«Ἡ φιλία τοῦ κόσμου» κατὰ τὸ γεγραμμένον «ἔχθρα ἐστὶν εἰς Θεόν». Διὸ ἡ
γραφὴ κελεύει «πάσῃ φυλακῇ τηρεῖν» ἕκαστον τὴν ἑαυτοῦ «καρδίαν», ἵνα τις
ὡς παράδεισον φυλάσσων ἐν αὐτῇ τὸν λόγον ἀπολαύσῃ τῆς χάριτος, μὴ
ἀκούων τοῦ ἔνδον ἱλυσπωμένου ὄφεως συμβουλεύοντος τὰ πρὸς ἡδονήν, δι' ἧς
γεννᾶται θυμὸς ὁ ἀδελφοκτόνος καὶ θνῄσκει ψυχὴ ἡ τίκτουσα, ἀλλ' ἀκούων
τοῦ Κυρίου λέγοντος ἐπιμελεῖσθαι πίστεως καὶ ἐλπίδος, δι' ὧν γεννᾶται ἡ
φιλόθεος καὶ φιλάνθρωπος ἀγάπη ἡ τὴν αἰώνιον ζωὴν παρέχουσα. Εἰς τοῦτον
τὸν παράδεισον εἰσῆλθε Νῶε, τὴν ἐντολὴν φυλάσσων καὶ ἐργαζόμενος, καὶ
διὰ τῆς ἀγάπης ἐλυτρώθη τῆς ὀργῆς. Τοῦτον φυλάσσων Ἀβραὰμ φωνὴν Θεοῦ
ἤκουσε. Τοῦτον φυλάσσων Μωϋσῆς δόξαν εἰς τὸ πρόσωπον ἐλάμβανεν. Ὁμοίως
∆αβὶδ τοῦτον φυλάσσων εἰργάζετο, ὅθεν τῶν ἐχθρῶν ἐκυρίευεν. Ἀλλὰ καὶ
Σαούλ, ἕως οὗ ἐφύλασσε τὴν καρδίαν, εὐωδοῦτο· ὅτε δὲ εἰς τέλος παρέβη,
εἰς τέλος ἐγκατελήφθη. Ἐν μέτρῳ γὰρ κατὰ ἀναλογίαν μετέρχεται ἕκαστον ὁ
λόγος τοῦ Θεοῦ· ὅσον ἐπικρατεῖ τις, τοσοῦτον ἐπικρατεῖται, καὶ ὅσον
φυλάσσει, τοσοῦτον φυλάσσεται. ∆ιὰ τοῦτο πᾶς ὁ χορὸς τῶν ἁγίων προφητῶν,
ἀποστόλων, μαρτύρων, τὸν λόγον ἐν ταῖς καρδίαις αὐτῶν ἐφύλασσον, μηδὲν
ἕτερον μεριμνῶντες, ἀλλὰ τὸ τοῦ πνεύματος φιλόθεον καὶ ἀγαθὸν πάντων
προκρίνοντες, οὐ λόγῳ μόνον ἢ γνώσει ψιλῇ, ἀλλ' ἐν λόγῳ καὶ ἔργῳ δι'
αὐτῶν τῶν πραγμάτων· ἀντὶ πλούτου ἑλόμενοι πτωχείαν, ἀντὶ δόξης ἀτιμίαν,
ἀντὶ ἀπολαύσεως κακουχίαν, ὅθεν καὶ ἀντὶ τοῦ θυμοῦ ἀγάπην. Μισοῦντες
γὰρ τὰ ἡδέα τοῦ βίου, τοὺς ἀφαιρουμένους αὐτὰ μᾶλλον ἠγάπων ὡς
συνεργοῦντας αὐτοῖς πρὸς τὸν σκοπόν, ἀπεχόμενοι τοῦ γινώσκειν καλὸν καὶ
πονηρόν. Οὔτε γὰρ τοὺς ἀγαθοὺς ἠρνοῦντο οὔτε τοὺς κακοὺς ᾐτιῶντο, πάντας
ἀποκρισιαρίους τῆς δεσποτικῆς οἰκονομίας ἡγούμενοι. Πρὸς πάντας οὖν
εἶχον ἐνδιάθετον εὔνοιαν. Ὅτε γὰρ ἤκουον τοῦ Κυρίου· «ἄφετε καὶ
ἀφεθήσεται ὑμῖν», τότε τοὺς ἀδικοῦντας εὐεργέτας ἐλογίζοντο, εἰς ἄφεσιν
ἔχοντες τὰς παρ' αὐτῶν ἀφορμάς. Ὅτε δὲ πάλιν ἤκουον· καθὼς θέλετε ἵνα
ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς, τότε καὶ τοὺς
ἀγαθοὺς κατὰ συνείδησιν ἠγάπων. Ἀφέντες γὰρ τὴν δικαιοσύνην ἑαυτῶν καὶ
τὴν τοῦ Θεοῦ δικαιοσύνην ζητήσαντες εὗρον ἀκολούθως καὶ τὴν ἀγάπην ἐν
αὐτῇ κατὰ φύσιν ἐγκεκρυμμένην. Καὶ γὰρ ὁ Κύριος, πολλὰ περὶ τῆς ἀγάπης
ἐντειλάμενος, τὴν δικαιοσύνην ἐκέλευσε ζητεῖν τοῦ Θεοῦ· οἶδε γὰρ ταύτην
μητέρα τῆς ἀγάπης ὑπάρχειν. Οὐκ ἔστι γὰρ ἄλλως σωθῆναι, εἰ μὴ διὰ τοῦ
πλησίον, καθὼς ἐνετείλατο· «ἄφετε καὶ ἀφεθήσεται ὑμῖν». Οὗτός ἐστιν ὁ
πνευματικὸς νόμος ὁ ἐν καρδίαις πισταῖς γραφόμενος, τὸ πλήρωμα τοῦ
πρώτου νόμου· «οὐκ ἦλθον» γάρ φησι «καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι».
Πῶς δὲ πληροῦται, μάθε. Ὁ πρῶτος νόμος διὰ τῆς εὐλόγου ἀφορμῆς τοῦ
ἁμαρτήσαντος κατέκρινε περισσοτέρως τὸν ἀδικηθέντα· ἐν ᾧ γὰρ φησὶ
κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· ἐν ᾧ δὲ ἀφίησιν, ἀφεθήσεται
αὐτῷ. Οὕτως γὰρ ὁ νόμος λέγει· «ἀνὰ μέσον κρίσεως κρίσις καὶ ἀνὰ μέσον
ἀφῆς ἀφή». Πλήρωμα οὖν νόμου ἡ ἄφεσις τυγχάνει. Πρῶτον δὲ νόμον
εἰρήκαμεν, οὐχ ὅτι ὁ Θεὸς δύο νόμους παρέθετο τοῖς ἀνθρώποις, ἀλλ' ἕνα·
πνευματικὸν μὲν κατὰ φύσιν, κατὰ δὲ τὴν ἐκδίκησιν δικαίαν ἐπιφέρων
ἑκάστῳ τὴν ψῆφον. Τῷ ἀφιέντι ἀφίησι καὶ τῷ παραζηλοῦντι παραζηλοῖ· φησὶ
γάρ· μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις. Διὰ τοῦτο
οἱ πνευματικῶς αὐτὸν ἐκτελοῦντες καὶ ἀναλόγως τῆς χάριτος μετέχοντες,
οὐ μόνον τοὺς εὐεργετοῦντας, ἀλλὰ καὶ τοὺς ὀνειδίζοντας καὶ διώκοντας
ἠγάπων, τὴν πνευματικὴν ἀγάπην ἀνταπόδοσιν ἐκδεχόμενοι τῶν ἀγαθῶν.
Ἀγαθῶν δὲ λέγω, οὐχ ὅτι τὰ ἀδικήματα συνεχώρησαν, ἀλλ' ὅτι καὶ τὰς ψυχὰς
τῶν ἀδικούντων εὐηργέτησαν· οὕτω γὰρ αὐτοὺς παρετίθεντο τῷ Θεῷ, ὡς δι'
αὐτῶν τοῦ μακαρισμοῦ τυγχάνοντες, καθώς φησι· μακάριοί ἐστε, ὅταν
ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν. Ὑπὸ δὲ τοῦ πνευματικοῦ νόμου οὕτω φρονεῖν
ἐδιδάσκοντο. Ὑπομενόντων γὰρ αὐτῶν καὶ τὴν νοερὰν πραότητα τηρούντων ὁ
Κύριος, βλέπων τὴν ὑπομονὴν τῆς καρδίας πολεμουμένης καὶ τῆς ἀγάπης μὴ
ἐξισταμένης, διέρρησσε τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τελείως τὴν ἔχθραν
ἀπεβάλλοντο καὶ οὐκέτι μετὰ βίας, ἀλλὰ μετὰ βοηθείας εἶχον τὴν ἀγάπην· ὁ
γὰρ Κύριος λοιπὸν κατήργει «τὴν στρεφομένην ῥομφαίαν» τὴν κινοῦσαν τοὺς
λογισμούς, καὶ εἰσήρχοντο «εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου
πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν ὁ Κύριος». Καὶ ἐνετρύφων τοῖς καρποῖς τοῦ
Πνεύματος καὶ τὰ μέλλοντα ἐν βεβαιότητι καρδίας θεασάμενοι, καὶ κατὰ τὸν
ἀπόστολον οὐκέτι «ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι» ἔλεγον, ἃ ὀφθαλμὸς οὐκ
εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα
ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ἐρώτησις: Ἀλλ' ἐγὼ τοῦτο θαυμαστὸν
ἐπερωτήσω. Εἰ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὑμεῖς αὐτὰ πῶς οἴδατε,
μάλιστα ὁμολογήσαντες ἐν ταῖς Πράξεσιν ὁμοιοπαθεῖς ἡμῖν εἶναι ἄνθρωποι;
Ἀπόκρισις: Ἀλλ' ἀκούετε, τί πρὸς ταῦτα ἀποκρίνεται Παῦλος· ἡμῖν δὲ φησὶν
ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ. Τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ,
καὶ τὰ βάθη τοῦ Θεοῦ. Ἀλλ' ἵνα μή τις εἴπῃ ὅτι αὐτοῖς ἐδόθη τὸ πνεῦμα ὡς
Ἀποστόλοις, ἡμῖν δὲ κατὰ φύσιν ἀχώρητον τοῦτο ἀλλαχοῦ ἐπευχόμενος
λέγει· «ἵνα δώῃ ὑμῖν ὁ Θεὸς δύναμιν, κραταιωθῆναι εἰς τὸν ἔσω ἄνθρωπον,
κατοικῆσαι τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν», καὶ πάλιν· «ὁ δὲ Κύριος
τὸ Πνεῦμά ἐστιν· ὅπου δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία», καὶ πάλιν·
εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εὐξώμεθα
τοίνυν καὶ ἡμεῖς ἐν πληροφορίᾳ καὶ αἰσθήσει μεταλαβεῖν τοῦ Ἁγίου
Πνεύματος, καὶ εἰσελθεῖν ὅθεν ἐξεληλύθημεν, καὶ τοῦ λοιποῦ ἀποστραφῆναι
ἀφ' ἡμῶν τὸν θυμοτόκον ὄφιν καὶ κενόδοξον σύμβουλον, τὸ πνεῦμα τῆς
μερίμνης καὶ κραιπάλης, ὅπως βεβαίως πιστεύσαντες τὰς ἐντολὰς τοῦ Κυρίου
φυλάξωμεν καὶ αὐξηθῶμεν ἐν αὐτῷ εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας,
τοῦ μηκέτι κατακυριευθῆναι ὑπὸ τῆς ἀπάτης τοῦ αἰῶνος τούτου, ἀλλ' ἐν
πληροφορίᾳ τοῦ πνεύματος εἶναι καὶ μὴ ἀπιστεῖν, ὅτι καὶ εἰς ἁμαρτωλοὺς
μετανοοῦντας ἡ χάρις τοῦ Θεοῦ εὐδοκεῖ. Τὸ γὰρ κατὰ χάριν δωρούμενον
οὐκέτι ἐν παρεικασμῷ τῆς προλαβούσης ἀσθενείας μετρεῖται, «ἐπεὶ ἡ χάρις
οὐκέτι ἐστὶ χάρις», ἀλλὰ τῷ παντοδυνάμῳ Θεῷ πιστεύσαντες ἁπλῇ καὶ
ἀπεριέργῳ καρδίᾳ προσέλθωμεν τῷ διὰ πίστεως τὴν μετουσίαν τοῦ πνεύματος
χαριζομένῳ, καὶ οὐ διὰ παρεικασμοῦ φύσεως ἔργων· φησὶ γάρ· «οὐκ ἐξ ἔργων
νόμου τὸ πνεῦμα ἐλάβετε, ἀλλὰ δι' ἀκοῆς πίστεως». Ἐρώτησις: Τί ἐστι
«θέλω πέντε λόγους ἐν ἐκκλησίᾳ διὰ τοῦ νοός μου λαλῆσαι»; Ἀπόκρισις:
Ἐκκλησία ἐν δυσὶ προσώποις νοεῖται, τῷ συστήματι τῶν πιστῶν καὶ τῷ
συγκρίματι τῆς ψυχῆς. Ὅταν οὖν πνευματικῶς εἰς τὸν ἄνθρωπον λαμβάνηται,
ἐκκλησία ἐστὶν ὅλον αὐτοῦ τὸ σύγκριμα· πέντε δὲ λόγοι εἰσὶν αἱ
περιεκτικαὶ ἀρεταὶ ὅλον τὸν ἄνθρωπον οἰκοδομοῦσαι, πολυτρόπως
διαιρούμεναι. Ὥσπερ γὰρ ὁ λαλῶν ἐν Κυρίῳ διὰ τῶν πέντε λόγων πᾶσαν
σοφίαν περιέλαβεν, οὕτως ὁ ἀκολουθῶν τῷ Κυρίῳ διὰ τῶν πέντε ἀρετῶν
πολλὴν οἰκοδομεῖ τὴν εὐσέβειαν. Πέντε γὰρ οὖσαι πάσας περιέχουσι· πρώτη
εὐχή, λοιπὸν ἐγκράτεια, ἐλεημοσύνη, πτωχεία, μακροθυμία. Ταῦτα πόθῳ καὶ
προαιρέσει ἐπιτελούμενα λόγοι εἰσὶ ψυχῆς ὑπὸ Κυρίου λαλούμενοι καὶ ὑπὸ
καρδίας ἀκουόμενοι· ὁ γὰρ Κύριος ἐνεργεῖ καὶ τὸ πνεῦμα τότε νοερῶς
λαλεῖ, καὶ ἡ καρδία ὅσον ἐπιποθεῖ τοσοῦτον καὶ φανερῶς ἐπιτελεῖ. Αἱ δὲ
ἀρεταὶ ὅσον εἰσὶ περιεκτικαὶ πασῶν, τοσοῦτον ἀλλήλων γενικαί. Τῆς πρώτης
γὰρ ἀπούσης ἀναιροῦνται πᾶσαι. Ὁμοίως διὰ τῆς δευτέρας αἱ ἀκόλουθοι
ὡσαύτως αἱ καθεξῆς. Πῶς γὰρ εὔξεταί τις μὴ ὑπὸ πνεύματος ἐνεργηθείς; Καὶ
μαρτυρεῖ μοι ἡ γραφὴ λέγουσα· οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ
μὴ ἐν πνεύματι ἁγίῳ. Πῶς δὲ ὑπομείνῃ ὁ χωρὶς εὐχῆς ἐγκρατευόμενος
ἀβοηθήτως; Ὁ δὲ ἐν παντὶ μὴ ἐγκρατευόμενος πῶς ἐλεήσει τὸν πεινῶντα ἢ
ἀδικοῦντα; Ὁ δὲ οὐκ ἐλεῶν οὐδὲ πτωχεύειν ἑκουσίως καταδέχεται. Πάλιν δὲ
τῆς τῶν χρημάτων ἐπιθυμίας ὁ θυμὸς σύντροφος, κἂν ἔχῃ χρήματα κἂν μὴ
ἔχῃ. Ἡ δὲ ἐνάρετος ψυχὴ οὕτως προσοικοδομεῖται τῇ ἐκκλησίᾳ, οὐχ ὅτι
ἐποίησεν, ἀλλ' ὅτι ἐπόθησεν· οὐ γὰρ τὸ ἴδιον ἔργον σῴζει τὸν ἄνθρωπον,
ἀλλ' ὁ χαρισάμενος τὴν δύναμιν. Εἰ οὖν ὑπομένει τις τὰ στίγματα τοῦ
δεσπότου, μὴ οἰηθῇ ἔν τινι, κἂν τὸ τυχὸν πεποίηκεν, ἀλλ' ἢ μόνον τῷ
ἀγαπῆσαι καὶ ἐπιτηδεῦσαι πρὸς τὰς ἐνεργείας. Μὴ οὖν δόξῃς ποτὲ ἐν ἀρετῇ
προειληφέναι τὸν Κύριον κατὰ τὸν λέγοντα ὅτι αὐτός ἐστιν «ὁ ἐνεργῶν ἐν
ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας». Ἐρώτησις: Τί οὖν ἡ
γραφὴ παραγγέλλει τῷ ἀνθρώπῳ ποιεῖν; Ἀπόκρισις: Προείπομεν ὅτι τὴν
ἐπιτήδευσιν ἔχει ὁ ἄνθρωπος κατὰ φύσιν, καὶ ταύτην ὁ Θεὸς ἐπιζητεῖ.
Παραγγέλλει οὖν, ἵνα πρῶτον νοήσῃ καὶ νοήσας ἀγαπήσῃ καὶ θελήματι
ἐπιτηδεύσῃ. Τὸ δὲ ἐνεργηθῆναι τὸν νοῦν ἢ ὑπομεῖναι τὸν κόπον ἢ τελέσαι
τὸ ἔργον ἡ χάρις τοῦ Κυρίου παρέχει τῷ θελήσαντι καὶ πιστεύσαντι. Τὸ οὖν
θέλημα τοῦ ἀνθρώπου ὡς παράστασις ὑποστατική· μὴ παρόντος δὲ τοῦ
θελήματος, οὐδὲ αὐτὸς ὁ Θεός τι ποιεῖ, καίπερ δυνάμενος, διὰ τὸ
αὐτεξούσιον. Ἡ οὖν τελεσιουργία τοῦ Θεοῦ ἐν τῷ θελήματι τοῦ ἀνθρώπου
κεῖται. Πάλιν ἐὰν ὅλον τὸ θέλημα δῶμεν, ὅλον τὸ ἔργον ἡμῖν ἐπιγράφει.
Θαυμαστὸς ὁ Θεὸς ἐν πᾶσι καὶ ἀπερινόητος τὸ σύνολον. Ἄνθρωποι δὲ μέρος
τι τῶν θαυμασίων αὐτοῦ λαλεῖν ἐπιχειροῦμεν, τῇ γραφῇ ἐπερειδόμενοι,
μᾶλλον δὲ ὑπ' αὐτῆς συνετιζόμενοι. Τίς γάρ φησιν ἔγνω νοῦν Κυρίου; Αὐτὸς
δέ φησι· «ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε»,
ὡς ἐκ τούτου πιστεύειν, ὅτι αὐτὸς ἡμᾶς ἐπισυνάγει· ἡμῶν δὲ μόνον
παραζητεῖ τὸ θέλημα. Τίς δὲ ἡ φανέρωσις τοῦ θελήματος, εἰ μὴ πόνος
ἑκούσιος; Ὥσπερ γὰρ σίδηρος πρίζων, ἐκκόπτων, γεωργῶν, καταφυτεύων,
αὐτὸς μὲν ὑποθλιβόμενος ἐνδίδωσι, πλὴν ἄλλος ἐστὶν ὁ κινῶν καὶ ἐπάγων,
καὶ ἐν τῷ συντριβῆναι πυρῶν καὶ ἀνακαινίζων, οὕτως καὶ ὁ ἄνθρωπος κἂν
θλίβηται καὶ κοπιᾷ ἐργαζόμενος τὸ ἀγαθόν· ἀλλ' ὁ Κύριος λανθανόντως ἐν
αὐτῷ ἐργάζεται, καὶ ἐν τῷ κοπιάσαι καὶ συντριβῆναι τὴν καρδίαν παρακαλεῖ
καὶ ἀνακαινίζει, καθὼς καὶ ὁ προφήτης λέγει· «μὴ δοξασθήσεται ἀξίνη
ἄνευ τοῦ κόπτοντος ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος;» οὕτως δέ ἐστι
καὶ εἰς τὸ κακόν. Ὅτε ὁ ἄνθρωπος ὑπακούει καὶ ἑτοιμάζεται, τότε καὶ ὁ
σατανᾶς ἐλαύνει καὶ παροξύνει, ὡς ὁ λῃστὴς τὸ ξίφος. Σιδήρῳ δὲ
παρεικάσαμεν τὴν καρδίαν διὰ τὴν ἀναισθησίαν τῶν πραγμάτων καὶ πολλὴν
σκληρότητα. Οὐκ ἔδει δὲ ἡμᾶς ἀγνοεῖν τὸν κρατοῦντα ὡς ἀναίσθητος
σίδηρος, ἐπεὶ ταχέως ἀπὸ τοῦ γεωργοῦ λόγου εἰς τὸν τοῦ πολέμου λογισμὸν
οὐ μετεπίπτομεν, ἀλλὰ μᾶλλον ὡς ὁ βοῦς καὶ ὁ ὄνος εἰδέναι τὸν ἐλαύνοντα
καὶ ὁδηγοῦντα κατὰ διάνοιαν· φησὶ γάρ· ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος
τὴν φάτνην τοῦ Κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω. Εὐξώμεθα τοίνυν
δέξασθαι γνῶσιν Θεοῦ, καὶ πνευματικῷ παιδευθῆναι νόμῳ εἰς ὑπούργησιν τῶν
ἁγίων αὐτοῦ ἐντολῶν, δοξάζοντες Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα εἰς
τοὺς αἰῶνας. Ἀμήν.
Home
Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
πνευματικά
feature
Ομιλία 37 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
Ομιλία 37 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
Tags
# Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
# πνευματικά
# feature
Share This
feature
Marcadores:
Μακαρίου του Αιγυπτίου 50 Ομιλίες,
πνευματικά,
feature