Οὔπω ἐρραντίσθη ἡμῶν ἡ καρδία τῷ αἵματι τοῦ Θεοῦ, ἔτι γὰρ τὸ «πέταυρον τοῦ ᾅδου» καὶ τὸ ἄγκιστρον τῆς κακίας ἐμπέπηκται αὐτῇ.
Οὔπω ἀπειλήφαμεν τὴν ἀγαλλίασιν τοῦ σωτηρίου τοῦ Χριστοῦ, ἔτι γὰρ τὸ κέντρον τοῦ θανάτου ἐγκατερρίζωται ἡμῖν.
Οὔπω ἐνεδυσάμεθα «τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα ἐν ὁσιότητι», ἐπειδὴ οὔπω ἀπεδυσάμεθα τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης.
Οὔπω φορέσαντες τὴν εἰκόνα τοῦ ἐπουρανίου, «σύμμορφοι τῆς δόξης αὐτοῦ» γεγόναμεν.
Οὔπω προσεκυνήσαμεν ἐν πνεύματι καὶ ἀληθείᾳ Θεῷ διὰ τὸ βασιλεύειν «τὴν ἁμαρτίαν ἐν τῷ θνητῷ ἡμῶν σώματι».
Οὔπω ἐθεασάμεθα τὴν δόξαν τοῦ ἀφθάρτου, ἔτι γὰρ ὑπὸ τῆς σκοτομήνης ἐνεργούμεθα.
Οὔπω ἐνεδυσάμεθα τὰ ὅπλα τοῦ φωτός, ἐπειδὴ οὔπω ἀπεδυσάμεθα τὰ τοῦ σκότους ὅπλα τε καὶ βέλη καὶ ἔργα.
Οὔπω μετεμορφώθημεν τῇ ἀνακαινίσει τοῦ νοός, ἔτι γὰρ συσχηματιζόμεθα τῷ αἰῶνι τούτῳ ἐν τῇ «τοῦ νοὸς ματαιότητι».
Οὔπω Χριστῷ συνεδοξάσθημεν διὰ τὸ μὴ συμπαθεῖν ἡμᾶς αὐτῷ.
Οὔπω τὰ στίγματα αὐτοῦ ἐν τῷ σώματι ἡμῶν φέρομεν γενόμενοι ἐν τῷ μυστηρίῳ τοῦ σταυροῦ τοῦ Χριστοῦ· ἔτι γὰρ ἐν τοῖς σαρκικοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις ἐσμέν.
Οὔπω «κληρονόμοι Θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ» γεγόναμεν· ἔτι γὰρ πνεῦμα δουλείας ἡμῖν ἐνυπάρχει καὶ οὐχ υἱοθεσίας.
Οὔπω γεγόναμεν ναὸς Θεοῦ καὶ οἰκητήριον πνεύματος ἁγίου· ἔτι γάρ ἐσμεν ναὸς εἰδώλων καὶ δοχεῖον πνευμάτων πονηρίας διὰ τὴν ἐπὶ τὰ πάθη ὁρμήν.
Ὄντως γὰρ οὔπω τοῦ τρόπου τὸ ἀκέραιον καὶ τὴν τῆς διανοίας λαμπρότητα ἐκτησάμεθα.
Οὔπω κατηξιώθημεν τοῦ ἀδόλου καὶ λογικοῦ γάλακτος καὶ τῆς νοητῆς αὐξήσεως.
Οὔπω ἡμῖν «ἡμέρα διηύγασεν οὔτε ἑωσφόρος ἐν ταῖς καρδίαις ἡμῶν ἀνέτειλεν».
Οὔπω συνεκράθημεν τῷ ἡλίῳ τῆς δικαιοσύνης οὔτε ταῖς αὐγαῖς αὐτοῦ συνηστράψαμεν.
Οὔπω ἀπειλήφαμεν τὴν τοῦ Κυρίου ὁμοίωσιν οὔτε γεγόναμεν τῆς «θείας φύσεως κοινωνοί».
Οὔπω γεγόναμεν ἄδολος πορφύρα βασιλικὴ οὔτε ἀνόθευτος εἰκὼν θεϊκή.
Οὔπω ἐτρώθημεν τῷ θείῳ ἔρωτι οὔτε ἐπλήγημεν ὑπὸ τῆς πνευματικῆς ἀγάπης τοῦ νυμφίου.
Οὔπω τὴν ἄφραστον κοινωνίαν ἐγνωρίσαμεν οὔτε τὴν ἐν ἁγιασμῷ δύναμιν καὶ εἰρήνην ἐπέγνωμεν.
Καὶ ἵνα συνελὼν πάντα εἴπω, οὔπω ἐσμὲν γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἐπειδὴ ἔτι ἐσμὲν ὄφεις, γεννήματα ἐχιδνῶν.
Πῶς δὲ ἐκβοήσας δακρύσω πρὸς τὸν δυνάμενον ἐξελάσαι τὴν ἐν ἐμοὶ αὐλιζομένην πλάνην, ἀγνοῶ.
Πῶς δὲ ᾄσω τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
Πῶς θρηνήσω τὴν Ἱερουσαλήμ;
Πῶς ἀποφύγω τὴν μοχθηρὰν δουλείαν τοῦ Φαραώ;
Πῶς καταλίπω τὴν αἰσχρὰν παροικίαν;
Πῶς ἀρνήσομαι τὴν πικρὰν τυραννίδα;
Πῶς ἐξέλθω ἐκ γῆς Αἰγύπτου;
Πῶς περάσω τὴν ἐρυθρὰν θάλασσαν;
Πῶς παρέλθω τὴν μεγάλην ἔρημον;
Πῶς μὴ ἀπόλωμαι δηχθεὶς ὑπὸ τῶν ὄφεων;
Πῶς νικήσω τοὺς ἀλλοφύλους;
Πῶς ἐξολοθρεύσω τὰ ἐν ἐμοὶ ἔθνη;
Πῶς δέξομαι ἐν ταῖς ἐμαῖς πλαξὶ τὰ λόγια τοῦ θείου νόμου;
Πῶς ὄψομαι τὸν ἀληθινὸν στῦλον τοῦ φωτὸς καὶ τῆς ἐκ τοῦ ἁγίου πνεύματος νεφέλης;
Πῶς ἀπολαύσω τοῦ μάννα τῆς ἀϊδίου τρυφῆς;
Πῶς πίω τὸ ἐκ τῆς ζωοποιοῦ πέτρας ὕδωρ;
Πῶς παρέλθω τὸν Ἰορδάνην εἰσελθὼν εἰς τὴν ἀγαθὴν γῆν τῆς ἐπαγγελίας;
Πῶς ἴδω τὸν ἀρχιστράτηγον Κυρίου, ὃν ἰδὼν Ἰησοῦς ὁ τοῦ Ναυῆ πεσὼν παραχρῆμα προσεκύνησεν;
Ἐὰν γὰρ μὴ διὰ τούτων πάντων γενόμενος ἐξολοθρεύσω τὰ ἐν ἐμοὶ ἔθνη, οὐ μὴ εἰσελθὼν καταπαύσω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ οὐδὲ μὴ μέτοχος γένωμαι τῆς βασιλέως δόξης.
Σπούδασον ἀπογραφῆναι ἐν τῇ ἐν οὐρανοῖς ἐκκλησίᾳ μετὰ τῶν πρωτοτόκων, ὅπως εὑρεθῇς ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Ὑψίστου.
Σπούδασον εἰσελθεῖν εἰς τὴν ἁγίαν πόλιν, τὴν εἰρηνευομένην Ἱερουσαλὴμ καὶ ἀνωτάτην, ἔνθα καὶ ὁ παράδεισος.
Τούτων γὰρ τῶν θαυμαστῶν καὶ μακαρίων παραδειγμάτων οὐχ ἑτέρως πως καταξιωθήσῃ, εἰ μὴ καταφέρεις δάκρυα ἡμέρας καὶ νυκτὸς κατὰ τὸν λέγοντα· λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Οὐ γὰρ ἀγνοεῖς ὅτι οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι; Διό φησιν ὁ προφήτης μετὰ παρρησίας· τῶν δακρύων μου μὴ παρασιωπήσῃς, καὶ πάλιν· «ἔθου τὰ δάκρυά μου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου» καί· «ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός», καὶ ἐν ἑτέρῳ ψαλμῷ· τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Τὸ γὰρ ὄντως «ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας» προχεόμενον δάκρυον ἐν γνώσει ἀληθείας μετὰ καὶ πυρώσεως σπλάγχνων βρῶσίς ἐστι ψυχῆς χορηγουμένη ἐκ τοῦ ἐπουρανίου ἄρτου, οὗ προηγουμένως μετέσχε Μαρία καθεσθεῖσα πρὸς τοῖς ποσὶ τοῦ Κυρίου καὶ δακρύουσα κατὰ τὴν μαρτυρίαν αὐτοῦ τοῦ σωτῆρος· φησὶ γάρ· Μαρία τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς.
Ὤ τῶν πολυτίμων ἐκείνων μαργαριτῶν ἐν τῇ ἐπιρροῇ τῶν μακαρίων δακρύων.
Ὤ τῆς εὐθείας ἐκείνης καὶ εὐπειθοῦς ἀκοῆς.
Ὤ τῆς ἀνδρείας καὶ σοφῆς διανοίας.
Ὤ ὀξύτης Πνεύματος Κυρίου, ἔρωτος σφοδρῶς πρὸς τὸν ἄχραντον νυμφίον ἐπαγομένου.
Ὤ κέντρον πόθου ψυχῆς πρὸς τὸν Θεὸν λόγον.
Ὤ σύντομος κοινωνία νύμφης πρὸς τὸν οὐράνιον νυμφίον.
Τοῦτο τὸ πῦρ διὰ τῆς φωνῆς Παῦλον περιλάμψαν, τὴν μὲν διάνοιαν αὐτοῦ ἐφώτισε, τὴν δὲ αἴσθησιν τῆς ὄψεως αὐτοῦ ἠμαύρωσεν· οὐ γὰρ χωρὶς σαρκὸς εἶδεν ἐκείνου τοῦ φωτὸς τὴν δύναμιν.
Τοῦτο τὸ πῦρ ὤφθη Μωϋσῇ ἐν τῇ βάτῳ.
Τοῦτο τὸ πῦρ ἐν εἴδει ὀχήματος Ἠλίαν ἐκ τῆς γῆς ἥρπασε.
Τούτου τοῦ πυρὸς τὴν ἐνέργειαν ζητῶν ὁ μακάριος ∆αβὶδ ἔλεγε· δοκίμασόν με, κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.
Τοῦτο τὸ πῦρ τὴν καρδίαν Κλεόπα καὶ τῶν σὺν αὐτῷ ἐθέρμανε, λαλοῦντος τοῦ σωτῆρος μετὰ τὴν ἀνάστασιν, ὅθεν καὶ οἱ ἄγγελοι καὶ τὰ λειτουργικὰ πνεύματα τούτου τοῦ πυρὸς τῆς λαμπρότητος μετέχουσι κατὰ τὸ εἰρημένον· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.
Τοῦτο τὸ πῦρ τὴν ἐν τῷ ἔνδον ὀφθαλμῷ δοκὸν κατακαῖον καθαρὸν τὸν νοῦν ἀποκαθίστησιν, ἵνα ἀπολαβὼν τὸ κατὰ φύσιν διορατικὸν ὁρᾷ εἰς τὸ διηνεκὲς τὰ τοῦ Θεοῦ θαυμάσια κατὰ τὸν λέγοντα· «ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου».
Τοῦτο τοιγαροῦν τὸ πῦρ δαιμόνων ἐστὶ φυγαδευτήριον καὶ ἁμαρτίας ἀναιρετικόν, ἀναστάσεως δὲ δύναμις καὶ ἀθανασίας ἐνέργεια, ψυχῶν ἁγίων φωτισμὸς καὶ λογικῶν δυνάμεων σύστασις.
Τοῦτο τὸ πῦρ εὐξώμεθα καὶ εἰς ἡμᾶς φθάσαι, ἵνα πάντοτε ἐν φωτὶ περιπατοῦντες μηδέποτε κἂν πρὸς βραχὺ προσκόψωμεν πρὸς λίθον τοὺς πόδας ἡμῶν, ἀλλ' «ὡς φωστῆρες ἐν κόσμῳ φαινόμενοι λόγον ζωῆς ἐπέχωμεν» ἀϊδίου, ἵνα ἀπολαύοντες ἐν τοῖς ἀγαθοῖς τοῦ Θεοῦ σὺν τῷ Κυρίῳ ἀναπαυσώμεθα ἐν ζωῇ, δοξάζοντες πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, ὧν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.