Ομιλία 24 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες - Point of view

Εν τάχει

Ομιλία 24 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες



Ἐοίκασιν οἱ Χριστιανοὶ ἐμπόροις μέγιστα κέρδη ἐμπορευομένοις. Ὥσπερ γὰρ ἐκεῖνοι ἐκ τῆς γῆς τὰ γήϊνα κέρδη ἐπισυνάγουσιν, οὕτως οὗτοι τῆς ἑαυτῶν καρδίας ἐσκορπισμένους τοὺς λογισμοὺς ἐν τῷ αἰῶνι τούτῳ διὰ πασῶν ἀρετῶν καὶ διὰ τῆς τοῦ πνεύματος δυνάμεως ἐπισυλλέγουσιν ἐκ πάσης τῆς γῆς, ἥτις ἐστὶ μεγίστη καὶ ἀληθινὴ ἐμπορία. Ὁ κόσμος γὰρ οὗτος τῷ κόσμῳ τῷ ἄνω ἐναντιοῦται καὶ ὁ αἰὼν οὗτος τῷ ἄνω αἰῶνι ἀντίκειται. Δεῖ τοίνυν τὸν Χριστιανὸν κατὰ τὰς ἁγίας γραφὰς ἀρνησάμενον τὸν κόσμον μετατεθῆναι καὶ μεταβῆναι τῷ νῷ ἐκ τούτου τοῦ αἰῶνος, ἐν ᾧ ἔγκειται καὶ δελεάζεται ὁ νοῦς ἀπὸ τῆς παραβάσεως Ἀδάμ, εἰς αἰῶνα ἕτερον καὶ τῷ φρονήματι εἰς τὸν ἄνω τῆς θεότητος κόσμον εἶναι, καθὼς εἴρηται· ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Τοῦτο δὲ οὐδαμῶς δύναται κατορθωθῆναι, εἰ μὴ ἡ ψυχὴ πιστεύσει ἐξ ὅλης καρδίας τῷ Κυρίῳ, ἀρνησαμένη τὸν αἰῶνα τοῦτον. Καὶ ἡ δύναμις τοῦ θεϊκοῦ Πνεύματος ἐπισυνάξαι δύναται τὴν ἐσκορπισμένην καρδίαν ἐν ὅλῃ τῇ γῇ εἰς τὴν τοῦ Κυρίου ἀγάπην, καὶ εἰς τὸν αἰώνιον κόσμον τὸ φρόνημα μεταθεῖναι. Ἀπὸ γὰρ τῆς τοῦ Ἀδὰμ παραβάσεως ἐσκορπίσθησαν ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ οἱ λογισμοὶ τῆς ψυχῆς εἰς τὸν αἰῶνα τοῦτον, συμμιγέντες ὑλικοῖς καὶ γηΐνοις λογισμοῖς.
Ἀλλ' ὥσπερ ὁ Ἀδὰμ παραβὰς ζύμην κακίας παθῶν εἰς ἑαυτὸν ὑπεδέξατο, καὶ οὕτως κατὰ μετοχὴν οἱ ἐξ αὐτοῦ γεννηθέντες καὶ πᾶν τὸ γένος Ἀδὰμ ἐκείνης τῆς ζύμης μετέσχε· καὶ λοιπὸν κατὰ προκοπὴν καὶ αὔξησιν εἰς τοσοῦτον ηὔξησεν ἐν τοῖς ἀνθρώποις τὰ πάθη τῆς ἁμαρτίας, ὥστε ἕως πορνειῶν καὶ ἀσελγειῶν καὶ εἰδωλολατριῶν καὶ φόνων καὶ ἑτέρων ἀτοπημάτων χωρῆσαι, ἕως οὗ ἐζυμώθη τῇ κακίᾳ ἡ ἀνθρωπότης· καὶ εἰς τοσοῦτον ηὔξησεν ἐν ἀνθρώποις τὸ κακόν, ὡς νομίζειν μήτε εἶναι Θεόν, ἀλλὰ λίθοις ἀψύχοις προσκυνῆσαι, μήτε κἂν ἕως ἐννοίας Θεὸν λαμβάνειν δύνασθαι (εἰς τοσοῦτον ἐζύμωσεν ἡ τῆς κακίας τῶν παθῶν ζύμη τὸ γένος τοῦ παλαιοῦ Ἀδάμ), τὸν αὐτὸν τρόπον εὐδόκησεν ὁ Κύριος ἐν τῇ ἐπιδημίᾳ αὐτοῦ παθεῖν ὑπὲρ πάντων καὶ ἀγοράσαι αὐτοὺς τῷ ἰδίῳ αἵματι καὶ ζύμην ἐπουράνιον ἀγαθότητος ἐνθεῖναι ταῖς πισταῖς ψυχαῖς ταπεινωθείσαις ὑπὸ τὴν ἁμαρτίαν, καὶ οὕτω λοιπὸν κατὰ προκοπὴν καὶ αὔξησιν πᾶσαν δικαιοσύνην ἐντολῶν καὶ πάσας ἀρετὰς ἐν αὐτοῖς ἐπιτελέσαι, ἕως οὗ ζυμωθῶσιν εἰς ἓν ἐν τῷ ἀγαθῷ καὶ γένωνται μετὰ τοῦ Κυρίου εἰς ἓν πνεῦμα κατὰ τὸ λόγιον Παύλου, κακίας καὶ πονηρίας μηδὲ μέχρις ἐννοίας ἐλθεῖν δυναμένης ἐν τῇ ἐζυμωμένῃ ψυχῇ ὅλῃ ἐξ ὅλου τῷ θείῳ πνεύματι, καθὼς εἴρηται· «ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν» καὶ τὰ ἀκόλουθα.
Ἄνευ δὲ τοῦ προζυμίου τοῦ ἐπουρανίου, ὅπερ ἐστὶν ἡ τοῦ θείου Πνεύματος δύναμις, ζυμωθῆναι ἐν τῇ χρηστότητι τοῦ Κυρίου καὶ καταντῆσαι ψυχὴν εἰς ζωὴν ἀδύνατον, ὥσπερ οὐδὲ τὸ γένος τοῦ Ἀδὰμ εἰς τοσαύτην κακίαν καὶ πονηρίαν ἐκτραπῆναι ἠδύνατο, εἰ μὴ τὸ τῆς κακίας προζύμιον, ὅπερ ἐστὶν ἡ ἁμαρτία, ὑπεισῆλθεν αὐτῷ, λογική τις οὖσα καὶ νοερὰ δύναμις τοῦ σατᾶν. Ὥσπερ γὰρ ἐάν τις ἄλευρα φυράσῃ, μὴ βάλῃ δὲ προζύμιον, ὅσον ἂν δοκῇ ἐπιμελεῖσθαι καὶ μεταβάλλειν καὶ κατεργάζεσθαι, ἄζυμόν ἐστι τὸ φύραμα καὶ ἀνεπιτήδειον εἰς βρῶσιν· ἐπὰν δὲ βληθῇ ἡ ζύμη, ἕλκει πρὸς ἑαυτὴν ὅλον τὸ τοῦ ἀλεύρου φύραμα καὶ ἀπεργάζεται ὅλον ζύμην, καθάπερ καὶ ὁ Κύριος παρείκασε τὴν βασιλείαν εἰπών· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον· ἢ ὥσπερ ἐὰν ᾖ κρέα, καὶ πᾶσαν μὲν αὐτῶν ἐπιμέλειαν ποιήσηταί τις, μὴ ἁλίσῃ δὲ ἅλας τὸ τῶν σκωλήκων ἀναιρετικὸν καὶ δυσωδίας ἀφανιστικόν, ὄζει καὶ σέσηπται τὰ κρέα καὶ ἀχρήσιμα γεγένηται τοῖς ἀνθρώποις, τὸν αὐτὸν τρόπον ὑπόθου μοι πᾶσαν τὴν ἀνθρωπότητα κρέας εἶναι καὶ ἄζυμα, τὸ δὲ ἅλας καὶ τὸ προζύμιον ἐξ ἑτέρου αἰῶνος νόει τὴν θείαν φύσιν τοῦ Ἁγίου Πνεύματος. Ἐὰν οὖν μὴ μιγῇ καὶ βληθῇ εἰς τὴν ταπεινωθεῖσαν φύσιν τῶν ἀνθρώπων ἐξ ἐκείνου τοῦ αἰῶνος καὶ ἐξ ἐκείνης τῆς πατρίδος ἡ ἐπουράνιος τοῦ πνεύματος ζύμη καὶ τὸ ἀγαθὸν τῆς θεότητος ἅγιον ἅλας, οὐ μὴ μεταλλαγῇ ἡ ψυχὴ ἀπὸ τῆς δυσωδίας τῆς κακίας οὐδ' οὐ μὴ ζυμωθῇ ἀπὸ τῆς βαρύτητος καὶ ἀζυμότητος τῆς πονηρίας.
Ὅσα γὰρ ἀφ' ἑαυτῆς ἡ ψυχὴ δοκεῖ ποιεῖν καὶ ἐπιμελεῖσθαι καὶ ἐπιτηδεύειν, τῇ ἰδίᾳ δυνάμει μόνον ἐπερειδομένη καὶ οἰομένη δύνασθαι τελείαν τὴν κατόρθωσιν δι' ἑαυτῆς ἄνευ τῆς συνεργίας τοῦ πνεύματος κατεργάσασθαι, πολὺ πλανᾶται. Οὐ χρησιμεύει γὰρ εἰς τοὺς οὐρανίους τόπους, οὐ χρησιμεύει τῇ βασιλείᾳ ἡ ἀφ' ἑαυτῆς καὶ δι' ἑαυτῆς μόνον ἄνευ τοῦ πνεύματος οἰομένη τὴν τελείαν καθαρότητα κατορθῶσαι. Ἐὰν γὰρ μὴ προσέλθῃ τῷ Θεῷ ὁ ὑπὸ τῶν παθῶν ἐνεργούμενος ἄνθρωπος, ἀρνησάμενος τὸν κόσμον, καὶ πιστεύσῃ ἐν ἐλπίδι καὶ ὑπομονῇ δέξασθαι ξένον τι τῆς ἰδίας φύσεως ἀγαθόν, ὅπερ ἐστὶν ἡ δύναμις τοῦ Ἁγίου Πνεύματος, καὶ ἐνστάξῃ τῇ ψυχῇ ἄνωθεν ὁ Κύριος ζωὴν θεότητος, οὐ μὴ αἴσθηται ζωῆς ἀληθινῆς ὁ τοιοῦτος οὐδ' οὐ μὴ ἀνανήψῃ ἐκ τῆς μέθης τῆς ὕλης οὐδ' οὐ μὴ αὐγάσῃ ὁ φωτισμὸς τοῦ πνεύματος ἐν τῇ ἐσκοτισμένῃ ψυχῇ καὶ λάμψῃ ἐν αὐτῇ ἡμέραν ἁγίαν καὶ ἐκ τοῦ βαθυτάτου ὕπνου τῆς ἀγνοίας ἐξυπνισθῇ καὶ οὕτως ἐξ ἀληθείας ἐπιγνῷ Θεὸν διὰ δυνάμεως Θεοῦ καὶ ἐνεργείας χάριτος. Ἐὰν γὰρ μὴ οὕτως καταξιωθῇ ὁ ἄνθρωπος διὰ τῆς πίστεως τοῦ λαβεῖν χάριν, ἀνεπιτήδειός ἐστι καὶ ἀνεύθετος τῇ βασιλείᾳ. Καὶ πάλιν δεξάμενος τὴν χάριν τοῦ πνεύματος, ἐν μηδενὶ παρατρεπόμενος καὶ τὴν χάριν μὴ ἐνυβρίζων δι' ἀμελείας καὶ κακοπραγίας καὶ οὕτως ἐπὶ χρόνοις ἀγωνισάμενος μὴ λυπήσει τὸ πνεῦμα, δυνήσεται τῆς αἰωνίου ζωῆς ἐπιτυχεῖν.
Ὥσπερ γάρ τις αἰσθάνεται τῶν ἐνεργειῶν τῆς κακίας ἐκ τῶν παθῶν (θυμοῦ λέγω καὶ ἐπιθυμίας καὶ φθόνου καὶ βάρους καὶ πονηρῶν λογισμῶν καὶ τῶν λοιπῶν ἀτοπημάτων), οὕτως αἰσθάνεσθαι ὀφείλει τῆς χάριτος καὶ δυνάμεως τοῦ Θεοῦ ἐν ταῖς ἀρεταῖς (ἀγάπῃ λέγω καὶ χρηστότητι καὶ ἀγαθότητι καὶ χαρᾷ καὶ ἐλαφρότητι καὶ ἀγαλλιάσει θείᾳ), ἵνα ἐξομοιωθῆναι δυνηθῇ καὶ συγκερασθῆναι τῇ ἀγαθῇ καὶ θείᾳ φύσει καὶ τῇ χρηστῇ καὶ ἁγίᾳ τῆς χάριτος ἐνεργείᾳ. Κατὰ προκοπὴν δὲ καὶ αὔξησιν δοκιμαζομένη χρόνοις καὶ καιροῖς ἡ προαίρεσις, εἰ συνενοῦται πάντοτε τῇ χάριτι καὶ εὐάρεστος εὑρίσκεται, γίνεται ὅλη ἐξ ὅλου κατὰ προκοπὴν ἐν πνεύματι, καὶ οὕτω λοιπὸν ἁγία καὶ καθαρὰ διὰ τοῦ πνεύματος ἐξεργασθεῖσα τῆς βασιλείας ἀξία καθίσταται. Δόξα καὶ προσκύνησις τῷ ἀχράντῳ Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
via

Pages