
Home
Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
πνευματικά
feature
Ομιλία 36 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
Ομιλία 36 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
Ἀνάστασις τῶν νεκρῶν ψυχῶν ἀπὸ τοῦ νῦν γίνεται, ἀνάστασις δὲ τῶν σωμάτων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ὥσπερ
δὲ ἐν τῷ οὐρανῷ πεπηγμένοι ὄντες οἱ ἀστέρες οὐκ ἴσοι πάντες εἰσίν, ἀλλ'
εἷς τοῦ ἑνὸς διαφέρει ἐν τῇ λαμπρότητι καὶ μεγαλειότητι, οὕτω κἂν τοῖς
πνευματικοῖς κατὰ τὸ μέτρον τῆς πίστεως εἰσὶ προκοπαὶ ἐν αὐτῷ τῷ
πνεύματι· εἷς πλουσιώτερος τοῦ ἑτέρου. Καὶ ἡ γραφὴ λέγει ὅτι «ὁ λαλῶν ἐν γλώσσῃ πνεύματι Θεοῦ λαλεῖ». Οὗτος πνευματικός ἐστι, «Θεῷ λαλῶν, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ»· οὗτος περισσείαν ἔσχε τῆς χάριτος. Ὁ μὲν γὰρ «ἑαυτὸν μόνον οἰκοδομεῖ», ὁ
δὲ ἑαυτὸν καὶ τὸν πλησίον. Τοῦτο δέ ἐστιν ὥσπερ κόκκος σίτου
σπειρόμενος ἐν τῇ γῇ, καὶ ὁ αὐτὸς ἐκ τῆς μιᾶς καρδίας πολλοὺς καὶ
διαφόρους κόκκους ἐκφέρει. Καὶ πάλιν αὐτοὶ οἱ στάχυες, οἱ μέν εἰσι
μειζότεροι, οἱ δὲ μικρότεροι, ὅλοι δὲ εἰς μίαν συνάγονται ἅλωνα, εἰς
μίαν ἀποθήκην· διάφοροι ὄντες εἷς ἐξ αὐτῶν γίνεται ἄρτος. Ἢ ὥσπερ εἰσὶν
ἐν πόλει πλήθη ἀνθρώπων, καὶ οἱ μέν εἰσι παιδία νήπια, οἱ δὲ ἄνδρες ἢ
νεανίσκοι· πάντες δὲ ἀπὸ μιᾶς πηγῆς ὕδωρ πίνουσι καὶ ἀπὸ ἑνὸς ἄρτου
ἐσθίουσιν, ἕνα ἀέρα ἔχοντες· ἢ ὥσπερ εἰσὶ λύχνοι, καὶ ὁ μὲν ἔχει δύο
μυκτῆρας, ὁ δὲ ἑπτά, ἀλλ' ὅπου ἐστὶν ἡ περισσεία τοῦ φωτός, ἄλλως
φωτίζει, οὕτως ὅσοι εἰσὶν ἐν πυρὶ καὶ φωτί, οὐ δύνανται εἶναι ἐν σκότει,
ἀλλὰ διαφορὰ πολλή ἐστιν. Ὥσπερ ἂν εἴ τις πατὴρ ὢν υἱοὺς ἔχει δύο, τὸν
μὲν παιδίον, τὸν δὲ νεανίσκον, καὶ τὸν μὲν εἰς πόλεις ἀποστέλλει καὶ
πατρίδας, τὸ δὲ νήπιον πάντοτε δορυφορεῖ, ἐπεὶ μηδὲν δύναται ποιεῖν.
Δόξα τῷ Θεῷ. Ἀμήν.
Tags
# Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
# πνευματικά
# feature
Share This
Newer Article
Ομιλία 35 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
Older Article
Ομιλία 37 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
Ερμηνεία εις τα τέσσερα Ιερά Ευαγγέλια
sapfirosMay 29, 2025Οι Εντολές του Χριστού
sapfirosMay 29, 2025Ο θάνατος της ψυχής
sapfirosMay 29, 2025
Marcadores:
Μακαρίου του Αιγυπτίου 50 Ομιλίες,
πνευματικά,
feature