Ὥσπερ βασιλεὺς γράψας ἐπιστολάς, οἷς βούλεται κωδικέλλους καὶ δωρεὰς
ἰδίας χαρίσασθαι, σημαίνει πᾶσιν ὅτι ταχέως σπουδάσατε ἐλθεῖν πρός με,
ἵνα λάβητε παρ' ἐμοῦ δωρεὰς βασιλικάς. Καὶ εἰ μὴ ἀπέλθωσι καὶ λάβωσιν,
οὐδὲν ὠφελήθησαν ἀναγνόντες τὰς ἐπιστολάς, μᾶλλον δὲ καὶ θανάτου εἰσὶν
ἔνοχοι, μὴ θελήσαντες ἀπελθεῖν καὶ ἐκ χειρὸς βασιλέως τιμῆς ἀξιωθῆναι,
οὕτως καὶ τὰς θείας γραφὰς ὥσπερ ἐπιστολὰς ἀπέστειλεν ὁ βασιλεὺς Θεὸς
τοῖς ἀνθρώποις, δηλώσας δι' αὐτῶν, ἵνα παρακαλέσαντες τὸν Θεὸν καὶ
πιστεύσαντες αἰτήσωσι καὶ λάβωσι δωρεὰν οὐράνιον ἐκ τῆς ὑποστάσεως τῆς
θεότητος αὐτοῦ· γέγραπται γάρ· «ἵνα γενώμεθα θείας κοινωνοὶ φύσεως». Εἰ
δὲ μὴ προσέλθῃ καὶ αἰτήσει καὶ λάβῃ ὁ ἄνθρωπος, οὐδὲν ὠφελήθη ἀναγνοὺς
τὰς γραφάς, μᾶλλον δὲ καὶ θανάτου ἔνοχός ἐστιν, ὅτι παρὰ βασιλέως
οὐρανίου οὐκ ἠθέλησε λαβεῖν ζωῆς δωρεάν, ἧς ἄνευ ἀδύνατόν ἐστι ζωῆς
ἀθανάτου τυχεῖν, ἥτις ἐστὶν ὁ Χριστός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Home
Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
πνευματικά
feature
Ομιλία 39 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
Ομιλία 39 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
Tags
# Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
# πνευματικά
# feature
Share This
feature
Marcadores:
Μακαρίου του Αιγυπτίου 50 Ομιλίες,
πνευματικά,
feature