Ἀρχὴν νόμιζε τῶν ὅλων εἶναι Θεόν.
Βέβαιον οὐδὲν ἐν βίῳ δόκει πέλειν.
Γονεῖς τιμῶν μάλιστα Θεὸν φοβοῦ.
∆ίδασκε σαυτὸν μὴ λαλεῖν ἃ μὴ θέμις.
Ἔργοις δ' ἀρέσκειν σπεῦδε καὶ λόγοις Θεῷ.
Ζωὴν πόθησον τὴν ἔχουσαν μὴ τέλος.
Ἡττῶν σεαυτὸν τοῖς φίλοις νικῶν ἔσῃ.
Θνητὸς δ' ὑπάρχων μηδόλως μέγα φρόνει.
Ἰχνηλάτει μὲν τῶν σοφῶν ἀεὶ θύρας.
Βέβαιον οὐδὲν ἐν βίῳ δόκει πέλειν.
Γονεῖς τιμῶν μάλιστα Θεὸν φοβοῦ.
∆ίδασκε σαυτὸν μὴ λαλεῖν ἃ μὴ θέμις.
Ἔργοις δ' ἀρέσκειν σπεῦδε καὶ λόγοις Θεῷ.
Ζωὴν πόθησον τὴν ἔχουσαν μὴ τέλος.
Ἡττῶν σεαυτὸν τοῖς φίλοις νικῶν ἔσῃ.
Θνητὸς δ' ὑπάρχων μηδόλως μέγα φρόνει.
Ἰχνηλάτει μὲν τῶν σοφῶν ἀεὶ θύρας.
Καὶ νοῦν δὲ καλλώπιζε τῆς μορφῆς πλέον.
Λόγῳ Θεοῦ ἄνοιγε σόν, τέκνον, στόμα. Μνήμης δὲ αὐτοῦ μηδαμῶς λάθῃ ποτέ.
Νήφων προςεύχου τῷ Θεῷ καθ' ἡμέραν.
Ξένους ξένιζε, μὴ ξένος γένῃ Θεοῦ.
Ὁρμὰς χαλίνου τῶν παθῶν ψυχοφθόρους.
Πέδαις τὸ σῶμα ἀσφαλίζου σωφρόνως.
Ῥάβδον σεαυτῷ τὴν συνείδησιν φέρε.
Σαφῶς σχόλαζε ἐν Γραφαῖς ταῖς ἐν θέοις.
Τὰς τῶν πενήτων ψυχαγώγησον λύπας.
Ὑπὲρ σεαυτὸν τοὺς πέλας καλῶς θέλε.
Φίλους ἔχειν σπούδαζε, ἢ πλοῦτον πολύν.
Χρυσοῦ γὰρ αὐτοὶ εὐκλεέστεροι λίαν.
Ψεῦδος μίσησον, τὴν δ' ἀλήθειαν φίλει.
Ὦ παῖ, φυλάσσων ταῦτα σώζῃ ἐνθέως.
Λόγῳ Θεοῦ ἄνοιγε σόν, τέκνον, στόμα. Μνήμης δὲ αὐτοῦ μηδαμῶς λάθῃ ποτέ.
Νήφων προςεύχου τῷ Θεῷ καθ' ἡμέραν.
Ξένους ξένιζε, μὴ ξένος γένῃ Θεοῦ.
Ὁρμὰς χαλίνου τῶν παθῶν ψυχοφθόρους.
Πέδαις τὸ σῶμα ἀσφαλίζου σωφρόνως.
Ῥάβδον σεαυτῷ τὴν συνείδησιν φέρε.
Σαφῶς σχόλαζε ἐν Γραφαῖς ταῖς ἐν θέοις.
Τὰς τῶν πενήτων ψυχαγώγησον λύπας.
Ὑπὲρ σεαυτὸν τοὺς πέλας καλῶς θέλε.
Φίλους ἔχειν σπούδαζε, ἢ πλοῦτον πολύν.
Χρυσοῦ γὰρ αὐτοὶ εὐκλεέστεροι λίαν.
Ψεῦδος μίσησον, τὴν δ' ἀλήθειαν φίλει.
Ὦ παῖ, φυλάσσων ταῦτα σώζῃ ἐνθέως.