Περὶ γυναικὸς πονηρᾶς
Ἡ πονηρὰ γυνὴ ἐστὶ πηγὴ κακῶν, θησαυρὸς ῥυπαρίας· θανατηφόρος συντυχία· ὀφθαλμῶν ὄλισθος· καρδίας λόγχη· νέων ἀπώλεια.Ἡ πονηρὰ γυνὴ ἐστὶ ψυχῆς ὄλεθρος· σκῆπτρον ᾄδου· κρημνώδης τόπος· ταραχὴ ἐσωτερικῆς ἀναπαύσεως· ὄφεως διαβολή. Ἡ πονηρὰ γυνὴ ἐστὶν ἀπαρηγόρητος ὀδύνη· ἀθεράπευτος κακία· σῳζομένων σκάνδαλον· καθημερινὴ ζημία· σκοτίας ὁδηγός· παραπτωμάτων σκάνδαλον· ζοφερῶν μυστηρίων θρίαμβος. Ἡ πονηρὰ γυνὴ ἐστὶν ἀναίσχυντον θηρίον· ἀχαλίνωτον στόμα· ἀπόλαυσις πονηρά· κολάσεως αἰωνίου πρόξενος· γήϊνον φρόνημα· ἀνδρῶν ῥᾳθυμία. |