Η ΠΑΝΤΩΝ αἰτία καὶ ἀποπληρωτικὴ τοῦ υἱοῦ θεότης ἡ τὰ μέρη τῇ ὁλότητι σύμφωνα διασώζουσα καὶ οὔτε μέρος οὔτε ὅλον οὖσα καὶ ὅλον καὶ μέρος͵ ὡς πᾶν καὶ μέρος καὶ ὅλον ἐν ἑαυτῇ συνειληφυῖα καὶ ὑπερέχουσα καὶ προέχουσα͵ τελεία μέν ἐστιν ἐν τοῖς ἀτελέσιν ὡς τελετάρχις͵ ἀτελὴς δὲ ἐν τοῖς τελείοις ὡς ὑπερτελὴς καὶ προτέλειος͵ εἶδος εἰδοποιὸν ἐν τοῖς ἀνειδέοις ὡς εἰδεάρχις͵ ἀνείδεος ἐν τοῖς εἴδεσιν ὡς ὑπὲρ εἶδος͵ οὐσία ταῖς ὅλαις οὐσίαις ἀχράντως ἐπιβατεύουσα καὶ ὑπερουσίως ἁπάσης οὐσίας ἐξῃρημένη͵ τὰς ὅλας ἀρχὰς καὶ τάξεις ἀφορίζουσα καὶ πάσης ἀρχῆς καὶ τάξεως ὑπεριδρυμένη. Καὶ μέτρον ἐστὶ τῶν ὄντων καὶ αἰὼν καὶ ὑπὲρ αἰῶνα καὶ πρὸ αἰῶνος͵ πλήρης ἐν τοῖς ἐνδεέσιν͵ ὑπερπλήρης ἐν τοῖς πλήρεσιν͵ ἄῤῥητος͵ ἄφθεγκτος͵ ὑπὲρ νοῦν͵ ὑπὲρ ζωήν͵ ὑπὲρ οὐσίαν. Ὑπερφυῶς ἔχει τὸ ὑπερφυές͵ ὑπερουσίως τὸ ὑπερούσιον. Ὅθεν ἐπειδὴ καὶ ἕως φύσεως ὑπὲρ φιλανθρωπίας ἐλήλυθε καὶ ἀληθῶς οὐσιώθη καὶ ἀνὴρ ὁ ὑπέρθεος ἐχρημάτισεν͵ ἵλεω δὲ εἴη πρὸς ἡμῶν τὰ ὑπὲρ νοῦν καὶ λόγον ὑμνούμενα͵ κἀν τούτοις ἔχει τὸ ὑπερφυὲς καὶ ὑπερούσιον͵ οὐ μόνον ᾗ ἀναλλοιώτως ἡμῖν καὶ ἀσυγχύτως κεκοινώνηκε μηδὲν πεπονθὼς εἰς τὸ ὑπερπλῆρες αὐτοῦ πρὸς τῆς ἀφθέγκτου κενώσεως͵ ἀλλ΄ ὅτι καὶ τὸ πάντων καινῶν καινότατον ἐν τοῖς φυσικοῖς ἡμῶν ὑπερφυὴς ἦν ἐν τοῖς κατ΄ οὐσίαν ὑπερούσιος πάντα τὰ ἡμῶν ἐξ ἡμῶν ὑπὲρ ἡμᾶς ὑπερέχων.
ΔΙΑΚΡΙΣΙΝ θείαν εἶναι φαμέν͵ ὡς εἴρηται͵ τὰς ἀγαθοπρεπεῖς τῆς θεαρχίας προόδους. Δωρουμένη γὰρ πᾶσι τοῖς οὖσι καὶ ὑπερχέουσα τὰς τῶν ὅλων ἀγαθῶν μετουσίας ἡνωμένως μὲν διακρίνεται͵ πληθύεται δὲ ἑνικῶς καὶ πολλαπλασιάζεται ἐκ τοῦ ἑνὸς ἀνεκφοιτήτως. Οἷον ἐπειδὴ ὤν ἐστιν ὁ θεὸς ὑπερουσίως͵ δωρεῖται δὲ τὸ εἶναι τοῖς οὖσι καὶ παράγει τὰς ὅλας οὐσίας͵ πολλαπλασιάζεσθαι λέγεται τὸ ἓν ὂν ἐκεῖνο τῇ ἐξ αὑτοῦ παραγωγῇ τῶν πολλῶν ὄντων μένοντος οὐδὲν ἧττον ἐκείνου καὶ ἑνὸς ἐν τῷ πληθυσμῷ καὶ ἡνωμένου κατὰ τὴν πρόοδον καὶ πλήρους ἐν τῇ διακρίσει τῷ πάντων εἶναι τῶν ὄντων ὑπερουσίως ἐξῃρημένον καὶ τῇ ἑνιαίᾳ τῶν ὅλων προαγωγῇ καὶ τῇ ἀνελαττώτῳ χύσει τῶν ἀμειώτων αὑτοῦ μεταδόσεων. Ἀλλὰ καὶ ἓν ὢν καὶ παντὶ μέρει καὶ ὅλῳ καὶ ἑνὶ καὶ πλήθει τοῦ ἑνὸς μεταδιδοὺς ἕν ἐστιν ὡσαύτως ὑπερουσίως οὔτε μέρος ὂν τοῦ πλήθους οὔτε ἐκ μερῶν ὅλον. Καὶ οὕτως οὔτε ἕν ἐστιν οὔτε ἑνὸς μετέχει. Πόῤῥω δὲ τούτων ἕν ἐστιν ὑπὲρ τὸ ἕν͵ τοῖς οὖσιν ἓν καὶ πλῆθος ἀμερές͵ ἀπλήρωτον ὑπερπλῆρες͵ πᾶν ἓν καὶ πλῆθος παράγον καὶ τελειοῦν καὶ συνέχον. Πάλιν τῇ ἐξ αὐτοῦ θεώσει τῷ κατὰ δύναμιν ἑκάστου θεοειδεῖ θεῶν πολλῶν γιγνομένων δοκεῖ μὲν εἶναι καὶ λέγεται τοῦ ἑνὸς θεοῦ διάκρισις καὶ πολλαπλασιασμός͵ ἔστι δὲ οὐδὲν ἧττον ὁ ἀρχίθεος καὶ ὑπέρθεος ὑπερουσίως εἷς θεός͵ ἀμέριστος ἐν τοῖς μεριστοῖς͵ ἡνωμένος ἑαυτῷ καὶ τοῖς πολλοῖς ἀμιγὴς καὶ ἀπλήθυντος.
ΦΩΣ νοητὸν ὁ ἀγαθὸς λέγεται διὰ τὸ πάντα μὲν ὑπερουράνιον νοῦν ἐμπιμπλάναι νοητοῦ φωτός͵ πᾶσαν δὲ ἄγνοιαν καὶ πλάνην ἐλαύνειν ἐκ πασῶν͵ αἷς ἂν ἐγγένηται ψυχαῖς͵ καὶ πάσαις αὐταῖς φωτὸς ἱεροῦ μεταδιδόναι καὶ τοὺς νοεροὺς αὐτῶν ὀφθαλμοὺς ἀποκαθαίρειν τῆς περικειμένης αὐταῖς ἐκ τῆς ἀγνοίας ἀχλύος καὶ ἀνακινεῖν καὶ ἀναπτύσσειν τῷ πολλῷ βάρει τοῦ σκότους συμμεμυκότας καὶ μεταδιδόναι πρῶτα μὲν αἴγλης μετρίας͵ εἶτα ἐκείνων ὥσπερ ἀπογευομένων φωτὸς καὶ μᾶλλον ἐφιεμένων μᾶλλον ἑαυτὴν ἐνδιδόναι καὶ περισσῶς ἐπιλάμπειν͵ ὅτι ἠγάπησαν πολύ͵ καὶ ἀεὶ ἀνατείνειν αὐτὰς ἐπὶ τὰ πρόσω κατὰ τὴν σφῶν εἰς ἀνάνευσιν ἀναλογίαν.
ΣΜΙΚΡΟΝ δὲ ἤτοι λεπτὸν ἐπ΄ αὐτοῦ λέγεται τὸ παντὸς ὄγκου καὶ διαστήματος ἐκβεβηκὸς καὶ τὸ διὰ πάντων ἀκωλύτως χωροῦν. Καίτοι καὶ πάντων αἴτιόν ἐστι τὸ σμικρόν͵ οὐδαμοῦ γὰρ εὑρήσεις τὴν τοῦ σμικροῦ ἰδέαν ἀμέθεκτον. Οὕτως οὖν ἐπὶ θεοῦ τὸ σμικρὸν ἐκληπτέον ὡς ἐπὶ πάντα καὶ διὰ πάντων ἀνεμποδίστως χωροῦν καὶ ἐνεργοῦν καὶ διϊκνούμενον ἄχρι μερισμοῦ ψυχῆς καὶ σώματος͵ ἁρμῶν τε καὶ μυελῶν καὶ ἐννοιῶν καρδίας͵ μᾶλλον δὲ τῶν ὄντων ἁπάντων. Οὐ γάρ ἐστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Τοῦτο τὸ σμικρὸν ἄποσόν ἐστι καὶ ἀπήλικον͵ ἀκρατές͵ ἄπειρον͵ ἀόριστον͵ περιληπτικὸν πάντων͵ αὐτὸ δὲ ἀπερίληπτον.Τὸ δὲ ταὐτὸν ὑπερουσίως ἀΐδιον͵ ἄτρεπτον͵ ἐφ΄ ἑαυτοῦ μένον͵ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον͵ πᾶσιν ὡσαύτως παρὸν καὶ αὐτὸ καθ΄ ἑαυτὸ ἐφ΄ ἑαυτοῦ σταθερῶς καὶ ἀχράντως ἐν τοῖς καλλίστοις πέρασι τῆς ὑπερουσίου ταὐτότητος ἱδρυμένον͵ ἀμετάβλητον͵ ἀμετάπτωτον͵ ἀῤῥεπές͵ ἀναλλοίωτον͵ ἀμιγές͵ ἄϋλον͵ ἁπλούστατον͵ ἀπροσδεές͵ ἀναυξές͵ ἀμείωτον͵ ἀγένητον͵ οὐχ ὡς μήπω γενόμενον ἢ ἀτελείωτον ἢ ὑπὸ τοῦδε ἢ τόδε μὴ γενόμενον͵ οὐδ΄ ὡς μηδαμῆ μηδαμῶς ὄν͵ ἀλλ΄ ὡς ὑπὲρ πᾶν ἀγένητον καὶ ἀπολύτως ἀγένητον καὶ ἀεὶ ὂν καὶ αὐτοτελὲς ὂν καὶ ταὐτὸν ὂν καθ΄ ἑαυτὸ καὶ ὑφ΄ ἑαυτοῦ μονοειδῶς καὶ ταὐτοειδῶς ἀφοριζόμενον καὶ τὸ ταὐτὸν ἐξ ἑαυτοῦ πᾶσι τοῖς μετέχειν ἐπιτηδείοις ἐπιλάμπον καὶ τὰ ἕτερα τοῖς ἑτέροις συντάττον͵ περιουσία καὶ αἰτία ταὐτότητος ἐν ἑαυτῷ καὶ τὰ ἐναντία ταὐτῶς προέχον κατὰ τὴν μίαν καὶ ἑνικὴν τῆς ὅλης ταὐτότητος ὑπερέχουσαν αἰτίαν.