Ομιλία 44 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες - Point of view

Εν τάχει

Ομιλία 44 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες



Ὁ προσερχόμενος τῷ Θεῷ καὶ Χριστοῦ πάρεδρος ἐν ἀληθείᾳ θέλων εἶναι, τούτου χάριν τοῦ σκοποῦ ὀφείλει προσέρχεσθαι τοῦ ἀλλαγῆναι αὐτὸν καὶ μεταβληθῆναι ἀπὸ τῆς προτέρας καταστάσεως καὶ ἀναστροφῆς, καὶ καλὸν καὶ καινὸν ἄνθρωπον ἀποδειχθῆναι μηδέν τι τοῦ παλαιοῦ ἀνθρώπου ἐπιφερόμενον· εἴ τις γάρ φησιν ἐν Χριστῷ, καινὴ κτίσις. Καὶ γὰρ ὁ Κύριος ἡμῶν διὰ τοῦτο παραγέγονεν, ὥστε τὴν φύσιν ἀλλάξαι καὶ μεταβαλεῖν καὶ ἀνακαινίσαι καὶ ἀνακτίσαι τὴν ψυχὴν ταύτην τὴν κατεστραμμένην τοῖς πάθεσι διὰ τὴν παράβασιν, κεράσας τῷ ἰδίῳ αὐτοῦ πνεύματι τῆς θεότητος. Καινὸν νοῦν καὶ καινὴν ψυχὴν, καινοὺς ὀφθαλμούς, καινὰ ὦτα, καινὴν γλῶτταν πνευματικήν, καὶ ἁπαξαπλῶς καινοὺς ἀνθρώπους τοὺς πιστεύοντας αὐτῷ ἦλθεν ἀπεργάσασθαι, ἤτοι καινοὺς ἀσκούς, χρίσας αὐτοὺς τῷ ἑαυτοῦ φωτὶ τῆς γνώσεως, ἵνα βάλῃ νέον οἶνον, ὅ ἐστι τὸ πνεῦμα αὐτοῦ· οἶνον γάρ φησι νέον εἰς ἀσκοὺς καινοὺς βλητέον. Ὥσπερ γὰρ ὁ ἐχθρός, λαβὼν τὸν ἄνθρωπον ὑποχείριον, καινὸν αὐτὸν εἰς ἑαυτὸν ἀπειργάσατο, πάθεσι κακίας περιβαλὼν καὶ χρίσας τῷ πνεύματι τῆς ἁμαρτίας, τὸν οἶνον τῆς ἀνομίας πάσης καὶ κακῆς διδασκαλίας ἐνέβαλεν εἰς αὐτόν, οὕτως καὶ ὁ Κύριος, λυτρωσάμενος αὐτὸν ἀπὸ τοῦ ἐχθροῦ, καινὸν ἀπειργάσατο, χρίσας τῷ ἑαυτοῦ πνεύματι, καὶ τὸν τῆς ζωῆς οἶνον, τὴν καινὴν τοῦ Πνεύματος διδασκαλίαν, εἰς αὐτὸν ἐνέχεεν. Ὁ γὰρ μεταβαλὼν τὴν φύσιν τῶν πέντε ἄρτων εἰς πλῆθος, καὶ φύσει ὄνου ἀλόγῳ δοὺς φωνήν, καὶ τὴν πόρνην εἰς σωφροσύνην μεταστρέψας, καὶ πυρὸς φύσιν καυστικοῦ δροσίζειν τοὺς ἐν τῇ καμίνῳ παρασκευάσας, καὶ φύσιν λεόντων, ἀγρίων θηρίων τῷ ∆ανιὴλ ἡμερώσας, οὗτος δύναται καὶ τὴν ψυχὴν ταύτην τὴν ἔρημον καὶ ἀγριωθεῖσαν ἀπὸ τῆς ἁμαρτίας μεταβαλεῖν εἰς τὴν ἑαυτοῦ ἀγαθότητα καὶ χρηστότητα καὶ εἰρήνην τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ καὶ ἀγαθῷ. Ὃν γὰρ τρόπον ποιμὴν τὸ ψωριῶν πρόβατον δύναται θεραπεῦσαι καὶ ἀπὸ λύκων φυλάξαι, ὡσαύτως ὁ ἀληθινὸς ποιμὴν Χριστὸς ἐλθὼν μόνος ἠδυνήθη θεραπεῦσαι καὶ ἐπιστρέψαι τὸ ἀπολωλὸς καὶ ψωριῶν πρόβατον, τὸν ἄνθρωπον, ἀπὸ τῆς ψώρας καὶ λέπρας τῆς ἁμαρτίας. Οἱ γὰρ πρὶν ἱερεῖς καὶ λευῖται καὶ διδάσκαλοι οὐκ ἠδυνήθησαν θεραπεῦσαι τὴν ψυχὴν ταῖς προσφοραῖς τῶν δώρων καὶ θυσιῶν καὶ ῥαντισμοῖς αἵματος, ὅπου γε οὐδὲ ἑαυτοὺς ἠδυνήθησαν θεραπεῦσαι. Καὶ γὰρ αὐτοὶ ἀσθένειαν περιέκειντο· ἀδύνατον γὰρ φησὶν αἷμα ταύρων καὶ τράγων ἀφελεῖν ἁμαρτίας. Ὁ δὲ Κύριος ἔλεγε, δεικνὺς τὴν ἀσθένειαν τῶν τότε ἰατρῶν· πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν, ἀντὶ τοῦ· οὔκ εἰμι ἐγὼ ὡς ἐκεῖνοι οἱ μήτε ἑαυτοὺς δυνάμενοι θεραπεύειν. Ἐγώ εἰμι ὁ ἀληθινὸς ἰατρὸς καὶ «καλὸς ποιμὴν» ὁ θεὶς τὴν ψυχήν μου ὑπὲρ τῶν προβάτων, ὁ δυνάμενος θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ψυχῆς. Ἐγώ εἰμι τὸ ἄμωμον πρόβατον τὸ «ἅπαξ προσενεχθέν», καὶ τοὺς ἐμοὶ προσερχομένους δυνάμενος θεραπεῦσαι. Ἡ γὰρ ἀληθινὴ ἴασις τῆς ψυχῆς ἀπὸ Κυρίου μόνου γίνεται· ἰδοὺ γάρ φησιν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, τῆς ψυχῆς δηλονότι πιστευσάσης αὐτῷ καὶ ἀγαπώσης αὐτὸν ἐξ ὅλης καρδίας. Ὁ ποιμὴν τοίνυν ὁ καλὸς τὸ ψωριῶν πρόβατον θεραπεύει· πρόβατον δὲ πρόβατον θεραπεῦσαι οὐ δύναται, καὶ εἰ μὴ θεραπευθῇ τὸ λογικὸν πρόβατον, ὁ ἄνθρωπος, εἰς ἐκκλησίαν Κυρίου τὴν ἐπουράνιον οὐκ εἰσέρχεται. Οὕτως γὰρ καὶ ἐν τῷ νόμῳ εἴρηται διὰ σκιᾶς καὶ εἰκόνος. Περὶ γὰρ τοῦ λεπροῦ καὶ μῶμον ἔχοντος ταῦτα αἰνίσσεται μηνῦον τὸ πνεῦμα· «λεπρὸς» φησὶν «ἢ μῶμον ἔχων οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν Κυρίου». Ἀλλὰ προσέταξε τῷ λεπρῷ ἀπέρχεσθαι πρὸς τὸν ἱερέα καὶ παρακλήσει πολλῇ ἄγειν αὐτὸν εἰς τὸν οἶκον τῆς σκηνῆς αὐτοῦ καὶ ἐπιτιθέναι τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν λέπραν, σημειούμενον τὸν τόπον τῆς ἀφῆς τῆς λέπρας, καὶ θεραπεύειν. Τὸν αὐτὸν τρόπον καὶ Χριστός, ὁ ἀληθινὸς ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, ταῖς λεπρώσαις ψυχαῖς λέπραν ἁμαρτίας καὶ ἐπικαλουμέναις αὐτὸν ἐπικαμπτόμενος εἰσέρχεται εἰς τὴν σκηνὴν τοῦ σώματος αὐτῶν καὶ θεραπεύει καὶ ἰᾶται τὰ πάθη. Καὶ οὕτως δυνήσεται ἡ ψυχὴ εἰσελθεῖν εἰς τὴν ἐπουράνιον ἐκκλησίαν τῶν ἁγίων τοῦ ἀληθινοῦ Ἰσραήλ. Πᾶσα γὰρ ψυχὴ φοροῦσα λέπραν ἁμαρτίας παθῶν καὶ μὴ προσελθοῦσα τῷ ἀληθινῷ ἀρχιερεῖ καὶ θεραπευθεῖσα νῦν, εἰς τὴν παρεμβολὴν τῶν ἁγίων, εἰς τὴν ἐπουράνιον ἐκκλησίαν οὐκ εἰσέρχεται· ἄμωμος γὰρ οὖσα καὶ καθαρὰ ἀμώμους καὶ καθαρὰς ψυχὰς ζητεῖ. Μακάριοι γάρ φησιν οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Δεῖ γὰρ τὴν ψυχὴν τὴν ἐν ἀληθείᾳ πιστεύουσαν Χριστῷ μετατεθῆναι καὶ ἀλλαγῆναι ἀπὸ τῆς νῦν πονηρᾶς καταστάσεως εἰς ἑτέραν κατάστασιν ἀγαθὴν καὶ ἀπὸ τῆς νῦν φύσεως ταπεινῆς εἰς ἑτέραν θείαν φύσιν, καὶ καινὴν αὐτὴν ἀπεργασθῆναι διὰ τῆς δυνάμεως τοῦ Ἁγίου Πνεύματος· καὶ οὕτως δύναται χρησιμεῦσαι εἰς τὴν ἐπουράνιον βασιλείαν. Τυχεῖν δὲ τούτων ἡμῖν ἔσται πιστεύουσι καὶ ἀγαπῶσιν αὐτὸν ἐν ἀληθείᾳ καὶ ἐν πάσαις ταῖς ἁγίαις αὐτοῦ ἐντολαῖς ἀναστρεφομένοις. Εἰ γὰρ ἐπὶ τοῦ Ἐλισσαίου τὸ φύσει κοῦφον ξύλον ἐν τοῖς ὕδασι βληθὲν ἀνήνεγκε τὸ φύσει βαρὺ σιδήριον, πόσῳ μᾶλλον ἐνταῦθα ἀποστελεῖ ὁ Κύριος τὸ κοῦφον καὶ ἐλαφρὸν καὶ ἀγαθὸν καὶ ἐπουράνιον αὐτοῦ πνεῦμα, καὶ δι' αὐτοῦ τὴν βεβυθισμένην τοῖς ὕδασι τῆς πονηρίας ψυχὴν ἀνενέγκῃ καὶ κουφίσει καὶ πτερώσει πρὸς τὰ ὕψη τῶν οὐρανῶν καὶ μεταβαλεῖ καὶ ἀλλάξει αὐτὴν ἐκ τῆς ἰδίας φύσεως. Καὶ ὥσπερ ἐν τοῖς φαινομένοις οὐδεὶς δύναται δι' ἑαυτοῦ περᾶσαι καὶ διελθεῖν τὴν θάλασσαν, εἰ μὴ ἔχει τὸ κοῦφον καὶ ἐλαφρὸν πλοῖον τὸ ἐκ ξύλου κατασκευασθέν, τὸ μόνον ἐπάνω τῶν ὑδάτων περιπατεῖν δυνάμενον· καταποντίζεται γὰρ καὶ ἀπόλλυται, ἂν ἐπιβαίνῃ τις ἐν τῇ θαλάσσῃ, τὸν αὐτὸν τρόπον ἀδύνατον ψυχὴν δι' ἑαυτῆς διελθεῖν καὶ ὑπερβῆναι καὶ διαπερᾶσαι τὴν πικρὰν θάλασσαν τῆς ἁμαρτίας καὶ τὴν χαλεπὴν ἄβυσσον τῶν πονηρῶν δυνάμεων τοῦ σκότους τῶν παθῶν, εἰ μὴ τὸ ἐλαφρὸν καὶ οὐράνιον καὶ εὔπτερον τοῦ Χριστοῦ πνεῦμα δέξεται, ἐπάνω τῆς πονηρίας ὅλης περιπατοῦν καὶ διοδεῦον, δι' οὗ εὐθυδρόμως καὶ ὀρθῶς εἰς τὸν ἐπουράνιον λιμένα τῆς ἀναπαύσεως, εἰς τὴν πόλιν τῆς βασιλείας δυνήσεται καταντῆσαι. Ὥσπερ δὲ οἱ ἐν τῷ πλοίῳ ἐκ τῆς θαλάσσης οὐκ ἀρύονται καὶ πίνουσιν οὔτε ἐξ αὐτῆς τὰ ἐνδύματα καὶ τὰς τροφὰς ἔχουσιν, ἀλλ' ἔξωθεν ἐν τῷ πλοίῳ ἐπικομίζονται, οὕτως αἱ ψυχαὶ τῶν Χριστιανῶν οὐκ ἐκ τοῦ αἰῶνος τούτου, ἀλλ' ἄνωθεν ἐξ οὐρανοῦ τροφὴν οὐράνιον καὶ ἐνδύματα πνευματικὰ λαμβάνουσι, κἀκεῖθεν ζῶσαι, ἐν τῇ νηῒ τοῦ ἀγαθοῦ καὶ ζωοποιοῦ Πνεύματος ἐμβᾶσαι, παρέρχονται τὰς ἐναντίας τῶν ἀρχῶν καὶ ἐξουσιῶν πονηρὰς δυνάμεις. Καὶ ὥσπερ ἐκ μιᾶς φύσεως ξύλου πάντα τὰ πλοῖα κατασκευάζονται, δι' ὧν παρελθεῖν οἱ ἄνθρωποι τὴν πικρὰν δυνήσονται θάλασσαν, οὕτως ἐκ μιᾶς θεότητος φωτὸς οὐρανίου τῶν διαφόρων χαρισμάτων τοῦ ἑνὸς Πνεύματος πᾶσαι τῶν Χριστιανῶν αἱ ψυχαὶ δυναμούμεναι τὴν ὅλην ὑπερίπτανται πονηρίαν. Ἐπεὶ δὲ τὸ πλοῖον καὶ κυβερνήτου χρῄζει καὶ εὐκράτου καὶ ἡδέος ἀνέμου πρὸς τὸ διαπλεῦσαι καλῶς, ταῦτα πάντα αὐτός ἐστιν ὁ Κύριος, ἐν τῇ πιστῇ ψυχῇ γινόμενος καὶ διαπερῶν αὐτὴν τοὺς δεινοὺς χειμῶνας καὶ τὰ ἄγρια τῆς πονηρίας κύματα καὶ τὰς καταιγίδας τῶν βιαίων τῆς ἁμαρτίας ἀνέμων, δυνατῶς καὶ ἐμπείρως καὶ ἐπιστημόνως, ὡς αὐτὸς ἐπίσταται, διαλύων τὸν κλύδωνα αὐτῶν. Ἄνευ γὰρ τοῦ ἐπουρανίου κυβερνήτου Χριστοῦ ἀδύνατόν τινι παρελθεῖν τὴν πονηρὰν θάλασσαν τῶν δυνάμεων τοῦ σκότους καὶ τῶν πικρῶν πειρασμῶν τὰ καταφυσήματα· ἀναβαίνουσι γάρ φησιν ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων. Πᾶσαν δὲ κυβερνητικὴν ἐπιστήμην καὶ πολέμων καὶ πειρασμῶν ἐπίσταται, ὑπεράνω τῶν ἀγρίων κυμάτων ἐπιβαίνων· αὐτὸς γάρ φησι πειρασθεὶς δύναται τοῖς πειραζομένοις βοηθῆσαι. ∆εῖ τοίνυν ἀλλαγῆναι καὶ μεταβληθῆναι τὰς ψυχὰς ἡμῶν ἀπὸ τῆς νῦν καταστάσεως εἰς ἑτέραν κατάστασιν καὶ φύσιν θείαν, καὶ γενέσθαι καινοὺς ἐκ παλαιῶν, τουτέστιν ἀγαθοὺς καὶ χρηστοὺς καὶ πιστοὺς ἐκ πικρῶν καὶ ἀπίστων, καὶ οὕτω χρησίμους γενομένους εἰς τὴν ἐπουράνιον βασιλείαν ἀποκαταστῆναι. Καὶ γὰρ ὁ μακάριος Παῦλος περὶ τῆς μεταβολῆς αὐτοῦ καὶ καταλήψεως, ἧς κατελήφθη ὑπὸ Κυρίου, γράφει ταῦτα· διώκω δέ, εἰ καὶ καταλάβω, ἐφ' ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ. Πῶς τις ἄρα καταλαμβάνεται ὑπὸ τοῦ Θεοῦ; Ὥσπερ ἐὰν αἰχμαλωσίαν τινὰ τύραννος ἁρπάσας ἀπάγῃ, εἶτα καταληφθῇ ὑπὸ τοῦ ἀληθινοῦ βασιλέως, οὕτω καὶ Παῦλος, ὅτι ὑπὸ τοῦ τυραννικοῦ πνεύματος τῆς ἁμαρτίας ἐνηργεῖτο, τὴν ἐκκλησίαν ἐδίωκε καὶ ἐσκύλευεν· ἀλλ' ἐπειδὴ ζήλῳ Θεοῦ κατὰ ἄγνοιαν ἐποίει, ὡς ὑπὲρ ἀληθείας ἀγωνιζόμενος, οὐ παρωράθη, ἀλλὰ κατέλαβεν αὐτὸν ὁ Κύριος, περιλάμψας ἀρρήτως ὁ ἐπουράνιος καὶ ἀληθινὸς βασιλεὺς καὶ φωνῆς τῆς αὐτοῦ τοῦτον ἀξιώσας, καὶ ῥαπίσας ὡς δοῦλον ἠλευθέρωσεν. Ἴδε Δεσπότου ἀγαθότητα καὶ μεταβολήν, πῶς δύναται μεταβαλεῖν ψυχὰς τὰς τῇ κακίᾳ συμπλακείσας καὶ ἀγρίας ἀποκαταστάσας, καὶ ῥοπῇ ὥρας εἰς τὴν ἑαυτοῦ ἀγαθότητα καὶ εἰρήνην μετενεγκεῖν· πάντα γὰρ δυνατὰ παρὰ Θεῷ, ὥσπερ ἐπὶ τοῦ λῃστοῦ γέγονε· ῥοπῇ ὥρας διὰ τῆς πίστεως μετεβλήθη καὶ εἰς παράδεισον ἀπεκατέστη. Διὰ τοῦτο ἦλθεν ὁ Κύριος, ἵνα τὰς ψυχὰς ἡμῶν ἀλλάξῃ καὶ ἀνακτίσῃ καὶ ποιήσῃ αὐτάς, καθὼς γέγραπται, «θείας κοινωνοὺς φύσεως», καὶ δοῦναι εἰς τὴν ψυχὴν ἡμῶν ἐπουράνιον ψυχήν, τουτέστι πνεῦμα θεότητος ὁδηγοῦν ἡμᾶς εἰς πᾶσαν ἀρετήν, ὅπως ζωὴν αἰώνιον ζῆσαι δυνηθῶμεν. Εἴη τοίνυν ἐξ ὅλης καρδίας πιστεῦσαι ἡμᾶς ταῖς ἀνεκδιηγήτοις αὐτοῦ ἐπαγγελίαις, ὅτι ἀληθής ἐστιν ὁ ἐπαγγειλάμενος. Χρὴ οὖν ἀγαπῆσαι τὸν Κύριον καὶ σπουδάσαι παντοίως ἐν πάσαις ἀρεταῖς καὶ αἰτῆσαι ἐπιμόνως καὶ ἐνδελεχῶς, ὥστε δέξασθαι τὴν ἐπαγγελίαν τοῦ πνεύματος αὐτοῦ ὁλοκλήρως καὶ τελείως, ἵνα ζωοποιηθῶσιν αἱ ψυχαὶ ἡμῶν, ὡς ἔτι ἐν σαρκί ἐσμεν. Εἰ μὴ γὰρ ἐν τῷ κόσμῳ τούτῳ δέξεται ἡ ψυχὴ τὸν ἁγιασμὸν τοῦ Πνεύματος διὰ πολλῆς πίστεως καὶ δεήσεως, καὶ «κοινωνὸς θείας φύσεως» γένηται, ἀνακραθεῖσα τῇ χάριτι, δι' ἧς πᾶσαν ἐντολὴν ἀμώμως καὶ καθαρῶς ἐπιτελεῖν δυνήσεται, ἀποίητός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅπερ γάρ τις ἐντεῦθεν ἀγαθὸν ἐκτήσατο, τοῦτο αὐτὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἔσται αὐτοῦ ζωὴ διὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου πνεύματος εἰς τοὺς αἰῶνας. Ἀμήν.
via

Pages