Ἐν ἀρχῇ ἦν ὁ Λόγος



ΕΝ ΑΡΧΗ ἦν ὁ Λόγος καί ὁ Λόγος ἦν πρός τόν Θεόν καί Θεός ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρός τόν Θεόν. Πάντα δι᾿ αὐτοῦ ἐγένετο. Ἐν αὐτῷ ζωή ἦν καί ἡ ζωή ἦν τό φῶς τῶν ἀνθρώπων· καί τό φῶς ἐν τῇ σκοτίᾳ φαίνει καί ἡ σκοτία αὐτό οὐ κατέλαβεν». Ταῦτα τοίνυν εἰπών, τήν ἀδιαίρετον Τριάδα ἐδήλωσε, Θεόν τόν Πατέρα λέγων, Λόγον τόν Υἱόν, ζωήν τό Πνεῦμα τό Ἅγιον, ὅπερ καί ἕν φῶς τά τρία ἐστίν ἐν τῇ σκοτίᾳ φαῖνον. Ἐν ποίᾳ ἄρα σκοτία; Ἐν τῇ τῶν ὁρωμένων κτίσει, πάντως φησίν· ὁ γάρ Θεός παντί καί πανταχοῦ πάρεστι, φῶς ὤν καί φαίνων· καί ἡ σκοτία αὐτόν οὐ κατέλαβεν, ἀντί τοῦ· μολυσμός αὐτῷ ἁμαρτίας ὅλως οὐ προσήγγισεν, οὐδέ ἡ κτίσις αὐτόν φαίνειν παρενεπόδισεν, οὐδέ ἔγνω, οὐδέ εὗρεν, οὐδ᾿ ἡνώθη, οὐδέ αὐτόν ἑώρακεν. Διό τό αὐτό νόημα δευτερῶν, ἵνα σαφές αὐτό ἀπεργάσηται, ἐπήγαγε καί φησιν· «Ἦν τό φῶς τό ἀληθινόν ὅ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τόν κόσμον· ἐν τῷ κόσμῳ ἦν καί ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο καί ὁ κόσμος αὐτόν οὐκ ἔγνω». Ἀπ᾿ ἀρχῆς ἦν ὁ Θεός πανταχοῦ, φησίν, ὁ ζωογονῶν πάντα ἄνθρωπον ἐρχόμενον εἰς τόν κόσμον, καί πρό τοῦ ποιῆσαι τόν κόσμον ἐν τῷ κόσμῳ ἦν. Πῶς; Ὅτι προϋφέστηκε παρ᾿ αὐτῷ καί ἐν αὐτῷ τά πάντα· οἱ γάρ μήπω γεννηθέντες, οὐχ ὡς μή ὄντες, ἀλλ᾿ ὡς ἤδη γεγονότες, παρά τῷ Θεῷ εἰσιν. Εἶτα ποιήσας τόν κόσμον, οὐ τόπῳ, φησί, διέστη τοῦ κόσμου, ἀλλ᾿ ἐν αὐτῷ ἦν καί ὁ κόσμος αὐτόν οὐκ ἔγνω.
Πῶς οὖν πρό τοῦ ποιῆσαι τόν κόσμον πανταχοῦ ἦν καί, τόν κόσμον ποιήσας, ἐν τῷ κόσμῳ ἦν φαίνων καί ὁ κόσμος αὐτόν οὐ κατέλαβεν; Προσέχετε μετά ἀκριβείας. Οὐ τόπῳ διέστη «ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν», φησίν, ὅτε τόν αἰσθητόν τοῦτον κόσμον παρήγαγεν ὁ Θεός, ἀλλά φύσει καί δόξῃ θεότητος, μηδέν ἐκ τῶν γεγονότων δηλονότι προσεγγίσαν ἤ ὅλως καταλαβόν αὐτόν· καί γάρ ἀχώριστον ὤν τῶν πάντων, ἐν τοῖς πᾶσιν ἀριδήλως ἐστί. «Καί οὐδείς αὐτόν ἐπιγινώσκει, φησίν, εἰ μή ὁΥἱός καί ᾧ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι». Οὗτος οὖν ὁ ἐν τῷ κόσμῳ ὤν καί παρά τοῦ κόσμου ἀγνοούμενος, εἰς τά ἴδια ἦλθεν καί οἱ ἴδιοι αὐτόν οὐκ ἐδέξαντο. Ἴδια δέ αὐτοῦ τόν κόσμον ἐκάλεσε καί τούς ἐν τῷ κόσμῳ καί διά τόν κτίστην αὐτόν καί δεσπότην τούτων εἶναι καί διά τήν ἐκ τῆς σαρκός συγγένειαν. Μή οὖν παραδράμῃς τά εἰρημένα, ἀλλά γνῶθι ὅτι ὁ ἐν ἀρχῇ ὤν πρός τόν Θεόν Λόγος, καί Θεός ὤν καί τήν ζωήν ἔχων ἐν ἑαυτῷ καί πάντα ποιήσας καί φῶς ὤν ὅ πάντα ἄνθρωπον φωτίζει, αὐτός ὁ πρό τοῦ κόσμου ἐν κόσμῳ ὤν καί τόν κόσμον ποιήσας καί ἐν αὐτῷ ὑπάρχων καί ὑπό τοῦ κόσμου ἀγνοούμενος καί παρ᾿ αὐτοῦ μή καταλαμβανόμενος, ἐν τῷ κόσμῳ σωματωθείς παρεγένετο, ἵνα τοῖς μέν ἐκ πίστεως εἰς Θεόν αὐτόν δεχομένοις καί τάς ἐντολάς αὐτοῦ φυλάσσουσι καί τόν σταυρόν αἴρουσιν, ὡς Θεός ἀποκαλυφθῇ καί οἷός ἐστι γνωσθῇ, νῦν μέν μετρίως, καθ᾿ ὅσον ἕκαστος χωρεῖ, ἐν δέ τῇ ἀναστάσει τρανότερον. «Ὅσοι γάρ, φησίν, ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τό ὄνομα αὐτοῦ, οἵ οὐκ ἐξ αἱμάτων οὐδέ ἐκ θελήματος σαρκός οὐδέ ἐκ θελήματος ἀνδρός, ἀλλ᾿ ἐκ Θεοῦ ἐγεννήθησαν. Καί ὁ Λόγος σάρξ ἐγένετο καί ἐσκήνωσεν ἐν ἡμῖν, καί ἐθεασάμεθα τήν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρά πατρός, πλήρης χάριτος καί ἀληθείας».



Ἰδού τό κάτοπτρον ὅ προεῖπον ὑμῖν οὗτοι οἱ λόγοι εἰσίν. Καί σκόπει μοι τῶν εὐαγγελικῶν ῥημάτων τό ἀκριβές, πῶς τρανῶς διδάσκει ἡμᾶς τῶν πιστῶν τά γνωρίσματα, ἵνα καί ἑαυτούς ἡμᾶς ἕκαστος καί τούς πλησίον ἐπιγινώσκωμεν. Ὅσοι δέ ἔλαβον αὐτόν, φησί, διά τῆς πίστεως δηλονότι Θεόν αὐτόν καί οὐκ ἄνθρωπον μόνον ὁμολογήσαντες, ἔδωκεν αὐτοῖς ἐξουσίαν διά τοῦ βαπτίσματος τέκνα Θεοῦ γενέσθαι, τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθερώσας αὐτούς, ὥστε μή μόνον εἶναι πιστούς, ἀλλ᾿ εἰ βούλοιντο πορεύεσθαι ταῖς αὐτοῦ ἐντολαῖς, καί τήν ἁγιότητα τῇ τῶν ἐντολῶν ἐργασίᾳ προσεπικτῶνται, ὡς ἐν ἑτέρῳ φησί· «Γίνεσθε ἅγιοι, ὅτι ἐγώ ἅγιός εἰμι», καί πάλιν· «Γίνεσθε οἰκτίρμονες, ὡς καί ὁ Πατήρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν». Εἶτα μετά ταῦτα καί τόν τρόπον δηλοῖ τῆς υἱοθεσίας, εἰπών· «Οἵ οὐκ ἐξ αἱμάτων οὐδέ ἐκ θελήματος σαρκός,οὐδέ ἐκ θελήματος ἀνδρός, ἀλλ᾿ ἐκ Θεοῦ ἐγεννήθησαν». Γέννησιν ἐνταῦθα τήν πνευματικήν καλεῖ ἀλλοίωσιν, ἥτις ἐνεργεῖται και καθορᾶται ἐν τῷ τοῦ Ἁγίου Πνεύματος βαπτισμῷ, καθώς αὐτός ὁ ἀψευδής Κύριος οὕτω φησίν· «Ἰωάννης μέν ἐβάπτισεν ὕδατι, ὑμεῖς δέ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ». Ἐν τούτῳ τοίνυν οἱ βαπτιζόμενοι ὡς ἐν φωτί φῶς γίνονται καί τόν γεγεννηκότα γνωρίζουσι· καί γάρ ὁρῶσιν αὐτόν. ...
Τοιγαροῦν ἕκαστος ὑμῶν, ἀδελφοί, τῇ ἑαυτοῦ διανοίᾳ εἰς τήν τῶν ῥημάτων τούτων ἐγκύψας δύναμιν, ἑαυτόν θεασάσθω. Εἰ τόν Θεόν Λόγον ἐλθόντα ἔλαβεν, εἰ τέκνον Θεοῦ ἐγένετο, εἰ οὐκ ἐξ αἵματος καί σαρκός μόνον, ἀλλά καί ἐκ Θεοῦ γεγέννηται, εἰ ἔγνω τόν σαρκωθέντα Λόγον σκηνώσαντα ἐν αὐτῷ καί εἰ ἐθεάσατο τήν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρά πατρός, ἰδού γέγονε χριστιανός καί ἀναγεννηθέντα ἑαυτόν ἐθεάσατο καί τόν γεννήσαντα αὐτόν πατέρα ἐγνώρισεν, οὐ λόγῳ μόνῳ, ἀλλ᾿ἔργῳ χάριτος καί ἀληθείας.
Ἐμμείνωμεν, ἀδελφοί, ἐν τούτῳ τῷ ἐσόπτρῳ τῆς ἀληθείας καί ἀποστῶμεν τῆς βλαβερᾶς καί αἱρεσιώδους διδασκαλίας καί ὑπονοίας τῶν λεγόντων μή ἀποκαλύπτεσθαι νῦν ἐν ἡμῖν τοῖς πιστοῖς τήν δόξαν τῆς θεότητος τοῦ Κυρίου Ἰησοῦ διά τῆς τοῦ Ἁγίου Πνεύματος δωρεᾶς· ἡ γάρ δωρεά ἐν τῇ ἀποκαλύψει δίδοται καί ἡ ἀποκάλυψις διά τῆς δωρεᾶς ἐνεργεῖται. Οὔτε οὖν Πνεῦμα Ἅγιον λαμβάνει τις, μή ἀποκαλυπτόμενον καί ὁρώμενον νοερῶς, οὔτε ἀποκάλυψιν βλέπει, εἰ μή ἐν Ἁγίῳ Πνεύματι φωτισθῇ, οὔτε πιστός τελείως δύναται λέγεσθαι, εἰ μή τό τοῦ Θεοῦ Πνεῦμα λάβῃ, καθώς τῇ Σαμαρείτιδι ἔλεγεν ὁ Χριστός· «Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγώ δώσω αὐτῷ, οὐ μή διψήσῃ πώποτε, ἀλλά γενήσεται ἐν αὐτῷ πηγή ὕδατος ἀλλομένου εἰς ζωήν αἰώνιον». «Τοῦτο δέ» ὁ εὐαγγελιστής φησιν «ἔλεγεν περί τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν». Ὁρᾷς πῶς οἱ μή τό Πνεῦμα ἐνεργοῦν καί λαλοῦν ἔχοντες ἐν ἑαυτοῖς ἄπιστοί εἰσιν; Ἀψευδής γάρ ὁ Χριστός, ὅτι ἁμαρτίαν οὐκ ἐποίησε καί δόλος οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Εἰ οὖν ἐκεῖνος λέγει τό Πνεῦμα διδόναι τοῖς πιστεύουσιν εἰς αὐτόν, πάντως οἱ μή ἔχοντες τό Πνεῦμα οὔκ εἰσιν ἐκ καρδίας πιστοί.

Post A Comment
  • Blogger Comment using Blogger
  • Facebook Comment using Facebook
  • Disqus Comment using Disqus

Δεν υπάρχουν σχόλια :