Ὥσπερ ὀργισθεὶς ὁ Θεός ποτε Ἰουδαίοις παρέδωκε τὴν Ἱερουσαλὴμ εἰς τὸ
προφανὲς ἐχθροῖς, καὶ ἐκυρίευον αὐτῶν οἱ μισοῦντες αὐτούς, καὶ οὐκ ἦν
ἔτι ἐκεῖ ἑορτὴ οὔτε προσφορά, οὕτω καὶ τῇ ψυχῇ ὀργισθεὶς διὰ τὴν
παράβασιν τῆς ἐντολῆς παρέδωκεν αὐτὴν τοῖς ἐχθροῖς, δαίμοσί τε καὶ
πάθεσι, καὶ οὕτω πλανήσαντες αὐτὴν τελείως ἠφάνισαν, καὶ οὐκέτι ἦν ἐκεῖ
οὔτε ἑορτὴ οὔτε θυμίαμα οὔτε προσφορὰ δι' αὐτῆς τῷ Θεῷ ἀναπεμπομένη,
πλησθέντων ἐν ταῖς ὁδοῖς τῶν γνωρισμάτων αὐτῆς θηρίων δεινῶν, καὶ
ἑρπετῶν πνευμάτων πονηρίας ἐν αὐτῇ καταλυόντων. Καὶ ὥσπερ οἶκος ἐὰν μὴ
ἔχῃ τὸν δεσπότην κατοικοῦντα, σκότος καὶ ἀτιμίαν καὶ ὕβριν ἐνδύεται καὶ
ῥυπαρίας καὶ κοπριῶν ἐμπέπλησται, οὕτω καὶ ψυχὴ ἡ μὴ ἔχουσα τὸν Δεσπότην
αὐτῆς μετὰ τῶν ἀγγέλων ἐν ἑαυτῇ χορεύοντα, σκότους ἁμαρτίας καὶ
αἰσχύνης παθῶν καὶ πάσης ἀτιμίας ἐμπίπλαται. Οὐαὶ ὁδῷ, ἐπὰν μηδεὶς ἐν
αὐτῇ περιπατῇ μήτε ἀκούῃ ἐν αὐτῇ φωνῆς ἀνθρώπου· ὅτι καταλυτήριον θηρίων
τυγχάνει. Οὐαὶ ψυχῇ, ὁπόταν μὴ διοδεύῃ ἐν αὐτῇ ὁ Κύριος, καὶ τῇ φωνῇ
αὐτοῦ φεύγῃ ἐξ αὐτῆς τὰ πνευματικὰ τῆς πονηρίας θηρία. Οὐαὶ οἰκίᾳ, ὁπότε
ὁ δεσπότης οὐκ οἰκεῖ ἐν αὐτῇ. Οὐαὶ γῇ, ὁπότε μὴ ἔχει τὸν ἐργαζόμενον
αὐτὴν γεωργόν. Οὐαὶ πλοίῳ, ὁπόταν μὴ ἔχῃ τὸν κυβερνήτην, ὅτι ὑπὸ τῶν
κυμάτων καὶ τοῦ σάλου τῆς θαλάσσης φερόμενον ἀπόλλυται. Οὐαὶ ψυχῇ,
ὁπόταν μὴ ἔχῃ τὸν ἀληθινὸν κυβερνήτην Χριστὸν ἐν αὐτῇ, ὅτι ἐν τῇ θαλάσσῃ
τῆς πικρίας τοῦ σκότους τυγχάνουσα καὶ ὑπὸ τοῦ σάλου τῶν παθῶν
κυματουμένη καὶ ὑπὸ τῶν πονηρῶν πνευμάτων χειμαζομένη τὸ τέλος ἀπώλειαν
κτᾶται. Οὐαὶ ψυχῇ, ὁπόταν μὴ ἔχῃ τὸν ἐργαζόμενον αὐτὴν ἐπιμελῶς Χριστόν,
ἵνα καρποὺς ἀγαθοὺς τοῦ πνεύματος ἐνεγκεῖν δυνηθῇ, ὅτι ἔρημος οὖσα καὶ
ἀκανθῶν καὶ τριβόλων μεστὴ τὸ τέλος καῦσιν πυρὸς καρποῦται. Οὐαὶ ψυχῇ,
ὁπόταν μὴ ἔχῃ τὸν Δεσπότην αὐτῆς Χριστὸν ἐν ἑαυτῇ κατοικοῦντα, ὅτι
ἔρημος οὖσα καὶ δυσωδίας παθῶν ἐμπεπλησμένη καταλυτήριον κακίας
τυγχάνει. Ὥσπερ γὰρ ὁ γεωργὸς ἐπὰν πορεύηται ἐργάσασθαι τὴν γῆν, δέοντα
ἐργαλεῖα καὶ ἄμφια πρὸς τὴν ἐργασίαν λαμβάνει, οὕτως καὶ Χριστὸς ὁ
βασιλεὺς ὁ ἐπουράνιος καὶ ἀληθινὸς γεωργός, ἐλθὼν ἐπὶ τὴν ἐρημωθεῖσαν
ὑπὸ τῆς κακίας ἀνθρωπότητα, ἐνδυσάμενος τὸ σῶμα καὶ ὡς ἐργαλεῖον τὸν
σταυρὸν βαστάσας, εἰργάσατο τὴν ἔρημον ψυχὴν καὶ ἔλαβεν ἐξ αὐτῆς τὰς
ἀκάνθας καὶ τριβόλους τῶν πονηρῶν πνευμάτων καὶ τὰ ζιζάνια τῆς ἁμαρτίας
ἐξέτιλε καὶ πάντα χόρτον ἁμαρτημάτων αὐτῆς πυρὶ κατέκαυσε, καὶ οὕτως
ἐργασάμενος αὐτὴν τῷ ξύλῳ τοῦ σταυροῦ ἐφύτευσεν ἐν αὐτῇ τὸν παγκάλλιστον
παράδεισον τοῦ Πνεύματος, πάντα καρπὸν ἡδὺν καὶ ἐπιθυμητὸν φέροντα τῷ
Δεσπότῃ Θεῷ. Καὶ ὥσπερ ἐν Αἰγύπτῳ, τριημέρου σκότους γενομένου, οὐκ
ἔβλεπεν υἱὸς πατέρα οὔτε ἀδελφὸς ἀδελφὸν οὔτε φίλος γνήσιον φίλον, τοῦ
σκότους καλύψαντος αὐτούς, οὕτω τοῦ Ἀδὰμ παραβάντος τὴν ἐντολὴν καὶ
πεσόντος ἀπὸ τῆς προτέρας δόξης καὶ ὑπὸ τὸ πνεῦμα τοῦ κόσμου γεγονότος,
καὶ τοῦ καλύμματος τοῦ σκότους ἐλθόντος ἐν τῇ ψυχῇ αὐτοῦ, ἀπ' αὐτοῦ καὶ
μέχρι τοῦ ἐσχάτου Ἀδάμ, τοῦ Κυρίου, οὐκ ἔβλεπον τὸν ἀληθινὸν Πατέρα τὸν
ἐπουράνιον καὶ τὴν ἀγαθὴν καὶ χρηστὴν μητέρα, τὴν χάριν τοῦ Πνεύματος,
καὶ τὸν γλυκὺν καὶ ποθούμενον ἀδελφόν, τὸν Κύριον, καὶ τοὺς φίλους καὶ
γνησίους ἀγγέλους ἁγίους, μεθ' ὧν ἔχαιρε χορεύων καὶ ἑορτάζων. Οὐ μόνον
δὲ ἕως τοῦ ἐσχάτου Ἀδάμ, ἀλλ' ἔτι καὶ νῦν ἐφ' οὓς οὐκ ἀνέτειλεν ὁ ἥλιος
τῆς δικαιοσύνης Χριστός, καὶ ὧν οὐκ ἠνοίγησαν οἱ τῆς ψυχῆς ὀφθαλμοί, ἀπὸ
τοῦ ἀληθινοῦ φωτὸς φωτισθέντες, ὑπὸ τὸ αὐτὸ σκότος τῆς ἁμαρτίας ἔτι
τυγχάνουσι, τὴν αὐτὴν τῶν ἡδονῶν ἐνέργειαν ἔχοντες, τῇ αὐτῇ τιμωρίᾳ
ὑποκείμενοι, ὀφθαλμοὺς βλέποντας τὸν πατέρα μηδέπω ἔχοντες. Τοῦτο γὰρ
ὀφείλει γινώσκειν ἕκαστος, ὅτι εἰσὶν ὀφθαλμοὶ ἐνδότεροι τῶν ὀφθαλμῶν
τούτων καὶ ἔστιν ἀκοὴ ἐνδοτέρα τῆς ἀκοῆς ταύτης. Καὶ ὥσπερ οὗτοι οἱ
ὀφθαλμοὶ αἰσθητῶς βλέπουσι καὶ κατανοοῦσι τὸ πρόσωπον τοῦ φίλου ἢ τοῦ
ἀγαπητοῦ, οὕτως καὶ οἱ τῆς ἀξίας καὶ πιστῆς ψυχῆς ὀφθαλμοὶ πνευματικῶς
φωτισθέντες φωτὶ θεϊκῷ βλέπουσι καὶ κατανοοῦσι τὸν ἀληθινὸν φίλον καὶ
γλυκύτατον καὶ πολυπόθητον νυμφίον, τὸν Κύριον, καταλαμπομένης τῆς ψυχῆς
ὑπὸ τοῦ προσκυνητοῦ Πνεύματος, καὶ οὕτω βλέπουσα νοερῶς τὸ ἐπιθυμητὸν
καὶ μόνον ἀνεκλάλητον κάλλος, εἰς ἔρωτα θεῖον τιτρώσκεται καὶ εἰς πάσας
ἀρετὰς ὑπὸ τοῦ Πνεύματος κατευθύνεται, καὶ οὕτως ἀόριστον καὶ
ἀνέκλειπτον κέκτηται ἀγάπην πρὸς τὸν ὑπ' αὐτῆς ποθούμενον Κύριον. Τί
τοίνυν μακαριώτερον τῆς ἀϊδίου φωνῆς ἐκείνης Ἰωάννου δεικνύοντος πρὸ
ὀφθαλμῶν τὸν Κύριον λέγοντος· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν
τοῦ κόσμου; Ἀληθῶς «ἐν γεννητοῖς γυναικῶν οὐδεὶς μείζων Ἰωάννου τοῦ
βαπτιστοῦ»· πλήρωμα γὰρ πάντων τῶν προφητῶν τυγχάνει. Καὶ πάντες μὲν
προεφήτευσαν περὶ τοῦ Κυρίου, μήκοθεν δεικνύοντες αὐτὸν παραγινόμενον.
Αὐτὸς δὲ προφητεύων περὶ τοῦ σωτῆρος ἐδείκνυε παρ' ὀφθαλμοῖς, πᾶσι βοῶν
καὶ λέγων· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Τί ἡδεῖα καὶ καλὴ ἡ φωνὴ εὐθὺ
δεικνύοντος τὸν ὑπ' αὐτοῦ κηρυσσόμενον. «Μείζων Ἰωάννου ἐν γεννητοῖς
γυναικῶν οὐδείς· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ
ἐστιν». Οἱ ἄνωθεν ἐκ τοῦ Θεοῦ γεννηθέντες Ἀπόστολοι οἱ τὴν ἀπαρχὴν τοῦ
παρακλήτου πνεύματος λαβόντες, οὗτοι γὰρ συνδικασταὶ καὶ σύνθρονοι
κατηξιώθησαν γενέσθαι· οὗτοι λυτρωταὶ τῶν ἀνθρώπων γεγόνασιν. Εὑρίσκεις
αὐτοὺς σχίζοντας θάλασσαν δυνάμεων πονηρῶν καὶ διαγαγόντας ψυχὰς
πιστευούσας. Εὑρίσκεις αὐτοὺς γεωργοὺς τὴν ἄμπελον τῆς ψυχῆς
ἐργαζομένους. Εὑρίσκεις αὐτοὺς παρανύμφους νυμφεύοντας ψυχὰς Χριστῷ·
ἡρμοσάμην γὰρ φησὶν ὑμᾶς ἑνὶ ἀνδρί. Εὑρίσκεις αὐτοὺς διδόντας ζωὴν τοῖς
ἀνθρώποις. Καὶ ἁπαξαπλῶς εὑρίσκεις αὐτοὺς πολυμερῶς καὶ πολυτρόπως
διακονοῦντας τῷ πνεύματι. Οὗτος οὖν ἐστιν ὁ μικρός, ὁ μείζων Ἰωάννου τοῦ
βαπτιστοῦ. Ὥσπερ γὰρ ὁ γεωργὸς ζεῦγος βοῶν κατέχων ἐργάζεται τὴν γῆν,
τὸν αὐτὸν τρόπον καὶ ὁ Κύριος Ἰησοῦς, ὁ καλὸς καὶ ἀληθινὸς γεωργός, δύο
δύο Ἀποστόλους ζεύξας ἀπέστειλεν αὐτούς, μετ' αὐτῶν ἐργαζόμενος τὴν γῆν
τῶν ἀκουόντων καὶ ἐν ἀληθείᾳ πιστευόντων. Πλὴν καὶ τοῦτο εἰπεῖν ἄξιον,
ὡς «οὐκ ἐν λόγῳ» μόνον ἀκοῆς ἡ βασιλεία τοῦ Θεοῦ καὶ τὸ τῶν ἀποστόλων
κήρυγμα, ὡς ἄν τις εἰδὼς λόγους καὶ ἑτέροις ἐκδιηγούμενος, ἀλλ' ἐν
δυνάμει καὶ ἐνεργείᾳ Πνεύματος ἡ βασιλεία τυγχάνει. Ταῦτα γὰρ πεπόνθασι
καὶ Ἰσραηλιτῶν παῖδες, μελετῶντες τὰς γραφὰς ἀεὶ καὶ περὶ τοῦ Κυρίου
δῆθεν τὴν μελέτην ἔχοντες, καὶ τὴν ἀλήθειαν αὐτὴν μὴ δεξάμενοι, ἑτέροις
τὴν αὐτῶν κληρονομίαν ἀπέδοντο. Οὕτως καὶ οἱ λόγους τοῦ πνεύματος
διηγούμενοι ἐτέροις, αὐτοὶ τὸν λόγον ἐν δυνάμει μὴ κεκτημένοι, ἄλλοις
ἀποδίδονται τὴν κληρονομίαν. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι εἰς
τοὺς αἰῶνας. Ἀμήν.
Home
Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
πνευματικά
feature
Ομιλία 28 -Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
Ομιλία 28 -Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
Tags
# Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
# πνευματικά
# feature
Share This
feature
Marcadores:
Μακαρίου του Αιγυπτίου 50 Ομιλίες,
πνευματικά,
feature