
Γίνωσκε,
τέκνον,
ὅτι
ὀκτώ
εἰσιν
οἱ
λογισμοὶ
πάντες,
οἱ
τὰ
κακὰ
ἐνεργοῦντες·
γαστριμαργία,
πορνεία,
φιλαργυρία,
θυμός,
λύπη
ἄκαιρος,
ἀκηδία,
κενοδοξία
καὶ
ὑπερηφανία.
Σὺ
δέ,
τέκνον,
ἐὰν
θέλῃς
νικῆσαι
τὴν
γαστριμαργίαν,
ἀγάπα
τὴν
ἐγκράτειαν
καὶ
ἔχε
τὸν
φόβον
τοῦ
Θεοῦ,
καὶ
νικᾷς.
Ἐὰν
θέλῃς
νικῆσαι
τὴν
πορνείαν,
ἀγάπα
τὴν
ἀγρυπνίαν
καὶ
τὴν
δίψαν,
καὶ
ἐνθυμοῦ
τὸν
θάνατον,
καὶ
μηδέποτε
συντύχῃς
μετὰ
γυναικός,
καὶ
νικᾷς.
Ἐὰν
θέλῃς
νικῆσαι
τὴν
φιλαργυρίαν,
ἀγάπα
τὴν
ἀκτημοσύνην
καὶ
τὴν
εὐτέλειαν.
Ἐὰν
θέλῃς
νικῆσαι
τὸν
θυμόν,
κτῆσαι
πρᾳότητα
καὶ
[τὴν]
μακροθυμίαν,
καὶ
ἐνθυμοῦ
πόσα
κακὰ
ἐποίησαν
οἱ
Ἰουδαῖοι
τὸν
Κύριον
ἡμῶν
Ἰησοῦν
Χριστόν·
καὶ
ὁ
Φιλάνθρωπος
οὐκ
ὠργίσθη
αὐτοῖς,
ἀλλὰ
μᾶλλον
ηὔχετο
ὑπὲρ
αὐτῶν
καὶ
ἔλεγε·
Πάτερ,
ἄφες
αὐτοῖς
τὴν
ἁμαρτίαν
ταύτην,
οὐ
γὰρ
οἴδασι
τί
ποιοῦσιν.
Ἐὰν
θέλῃς
νικῆσαι
τὴν
ἄκαιρον
λύπην,
μηδέποτε
λυπηθῇς
διά
τι
ποτὲ
πρόσκαιρον
πρᾶγμα·
καὶ
ἐὰν
δαρῇς
ἢ
ἀτιμασθῇς
ἢ
διωχθῇς,
μὴ
λυπηθῇς,
ἀλλὰ
μᾶλλον
χαῖρε.
Τότε
μόνον
λυποῦ,
ὅταν
ἁμαρτήσῃς·
ἀλλὰ
καὶ
τότε
συμμέτρως,
ἵνα
μὴ
πέσῃς
εἰς
ἀπόγνωσιν
καὶ
ἀπολεσθῇς.
Ἐὰν
θέλῃς
νικῆσαι
τὴν
ἀκηδίαν,
κάμνε
τίποτε
μικρὸν
ἐργόχειρον,
ἢ
ἀναγίνωσκε
καὶ
εὔχου
πυκνά.
Ἐὰν
θέλῃς
νικῆσαι
τὴν
κενοδοξίαν,
μὴ
ἀγάπα
τοὺς
ἐπαίνους,
μηδὲ
τὴν
πρωτοκαθεδρίαν·
μᾶλλον
δὲ
ἀγάπα,
ἵνα
σε
ψέγωσι
ψευδόμενοι
καὶ
ἀτιμαζόμενοι·
καὶ
κράζε
καὶ
τὸν
ἑαυτὸν
τοῦ
παντὸς
ἁμαρτωλοῦ
ἁμαρτωλότερον.
Ἐὰν
θέλῃς
νικῆσαι
τὴν
ὑπερηφανίαν,
εἴ
τι
ἂν
ποιήσῃ,
μὴ
λέγε
ὅτι
ἢ
ἀπὸ
ἰδίου
μου
κόπου
ἤνυται
ἢ
ἀπὸ
ἰδίας
ἀνδρείας·
ἀλλὰ
κἂν
νηστεύῃς
κἂν
ἀγρυπνῇς
κἂν
χαμαικοιτῇς
κἂν
ψάλλῃς
κἂν
διακονῇς
κἂν
μετανοίας
πολλὰς
ποιῇς,
λέγε
ὅτι
ἐκ
τῆς
τοῦ
Θεοῦ
βοηθείας
καὶ
ἀντιλήψεως
ἤνυνται,
οὐχὶ
δὲ
ἐκ
τῆς
ἐμῆς
δυνάμεως,
οὐδὲ
ἐκ
τῆς
ἐμῆς
σπουδῆς.
Σπούδασον,
τέκνον,
ἵνα
ὑπάρχῃς
πάντοτε
ἁπλοῦς
καὶ
ἄκακος,
καὶ
μὴ
ἔχε
ἄλλα
εἰς
τὴν
καρδίαν
σου
καὶ
ἄλλα
ἐν
τῷ
στόματί
σου·
τοῦτο
γὰρ
δολιότης
ἐστί.
Γίνου
ἀληθινὸς
καὶ
μὴ
ψεύστης,
διότι
τὸ
ψεῦδος
ἐκ
τοῦ
Πονη...