντες καὶ τῷ Λογγίνῳ περιτυχόντες, οὐκ εἰδότες αὐτὸν εἶναι τὸν αὐτοῖς τε καὶ Πιλάτῳ ζητούμενον, ἄρχονται ἐρωτᾶν ποῦ ὁ Λογγῖνος εἴη.

Ὁ δέ, τοῦ θείου Πνεύματος αὐτῷ τὸ δρᾶμα προδηλώσαντος· "Ἀκολουθεῖτε", φησίν, "καὶ τοῦτον ὑποδείκνυμι ὑμῖν." Τότε πρὸς ἑαυτὸν ὁ μακάριος, ὡς εἰκός, εὐφραινόμενος καὶ τοῦ μαρτυρίου τὴν θυσίαν ἐπισπουδάζων ἔλεγεν· "Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. Νῦν τοὺς οὐρανοὺς ἀνεῳγμένους ὄψομαι, νῦν ἱστορήσω τὴν δόξαν τοῦ Πατρός, νῦν τὴν ἀνέκφραστον ἀστραπὴν θεωρήσω τοῦ Πνεύματος. Νῦν ἐρῶ "Κύριε, Ἰησοῦ Χριστέ, δέξαι τὸ πνεῦμά μου", καθάπερ Στέφανος ὁ πρῶτος τῶν μαρτύρων, οὗ λαμπροτάτην φωνὴν ἀφιέντος ἀκήκοα. Νῦν Ἰερουσαλήμ, τὴν ἀνωτάτην χρυσόπυργον, τὴν αὐτὴν μὲν πατρίδα τῶν ἀγγέλων, ὅλου δὲ τοῦ τῶν ἁγίων χοροῦ μητρόπολιν, μετὰ κρότων, ἐπινικίων καὶ βασιλικῶν τροπαίων ἐπιβήσομαι. Νῦν ἀποδύομαι τὸν πήλινον χιτῶνα καὶ τοὺς πολυστενάκτους δεσμοὺς τῆς σαρκὸς ἀποτίθημι καὶ ἀπαλλάττομαι φθορᾶς· πρὸς ἀφθαρσίαν γὰρ ἕλκομαι, ἕξω μοι βίον χειμῶνος ἀπηλλαγμένον ἐξιὼν ἐκ τοῦ προσκαίρου βίου, οὗ πολλὰ τὰ κύματα καὶ χαλεπὰ τὰ ναυάγια. Λιμὴν μόνος ἀθάνατος ἐκείνη ἡ ζωή, ἔνθα κατοικοῦσιν οἱ ἅγιοι. Εὐφραίνου, ψυχή, πρὸς τὸν σὸν ποιητὴν ἀπερχομένη, δεῖξον φαιδρὸν καιροῦ καλοῦντος τὸ πρόσωπον, καὶ τοὺς προξένους σοι τῶν τοσούτων ἀγαθῶν φιλοφρόνως ξενίσωμεν χαίροντες, καὶ πολυτελῆ παραθήσωμεν τράπεζαν τοῖς ἐπὶ τὸ δεῖπνον ἡμᾶς καλοῦσι τὸ βασιλικόν."

Ταῦτα πρὸς ἑαυτὸν ὁ Λογγῖνος εἰπὼν τοὺς ἐπ' αὐτὸν ἐλθόντας εἰς τὸν ἴδιον οἶκον παρέλαβεν καί, ξενίσας λαμπρῶς καὶ προσώπῳ φαιδρῷ καὶ σφόδρα περιχαρεῖ συμφαγὼν σὺν αὐτοῖς εἰς ἣν παρέθηκεν τράπεζαν, ἐρωτᾶν μετὰ τὸ δεῖπνον ἄρχεται τοῦ Λογγίνου τί χρῄζουσιν. Οἱ δέ, ὅρκους παρ' αὐτοῦ ἀπαιτήσαντες ὅτιπερ αὐτῶν οὐ δημοσιεύει τὸν λόγον οὐδὲ γυμνοῖ τὸ θαρρηθὲν μυστήριον, τότε τὰ πρὸς Πιλᾶτον γραφέντα ἀπὸ Καίσαρος λέγουσιν καὶ ὅτι τοῦ Λογγίνου μεθ' ἑτέρων δύο τὴν κεφαλὴν ἀπήντησαν τεμεῖν. Ὁ δὲ καὶ οὗτοι τίνες εἶεν οἱ ἅμα τῷ Λογγίνῳ πυθόμενος, ἔγνω μαθὼν ὡς ἐκεῖνοί γε ἦσαν οἱ τῆς ἰουδαικῆς μισθαρνίας τὸν Χριστὸν προτιμήσαντες, καὶ σπουδῇ πολλῇ γράφει πρὸς αὐτοὺς τὸ τάχος ἥκειν πρὸς αὐτὸν ἀγαθῶν μεγάλων αὐτῷ κοινωνήσοντας. Ἡμέραν τε οὕτω μίαν καὶ δευτέραν ξενίσας αὐτοὺς ὁ Λογγῖνος, τῇ τρίτῃ παραλαβὼν εἰς ἀγρόν, ἐκεῖ τοὺς παρ' αὐτοῦ μετασταλέντας ἀνέμενεν. Ἐγγὺς δὲ εἶναι μαθὼν ἀπαγγέλλει αὐτοῖς ὡς αὐτὸς εἴη ὁ Λογγῖνος, ὁ παρ' αὐτῶν ζητούμενος.

Οἱ δὲ πρότερον μὲν ἠπίστουν, μετὰ δὲ τοῦτο πεισθέντες ἐδάκρυον, τίλλοντες τὰς ἑαυτῶν τρίχας καὶ οἰκτρὰς φωνὰς πρὸς τὸν Λογγῖνον φθεγγόμενοι· "Τί σοι τὸ ἐγχείρημα, ὦ φίλε, ἔδοξεν τοῦτο; Ἵνα τί τοὺς ἐπὶ τὸν σὸν ἐλθόντας φόνον εἰς τὸν οἶκόν σου ἔλαβες; Τίνος χάριν τοῖς εἰς σφαγήν σου παραγενομένοις δεῖπνον ἐπετέλεσας καὶ παρέθηκας τράπεζαν, οὐ μίαν μόνον ἡμέραν, ἀλλὰ καὶ δευτέραν καὶ τρίτην; Ἆρά σου τὸν οἶνον οὐχ ἑώρας ἐν τῷ αἵματί σου τῷ παρ' ἡμῶν ζητουμένῳ κιρ νώμενον; Νῦν μὲν τί δεῖ εἰπεῖν; Τί δὲ πρᾶξαι ἢ βουλεύσασθαι περὶ σοῦ δυνησόμεθα; Ἄπιθι, μισθὸν τῆς ξενίας λαβὼν τοῦ παρ' ἡμῶν θανάτου τὴν ἄφεσιν· ἡμεῖς γὰρ ἐπιθεῖναί σοι τὸ ξίφος οὐ τολμῶμεν, ναρκῶμεν τοὺς ἅλας, ἐρυθριῶμεν τὴν τράπεζαν, δεδοίκαμεν τὸν θεόν, τὸν τῆς ξενίας ἔφορον. Κρεῖττον ἡμᾶς κινδυνεύειν παρὰ Πιλάτου τὴν Λογγίνου κεφαλὴν μεθοδεύοντας, οὐχὶ δὲ πάντα τὸν βίον ἡμῶν τῷ συνειδότι τήκεσθαι καὶ συνδειπνοῦντας ὁρᾶν τοὺς λεγομένους αἱμοχαρεῖς δαίμονας. Πῶς γὰρ ἡμῶν ἔσται δεῖπνον ἀγαθὸν ἐάν σοι τὰς χεῖρας ἐπενέγκωμεν; Ναρκῶσιν γὰρ ἡμῶν οὐ μόνον αἱ χεῖρες, ἀλλὰ καὶ οἱ πόδες καὶ ἅπαν ἡμῶν τὸ σῶμα, ἐὰν τοῦτο πράξωμεν, ἐὰν φονευταὶ τοῦ εὐεργέτου καὶ ξενοδόχου γενώμεθα."


Ταῦτα μὲν αὐτοὶ πρὸς τὸν Λογγῖνον ἔλεγον. Οὐ μὴν δὲ ἔπειθον τὸν πρόθυμον καὶ εὔψυχον ἀθλητὴν τὸν ἀγῶνα ὑπὲρ τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ παραιτήσασθαι, ἀλλὰ πρὸς αὐτοὺς εὐθαρσῶς ἀποκρίνεται· "Μή με", λέγων, "προδότην τῆς ζωῆς ὀφθῆναι θελήσητε, μηδὲ πειραστὴν ἀποδειχθῆναι τῆς χάριτος. Μηδὲ λύκος τὴν τῶν προβάτων ἐκλογὴν ἀποδυσάμενος γένωμαι· μηδαμῶς ἀρνήσωμαι ὃν ἅπαξ ὡμολόγησα. Μὴ ζημιωθῶ τὴν δόξαν ἐκείνην ἣν εἶδον τὰ στοιχεῖα σαλεύουσαν. Μή μου κατήγορος ὁ δῆμος τῆς κτίσεως γένηται, ὅτιπερ τοῦτον παρέβην δι' ὃν ὁ οὐρανὸς τὰς οἰκείας ὄψεις ἐκάλυψεν καὶ ἔδυσεν ὁ ἥλιος τὰ τῶν λαμπάδων ἅρματα, τὸ στάδιον αἱ ἡμέραι τοῦ φωτὸς παρῃτήσαντο, ἡ νὺξ πρὸς βίαν εἵλκετο· τοῦ σταυροῦ γὰρ τὸ βάρος οὐχ ὑφίστατο καὶ τῆς ἰουδαικῆς θεομαχίας παρῃτεῖτο τὸ ἔγκλημα. Ταῦτα ἐγὼ τοῖς ὀφθαλμοῖς μου καὶ ταῖς οἰκείαις ὄψεσιν ἱστόρησα. Πῶς τοίνυν σκορπίσω τοσούτων μοι ἀγαθῶν πλοῦτον; Οὐδὲ γὰρ ἀγγέλων τὰς μέμψεις ὑποστήσομαι."



Ἔτι δὲ λαλοῦντος ταῦτα τοῦ Λογγίνου, ἡ ξυνωρὶς τῶν σὺν αὐτῷ στρατιωτῶν, ἡ τὴν ἐπὶ θάνατον ψῆφον παρὰ Καίσαρος λαχοῦσα, ἔφθασεν. Φαιδρῷ δὲ αὐτοῖς προσώπῳ καὶ περιχαρεῖ λίαν ὁ Λογγῖνος συνήντησεν καί, τοὺς ὀφθαλμοὺς ἅμα καὶ τὸν τράχηλον αὐτῶν καταφιλήσας, ἔφη πρὸς αὐτούς· "Χαίρετε, ὦ συστρατιῶται Χριστοῦ καὶ νικηταὶ τῶν θείων ἀγώνων καὶ κληρονόμοι τῆς βασιλείας οὐρανῶν, χαίρετε ὅτι ἡ πύλη ἡμῖν πρὸς οὐρανὸν ἀνέῳγεν, ἄγγελοι τὰς ἡμετέρας ψυχὰς παραλαμβάνειν καὶ προσφέρειν τῷ μονογενεῖ Υἱῷ τοῦ θεοῦ μέλλουσιν. Ἰδοὺ τὰς λαμπάδας ὁρῶ καὶ τοὺς στεφάνους κατοπτεύω καὶ τὰ βραβεῖα στοχάζομαι μεθ' ὧν τῷ τοῦ νυμφίου παραστησόμεθα βήματι." Καὶ ταῦτα εἰπών, ἔφη τοῖς δημίοις· "Εἴ τι οὖν προσετάχθητε, τάχος ποιήσατε." Καὶ πρὸς τὸν ἡγούμενον τῆς οἰκίας αὐτοῦ ἔφησεν στολὴν καθαρὰν κομίσαι αὐ τῷ, ὡς ἐπὶ γάμον καὶ νυμφῶνα καλουμένῳ. Ἐνδυσάμενος δὲ αὐτὴν καὶ τῇ χειρὶ δείξας τὸν λόφον, ἐν ᾧ τὸ μακάριον αὐτοῦ σῶμα διετάξατο τεθῆναι, οὕτω τε τὸ γόνυ κάμψας χαίρων λίαν, καὶ σχηματίσας ἑαυτὸν μετὰ τῶν σὺν αὐτῷ ἑταίρων τῶν τὸν νικηφόρον ἀγῶνα διανυσάντων, τὴν κεφαλὴν ἐκτέμνεται καὶ χοροῖς ἀποστόλων τε καὶ μαρτύρων ἐγγράφονται· τούτων γὰρ τὴν ἀνδρείαν καὶ ἐκείνων τὸν καλὸν ζῆλον ἐπεδείξαντο.

Λαβόντες δὲ οἱ δήμιοι τὴν κεφαλὴν τοῦ ἁγίου Λογγίνου ταύτην προσφέρουσιν τῷ Πιλάτῳ· καὶ γὰρ πρὸς χάριν τῶν Ἰουδαίων καὶ περὶ ὧν ἔλαβεν χρημάτων τοῦτο πεποίηκεν. Ὡς δὲ ἤνεγκαν οἱ δήμιοι εἰς Ἰερουσαλὴμ τὴν κεφαλὴν τοῦ ἁγίου, προστάσσει ὁ Πιλᾶτος ἐπιδειχθῆναι αὐτὴν τοῖς Ἰουδαίοις, τοῖς διψῶσιν τὸν θάνατον Λογγίνου, καὶ πολλοῦ χρυσίου τὸ δρᾶμα πωλήσας τοῖς εἰωθόσι χρήμασιν ὠνεῖσθαι τὰ τῶν δικαίων αἵματα. Τότε ῥιφῆναι τὴν τιμίαν τῷ θεῷ καὶ φοβερὰν τοῖς δαίμοσι, τοῖς δὲ ἀγγέλοις ἐπέραστον καὶ στοιχείοις θαυμαζομένην κεφαλὴν τοῦ ἁγίου Λογγίνου προστάττει ὁ Πιλᾶτος ἔξω πρὸ τῆς πύλης τῆς πόλεως. Ἔκειτο τοίνυν πρὸ τῆς πύλης ὥσπερ τις θησαυρὸς ἄσυλος· κόπρου δὲ πλείστης οὔσης ἐκεῖσε, ἀβλαβὴς διεφυλάχθη ὁ πολυτίμητος τοῦ Χριστοῦ μαργαρίτης, καὶ τάφος αὐτῷ τέως μᾶλλον δὲ κιβωτὸς ἡ κόπρος ἦν, μακροθυμοῦντος τοῦ φιλανθρώπου θεοῦ καὶ ἐν τούτῳ οἰκονομίας χάριν.

Χήρα γάρ τις γυνὴ τῆς αὐτῆς τῶν Καππαδοκῶν χώρας, μονογενοῦς τέκνου μήτηρ, τοὺς ὀφθαλμοὺς τοῦ σώματος ἀποβαλοῦσα, πίστει τὸ πάθος νικήσασα, μετὰ τοῦ μονογενοῦς τέκνου τὴν Ἰερουσαλὴμ κατέλαβεν, ἐνθάδε προσδοκῶσα τῇ προσκυνήσει τῶν ἁγίων τόπων τοὺς ὀφθαλμοὺς ἀπολαβεῖν. Ὡς οὖν χειραγωγουμένη ὑπὸ τοῦ ἰδίου τέκνου συνῆγεν τὸν χοῦν τῆς γῆς καὶ τοῖς ἰδίοις ὀφθαλμοῖς ἐσκέπτετο καταπλάσασθαι τοῦτον, ἴσως ἐν αὐτῷ εὑρίσκειν προσδοκῶσα τοῦ φωτὸς τὸ κολλύριον πρὸς τὸ ἀναβλέψαι, ἀθρόον δὲ νόσος ἐπῆλθεν τῷ μονογενεῖ αὐτῆς υἱῷ καὶ ἐκ τῶν μητρικῶν χειρῶν αὐτὸν ἀφήρπασεν, τότε διπλοῦν αὐτῇ τὸ σκότος τῶν ὀφθαλμῶν ἐπῆλθεν καὶ ἀπεσβέννυτο τῷ δριμυτάτῳ πάθει τῆς συμφορᾶς. Ἡ δὲ οἰκτρὰς φωνὰς βοῶσα πρὸς τὸν θεὸν ἔλεγεν· "Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; καὶ τὰ ἑξῆς. Μὴ μόνη ἐγώ", φησίν, "ἁμαρτωλὸς τυγχάνω, ὅτι τὰς δίκας οὕτω δριμυτάτως εἰσπράττομαι; Μὴ χείρων εἰμὶ τῆς πόρνης ἣν προσεδέξω μύρον σοι προσκομίζουσαν; Ἐμὲ δὲ καὶ τὸ φῶς ἐστέρησας καὶ τὸν μονογενῆ μου ἔλαβες· καὶ οὐκ ἔστι μοί ποθεν ἐλπὶς σωτηρίας".

Ὡς δὲ ἦν ἐν πολλῇ θλίψει καὶ ἀπαραμυθήτῳ πένθει, φαίνεται αὐτῇ καθ' ὕπνον ὁ μακάριος Λογγῖνος καὶ πάντα αὐτῇ τὰ καθ' ἑαυτὸν διηγήσατο· "Ἐγώ εἰμι", λέγων, "Λογγῖνος ὁ ἑκατόνταρχος, ὁ ὁμολογήσας ἐπὶ τοῦ σταυροῦ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὅτι "ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος." Ὅθεν ἀποκαλύπτω σοι καὶ ὅπως Πιλᾶτος κατ' ἐμοῦ ψευδῆ δημηγορήσας ἐρεθίζει τὸν Καίσαρα καὶ ἀποτέμνει μου τὴν κεφαλὴν καὶ ἐνταῦθα κομίζει καὶ ῥίπτει ἔξω τῆς πόλεως· Ἰουδαίων γὰρ παῖδες χρημάτων ὠνῇ καὶ τούτῳ συνεφώνησαν. Κό προς δὲ πλείστη ἐπ' αὐτῇ σεσώρευται, ὥστε σοι ἔδει φυλαχθῆναι τὸν κλῆρον τοῦτον πρὸς ἰατρείαν· ἅμα γὰρ αὐτὴν ἀνακαλύψεις, τοὺς ὀφθαλμούς σου ἀπολήψει· εἶθ' οὕτως παραστήσω δέ σοι καὶ τὸν παῖδα μετὰ δόξης, ὅστις σου τὸ πένθος παρακαλέσει."
Τούτοις δὲ τοῖς λόγοις παρακληθεῖσα ἡ γυνή, ὁμοῦ καὶ νευρωθεῖσα ὡς ἀνδρεία καὶ πιστή, πρὸς τὸ ἔργον ἠπείγετο, χειραγωγηθεῖσα πρὸς τὸν χῶρον ἐν ᾧ κόπρον σωρευθῆναι ἐμάνθανε παρὰ τῶν αὐτὴν ὁδηγούντων καὶ αὐτῶν πιστῶν ὄντων· ἤδη δὲ φθασάντων εἰς τὸν προκείμενον τόπον, ἄρχεται ὀρύγειν ταῖς ἰδίαις χερσίν· προνοίᾳ δὲ θεοῦ τάχιον εὑροῦσα τὴν τιμίαν τῷ θεῷ κεφαλήν, παραχρῆμα τὰς ἡλιακὰς ἀκτῖνας ἐθεάσατο. Περιπτυξαμένη δὲ καὶ πλύνασα μετὰ πάσης σπουδῆς καὶ μύροις ἐντίμοις ἐπαλείψασα, ἐπανέρχεται φέρουσα τὸν μαργαρίτην ἔνθα ἐξενίζετο. Πάλιν δὲ τῇ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῇ ὁ μακάριος Λογγῖνος ἔχων τὸν αὐτῆς υἱὸν παρὰ τὴν ἑαυτοῦ πλευράν, λαμπρὸν καὶ μειδιῶντα καὶ ὥσπερ νυμφίου στολὴν ἔχοντα, λέγει· "Ἰδὲ ὃν ἐπόθεις, ὦ γύναι. Οὗτός ἐστιν ὃν ἁρπασθῆναι τῶν σῶν χειρῶν ἐνόμισας. Θεὸς δὲ αὐτὸν ἐλευθερώσας εἰς τὴν ἄνω βασιλείαν ἐστράτευσεν. Καὶ νῦν σὺν ἐμοὶ ἔχω αὐτόν· παρὰ γὰρ τοῦ σωτῆρος ἔλαβον αὐτὸν καὶ τῆς ἐμῆς δεξιᾶς οὐδέποτε ἀποστήσεται. Λαβοῦσα τοίνυν τὴν ἐμὴν κεφαλὴν καὶ τοῦ σοῦ παιδὸς τὸ σῶμα, ἐν μιᾷ λάρνακι παράδος καὶ μηκέτι τὸν μονογενῆ σου δάκρυε· μεγάλη γὰρ αὐτῷ σὺν ἐμοὶ δόξα δεδώρηται καὶ βωμὸς ἱερὸς καὶ θυσίαι μυστικαὶ καὶ πολυύμνητοι χορεῖαι καὶ πανηγύρεις πάνδημοι, ἄλλα τε πολλὰ πρὸς τούτοις ἃ οὐ δυνατὸν ἐπὶ τῆς γῆς τελεῖσθαι, ἐν οὐρανῷ δὲ "ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη", ἅπερ ἡμῖν ὁ θεός, ἔργῳ καὶ λόγῳ τὴν πρὸς ἡμᾶς ἐνδειξάμενος ἀγάπην, παρεσκεύασεν."

Τούτους τοὺς λόγους ἡ τοῦ νεανίσκου μήτηρ ὡς ἱεροπροφήτου δεξαμένη προστάγματα, εὐθέως ἀναστᾶσα εἰς τὴν πατρίδα ὥρμησεν. Ἔλαβεν δὲ τὴν πάντιμον καὶ ἱερὰν κεφαλήν, καὶ ἀπεκατέστησε τῇ ἰδίᾳ πατρίδι, καὶ τὸν αὐτῆς παῖδα παρὰ τὸ ἱερὸν τοῦ ἁγίου Λογγίνου λείψανον ἀπέθετο φαιδρῶς καὶ περιχαρῶς, καθὼς αὐτῇ προσέταξεν ὁ ἅγιος Λογγῖνος, ἐν κώμῃ λεγομένῃ Σανδράλις|ἐκεῖθεν γὰρ ἦν ὁ ἅγιος Λογγῖνος|, πρὸς ἑαυτὴν ἀναφωνοῦσα καὶ λέγουσα ἐν τῇ καρδίᾳ καὶ τῇ γλώττῃ κηρύττουσα· "Οἴδαμεν ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν. Ὀφθαλμοὺς ἐζήτουν σαρκός, σὺν αὐτοῖς δὲ καὶ τοὺς τοῦ πνεύματος ἔλαβον. Ἐλύπει με ζημία τέκνου, ἀλλ' ἰδοὺ τὸν κληρονόμον ἔχω μετὰ δόξης βασιλικῆς τῷ θεῷ παριστάμενον. Πορφυροφόρον τὸν νεανίαν ὁρῶ, πολυευπρεπῆ κατοπτεύω τὸν μείρακα. Ἀστεροπρόσωπος ὁ παῖς καὶ τῇ μητρὶ προσγελῶν καὶ παρὰ τὴν πλευρὰν Λογγίνου ἀστράπτων ὡς ἑωσφόρος παρὰ τὴν ἡλιακὴν ἀκτῖνα, πολλάκις μὲν νύκτωρ, πολλάκις δὲ μεθ' ἡμέραν φαινόμενος, καὶ οὐ κατ' ὄναρ μόνον, ἀλλὰ μὴν καὶ φανερῶς ἐμφανίζεταί μοι μαρτύρων τρόπῳ. Κλῆρος δὲ αὐτοῦ μετὰ προφητῶν, καίτοι βίον τῶν προφητῶν οὐ ζήσαντος, καὶ μετὰ Λογγίνου σταυροφορεῖ, καὶ τὸ σεμνὸν τῆς τῶν οὐρανῶν βασιλείας ἐπιφέρεται τρόπαιον, καὶ μεταξὺ ἀγγέλων κηρύττει, καὶ μέσον τοῦ δήμου τῶν ἀρχαγγέλων κέκραγεν ὡς Λογγίνου μαθητὴς ὅσα τὰ σεραφὶμ Λογγίνῳ παραχωρεῖ δοξάζειν καὶ οὐκ ἀντικρούει τὰ χερουβὶμ ὑμνολογοῦντι, φθέγγεται καὶ αὐτὸς φωνὴν ἱεράν, ὑμνολόγον, τροπαιοῦχον, μυστικήν, ἐπινίκιον· "Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος" καὶ ἔστι καὶ ἔσται· ὅπερ ἐστὶ πρὸ τῶν αἰώνων ἔχει καὶ εἰς αἰῶνας ἕξει. Αὐτὸς παλαιοῖ τοὺς αἰῶνας, μένει δὲ αὐτὸς ἀπαλαίωτος· ἡ γὰρ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος καὶ ἡ ἐξουσία αὐτοῦ εἰς τὸν αἰῶνα οὐ διαφθαρήσεται· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν".



Ἐγὼ Ἡσύχιος πρεσβύτερος Ἱεροσολύμων πολλὰ ἐρευνήσας μετὰ πολλοῦ καμάτου ἠδυνήθην εὑρεῖν τοῦ ἁγίου Λογγίνου τοῦ ἑκατοντάρχου, τοῦ ἐπὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ εἰπόντος "Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος", τὸ μαρτύριον· εὗρον δὲ αὐτὸ ἐν σχεδαρίῳ, ἐν τῇ βιβλιοθήκῃ τῆς ἁγίας Ἀναστάσεως, καὶ συνέταξα αὐτοῦ τὴν ὁμολογίαν μετὰ καὶ τοῦ ἐγκωμίου.

 Λοιπὸν οἱ φοβούμενοι τὸν κύριον πιστωθήτωσαν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ ἅγιος Λογγῖνος ὁ ἑκατόνταρχος, ὁ ἐπὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ ὁμολογήσας αὐτόν· οὗ τῇ πρεσβείᾳ καὶ παρακλήσει διαφυλαχθείημεν ἅπαντες, οἵ τε ἀναγινώσκοντες αὐτὸ καὶ οἱ ἀκούοντες, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Τοῦ Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ἅγιον Λογγῖνον τὸν ἑκατόνταρχον.

Οἱ τῆς ἀθλήσεως νικηταί, οἱ οὐρανοπολῖται, οἱ τοῦ Χριστοῦ στρατιῶται, οἱ τῆς βασιλείας κληρονόμοι, οἱ τοῦ κόσμου πρὸς κύριον πρεσβευταί, οἱ τῶν χερουβὶμ πάρεδροι καὶ νοσούντων ἰατροί, οἱ λεπρῶν καθαρισταὶ καὶ δαιμόνων φυγαδευταί, οἱ τῆς πίστεως μάρτυρες, οἱ τῶν εἰδώλων πατηταί, οἱ διὰ τοῦ σώματος τὸν διάβολον πατήσαντες καὶ βασάνους μηδὲν ἡγησάμενοι, οἱ θηρία φιμώσαντες καὶ ξίφη ἀμβλύναντες, οἱ ὑπὸ Χριστοῦ σφραγισθέντες καὶ ὑπὸ αὐτοῦ γνωσθέντες, τὰ καλὰ ἄνθη τῶν ἐκκλησιῶν, οἱ πρεσβευταὶ δυνατοί, οἱ ἀστέρες τῆς οἰκουμένης, οἱ ἅγιοι πρωτομάρτυρες Ἰωάννης ὁ βαπτιστής, Στέφανος, Λογγῖνος ὁ ἑκατόνταρχος.

Τοῦ γὰρ δεσπότου ἡμῶν "Ἰησοῦ Χριστοῦ καὶ σωτῆρος γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας", ἀνηγγέλη τῷ βασιλεῖ Ἡρῴδῃ ὅτιπερ γεγέννηται βασιλεὺς τοῦ Ἰσραήλ. Ὁ δὲ Ἡρῴδης δεξάμενος τὴν εὐαγγελίαν, πρὸς ὀλίγον μὲν ταμιευσάμενος ἐπὶ τῇ ἐλπίδι τῶν Μάγων, μετέπειτα δὲ θυμομαχήσας, ἀπέστειλεν Λογγῖνον τὸν ἑκατόνταρχον λέγων· "Ἄπελθε, μάθε ἀκριβῶς εἰ γεγέννηται βασιλεύς, ἵνα κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ, ὅτι ἐνεπαίχθην ὑπὸ τῶν Μάγων ἐκείνων." Ὁ δὲ Λογγῖνος ἀπερχόμενος εἰς Βηθλεὲμ τῆς Ἰουδαίας εἶδεν ἐν τῇ ὁδῷ φῶς μέγα περιλάμψαν αὐτόν, ἤκουσεν δὲ φωνῆς λεγούσης πρὸς αὐτόν· "Δεῦρο, Λογγῖνε, ὁ ἀγαπητός μου, καὶ ποιήσω σε ἑκατόνταρχον ἁγίων μαρτύρων." Ὁ δὲ πεσὼν ἐπὶ τὴν γῆν προσεκύνησεν τῷ δεδωκότι αὐτῷ τὴν φωνὴν καὶ εἶπεν· "Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου, κύριε, ὁ θεός", καὶ ἀπῆλθεν εἰς Βηθλεὲμ τῆς Ἰουδαίας προσκυνῆσαι τῷ παιδίῳ, τῷ κυρίῳ Ἰησοῦ Χριστῷ. Καὶ εἶπεν πρὸς αὐτόν· "Χαῖρε, βασιλεῦ τοῦ κόσμου".

Καὶ ἀναλύσας πρὸς Ἡρῴδην εἶπεν πρὸς αὐτόν· "Ὄντως ὁ γεννηθεὶς θεοῦ υἱός ἐστιν, βασιλεὺς καὶ λυτρωτὴς παντὸς τοῦ κόσμου." Θυμωθεὶς δὲ ὁ Ἡρῴδης εἶπεν πρὸς αὐτόν· "Σὺ μαρτυρεῖς περὶ αὐτοῦ ἐνόρκως;" Ὁ δὲ ἑκατόνταρχος Λογγῖνος λέγει δευτερώσας· "Ἀληθῶς θεοῦ υἱός ἐστιν καὶ λυτρωτὴς τοῦ κόσμου." Εἶπεν δὲ ὁ Ἡρῴδης πρὸς Λογγῖνον· "Ποίαν δύναμιν ἑωρακὼς γινομένην ὑπ' αὐτοῦ ταῦτα λέγεις καὶ αὐτὸν θεοῦ υἱὸν εἶναι νομίζεις;" Ὁ δὲ ἅγιος τοῦ θεοῦ Λογγῖνος εἶπεν πρὸς τὸν Ἡρῴδην· "Πορευόμενος ἐγὼ ἐν Βηθλεὲμ τῆς Ἰουδαίας καὶ διαλογιζόμενος ἐν ἑαυτῷ τίς ἂν εἴη ἄρα ὁ γεννηθείς, καὶ ἰδοὺ ἐν τῇ ὁδῷ ἐξαίφνης περιήστραψέν μοι φῶς μέγα καὶ γέγονα ὥσπερ ἐν ἐκστάσει, καὶ ηὑρέθην ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, καὶ ἐθεώρουν "τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν" νήπιον καὶ σεβομένους αὐτόν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον καταβαῖνον ἐπ' αὐτῷ καὶ δύναμιν καὶ δόξαν ἐπισκιάζουσαν ἐπ' αὐτῷ, καὶ ἐγὼ ἔγνων καὶ ἐπείσθην καὶ ἐπίστευσα ὅτι ὄντως θεοῦ υἱός ἐστιν καὶ λυτρωτὴς τοῦ κόσμου ὁ Χριστός."

Ὁ δὲ βασιλεὺς Ἡρῴδης εἶπεν πρὸς Λογγῖνον· "Τὸ ἥμισυ τῆς βασιλείας μου δίδωμί σοι, ἐὰν δῷς μοι αὐτὸν εἰς τὰς χεῖράς μου." Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν πρὸς Ἡρῴδην· "Ἐγὼ μετεστρατευσάμην εἰς τὴν τοῦ αἰωνίου βασιλέως στρατιὰν καὶ οὐ δύναμαι τοῦτο ποιῆσαι· ἐὰν δὲ θέλῃς, πίστευσον καὶ σύ, καὶ γενήσει κληρονόμος τῆς αἰωνίου ζωῆς καὶ βασιλείας· τούτου γὰρ ἕνεκεν ἀπολύσας εἶπον· ἀπελθὼν πρὸς αὐτὸν εὐαγγελιοῦμαι αὐτῷ, ὅπως γένηται κληρονόμος τῆς αἰωνίου ζωῆς καὶ βασιλείας, καὶ τιμῆς πολλῆς ἀξιωθῶ, ὅτι προσήνεγκά σοι εὐαγγελίαν ἀγαθήν." Θυμομαχήσας δὲ κατ' αὐτοῦ ὁ Ἡρῴδης εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ· "Ἐπειδὴ περιέθηκα αὐτῷ πλείστην τιμὴν καὶ ἐποίησα αὐτὸν ἑκατόνταρχον, διὰ τοῦτο οἴεται εἶναί τι, μηδὲν ὤν. Ἐκδύσατε οὖν αὐτὸν τὴν χλαμύδα, καὶ τὸν μανιάκην ἀφέλετε ἀπ' αὐτοῦ, καὶ τὴν σπάθην ἄρατε ἀπὸ τῆς ὀσφύος αὐτοῦ, ὅτι ἔδειξεν αὐτὸν ἀκαθοσίωτον, καὶ ἐμβάλετε αὐτὸν εἰς τὴν ἐσωτέραν φυλακήν, περιθέντες αὐτῷ κλοιὰ στιβαρὰ κατὰ τοῦ τραχήλου καὶ τῶν μέσων, μέχρις οὗ ἐπινοήσω αὐτῷ βασάνους πολλάς. Καὶ μετὰ τοῦτο κελεύσω τὴν κεφαλὴν αὐτοῦ ἀποτμηθῆναι."

Καὶ εὐθέως τῇ ὥρᾳ ἐκείνῃ ἐξέθετο δόγμα τοιοῦτον, λέγων τοῖς ἑαυτοῦ στρατιώταις· "Τὰ νήπια τὰ ἐν Βηθλεὲμ "ἀπὸ διετοῦς καὶ κατωτέρω" ἕως αὐθημερινοῦ ἀνέλετε αὐτά." Καὶ ἐξῆλθον οἱ στρατιῶται κατὰ τὸ δόγμα τοῦ βασιλέως καὶ ἀνεῖλον πάντα τὰ νήπια. Ὁ δὲ Ἡρῴδης, θυμομαχῶν διὰ τὸν σωτῆρα ὅτι ἐνεπαίχθη ὑπὸ τῶν Μάγων, μετακαλεσάμενος τὸν ἅγιον Λογγῖνον, προκαθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν αὐτὸν ἀχθῆναι. Ἀγομένου δὲ αὐτοῦ, εἶδεν ὁ βασιλεὺς μανιάκην χρυσοῦν περὶ τὸν τράχηλον αὐτοῦ καὶ χλαμύδα βασιλικὴν περικειμένην τῷ ἁγίῳ καὶ σπάθην περὶ τὴν ὀσφῦν αὐτοῦ· ἔβρυξεν δὲ ὡς λέων καὶ ἐμαίνετο ὡς θηρίον κατὰ τῶν μεγιστάνων αὐτοῦ, λέγων· "Οὐχὶ εἶπον ὑμῖν, ὦ κάκιστοι στρατιῶται, ἄρατε ἀπ' αὐτοῦ τόν τε μανιάκην καὶ τὴν σπάθην καὶ τὴν ἐσθῆτα;"

Καὶ εἶπαν οἱ μεγιστᾶνες πρὸς τὸν βασιλέα· "Μὰ τὴν σὴν ὑγίειαν, βασιλεῦ, κατὰ τὸ σὸν πρόσταγμα ἐποιήσαμεν, καὶ ἀποδύσαντες αὐτὸν οὕτως ἐβάλομεν εἰς τὴν φυλακήν· πόθεν δὲ αὐτῷ ἡ στολὴ αὕτη ἢ τίς ὁ ἐνδύσας αὐτόν, ἡμεῖς οὐκ οἴδαμεν." Ὁ δὲ Ἡ ρῴδης εἶπεν πρὸς τὸν ἅγιον Λογγῖνον· "Ἄθλιε, ὁ ἑαυτὸν ἀπὸ δόξης καταβαλών, ὁμολόγησόν μοι πρὸ βασάνων τίς ἐστιν ὁ ἐνδύσας σε τὴν στολὴν ταύτην." Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· "Ὡς ἐπ' ἀληθείας λέγω καὶ οὐ ψεύδομαι, οὐκ ἔλαβον παρ' ἑτέρου τινὸς εἰ μὴ παρὰ τοῦ αἰωνίου βασιλέως Ἰησοῦ Χριστοῦ." Εἶπεν δὲ ὁ Ἡρῴδης· "Οὗτός ἐστιν ὁ ἐνδύσας σε τὴν στολὴν ταύτην;" Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· "Αὐτὸς ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ περιέθηκέν μοι τὴν ἐσθῆτα ταύτην καὶ ἐσφραγίσατό με τῇ σφραγῖδι τοῦ αἰωνίου βασιλέως Ἰησοῦ Χριστοῦ."

Ὁ δὲ Ἡρῴδης εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ· "Ἐπειδὴ μάλα ψεύδεται, οἰόμενος παρὰ τοῦ βασιλέως αὐτοῦ δεδωρῆσθαι τὰ προσόντα αὐτῷ, ἐπάραντες οὖν ἀπ' αὐτοῦ τὴν ἐσθῆτα τὴν περικειμένην αὐτῷ πυρὶ κατακαύσετε." Οἱ δὲ μεγιστᾶνες προσῆλθον ποιῆσαι τὸ προσταχθὲν αὐτοῖς καὶ οὐδὲν ηὕρισκον ψηλαφῆσαι ἢ ἀφελεῖν ἀπ' αὐτοῦ. "Τί", εἶπαν οὖν οἱ μεγιστᾶνες πρὸς τὸν βασιλέα, "ἰδοὺ ὡς σκιὰν ὁρῶμεν περιβεβλῆσθαι αὐτῷ τὴν ἐσθῆτα, καὶ οὐ δυνάμεθα ἆραί τι ἀπ' αὐτοῦ." Εἶπεν δὲ Ἡρῴδης· "Μὰ τὴν Ἀδραστείαν τὴν ἐν ἀνθρώποις, νῦν ἐπίσταμαι ὅτι μάγος ἐστὶν ἐν τῷ τὸ περιβόλαιον ἀφανὲς καθιστᾶν." Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· "Μὰ τὸν ἐπουράνιον βασιλέα τὸν κατελθόντα νῦν ἐκ τῶν οὐρανῶν, τί ἐστιν μαγεία οὐκ οἶδα· καὶ γὰρ καὶ αὐτὸς μισεῖ τοὺς μάγους καὶ τοὺς φαρμάκους. Καὶ πῶς ἐγώ, δοῦλος αὐτοῦ ὤν, δύναμαι κεκτῆσθαι καρδίαν ῥυπαρὰν μαγείας καὶ δόλου; Ἀλλὰ εἶπόν σοι ὅτι δύναμις θεοῦ περιήστραψέν με καὶ αὕτη με φυλάττει."

Ὁ δὲ Ἡρῴδης, ταραχθεὶς ἐπὶ ταῖς ἀποκρίσεσιν Λογγίνου, προσέταξεν τοῖς ἑαυτοῦ στρατιώταις πλουμβατίζεσθαι αὐτόν. Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· "Νῦν ἀναπέπαυμαι πάσχων ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, αὐτοῦ φίλος γενόμενος καὶ ὑπ' αὐτοῦ ἀγαπηθείς· πολλῷ γὰρ φόβῳ ἤμην κατεχόμενος διὰ τὰς κακομηχανίας σου." Ὁ δὲ Ἡρῴδης βρύξας τοὺς ὀδόντας κατὰ τοῦ Λογγίνου λέγει τοῖς μεγιστᾶσιν αὐτοῦ· "Λογγῖνον τὸν ἀκαθοσίωτον στρατιώτην εἰς τρία κεντήματα βαλόντες τοῦ ξύλου, περίθετε αὐτῷ σίδηρα βαρέα, ὅπως τηκόμενος καὶ διασπώμενος ἀτονήσῃ τῇ δυνάμει καὶ τῷ κάλλει δυσειδὴς γένηται, ἵνα ἰδόντες αὐτὸν στενάξωσιν πάντες οἱ ἄνθρωποι οἱ γνωρίζοντες αὐτὸν τὸ πρῶτον."

Καὶ ἐποίησαν τὰ προσταχθέντα αὐτοῖς. Ποιήσαντος δὲ αὐτοῦ ἐν τῇ φυλακῇ ἡμέρας τριάκοντα, τῶν κλοιῶν ἀβαρῶς αὐτῷ ἐπικειμένων, πάλιν ἐπεζήτησεν ὁ Ἡρῴδης τὸν ἅγιον Λογγῖνον, λέγων τοῖς μεγιστᾶσιν αὐτοῦ· "Παραστήσατέ μοι τὸν δέσμιον Λογγῖνον ἐπὶ τοῦ βήματος, ὅπως ἰδὼν αὐτὸν σκυθρωπὸν καὶ μεμαραμμένον, ἀναπαύσωμαι." Οἱ δὲ μεγιστᾶνες, ἀπελθόντες ἐν τῷ δεσμωτηρίῳ καὶ ἰδόντες τὸ πρόσωπον αὐτοῦ ἐξαστράπτον, ἐφοβήθησαν τοῦ προσαγαγεῖν αὐτὸν ἐπὶ τοῦ βήματος· πλὴν παραλαβόντες αὐτὸν διὰ τὸ προσταχθὲν αὐτοῖς ὑπὸ Ἡρῴδου, ἤγαγον ἐπὶ τοῦ βήματος τὸν καλὸν ἀγωνιστὴν τοῦ Χριστοῦ. Ὁ δὲ Ἡρῴδης, ἑωρακὼς τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου, ἔβρυξεν τοὺς ὀδόντας αὐτοῦ κατὰ τῶν μεγιστάνων αὐτοῦ καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν· "Ἀντὶ τιμωριῶν παρεστήσατέ μοι τὸν δέσμιον τοῦτον."

Καὶ μανεὶς ὁ Ἡρῴδης κατὰ τῶν μεγιστάνων αὐτοῦ ἐξώρισεν αὐτούς, τοὺς δὲ καπικλαρίους ἀποκεφαλισθῆναι προσέταξεν, τοὺς δὲ στρατιώτας τοὺς παρεστηκότας αὐτῷ ἀπεδεκάτωσεν· καὶ κατὰ τῆς στρατιᾶς αὐτοῦ ἔβρυχεν καὶ ἐμαίνετο, ὡς οἰόμενος ἐπιβουλίαν τινὰ κατασκευάζεσθαι κατ' αὐτοῦ. Πρὸς δὲ τὸν ἅγιον Λογγῖνον εἶπεν· "Ὄμοσόν μοι κατὰ τῆς σωτηρίας τῶν θεῶν τοῦ μηκέτι λαλῆσαι ἢ ὀμόσαι ἐπὶ τῷ γεννηθέντι μηδὲ εἰπεῖν αὐτὸν βασιλέα, ὅπως τοῦτο ἐὰν ποιήσῃς διαφύγῃς τὰς βασάνους καὶ τὰς τιμωρίας τὰς μενούσας σε." Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν πρὸς τὸν βασιλέα· "Μὰ τὴν δόξαν Ἰησοῦ Χριστοῦ τοῦ σῴζοντος τοὺς εἰς αὐτὸν πιστεύοντας, οὐ μὴ πείσῃς με ἀπαρνήσασθαι τὸν θεόν μου· ἐπ' αὐτὸν γὰρ ἐλπίζων, οὐ φοβηθήσομαι τὰς βασάνους σου." Ὁ δὲ Ἡρῴδης ἐκέλευσεν αὐτὸν μάστιξιν ἐτάζεσθαι. Ἦν δὲ ὁ ἅγιος αἰνῶν καὶ λέγων· "Κύριε, ὁ θεός, ὁ αἰώνιος βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ καθιζάνων βασιλεῖς ἐπὶ ἐδάφους καὶ ἀνυψῶν ἀπὸ γῆς πένητα, ὁ μόνος ἐλεήμων, αὐτὸς ἀπόστειλον τὸν ἄγγελόν σου ἐνισχύοντά με."

Ὁ δὲ Ἡρῴδης, ἑωρακὼς τὸν ἅγιον Λογγῖνον μὴ αἰσθόμενον τῶν βασάνων, εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ· "Ἀπαγαγόντες αὐτὸν εἰς τὴν φυλακήν, δήσατε αὐτὸν ἁλύσεσιν καὶ τιμωρήσαντες ἀγάγετέ μοι, ἵνα πολλῆς τιμῆς ἀξιώσω ὑμᾶς." Οἱ δὲ παραλαβόντες τὸν ἅγιον Λογγῖνον ἤγαγον μετὰ πολλῆς λύπης εἰς τὴν φυλακὴν καὶ ἐποίησαν αὐτῷ τὰ διατεταγμένα αὐτοῖς. Ποιήσαντος δὲ αὐτοῦ ἡμέρας τρεῖς ἐν τῇ φρουρᾷ καὶ πολλῆς ἀμηχανίας οὔσης τῷ Ἡρῴδῃ διὰ τὸν τεχθέντα βασιλέα, ηὔχετο ἐν τῇ νυκτὶ ὁ ἅγιος Λογγῖνος λέγων· "Κύριε, Ἰησοῦ Χριστέ, ἐξαπόστειλον τὸν ἄγγελόν σου, καὶ ἐρῦσαι τοὺς δούλους σου τοὺς τιμωρουμένους ἐνταῦθα." Καὶ εὐξαμένου αὐτοῦ, σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὸ δεσμωτήριον, καὶ φῶς περιέλαμψεν τῷ ἁγίῳ Λογγίνῳ καὶ φωνὴ ἠκούσθη λέγουσα πρὸς αὐτόν· "Ἀνάστα ἐν τάχει· οὐ γάρ ἐστιν νῦν καιρὸς τελειῶσαί σε τὴν μαρτυρίαν."

Καὶ εὐθέως πάντων τὰ δεσμὰ ἐξέπεσαν καὶ ἀνεῴγη τὸ δεσμωτήριον καὶ ἐξῆλθον ἄνδρες ὡσεὶ χίλιοι καὶ ἔφυγον ἐκ τῆς πόλεως· καὶ θόρυβος ἐγένετο μέγας ἐν τῇ πόλει. Καὶ ἤκουσεν ὁ βασιλεὺς τὰ γενόμενα ἐν τῷ δεσμωτηρίῳ· καὶ ἐλθὼν ἐπὶ τὸν τόπον καὶ μὴ εὑρὼν τὸν ἅγιον Λογγῖνον ἐκεῖ, διηπόρει τί ἄρα ἐγένετο. Ὁ δὲ ἅγιος Λογγῖνος ἦν διακινῶν ἐν τῇ πόλει καὶ οὐδεὶς ἠδύνατο ἰδεῖν, ὅτι ἠμαυρώθησαν αὐτῶν οἱ ὀφθαλμοί. Ὁ δὲ Ἡρῴδης ἐζήτει αὐτόν· καὶ ἦν θόρυβος μέγας καὶ ἦχος πολὺς ἐν τῇ πόλει καὶ ἐλάλησαν κατὰ τῶν εὐσεβούντων. Ὁ δὲ Ἡρῴδης ὑπομνήματα κατέπεμψε τοῖς ἔθνεσιν, ὥστε δέσμιον τὸν ἅγιον Λογγῖνον ἀγαγεῖν, νομίζων ἐκ τῆς πόλεως ἐκπεφευγότα αὐτὸν εἶναι τὸν δοῦλον τοῦ θεοῦ· ἀορασίᾳ γὰρ πληγεὶς κατέκειτο καὶ οὕτως "σκωληκόβρωτος γενόμενος ὁ Ἡρῴδης ἐξέψυξεν".

Καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Ἀρχέλαος ὁ υἱὸς Ἡρῴδου τὴν προσωνυμίαν ἔχων τοῦ πατρός. Ἦν δὲ ὁ ἅγιος Λογγῖνος ἐν τῇ ἁγίᾳ πόλει ἀπεκδεχόμενος τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ. Τελευτήσαντος δὲ τοῦ Ἀρχελάου, ἐβασίλευσεν Ἡρῴδης, ὁ ἀδελφὸς Φιλίππου, τῆς Ἰουδαίας καὶ Γαλιλαίας. Καὶ ἐδέχθη Λογγῖνος ἐπὶ τὴν ἰδίαν τάξιν· καὶ ἦν θεωρῶν τὰ μεγαλεῖα τοῦ θεοῦ καὶ τὰ θαύματα τὰ γινόμενα κατὰ πᾶσαν ἡμέραν ὑπὸ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἕως ὅτε ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς βασιλείας Τιβερίου Καίσαρος βασιλέως Ῥωμαίων καὶ Ἡρῴδου τοῦ ἀδελφοῦ Φιλίππου διὰ Ἡρῳδιάδα ἀποτεμόντος τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ, ὃς καὶ αὐτὸς κακιγκάκως ἀποδώσας τὸ πνεῦμα ἐξέψυξεν. Καὶ βασιλεύει Ἡρῴδης υἱὸς Ἡρῴδου, ἀδελφὸς Ἀρχελάου, ἀντὶ Ἡρῴδου τοῦ ἀδελφοῦ Φιλίππου, τῆς Γαλιλαίας· ἐν ἔτει δὲ εἰκοστῷ πέμπτῳ τῆς ἀρχῆς αὐτοῦ, τῇ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλίου, ἥτις ἐστὶν εἰκὰς πέμπτη Μαρτίου, ἐν ὑπατείᾳ Ῥούφου καὶ Ῥουβελλίωνος, ἐν τῷ τετάρτῳ ἔτει τῆς δευτέρας ὀλυμπιάδος, ἐπὶ ἀρχιερέως τῶν Ἰουδαίων Ἰωσίππου καὶ Καιάφα, τῶν καὶ παραδεδωκότων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῷ Πιλάτῳ εἰς τὸ σταυρωθῆναι.

Γνοὺς δὲ ὁ Πιλᾶτος ὅτι Γαλιλαῖός ἐστιν καὶ ὑπὸ τὴν ἐξουσίαν Ἡρῴδου, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα ἐν Ἱεροσολύμοις. Ὃς καὶ "ἐμπαίξας αὐτῷ" καὶ ἐξουθενήσας "περιέβαλεν αὐτῷ ἐσθῆτα λαμπρὰν καὶ ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ". Ὁ δὲ "συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας" διεκρίνετο πρὸς αὐτοὺς ὅτι "ἀνεύθυνον ὄντα τὸν ἄνθρωπον τοῦτον προσηγάγετέ μοι". Οἱ δὲ πάντες αὐτὸν παρέδωκαν εἰς τὸ σταυρωθῆναι, οἳ καὶ ἐσταύρωσαν "τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου", προσηλώσαντες αὐτὸν τῷ ξύλῳ· ἦν γὰρ ὁ Πι λᾶτος παραδεδωκὼς αὐτὸν τοῖς στρατιώταις, ἐπέστησεν δὲ αὐτοῖς τὸν ἑκατόνταρχον Λογγῖνον, τὸν μετονομασθέντα ἐν τῇ στρατιᾷ Πριμιανόν. Ἦν δὲ ὁ ἅγιος Λογγῖνος μετὰ τῶν στρατιωτῶν φυλάττων τὸν ἐπὶ τοῦ σταυροῦ ἀνελθόντα Χριστόν.

"Ἀπὸ δὲ ἕκτης ὥρας ἕως ὥρας ἐνάτης σκότος ἐγένετο ἐν πάσῃ τῇ γῇ." Παριστάμενος δὲ ὁ ἑκατόνταρχος ὡς περὶ τὴν ἐνάτην ὥραν φυλάττων τὸν σταυρόν, ἐθεάσατο φῶς μέγα περὶ αὐτόν, σκότος δὲ ἦν ἐν πάσῃ τῇ γῇ. Εἶδεν δὲ καὶ ἀγγέλων πλῆθος παρισταμένων τῷ σταυρῷ καὶ σαλευομένην πᾶσαν τὴν γῆν, καὶ "τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη", καὶ εἶδεν τὸ πρόσωπον τοῦ κυρίου ὡς ἀστραπήν. Καὶ προτοῦ τὸ πνεῦμα ἀποδῷ, ἐνεθυμεῖτο ἐν τῇ καρδίᾳ αὐτοῦ ὁ ἅγιος Λογγῖνος λέγων ὅτι "ἀληθῶς οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ καὶ λυτρωτὴς παντὸς τοῦ κόσμου." Καὶ ταῦτα ἐνθυμούμενος ἔπεσεν ἐπὶ πρόσωπον πρὸς τοὺς πόδας τοῦ κυρίου· ἔκστασις δὲ ἐπῆλθεν τοῖς στρατιώταις καὶ εἰς ὕπνον ἐτράπησαν. Ὁ δὲ ἅγιος Λογγῖνος ἔκραξεν φωνῇ μεγάλῃ, λέγων· "Κύριε, Ἰησοῦ Χριστέ, υἱὲ τοῦ θεοῦ τοῦ ζῶντος, ἐλέησόν με· ἐπίστευσα γὰρ ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, ὁ σωτὴρ τοῦ κόσμου." Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· "Ἄνθρωπε, σήμερον γεγέννησαι καὶ τὸ μνημόσυνόν σου λαληθήσεται μέχρι τῶν ἐσχάτων ἡμερῶν."

Καὶ ταῦτα ἀκούσας ὁ ἅγιος Λογγῖνος εἶπεν τῷ Ἰησοῦ· "Κύριε, πορεύομαι ἐκ τῆς πόλεως ταύτης διὰ τὴν ἀπειλὴν τῶν μεγιστάνων." Εἶπεν δὲ αὐτῷ Ἰησοῦς· "Ἐν τῷ μετώπῳ σου ποίησον τὸν τύπον τοῦ σταυροῦ, ὅτι τῷ αἵματί σου σὲ βαπτίσω, καὶ πορεύου." Μετὰ δὲ τὸ ποιῆσαι τὸν σταυρόν, ἦν ὁ ἑκατόνταρχος φυλάττων μετὰ τῶν στρατιωτῶν τὸν τίμιον σταυρόν· παριστάμενος δὲ "περὶ τὴν ἐνάτην ὥραν" κράξαντος τοῦ Ἰησοῦ "φωνῇ μεγάλῃ· Ελωι, ελωι, τουτέστιν· θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπας;", "ἀφῆκεν τὸ πνεῦμα". Καὶ ἰδοὺ βρον τὴ μεγάλη ἐγένετο, καὶ ἡ γῆ ἐσείσθη, καὶ ἐσκοτίσθη ὁ ἥλιος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔφαναν τὸ φέγγος αὐτῶν, καὶ "αἱ πέτραι ἐσχίσθησαν καὶ τὰ μνημεῖα ἠνεῴχθησαν", καὶ "τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω εἰς δύο", καὶ "πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη".

Ὁ δὲ ἑκατόνταρχος Πριμιανός, ὁ καὶ Λογγῖνος, ὁ παρεστηκὼς τῷ σταυρῷ, ἐδόξασεν τὸν θεὸν ἐπὶ πᾶσιν τοῖς γενομένοις θαύμασιν καὶ εἶπεν· "Ἀληθῶς θεοῦ υἱός ἐστιν οὗτος καὶ λυτρωτὴς τοῦ κόσμου". "Καὶ πάντες οἱ παραγινόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, ἰδόντες τὰ γενόμενα, τύπτοντες τὰ πρόσωπα ἑαυτῶν ὑπέστρεφον." Ὁ δὲ κεντυρίων Λογγῖνος, ὁ καὶ πιστευθεὶς τὸν σταυρόν, ἀνήγαγεν τῷ ἡγεμόνι περὶ τῶν γεγενημένων θαυμάτων. Καὶ καταλιπὼν πάντα ἐκεῖ, ἦλθεν εἰς τὴν ἰδίαν πατρίδα, ἐν τῇ Καππαδοκίᾳ τῇ δευτέρᾳ, ἐγγὺς Τυάνων, εἰς χωρίον καλούμενον Ἀνδραλές, τὸ ἐπιλεγόμενον ἑβραιστὶ Γαβραλές, καὶ ἤλλαξεν τὰ περιβόλαια αὐτοῦ, καὶ ἦν ποιμαίνων τὰ πρόβατα. Διαναγνοὺς δὲ τὰ σκρίνια, ὁ Ἡρῴδης ηὗρεν τὸν ἅγιον Λογγῖνον παρασαλεύοντα τὸ βασίλειον καὶ ἀναστατοῦντα ἐπὶ τοῦ πατρὸς αὐτοῦ καὶ λέγοντα πᾶσι χριστιανοὺς γενέσθαι.

Καὶ μαθὼν παρὰ τοῦ ἐπάρχου Λουκίου τὸ ἀκριβὲς καὶ τὰ τῆς ὁμολογίας τοῦ ἑκατοντάρχου καὶ τὰ τῆς ὑπομονῆς, διωγμὸν ἤγειρεν κατὰ τῶν χριστιανῶν· καὶ ἐζητεῖτο ὁ ἅγιος Λογγῖνος ὑπὸ τῶν εἰδωλολατρῶν. Τοῦ δὲ ἁγίου Λογγίνου ἐλθόντος ἐν τῇ χώρᾳ τῇ ἰδίᾳ, ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις λεηλασία κατὰ πάντων τῶν εὐσεβούντων, καὶ ἀπέστειλεν ὁ βασιλεὺς τρεῖς πρίγκιπας μετὰ δυνάμεως πολλῆς ἀναζητῆσαι τὸν ἅγιον Λογγῖνον. Προσκαλεσάμενος δὲ ὁ Ἡρῴδης τοὺς τρεῖς πρίγκιπας καὶ τοὺς στρατιώτας, ἐντολὰς ἔδωκεν αὐτοῖς λέγων οὕτως ὅτι "Ἐὰν μὴ ἐνέγκητέ μοι τὴν κεφαλὴν Λογγίνου τοῦ ἑκατοντάρχου, καὶ ὑμῶν αἱ κεφαλαὶ ξίφεσιν ἀποτέμνονται." Ταύτας οὖν λα βόντες τὰς ἐντολὰς ἐπορεύοντο εἰς τὴν ἐπιζήτησιν λυπούμενοι σφόδρα· ἀπὸ γὰρ Ἀντιοχείας καὶ μέχρι Ῥώμης καὶ τοῦ Ἰλλυρικοῦ περιελθόντες, οὐχ εὕρισκον αὐτόν.

Ὀδυρόμενοι δὲ καὶ ὑποστρέψαντες ἐπὶ τὴν Καππαδοκίαν περιεπάτουν καὶ ἐλθόντες ἐγγὺς Τυάνων ἐζήτουν τὸν ἅγιον Λογγῖνον· ἐλθόντες δὲ ἐν τῇ κώμῃ Ἀνδραλεσῶν, ἐπυνθάνοντο παρὰ τῶν ἐκεῖσε καὶ οὐδεὶς ἀπόκρισιν ἐδίδου περὶ αὐτοῦ· ἠγάπησαν γὰρ αὐτὸν σφόδρα. Καὶ μὴ τυχόντες ἀποκρίσεως οἱ στρατιῶται ἐξῆλθον ἐκ τῆς κώμης ἐν λύπῃ μεγάλῃ. Ἦν δὲ ὁ ἅγιος Λογγῖνος ἔγγιστα τῆς ὁδοῦ νέμων πρόβατα δι' ἧς διώδευον οἱ ἀπεσταλμένοι· καὶ ἦν καθεζόμενος ἐν τῇ ὁδῷ ὁ ἅγιος Λογγῖνος. Ἰδὼν δὲ αὐτοὺς πόρρωθεν ἐρχομένους ἐπέγνω καὶ ἀνέστη· ἐλθόντων δὲ αὐτῶν πρὸς αὐτὸν εἶπεν αὐτοῖς· "Καλῶς ἥκατε, ἀδελφοί." Μὴ ἐπεγνωκότων δὲ αὐτῶν τίς ἂν εἴη ὁ λαλῶν αὐτοῖς, εἶπεν πρὸς αὐτοὺς ὁ Λογγῖνος· "Ἵνα τί, ἀδελφοί, σκυθρωποὶ καὶ ὡς ἐκ μεγάλης ὁδοιπορίας κεκοπιακότες ἐστέ;"

Οἱ δὲ εἶπον· "Ἄκουσον, ἀδελφέ, τὴν ἡμετέραν πικρίαν, ὅτι πρόσταγμα ἐξῆλθεν κατὰ Λογγίνου τοῦ ἑκατοντάρχου ὑπὸ Ἡρῴδου τοῦ βασιλέως περιέχον οὕτως ὅτι ἐὰν μὴ ἀγάγητε αὐτοῦ τὴν κεφαλήν, αἱ ὑμῶν κεφαλαὶ ξίφει παραδοθήσονται. Ἡμεῖς οὖν, ἄνθρωπε, ἐννέα μῆνας ἔχομεν ζητοῦντες αὐτὸν καὶ οὐχ εὕραμεν. Ἰδοὺ ἤκουσας τὰ κακὰ τὰ κατειληφότα ἡμῖν. Εἰ οὖν οἶδάς τινα λεγόμενον Λογγῖνον ἐκατόνταρχον, ἀνάγγειλον ἡμῖν." Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· "Οὐκ οἶδα τὸν ἄνδρα. Εἰσελθόντες δὲ εἰς τὸν οἶκόν μου μείνατε καὶ αὔριον ἀπελεύσεσθε τὴν ὁδὸν ὑμῶν." Καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ τοῦ μεῖναι μετ' αὐτοῦ. Ἐγένετο δὲ πρωία καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἅγιος Λογγῖνος· "Τίς ἡ αἰτία τοῦ Λογγίνου, ὅτι μετὰ τοσαύτης σπουδῆς ζητεῖτε αὐτόν;" Εἶπαν δὲ οἱ ἄνδρες πρὸς αὐτὸν ὅτι ζητεῖται παρὰ τοῦ βασιλέως ὅτι αὐτὸς ἀνάστατον ποιεῖ τὴν βασιλείαν αὐτοῦ, πείθων προσκυνεῖν τῷ σταυρωθέντι Χριστῷ καὶ βασιλεῖ τῶν αἰώνων.

Καὶ ἦσαν λυπούμενοι καὶ διαλογιζόμενοι πρὸς ἀλλήλους καὶ λέγοντες· "Τί ποιήσωμεν;" Εἶπεν δὲ πρὸς αὐτοὺς ὁ ἅγιος Λογγῖνος· "Μὴ ταράσσεσθε, ἀδελφοί, μηδὲ ἀθυμεῖτε· ἐγὼ γάρ εἰμι ὃν ζητεῖτε, ὁ δοῦλος τοῦ θεοῦ καὶ Ἰησοῦ Χριστοῦ Λογγῖνος, πρὸς ὃν ἀπεστάλητε." Οἱ δὲ ἄνδρες ἀκούσαντες ἐταράχθησαν καὶ ἐγένοντο ἐννεοί, λαλῆσαι μὴ δυνάμενοι. Καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἅγιος Λογγῖνος· "Μὴ ἀθυμεῖτε, ἀδελφοί, ἀλλὰ φάγωμεν καὶ πίωμεν καὶ ἀπέλθωμεν πρὸς τὸν ἀποστείλαντα ὑμᾶς. Ἐγὼ γὰρ πέπρακά μου τὸ σῶμα τῷ Χριστῷ, ἵνα ἀγοράσω τὴν ψυχήν μου παρ' αὐτοῦ." Οἱ δὲ ταῦτα ἀκούσαντες εἶπαν αὐτῷ μετὰ δακρύων· "Μή, ἀλλ' ἡμεῖς ἀπελθόντες ἀπολογησόμεθα ὑπὲρ σοῦ τῷ πέμψαντι ἡμᾶς· εἰ γὰρ ὄντως σὺ εἶ ὁ Λογγῖνος, ἀποθνῄσκομεν καὶ ἡμεῖς σὺν σοί. Καὶ τοῦτο οὐ πράττομεν εἰς σὲ τοῦ ἀπαγαγεῖν σε πρὸς τὸν πέμψαντα ἡμᾶς."

Ἰδὼν δὲ ὅτι κατηνύγησαν ὑπὸ τοῦ πνεύματος τοῦ θεοῦ, εἶπεν πρὸς αὐτούς· "Εἰ ποιεῖτε ἔλεος μετ' ἐμοῦ, οὕτως ποιήσατε· λάβετε τὴν κεφαλήν μου καὶ ἀπενέγκατε τῷ βασιλεῖ, καὶ ἀμέριμνοι ἔσεσθε πάσας τᾶς ἡμέρας τῆς ζωῆς ὑμῶν." Οἱ δὲ φοβηθέντες οὐκ ἤθελον ἀνέχεσθαι. Ὁ δὲ ὥρκισεν αὐτοὺς δὶς παρακαλῶν τοῦτο ποιῆσαι. Οἱ δὲ ἐπὶ πολὺ παρακληθέντες τοῦτο ποιῆσαι, εἶπαν πρὸς αὐτόν· "Πρέσβευε οὖν ὑπὲρ ἡμῶν ἐν τῇ στρατιᾷ σου, τοῦ μὴ λογισθῆναι ἡμῖν εἰς ἁμαρτίαν." Τοῦ δὲ φήσαντος αὐτοῖς τοῦτο ποιῆσαι, ἀπέτεμον αὐτοῦ τὴν κεφαλήν. Ἀποκεφαλίσαντες τοίνυν τὸν ἅγιον Λογγῖνον, ἐκόμισαν τὴν κεφαλὴν τῷ βασιλεῖ· καὶ ἐπαύσατο ὁ θόρυβος τῶν παρανόμων. Ἦν δὲ ἡ κεφαλὴ τοῦ ἁγίου Λογγίνου φυλαττομένη παρὰ τῷ ἐπάρχῳ Λουκίῳ. Οἱ δὲ ἄνδρες τῆς κώμης, ἔνθα ἦν ὁ ἅγιος τοῦ θεοῦ, λαβόντες τὸ σῶμα ἔθηκαν ἐν τῇ κώμῃ ἐκείνῃ.

Γυνὴ δέ τις χήρα ὀνόματι Χρηστὴ ὠχλεῖτο ὑπὸ πνεύματος ἀγρίου, δεινῶς ἑαυτὴν κατακόπτουσα, οὖσα τῶν εὐγενῶν. Ἐνεθυμεῖτο δὲ τῇ ἐπαύριον πορευθῆναι ἐν τῇ ἀνατολῇ· ἀκούσασα δὲ περὶ τῶν ἰαθέντων παρὰ τοῦ Ἰησοῦ, τῇ νυκτὶ ἐκείνῃ ἐβούλετο πορευθῆναι. Ἐφάνη δὲ αὐτῇ ὁ ἅγιος Λογγῖνος ἐκτὸς τῆς κεφαλῆς αὐτοῦ. Καὶ λεγούσῃ "Τίς ἥκει ὧδε;" εἶπεν αὐτῇ ὁ ἅγιος Λογγῖνος· "Θέλεις ἰαθῆναι;" Ἡ δὲ εἶπεν· "Ναί, κύριε, αὐτὸ εὔχομαι." Εἶπεν δὲ πρὸς αὐτὴν ὁ ἅγιος· "Πορεύθητι εἰς Ἰερουσαλήμ, καὶ κατάμαθε τὴν οἰκίαν Λουκίου τοῦ ἐπάρχου, καὶ ζήτησον τὴν κεφαλὴν Λογγίνου τοῦ ἑκατοντάρχου, καὶ διακόμισον αὐτὴν πρὸς τὸ σῶμά μου, καὶ σωθήσῃ· ἐγὼ γάρ εἰμι Λογγῖνος, ὁ νέμων τὰ πρόβατα παρὰ τὴν ὁδόν, καὶ οὐκ ἀναπέπαυμαι ἐν ᾗ ἐτάφην ταφῇ μέχρι τοῦ νῦν· ἀλλὰ τοῦτο ποίησον καὶ ἰαθήσῃ ἐπ' ὀνόματι Ἰησοῦ Χριστοῦ. Οὐ μόνον δὲ σὺ ἰαθήσῃ, ἀλλὰ καὶ τὸν υἱόν σου στρατεύσω, ὅτι εἰμὶ ἐγὼ ἐκτὸς τῆς κεφαλῆς ὁ λαλῶν σοι."

Ἀκούσασα δὲ ταῦτα ἡ γυνή, διαναστᾶσα καὶ συνταξαμένη οἷς εἶχεν φίλοις, ἐπορεύετο ἐπὶ τὴν ὁδὸν καὶ ἐλθοῦσα ἐπὶ τὸ μνημεῖον ἔκραξεν φωνῇ μεγάλῃ, λέγουσα· "Κύριε, ὁ ἐν τῷ τόπῳ τούτῳ, καθὼς σὺ εἴρηκάς μοι ἐν τῇ ὁράσει, πορεύομαι καὶ βοήθησόν μοι." Καὶ εὐθέως ἐσείσθη ὁ τόπος καὶ φωνὴ ἦλθεν πρὸς αὐτὴν λέγουσα· "Πορεύου, ὁ Χριστός ἐστιν ὁ βοηθῶν σοι." Ἡ δὲ ἀκούσασα τῆς φωνῆς ταύτης ἐπορεύετο ἐν χαρᾷ ὅλην τὴν ὁδὸν αὐτῆς· ἐλθοῦσα δὲ εἰς Ἰερουσαλήμ, ἐμάνθανεν παρὰ τῶν τῆς πόλεως τὴν οἰκίαν τοῦ ἐπάρχου, τοῦ ἐκζητῆσαι τὴν κεφαλὴν τοῦ ἁγίου Λογγίνου. Καὶ ἔδωκεν αὐτὴν ὁ ἔπαρχος τιμῆς ἀργυρίου τὸν ἀριθμὸν διακοσίων δηναρίων. Καὶ λαβοῦσα αὐτήν, ἡ γυνὴ ἦν εὐχομένη καὶ δοξάζουσα τὸν θεὸν τοῦ τελείως καταξιωθῆναι τῆς χάριτος τοῦ θεοῦ.

Λαβοῦσα δὲ τὴν κεφαλὴν τοῦ τιμίου Λογγίνου μετὰ τοῦ υἱοῦ αὐτῆς Χρηστίονος, ἡτοιμάζετο τοῦ ἐξελθεῖν τῇ ἑσπέρᾳ. Καὶ ἰδοὺ ἐφάνησαν αὐτῇ τρεῖς ἄγγελοι, ὧν τὴν δόξαν βλέπειν οὐκ ἠδύνατο, καὶ ἐν ταῖς χερσὶν αὐτῶν κηροὶ λευκοί, καὶ προπορευόμενοι ὕμνουν τὸν θεὸν δι' ὅλης τῆς νυκτός. Ἡνίκα δὲ ἀνέβαινεν ὁ ὄρθρος, ἀνεπαύοντο εἰς ὃν ἔφθασαν τόπον τοῦ μεταλαβεῖν τροφῆς. Διὰ δὲ τριῶν ἡμερῶν ἤνεγκεν τὴν κεφαλὴν τοῦ τιμίου Λογγίνου ἐν τῇ κώμῃ αὐτοῦ, ἀποδημήσασα μετὰ τοῦ υἱοῦ αὐτῆς Χρηστίονος, καὶ ἀπῄει εἰς τὸν τόπον οὗ κατέκειτο, ὥρας οὔσης ἕκτης τῆς νυκτός. Ἔφθασαν οὖν εἰς ὃν οἰκοδόμησαν οἶκον οἱ φιλόχριστοι ἄξιον τοῦ μάρτυρος, καὶ εὐθέως ἡ θύρα αὐτομάτως ἠνοίγη αὐτοῖς, καὶ τὸ μνημεῖον εἶδον μὲν ἀνεῳγμένον, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι κυκλόθεν. Εἰσελθὼν δὲ ὁ νεανίσκος ἐν τῷ μνημείῳ σὺν μύροις καὶ ἀρώμασιν παρέθηκεν τῷ σώματι τὴν κεφαλήν, καὶ συμβιωθεῖσα γέγονεν καθὼς πρὸ τοῦ ἀποτμηθῆναι. Ἐξελθόντος δὲ αὐτοῦ ἀπὸ τοῦ μνημείου, παραχρῆμα ἠσφαλίσθη ὁ τόπος αὐτομάτως. Αὐτοὶ δὲ ὑπέστρεψαν εἰς τὴν οἰκίαν, χαίροντες καὶ δοξάζοντες τὸν θεόν.

Ἐν δὲ τῇ δευτέρᾳ νυκτί, ἐφάνη τῇ Χρηστῇ ὁ ἅγιος Λογγῖνος, λέγων· "Ἀναπέπαυμαι νῦν, ὅτι παρέσχες μοι τὴν κεφαλήν, καὶ σὺ ἰαθήσῃ ἀπὸ τῆς ἡμέρας ταύτης. Ἐρωτῶ δὲ τοῦτο· τὸν υἱόν σου στρατεύσω ἐν τῇ ἐπουρανίῳ στρατιᾷ, ἢ ἐν τῇ ἐπιγείῳ;" Ἡ δὲ μετὰ φόβου ἀποκριθεῖσα εἶπεν· "Δέομαί σου, ἐν τῇ ἐπουρανίῳ στρατιᾷ αὐτὸν στράτευσον." Ἀκούσας δὲ ταῦτα, ἀπέστη ἀπ' αὐτῆς. Ἐν δὲ τῇ ἐπιούσῃ ἡμέρᾳ, ὁ νεανίσκος ἐπορεύθη ἐν τῷ ἀμπελῶνι πρὸς ἐπιμέλειαν τῆς ἀμπέλου. Ἐργαζομένου δὲ αὐτοῦ μέχρις ὥρας πέμπτης, ἐφάνη αὐτῷ ὁ ἅγιος Λογγῖνος καὶ εἶπεν· "Νεανίσκε Χρηστίων, θέλεις στρατεύσασθαι κατὰ τὸ ὄνομά σου εἰς Χριστόν;" Ὁ δὲ ἀναβλέψας εἶδεν αὐτὸν ὡς ἀστραπὴν καὶ εἶπεν αὐτῷ· "Τίς εἶ, κύριε, ὁ στρατεῦσαί με βουλόμενος;" Ὁ δὲ εἶπεν· "Ἐγώ εἰμι Λογγῖνος, ὁ διὰ τῆς μητρός σου δωρηθεὶς τὴν κεφαλήν, ἀλλ' ὥσπερ αὐτὴ ἐκόμισέν μου τὴν κεφαλήν, οὕτως κἀγὼ βούλομαί σε τῷ θεῷ προσκομίσαι." Καὶ ὁ Χρηστίων εἶπεν πρὸς αὐτόν· "Εἰ ταῦτα οὕτως ἔχει, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου." Καὶ παραχρῆμα ἀπέδωκεν τὸ πνεῦμα ὁ νεανίσκος.

Ἡ δὲ τούτου μήτηρ, κατὰ τὴν συνειθισμένην ὥραν ταῖς διελθούσαις ἡμέραις λαβοῦσα τὴν τοῦ ἀρίστου τροφήν, ἐπορεύ ετο πρὸς τὸν υἱὸν αὐτῆς ἐν τῷ ἀμπελῶνι· καὶ ἐλθοῦσα εὗρεν αὐτὸν τετελευτηκότα. Θεασαμένη δὲ τοῦτο, ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν· ὀλιγοψυχήσασα δὲ καὶ τὸν χιτῶνα διαρρήξασα, ἔκειτο ὡσεὶ νεκρά. Καὶ ἐλθὼν ὁ ἄγγελος ἐνίσχυσεν αὐτήν· εἶπεν δὲ αὐτῇ· "Τί κλαίεις;" Ἡ δὲ εἶπεν· "Ἀπώλετο ὁ υἱός μου, ὁ μονογενὴς ὑπάρχων μοι, ἐτρυγήθη ὁ καρπὸς τῆς κοιλίας μου ἄωρος." Εἶπεν δὲ αὐτῇ ὁ ἄγγελος· "Μὴ πλανῶ, γυνή, μηδὲ κλαῖε ἐπὶ τούτῳ· αὐτὸς γὰρ οὐκ ἐτρυγήθη, οὐδὲ ἀπώλετο, ἀλλ' ἔστιν ἐν τοῖς κόλποις Ἰησοῦ Χριστοῦ. Πορεύθητι οὖν ἐν τῇ κώμῃ, καὶ κάλεσον ἄνδρας εὐλαβεῖς, καὶ ἐλθόντες βαστάσουσιν τὸ σῶμα τοῦ υἱοῦ σου· καὶ θάψωσιν αὐτὸν ἐν τῷ μνήματι ἐν ᾧ κατάκειται ὁ πιστότατος Λογγῖνος, καὶ μετὰ τρεῖς ἡμέρας τὸν υἱόν σου ἐν τῇ στρατιᾷ τῇ ἐπουρανίᾳ βλέπεις."

Ταῦτα δὲ εἰπὼν ὁ ἄγγελος ἀφανὴς ἐγένετο· αὐτὴ δὲ ἀναστᾶσα ἀπήρχετο ἐν τῇ κώμῃ, εὐθέως δὲ ἦλθεν ὁ ἄγγελος παραμυθούμενος αὐτήν· καὶ ἐμάνθανον τί ἐστιν τὸ συμβάν. Ἡ δὲ ἀνήγγειλεν αὐτοῖς πάντα, οἱ δὲ ἀκούσαντες ἐπορεύθησαν πρὸς τὸν ἐπίσκοπον Τυάνων καὶ ἀνήγγειλαν αὐτῷ τὰ γεγονότα. Εὐθέως δὲ ὁ ἐπίσκοπος Παφνούτιος, παραλαβὼν εὐσεβεῖς ἄνδρας, ἦλθεν ἐν ᾧ ἦν τόπῳ ὁ νεανίσκος τετελευτηκώς, καὶ ἐπέτρεψεν κληθῆναι τὴν μητέρα αὐτοῦ. Ἐλθούσης δὲ αὐτῆς, εἶπεν πρὸς αὐτὴν ὁ ἐπίσκοπος· "Μὴ κλαῖε ἐπὶ τούτῳ· αὐτὸς γάρ, τὴν οὐράνιον βασιλείαν κεκτημένος, πολὺ πρεσβεύει ὑπὲρ ἡμῶν. Ἀγαλλιασώμεθα οὖν μᾶλλον καὶ μὴ ὦμεν σκυθρωποί." Ταῦτα δὲ εἰπών, προσέταξεν ἀρθῆναι τὸ σῶμα τοῦ νεανίσκου καὶ ἀποτεθῆναι σὺν τῷ ἁγίῳ Λογγίνῳ, καὶ προσεκόμισαν τῷ ἐπουρανίῳ θεῷ θυσίαν δεκτήν. Ἡ δὲ εὐσεβὴς γυνὴ ἐγένετο διάκονος καὶ λειτουργὸς τῆς ἐνδόξου πίστεως· προσκομίσας δὲ καὶ πολλὰ παραινέσας, ἀπῄει ἐν τῇ πόλει ὁ ἐπίσκοπος.

Ὀψίας δὲ γενομένης καὶ τῆς νυκτὸς ἐπελθούσης, ὥρας οὔσης τετάρτης τῆς νυκτός, ἐφάνη αὐτῇ ὁ ἅγιος Λογγῖνος λέγων· "Ἵνα τί βλασφημεῖς με;" Ἡ δέ, φοβηθεῖσα καὶ ἔντρομος γενομένη, εἶπεν· "Τίς εἶ, κύριε;" Ὁ δὲ εἶπεν· "Ἐγώ εἰμι Λογγῖνος ὁ τὸν υἱόν σου στρατεύσας." Ἡ δὲ Χρηστὴ ἀναπολήσασα περὶ τοῦ υἱοῦ αὐτῆς, βοῶσα ἔλεγεν· "Κύριε, εἰ ἐστράτευσας, οὐκ ἂν ἀπέκτεινας αὐτόν." Ὁ δὲ πιστότατος Λογγῖνος εἶπεν πρὸς αὐτήν· "Ἴδε καὶ νῦν βλασφημίας λαλεῖς. Ἀλλ' ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς οἰκίας σου, καὶ ὄψει τὸν υἱόν σου ὅτι ἐστράτευται." Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτῆς, ἐξέβαλεν αὐτὴν ἔξω καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ φῶς μέγα ἐν τῇ νυκτί· ἀναβλέψασα δέ, εἶδεν ὡς ἐν ἐκστάσει τὸν οὐράνιον βασιλέα καὶ τὸν υἱὸν αὐτῆς προπορευόμενον. Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν αὐτῇ· "Κἂν νῦν ἑώρακας τὸν υἱόν σου, ὅτι ἐστράτευται, πεπίστευκας νῦν;" Ἡ δὲ εἶπεν· "Ναί, κύριε, ἀρκετόν μοι ἃ δὴ ἐλάλησα κατὰ σοῦ, δέσποτα." Καὶ εὐθέως ἀφανὴς ἐγένετο.

Αὐτὴ δὲ ἦν σχολάζουσα νυκτὸς καὶ ἡμέρας ἐν τῷ ἁγίῳ οἴκῳ, προσευχαῖς καὶ ὕμνοις καὶ ἐλεημοσύναις διατελοῦσα, ὁμοίως δὲ καὶ ἰάσεις ποιοῦσα διὰ ἐπικλήσεως τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου μάρτυρος, δοξάζουσα τὸν θεὸν ἐν ταῖς ἡμέραις αὐτῆς ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς τοῖς συμβεβηκόσιν αὐτῇ. Ἐτελεύτησεν δὲ ἐν ταῖς ἡμέραις Παφνουτίου ἐπισκόπου· καὶ κατέθεντο αὐτὴν πλησίον τοῦ ἁγίου Λογγίνου ἐν τῷ αὐτῷ οἴκῳ <.....> τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ἅγιον Λουκᾶν τὸν ἀπόστολον καὶ εὐαγγελιστήν.

Φόβῳ τοῦ σιωπᾶν μὴ ἀνεχόμενος περὶ τῆς παρούσης ἑορτῆς, εἰ καὶ λίαν εἰμὶ ἀμαθὴς τῷ λόγῳ ὁ τάλας ἐγὼ καὶ οὐκ ἀξίως ἔχων τοῦ λέγειν, ὅμως τῷ πόθῳ ἑλκόμενος τὸ χρέος κατὰ δύναμιν ἀποδίδωμι. Ἐπειδὴ δὲ καὶ λόγων καὶ ἔργων ἅμιλλαν ὁρῶ ἐπὶ τῆς παρούσης πανηγύρεως, τῶν μὲν λόγων βιαζομένων παραστῆσαι τῶν ἔργων τὸ μέγεθος, τῶν δὲ ἔργων πάλιν φιλονεικούντων δι' ὑπερβολὴν θαυμάτων νικῆσαι τῶν λόγων τὸ τάχος, ὅμως νίκην μᾶλλον βελτίω τὴν τοιαύτην ἡγοῦμαι, εἰ φανείην εἰς ἐπαίνους ἡττώμενος τοῦ μακαρίου Λουκᾶ, ὃς εἰς διδασκαλίαν καὶ θαύματα πᾶσαν τὴν ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς κτίσιν ἐνίκησεν.

Τί γὰρ εὐαγγελιστοῦ μεῖζον; Τί δὲ τῆς χάριτος ἐκείνου ἴσον, ὃς τῷ λογισμῷ πᾶσαν τὴν αἰσθητὴν κίνησιν ὑπερβαίνει, ὃς τῇ γλώττῃ τοὺς πατρικοὺς κόλπους ἠρεύνησεν, ὃς γέγονεν τοῦ ἀπορ ρήτου μυστηρίου βροντή; Ἄνθρωπος ὢν τρίπηχυς, πηλῷ συμπεπλεγμένος, πάθεσι πυκτεύων, ὑποκείμενος νόσοις, συγκεκληρωμένος θανάτῳ, εἰς τὸν οὐρανὸν ἀνέβη τοῖς λογισμοῖς, εἶδε τῇ πίστει τὴν ἄναρχον γέννησιν, ἐθεάσατο τὸν Λόγον ἐκ πατρικῶν κόλπων ἀπαθῶς προελθόντα καὶ θεὸν ἐκ θεοῦ γεννηθέντα καὶ εἰς δύο θεοὺς τὴν ἄκτιστον οὐσίαν μὴ μερισθεῖσαν, εἶδε τὴν ἐπὶ θρόνου ὁμοούσιον τριάδα προσκυνουμένην, ἐν ὑποστάσεσι διῃρημένην καὶ φύσει ἡνωμένην, οὔτε τῆς τριάδος εἰς ἓν πρόσωπον συγκεκλεισμένης, οὔτε τῆς οὐσίας εἰς ἀριθμὸν ἐκτεινομένης. Καὶ τῶν σεραφὶμ ηὑρέθη τολμηρότερος ὁ εὐαγγελιστής· ἐκεῖνα μὲν γὰρ διὰ τὴν ἀστραπὴν τὴν ὄψιν καλύπτει, οὗτος δὲ διὰ τὴν χάριν τὴν γέννησιν ἐθεολόγησεν.

Πάλιν δὲ οὐρανόθεν εἰς γῆν καταβὰς καὶ ἐγκύψας τῷ φρικτῷ σπηλαίῳ, τοῖς τῆς πίστεως ὄμμασιν εἶδε μυστήριον θεοῦ τροπῆς καὶ ἀλλοιώσεως ἀνώτερον, εἶδε παρθένον ἀνύμφευτον μητέρα, εἶδε γαστέρα οὐρανοῦ πλατυτέραν, εἶδε τόκον οὐκ ἀρχὴν θεοῦ ἀλλ' ἐπιφάνειαν, εἶδε βρέφος σαρκωθέντα τὸν δημιουργὸν πάντων τῶν αἰώνων, εἶδε θεὸν ἐν δούλου μορφῇ κενωθέντα, εἶδε φάτνην μυστηρίου κλίνην, εἶδε σπάργανα οἰκουμένης λύτρα, εἶδε σταυρὸν εἰς οὐρανὸν γέφυραν, εἶδε τάφον κατὰ θανάτου ὅπ λον, εἶδε Πνεύματος ἁγίου πλοῦτον αἰώνιον καὶ ἀπερινόητον, εἶδεν εἰς Αἴγυπτον φυγόντα σαρκὶ τὸν κατέχοντα τὴν γῆν δρακί. Καὶ τὸ μὲν μυστήριον ἔλαθε τὰ σεραφίμ, ὁ δὲ εὐαγγελιστὴς τὸ θαῦμα ἐθεολόγησεν· διὰ τοῦτο Παῦλος, τῶν εὐαγγελιστῶν τὸ ἀξίωμα κηρύττων, ἐβόα· "ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος τοῦ θεοῦ σοφία."

Καὶ βλέπετέ μοι τὴν σοφίαν τοῦ δεσπότου· ἐκ πάσης ἐπιστήμης καὶ τέχνης ἑαυτῷ μαθητὰς ἐξελέξατο, ἐξ ἁλιέων τὸν Πέτρον, ἐκ τελωνῶν τὸν Μαθθαῖον, ἀπὸ σκηνορράφων τὸν Παῦλον, ἐξ ἰατρῶν τὸν Λουκᾶν. Καὶ οὐκ εἰκῇ οὐδὲ ἁπλῶς τοῦτο πεποίηκε· ἐν τῷ βυθῷ γὰρ τῆς πλάνης ἦν ἡ ἀνθρωπεία φύσις καὶ χρεία ἦν ἁλιέων. Πάλιν ἐτελώνησεν ὁ διάβολος τὸν Ἀδὰμ τὴν ἀθανασίαν ἀφαρπάσας· χρεία ἦν εὐαγγελιστοῦ τελώνου. Ἐνέδυσεν ἡ παρακοὴ τοὺς δερματίνους χιτῶνας τὸν ἄνθρωπον· χρεία ἦν τοῦ σκηνορράφου καὶ τῆς χάριτος, ἵνα διατέμῃ τῇ σμίλῃ τοῦ Λόγου τὴν τῶν παθῶν νέκρωσιν.

Ἐνόσει ποικίλως τὸ τῶν ἀνθρώπων γένος πυρετῷ ἀκολασίας, φθόνῳ φιλαργυρίας καὶ τῇ ἡδονῇ, βασκανίας ἀπογνώσει, εἰδωλολατρείας ἀλογίᾳ. Διὰ τοῦτο ἔμπειρον αὐτοῖς τὸν Λουκᾶν κατέστησεν ἰατρὸν καὶ βοᾷ Παῦλος· "Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρός"· τῷ ὄντι γὰρ ψυχικός ἐστιν ἰατρὸς ὁ Λουκᾶς. Θέλεις ἰδεῖν τούτου τὸ ἐργαστήριον; Βλέπε τὸν οὐρανόν. Θέλεις ἰδεῖν αὐτοῦ τὴν ἰατρείαν; Βλέπε τὴν οἰκουμενικὴν αὐτοῦ περιοδείαν. Θέλεις ἰδεῖν αὐτοῦ τὴν φαρμακοθήκην; Βλέπε τὴν χειρουργίαν τῶν ἰουδαικῶν γλωσσῶν. Θέλεις ἰδεῖν αὐτοῦ τὰς βοτάνας; Βλέπε τὰς διαφόρους ἰάσεις. Θέλεις ἰδεῖν οὓς περιοδεύει ἀρρώστους; Βλέπε τοὺς γειτονεύοντας αἱρετικούς. Ἔνθεν μὲν γὰρ οἱ τὸ Πνεῦμα ἀθετοῦντες βλασφημίαν ἀρρωστοῦσιν, κἀκεῖθεν οἱ τὸν Υἱὸν ἀθετοῦντες ἀθείαν νοσοῦσιν, ἀλλ' ἑκατέροις καθάπερ ἰατρὸς ἐπιτάττει τὰ πρόσφορα, τούτοις λέγων· "Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον", κἀκείνοις βοῶν· "Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα τιμᾷ". Ὄντως μέγας ἰατρὸς ὁ Λουκᾶς.

Καὶ θέλεις ἰδεῖν αὐτοῦ τὴν τέχνην; Βλέπε τὸ θεῖον εὐαγγέλιον· οἱ μὲν γὰρ ἄλλοι εὐαγγελισταὶ μονότροπον ἐποιήσαντο τὴν διήγησιν. Οἷόν τι λέγω· Μαθθαῖος ἐκ τῆς κατὰ σάρκα γενεαλογίας ἤρξατο εἰπών· "Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυίδ, υἱοῦ Ἀβραάμ". Ὁ Μᾶρκος καὶ αὐτὸς τὴν κατὰ σάρκα οἰκονομίαν ἐκήρυξεν εἰπών· "Ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας." Ἰωάννης δὲ ὁ εὐαγγελικὸς ἀετός, ἡ θεολόγος λύρα, μόνην τὴν ἄναρχον καὶ ἀμάρτυρον γέννησιν ἐκήρυξεν καὶ τὴν συναίδιον ὕπαρξιν. Καὶ ἐμφραττέσθω τῶν φιλολοιδόρων τὰ στόματα, ὅτι μόνος ἐκ μόνου ἐγεννήθη καὶ ἀμάρτυρος ἡ ἄνω γέννησις. Χρόνος μὲν γὰρ οὐ παρῆν· αὐτὸς γάρ ἐστι πάντων τῶν αἰώνων δημιουργός. Ἄγγελος οὐ παρῆν· αὐτὸς γάρ ἐστιν "ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον." Οὐρανὸς οὐ παρῆν· "Τῷ γὰρ Λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν." Ἥλιος οὐ παρῆν· αὐτὸς γὰρ ὑπάρχει "ὁ τῆς δικαιοσύνης ἥλιος". Σελήνη οὐ παρῆν· "Σελήνην γὰρ καὶ ἀστέρας αὐτὸς ἐθεμελίωσεν." Γῆ οὐ παρῆν· αὐτὸς γὰρ εἶπεν· "Συναχθήτω τὰ ὕδατα καὶ ὀφθήτω ἡ ξηρά." Ἀμάρτυρος οὖν ἡ ἄνω γέννησις, θεία καὶ ἀπερινόητος, ἐπειδὴ μόνος οἶδεν ὁ Πατὴρ πῶς ἐγέννησεν, καὶ ὁ Υἱὸς πῶς ἐγεννήθη. Ὁ τοίνυν Ἰωάννης μόνος τὴν ἄναρχον γέννησιν καὶ τὴν συναίδιον ὕπαρξιν ἐκήρυξεν.

Ὁ δὲ μακάριος Λουκᾶς, ὁ τῶν εὐαγγελιστῶν ἐξαίρετος καὶ τοῦ θαυμαστοῦ τούτου λίθου καὶ τιμίου μαργαρίτου ἔμπορος, ὁ ἄγρυπνος τῆς πόλεως φύλαξ, ὁ ἔμπειρος τῶν ψυχῶν ἰατρός, τὸ ἀπόρθητον τῶν βασιλέων τεῖχος, ὅλον ὁμοῦ διηγήσατο τὸ μυστήριον, τοῦ Γαβριὴλ τὰ εὐαγγέλια, τῆς παρθένου τὴν εὐλάβειαν, τοῦ ἁγίου Πνεύματος τὴν ἐπιφοίτησιν, τὴν τοῦ θεοῦ μορφήν, τὴν ἀπαθῆ κένωσιν τῆς θεότητος, τὸ ἄτρεπτον τῆς ἐνανθρωπήσεως καὶ ἀσύγχυτον, τῆς παρθενίας τὸ ἄσυλον, τῆς συλλήψεως τὸ αὐτοσχέδιον, τοῦ τόκου τὸ ἄφθορον, τὸν τοῦ ἀγγέλου εὐαγγελισμὸν πρὸς τὴν παρθένον εἰπόντος· "Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ."

Ὢ ἀσπασμὸς οὐδενὶ ἄλλῳ ἁρμόσας, εἰ μὴ μόνῃ τῇ ἁγίᾳ παρθένῳ. Ἔτεκεν Εὔα ἀλλ' ἐν λύπαις, ἔτεκε Σάρρα ἀλλ' ἐν πόνῳ, ἔτεκε Ῥεβέκκα ἀλλ' ἐν στεναγμοῖς, ἔτεκεν Ἅννα ἀλλ' ἐν δάκρυσιν, ἔτεκεν Ἐλισάβετ ἀλλ' ἐν φθορᾷ, πᾶσαι ἐν λύπαις ἔτεκον ἐπειδὴ πᾶσαι μετὰ φθορᾶς συνέλαβον. Σὺ δὲ μόνη χαῖρε, ἡ πύλη τοῦ θεοῦ καὶ μυστηρίου νεφέλη. Σὺ μόνη χαῖρε, ὁ ἀστενοχώρητος τοῦ ἀπεριγράπτου ναός. Σὺ μόνη χαῖρε· ὁ γὰρ ἐκ σοῦ σαρκούμενος "ἀφεῖλε πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου". Σὺ μόνη χαῖρε, ἡ μήτηρ καὶ οὐρανός, ἡ κόρη καὶ νεφέλη, ἡ παρθένος καὶ θρόνος· ὡς γὰρ μήτηρ ἔτεκες τὸν ἐκ σοῦ καὶ πρὸ σοῦ καὶ μετὰ σοῦ, ὡς δὲ παρθένος συνέλαβες Λόγον καὶ ὤδινες μυστήριον, ὡς θρόνος ἐν γαστρὶ ἐβάστασας ὃν κατ' οὐσίαν οὐ περιγράφει τις.

Διὰ τοῦτο ὁ προφήτης Ἠσαίας τὸ παρθενικὸν ἐκπληττόμενος μυστήριον ἐβόα· "Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ κραυγῆς ἐκ ναοῦ" ἠκούσθη. Τί δὲ λέγεις, ὦ προφῆτα; Ἀσφαλὲς τὸ αἴνιγμα καὶ βαθὺ τὸ νόημα. "Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ" ἠκούσθη· φωνὴν τὸν Ἰωάννην καλεῖ, κραυγὴν τὰ σκιρτήματα λέγει, πόλιν τὴν Ἐλισάβετ ὀνομάζει, ναὸν τὸ σπήλαιον κηρύττει. "Φωνὴ κραυγῆς" ἠκούσθη λέγουσα· "πρὶν τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρ σεν." Καὶ ἔλαβεν τοῦ μυστηρίου πάντα ὁμοῦ καὶ τάχος καὶ τόκον καὶ παρθενίαν καὶ θαῦμα, ὅτι γὰρ οὐκ ἐκ μίξεως τὸ βρέφος. "Πρίν", φησίν, "ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων"· οὐκ ἔπαθε γὰρ τὰ τῆς Εὔας ἡ ἁγία Μαρία. "Ἐξέφυγε γὰρ καὶ ἔτεκεν ἄρσεν"· οὐκ ἀνέμεινε φύσεως ὅρους ἡ χάρις· ἀπρόθεσμον γὰρ τὸ τῆς οἰκονομίας μυστήριον. "Χαῖρε τοίνυν κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ"· ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοὺς τῆς φιλοξενίας ἀνέῳξε κόλπους, ἀποστόλους θαλαμεύει, εὐαγγελιστὰς τελειοῖ, ἐξ ὧν καὶ τὸν μακάριον Λουκᾶν ῥήτορα καὶ διδάσκαλον τῆς ἐκκλησίας κατέστησεν.

Ἔστιν δὲ οὗτος ὁ τρισόλβιος εὐαγγελιστὴς Λουκᾶς Σύρος τὸ γένος, ἰατρὸς τὴν τέχνην, μαθητὴς δὲ τῶν ἀποστόλων γενόμενος, καὶ ὕστερον Παύλῳ παρακολουθήσας μέχρι τοῦ μαρτυρίου αὐτοῦ, καὶ μετὰ ταῦτα δουλεύσας τῷ κυρίῳ ἀπερισπάστως ἐκήρυξεν τὸν λόγον. Ἀρεταῖς παντοίαις κοσμούμενος καὶ χαρίσμασιν θείοις διαλάμπων, ὀγδοήκοντα τεσσάρων ἐτῶν γενόμενος ἐκοιμήθη ἐν Θήβαις τῇ μητροπόλει τῆς Βοιωτίας, πλήρης Πνεύματος ἁγίου. Οὗτος ἔγραψε τὸ εὐαγγέλιον δηλῶν διὰ τοῦ προοιμίου τοῦτο ὅτι πρὸ αὐτοῦ ἄλλα ἐστὶ γεγραμμένα καὶ ὅτι ἀναγκαῖον ἦν τοῖς ἐξ Ἑλλήνων πιστοῖς τὴν ἀκριβῆ τῆς οἰκονομίας ἐκθέσθαι διήγησιν. Ἀνεπαύσατο δὲ ὁ ἅγιος Λουκᾶς ὁ εὐαγγελιστὴς μηνὶ ὀκτωβρίῳ ὀκτωκαιδεκάτῃ, χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀθανάτῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Άγιος Ησύχιος Ιεροσολύμων, ο πρεσβύτερος. (Hesychius Hierosolymitanus presbyter, PG 93).

Μπορείτε να διαβάσετε ή να αποθηκεύσετε τα έργα του Αγίου Ησυχίου Ιεροσολύμων, του πρεσβυτέρου, (σε μορφή .pdf), στους παρακάτω συνδέσμους. Η ψηφιακή παραγωγή των έργων, είναι τμήμα του ερευνητικού προγράμματος “Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία” που επιμελήθηκε το Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς του Tμήματος Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας του Πανεπιστημίου Αιγαίου.
Άγιος Ησύχιος Ιεροσολύμων, ο πρεσβύτερος. (Hesychius Hierosolymitanus presbyter, PG 93).



  via
[full_width]

Pages