τίς πάλιν ἐκ κόνιος ἔσσομ᾽ ἀνιστάμενος;
πῆ δὲ φέρων στήσει με Θεὸς μέγας; ἦ ῥα σαώσει
ἔνθεν ἀναστήσας εὔδιον ἐς λιμένα;
5πολλαὶ μὲν βιότοιο πολυτλήτοιο κέλευθοι,
ἄλλη δ᾽ ἀλλοίοις πήμασι συμφέρεται.
κοὐδὲν ἐν ἀνθρώποισι καλόν, κακότητος ἄμικτον.
αἴθε δὲ μὴ τὰ λυγρὰ πλείονα μοῖραν ἔχεν!
ὁ πλοῦτος μὲν ἄπιστος, ὁ δὲ θρόνος, ὀφρὺς ὀνείρων·
10ἄρχεσθαι δὲ μόγος, ἡ πενίη δὲ πέδη.
κάλλος δ᾽ ἀστεροπῆς, τυτθὴ χάρις, ἡ νεότης δὲ
βράσμα χρόνου, πολιή, λυπρὰ λύσις βιότου.
οἱ δὲ λόγοι πτερόεντες· ἀήρ, κλέος· αἷμα παλαιὸν
εὐγενέται, ῥώμη καὶ συὸς ἀγροτέρου.
15ὑβριστὴς δὲ κόρος· δεσμός, γάμος· εὐτεκνίη δὲ
φροντὶς ἀναγκαίη· δυστεκνίη δέ, νόσος.
αἱ δ᾽ ἀγοραί, κακίης μελετήματα· ἠρεμίη δὲ
ἀδρανίη· τέχναι, τῶν χαμαὶ ἐρχομένων.
στεινὴ δ᾽ ἀλλοτρίη μᾶζα. τὸ δὲ γαῖαν ἀρόσσειν
20μόχθος. ποντοπόρων τὸ πλέον εἰν Ἀΐδῃ.
ἡ πάτρη δέ, βέρεθρον ἑόν· ξενίη δέ τ᾽ ὄνειδος.
πάντα μόγος θνητοῖς τἀνθάδε. πάντα γέλως,
χνοῦς, σκιά, φάσμα, δρόσος, πνοιή, πτερόν, ἀτμίς, ὄνειρος,
οἶδμα, ῥόος, νηὸς ἴχνιον, αὖρα, κόνις,
25κύκλος ἀειδίνητος, ὁμοίια πάντα κυλίνδων,
ἑστηώς, τροχάων, λυόμενος, πάγιος,
ὥραις, ἤμασι, νυξί, πόνοις, θανάτοισιν, ἀνίαις,
τερπωλῇσι, νόσοις, πτώμασιν, εὐδρομίαις.
καὶ τόδε σῆς, γενέτορ, σοφίης, Λόγε, ἀστατέοντα
30πάντα πέλειν, στασίμων ὥς κεν ἔχωμεν ἔρον