Παροπανισάδαι μ΄ Δραγγιανή μ΄ Ἀραχωσία μ΄ Γεδρωσία μέ Ἰνδικὴ ἡ ἐντὸς Γάγγου τοῦ ποταμοῦ μ΄ Ἰνδικὴ ἡ ἐκτὸς Γάγγου τοῦ ποταμοῦ μ΄ Σῖναι μή Ταπροβάνη νῆσος. Ὁμοῦ γίνονται Εὐρώπης μὲν πίνακες ί, ἐπαρχίαι λ´, πόλεις ἐπίσημοι ριή Λιβύης δὲ πίνακες μὲν ή, χῶραι δὲ ι´, πόλεις ἐπίσημοι ν΄ Ἀσίας δὲ μεγάλης πίνακες μὲν ι´, ἐπαρχίαι δὲ μή, πόλεις ἐπίσημοι ρ΄ αἱ πᾶσαι τῆς οἰκουμένης χῶραι Ϟ´, πόλεις τ´. Ἔθνη δὲ οἰκεῖ τὰ πέρατα· κατ᾿ ἀπηλιώτην Βακτριανοί, κατ᾿ εὗρον Ἰνδοί, κατὰ Φοίνικα Ἐρυθρὰ θάλασσα καὶ Αἰθιοπία, κατὰ λευκόνοτον οἱ ὑπὲρ Σύρτιν Γεράμαντες, κατὰ λίβα Αἰθίοπες καὶ δυσμικοὶ Ὑπέρμαυροι, κατὰ ζέφυρον Στῆλαι καὶ ἀρχαὶ Λιβύης καὶ Εὐρώπης, κατὰ ἀργέστην Ἰβηρία ἡ νῦν Ἱσπανία, κατὰ δὲ θρασκίαν Κελτοὶ καὶ τὰ ὅμορα, κατὰ ἀπαρκτίαν οἱ ὑπὲρ Θρᾴκην Σκύθαι, κατὰ βορρᾶν Πόντος Μαιῶτις καὶ Σαρμάται, κατὰ
καικίαν Κασπία θάλασσα καὶ Σάκες.