- Αφιέρωμα στην Θεοτόκο
- Η Αγία σκέπη της Θεοτόκου
- Τα συνηθέστερα Θεοτοκονύμια
- Σημαντικότερες Θεομητορικές εορτές
- Ακάθιστος ύμνος (Χαιρετισμοί)
- Η εμφάνιση και το τάμα
Ὑψηλοτέρα Οὐρανῶν - Ἀγγέλων Ὑπερτέρα
ΟΙ ΣΗΜΑΝΤΙΚΩΤΕΡΕΣ ΘΕΟΜΗΤΟΡΙΚΕΣ ΕΟΡΤΕΣ
(Μέ εἰκόνα καὶ τὸ Ἀπολυτίκιο κάθε ἑορτής)
Ἡ Σύλληψη τῆς Θεοτόκου (9 Δεκεμβρίου)
| |
Ἀπολυτίκιον. Ἦχος δ’.
Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται· τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς Ἄννης εἰσακούων Θεός, παρ᾽ ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται θεόπαιδα· ἐξ ἧς
αὐτὸς ἐτέχθη
ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι᾽ Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ·
Χαῖρε Κεχαριτωμένη,
ὁ Κύριος μετὰ σοῦ.
| |
Ἡ Γέννηση τῆς Θεοτόκου (8 Σεπτεμβρίου)
| |
Ἀπολυτίκιον. Ἦχος δ’.
Ἡ γέννησίς σου Θεοτόκε,
χαρὰν ἐμήνυσε πάσῃ
τῇ οικουμένῃ, ἐκ σοῦ
γὰρ ἀνέτειλεν ὁ Ἥλιος
τῆς δικαιοσύνης, Χριστὸς
ὁ Θεὸς ἡμῶν, καὶ λύσας
τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας
τὸν θάνατον, ἐδωρήσατο
ἡμῖν ζωὴν τὴν αἰώνιον.
|
Τὰ Εισόδια τῆς Θεοτόκου (21 Νοεμβρίου)
| |
Ἀπολυτίκιον. Ἦχος δ’.
Σήμερον τῆς εὐδοκίας Θεοῦ
τὸ προοίμιον, καὶ τῆς
τῶν ἀνθρώπων σωτηρίας
ἡ προκήρυξις ἐν Ναῷ
τοῦ Θεοῦ, τρανῶς
ἡ Παρθένος δείκνυται,
καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται.
Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν, Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου
ἡ ἐκπλήρωσις.
| |
Ὁ Εὐαγγελισμός τῆς Θεοτόκου (25 Μαρτίου)
| |
Ἀπολυτίκιον. Ἦχος δ’.
Σήμερον τῆς σωτηρίας ἡμῶν
τό Κεφάλαιον, καί τοῦ
ἀπ᾽ αἰῶνος Μυστηρίου
ἡ φανέρωσις· ὁ Υἱός τοῦ Θεοῦ, Υἱός τῆς Παρθένου γίνεται, καί Γαβριήλ τὴν χάριν εὐαγγελίζεται. Διό καὶἡμεῖς σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν· Χαῖρε Κεχαριτωμένη,
ὁ Κύριος μετὰ σοῦ.
|
Ἡ Ὑπαπαντή τοῦ Κυρίου (2 Φεβρουαρίου)
| |
Ἀπολυτίκιον. Ἦχος α’.
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ
Πρεσβῦτα δίκαιε,
δεξάμενος ἐν ἀγκάλαις
τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἠμὶν
καὶ τὴν Ἀνάστασιν.
| |
Ἡ Ζωοδόχος Πηγή (Παρασκευή τῆς Διακαινησίμου)
| |
Ἀπολυτίκιον. Ἦχος α’.
῾Ο ναός σου, Θεοτόκε, ἀνεδείχθη παράδεισος,
ὡς ποταμοὺς ἀειζώους
ἀναβλύζων ἰάματα·
ᾧ προσερχόμενοι πιστῶς,
ὡς Ζωοδόχου ἐκ Πηγῆς,
ῥῶσιν ἀντλοῦμεν, καὶ ζωὴν
τὴν αἰώνιον· πρεσβεύεις
γὰρ σὺ τῷ ἐκ σοῦ τεχθέντι
σωτῆρι Χριστῷ, σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
|
Ἡ Κοίμηση τῆς Θεοτόκου (15 Αὐγούστου)
| |
Ἀπολυτίκιον. Ἦχος α’.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας,
ἐν τῇ Κοιμήσει τὸν κόσμον
οὐ κατέλιπες Θεοτόκε· μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα
τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη,
ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
| |
Ἡ Απόδοση τῆς Κοιμήσεως τῆς Θεοτόκου (23 Αὐγούστου)
| |
(Ἀπολυτίκιον αὐτὸ ὡς ἄνω)
Κοντάκιον. Ἦχος πλ. β’.
Αὐτόμελον.
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος
καὶ νέκρωσις οὐκ ἐκράτησεν,
ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν,
ὁ μήτραν οἰκήσας ἀειπάρθενον.
|
Ἡ Τιμία Ζώνη τῆς Θεοτόκου (31 Αὐγούστου)
| |
Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη,
Ἐσθῆτα καὶ Zώνην
τοῦ ἀχράντου σου
σώματος, κραταιὰν
τῇ πόλει σου
περιβολὴν ἐδωρήσω,
τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα,
ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος,
διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν
τὸ μέγα ἔλεος.
| |
Ἡ Αγία Σκέπη τῶν Βλαχερνῶν (1 Ὁκτωβρίου)
| |
Ἀπολυτίκιον. Ἦχος α’.
Τῆς ἐρήμου πολίτης.
Τῆς Σκέπης σου Παρθένε, ἀvuμνοῦμεν τάς χάριτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν,
καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης
τῶν ἐχθρῶν ἐπιβουλῆς.
Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε.
|
Ἡ Αγία Σκέπη τοῦ 1940 (28 Ὁκτωβρίου)
| |
Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
Θεοτόκε Ἀειπάρθενε,
τὴν ἁγίαν σοῦ Σκέπην, δι’ ἧς περισκέπεις, τοὺς εἰς σὲἐλπίζοντας, κραταιὰν
τῷ Ἔθνει σου καταφυγὴν ἐδωρήσω‧ ὅτι ὡς πάλαι
καὶ νῦν θαυμαστῶς ἡμᾶς ἔσωσας, ὡς νοητὴ νεφέλη,
τὸν σὸν λαὸν περιβαλοῦσα.
Διὸ δυσωποῦμεν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι,
καὶ ταῖς ψυχαῖς ἡμῶν
τὸ μέγα ἔλεος.
| |
Ἡ Σύναξη τῆς Θεοτόκου (26 Δεκεμβρίου)
| |
Ἀπολυτίκιον. Ἦχος δ’.
Ταχὺ προκατάλαβε.
Ὡς βρέφος βαστάζουσα,
ἐν ταὶς ἀγκάλαις Ἁγνή,
τὸν πάντων δεσπόζοντα,
σάρκα λαβόντα ἐκ σοῦ,
χαρᾶς ὤφθης πρόξενος,
ὅθεν πᾶσα ἡ κτίσις, ἀνυμνεῖ χαρμοσύνως, σήμερον Θεοτόκε, τὴν φρικτήν σου λοχείαν πηγὴν γὰρ ἀθανασίας, κόσμω ἐκύησας.
|