ὀλίγα δὲ ἀνάγκη εἰπεῖν,
οὐκ ἐπειδὴ τῷ πλήθει τῶν λεγομένων ὑμεῖς βαρύνεσθε·
οὐδὲ γὰρ ἔστιν ἑτέραν πόλιν εὑρεῖν οὕτως ἐρωτικῶς πρὸς τὴν ἀκρόασιν τῶν πνευματικῶν λογίων διακειμένην.
ἐπειδὴ ἀποκναίομεν ὑμᾶς τῷ πλήθει,
ἀλλ' ἐπειδὴ ἀναγκαία τῆς βραχυλογίας σήμερον ἡ αἰτία·
καὶ γὰρ ὁρῶ πολλοὺς τῶν πιστῶν ἐπειγομένους πρὸς τὴν τῶν φρικτῶν μυστηρίων κοινωνίαν.
μήτε ταύτης ἐκπέσωσιν,
ἀνάγκη σύμμετρον ποιήσασθαι τὴν ἑστίασιν,
ἵν' ἑκατέρωθεν ὑμῖν τὸ κέρδος γένηται,
καὶ ἀπὸ ταύτης ἐφοδιασθέντες καὶ τῶν παρ' ἡμῶν λόγων, οὕτως ἀπέλθητε, καὶ μετὰ φόβου καὶ τρόμου
καὶ τῆς προσηκούσης εὐλαβείας τῇ φοβερᾷ
καὶ φρικτῇ προσέλθητε κοινωνίᾳ.
ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρεδόθη·
τῇ γὰρ ἐπιούσῃ ἑσπέρᾳ ταύτῃ, λαβόντες αὐτὸν,
ἀπῆλθον οἱ Ἰουδαῖοι.
μᾶλλον δὲ γενοῦ κατηφὴς, καὶ κλαῦσον πικρῶς,
ἀλλὰ μὴ ὑπὲρ τοῦ παραδοθέντος Ἰησοῦ,
ἀλλ' ὑπὲρ τοῦ προδότου Ἰούδα.
ὁ δὲ προδοὺς τὴν ἑαυτοῦ ψυχὴν ἀπώλεσε·
καὶ ὁ μὲν προδοθεὶς ἐν δεξιᾷ κάθηται τοῦ Πατρὸς ἐν τοῖς οὐρανοῖς, ὁ δὲ παραδοὺς ἐν ᾅδου νῦν ἐστι,
τὴν ἀπαραίτητον ἀναμένων κόλασιν.
ὁ προδοθεὶς ὑπὲρ τοῦ προδόντος ἀλγεῖ.
Ἰδὼν γὰρ αὐτὸν, ἐταράχθη, φησὶ, καὶ εἶπεν·
Ὁμοῦ καὶ τὴν φιλοστοργίαν τὴν ἑαυτοῦ ἐπιδεικνύμενος,
καὶ διδάσκων ἡμᾶς, ὅτι οὐ τὸν πάσχοντα κακῶς,
ἀλλὰ τὸν ποιοῦντα κακῶς, τοῦτον θρηνεῖν πανταχοῦ δίκαιον.
τὸ κακῶς παθεῖν, κακὸν δὲ τὸ ποιῆσαι κακῶς.
καὶ τῆς κολάσεως γίνεται.
ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
καὶ ἔπαθλον τὴν βασιλείαν τῶν οὐρανῶν;
Εἰπὼν γὰρ ὁ Παῦλος περὶ τῶν Ἰουδαίων, ὅτι Τὸν Κύριον ἀπέκτειναν, καὶ τοὺς προφήτας ἐδίωξαν, ἐπήγαγεν·
οἱ δὲ διώκοντες τὴν ὀργὴν κληρονομοῦσι;
ἀλλ' ἵνα μὴ τοῖς ἐχθροῖς ὀργιζώμεθα,
ἀλλ' ἐλεῶμεν αὐτοὺς καὶ θρηνῶμεν καὶ συναλγῶμεν αὐτοῖς·
ἐκεῖνοι γάρ εἰσιν οἱ κακῶς πάσχοντες, οἱ ἐχθραίνοντες ἡμῖν.
μείζονα γὰρ λαμβάνεις ἢ δίδως, ἀφιεὶς τὴν ὀργὴν τῷ ἐχθρῷ.
συγχωρεῖταί σοι τὰ εἰς τὸν ∆εσπότην πλημμελήματα.
ταῦτα πολλὴν ἔχει παραμυθίαν καὶ συγγνώμην.
καὶ προσεύξονται περὶ αὐτοῦ·
ἐὰν δὲ εἰς Θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ;
εὐχῇ μὲν οὐ λύεται, συγχωρήσει δὲ τῶν ἁμαρτημάτων τῶν εἰς τὸν πλησίον λέλυται.
τὰ εἰς τὸν ∆εσπότην ἁμαρτήματα·
ταῦτα δὲ ἑκατὸν δηνάρια.
Ἄφες οὖν ἑκατὸν δηνάρια, ἵνα ἀφεθῇ σοι μύρια τάλαντα.
ἐπὶ δὲ τὸν τῆς προδοσίας, εἰ δοκεῖ, ἐπανέλθωμεν λόγον,
καὶ ἴδωμεν πῶς παρεδόθη ἡμῶν ὁ ∆εσπότης.
Τότε πορευθεὶς εἷς τῶν δώδεκα,
Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπε·
καὶ μηδὲν πλέον αἰνίττεσθαι·
εἰ δέ τις ἀκριβῶς ἐξετάσῃ ἓν ἕκαστον τῶν λεγομένων,
πολλὴν ἔχει τὴν θεωρίαν, καὶ πολὺ τὸ βάθος τῶν νοημάτων.
Οὐ γὰρ ἁπλῶς αὐτὸν ἐπισημαίνεται ὁ εὐαγγελιστής·
οὐ γὰρ εἶπε πορευθεὶς ἁπλῶς.
ἀλλὰ προσέθηκε τὸ Τότε πορευθείς.
Τότε;
εἰπέ μοι, πότε;
καὶ τίνος ἕνεκεν ἐπισημαίνει τὸν χρόνον;
τί με βούλεται διδάξαι;
Οὐ γὰρ ἁπλῶς εἴρηται τὸ, Τότε, καὶ γὰρ Πνεύματι φθεγγόμενος οὐδὲ ἁπλῶς οὐδὲ εἰκῆ φθέγγεται.
Ἐπεδείξατο πολλὴν θεραπείαν, ἐπεδείξατο πολλὴν πίστιν, πολλὴν ὑπακοὴν καὶ εὐλάβειαν·
μετεβλήθη ἀπὸ τοῦ προτέρου βίου,
ἐγένετο βελτίων καὶ σωφρονεστέρα.
Καὶ ὅτε ἡ πόρνη μετενόησεν, ὅτε τὸν ∆εσπότην ἐπεσπάσατο, τότε ὁ μαθητὴς τὸν διδάσκαλον προέδωκε.
ὡς καὶ πόρνας ἐπισπᾶσθαι εἰς τὴν οἰκείαν ὑπακοήν.
μαθητὴν οὐκ ἴσχυσεν ἐπισπάσασθαι;
Τότε πορευθείς.
Ἔχει τι καὶ τοῦτο οὐ μικρὸν θεώρημα, τὸ, Πορευθείς·
οὐ γὰρ μετακληθεὶς ὑπὸ τῶν ἀρχιερέων, οὐκ ἀναγκασθεὶς οὐδὲ βιασθεὶς, ἀλλ' αὐτὸς ἀφ' ἑαυτοῦ καὶ οἴκοθεν ἔτεκε τὸν δόλον, καὶ τὴν γνώμην ἐξήγαγε ταύτην, οὐδένα ἔχων σύμβουλον τῆς πονηρίας ταύτης.
Τότε πορευθεὶς εἷς τῶν δώδεκα.
Καὶ τοῦτο μεγίστην αὐτῷ δείκνυσιν οὖσαν τὴν κατηγορίαν τῷ εἰπεῖν, Εἷς τῶν δώδεκα.
ἀλλ' ἐκεῖνοι τὰ δευτερεῖα εἶχον, ἐκεῖνοι οὐ τοσαύτης ἀπέλαυον τῆς τιμῆς, οὐδὲ τοσαύτης μετεῖχον τῆς παῤῥησίας, οὐκ ἐκοινώνησαν ἀποῤῥήτων τοσοῦτον, ὡς οἱ δώδεκα.
καὶ ὁ περὶ τὸν βασιλέα χορὸς οὗτος ἦν·
αὕτη ἡ συμμορία ἡ περὶ τὸν διδάσκαλον,
καὶ ἀπὸ ταύτης ἐξεπήδησεν ὁ Ἰούδας.
ἀλλὰ τῆς δοκιμωτάτης τάξεως εἷς, διὰ τοῦτό φησιν·
Εἷς τῶν δώδεκα.
ταῦτα δείκνυσι τοῦ ∆εσπότου τὴν φιλανθρωπίαν·
ὅτι τὸν προδότην, τὸν λῃστὴν, τὸν κλέπτην,
τοσούτων ἠξίωσεν ἀγαθῶν, καὶ μέχρι τῆς ἐσχάτης διαβαστάζων αὐτὸν διετέλει τῆς ὥρας·
καὶ γὰρ ἐνουθέτει καὶ παρῄνει καὶ πάντα τρόπον ἐπεμελεῖτο.
καὶ μάρτυς ἡ πόρνη·
αὕτη γὰρ προσέχουσα ἑαυτῇ ἐσώθη.
μηδὲ θαῤῥήσῃς σεαυτῷ, πρὸς τὸν Ἰούδαν ἰδών.
καὶ τὸ ἀπογινώσκειν·
τὸ μὲν γὰρ θαῤῥεῖν τὸν ἑστηκότα ποιεῖ πεσεῖν,
τὸ δὲ ἀπογινώσκειν τὸν κείμενον οὐκ ἀφίησιν ἀναστῆναι.
πῶς ὁ μαθητὴς δοκῶν ἑστάναι, ἔπεσε·
καὶ πῶς ἡ πόρνη κειμένη, ἀνέστη.
διὰ τοῦτο ἑαυτοὺς πανταχόθεν ἀσφαλίζεσθαι καὶ τειχίζεσθαι χρή.
ὁρᾷς ποίας διδασκαλίας κατεφρόνησεν;
ὁρᾷς ὅσον κακόν ἐστιν ἡ ῥᾳθυμία καὶ ἡ ὀλιγωρία;
Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης.
Εἴθε μὴ τοῦτον ἐγίνωσκον!
Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης.
Τίνος ἕνεκεν τὴν πόλιν αὐτοῦ λέγεις;
Ἵν' οὖν διὰ τῆς ὁμωνυμίας μὴ γένηταί τις πλάνη,
διεῖλε τοῦτον ἀπ' ἐκείνου, καὶ ἐκεῖνον μὲν ἀπὸ τῆς ἀρετῆς ὠνόμασεν, Ἰούδας ὁ ζηλωτής·
τοῦτον δὲ οὐκ ὠνόμασεν ἀπὸ τῆς κακίας·
οὐ γὰρ εἶπεν, Ἰούδας ὁ προδότης.
οὕτω καὶ τοῦτον ἀπὸ τῆς κακίας προσαγορεῦσαι,
καὶ εἰπεῖν, Ἰούδας ὁ προδότης·
ἀλλ' ἵνα σε παιδεύσῃ καθαρὰν ἔχειν κατηγορίας τὴν γλῶτταν, καὶ αὐτοῦ τοῦ προδότου φείδεται.
Καὶ πῶς ἐξεπήδησε τοῦ στόματος;
πῶς ἐκίνησε τὴν γλῶσσαν;
πῶς οὐκ ἐνάρκησεν ἅπαν τὸ σῶμα;
πῶς οὐκ ἐξέστη ἡ διάνοια;
οὐ διὰ τοῦτο ἔλεγε,
Ὢ τῆς ἀπονοίας!
τί μικρὸν ἢ μέγα ἐγκαλεῖν ἔχων, παραδίδως τὸν διδάσκαλον;
ὅτι σοι παρέδωκε τῶν δαιμόνων τὴν ἐξουσίαν;
ὅτι νοσήματα λύειν ἐποίησεν;
ὅτι λέπρας καθαίρειν;
ὅτι νεκροὺς ἀνιστᾷν;
ὅτι τῇ τυραννίδι ἐπέστησε τοῦ θανάτου;
ἀντὶ τούτων τῶν εὐεργεσιῶν ταύτας δίδως τὰς ἀμοιβάς;
αὐτόν;
Ὢ τῆς ἀπονοίας!
μᾶλλον δὲ, ὢ τῆς φιλαργυρίας!
πάντα γὰρ ἐκείνη ἔτεκε τὰ κακά·
ἐκείνης αὐτὸς ἐπιθυμήσας, προὔδωκε τὸν διδάσκαλον.
δαίμονος χαλεπώτερον τὰς ἀλούσας ἐκβακχεύει ψυχὰς,
καὶ ποιεῖ πάντας ἀγνοεῖν, καὶ ἑαυτὸν καὶ τοὺς πλησίον
καὶ τοὺς τῆς φύσεως νόμους,
καὶ αὐτῶν ἐκβάλλει τῶν φρενῶν καὶ παραπλῆγας ἐργάζεται.
τὴν ὁμιλίαν, τὴν συνήθειαν, τὴν κοινωνίαν τὴν ἐν τραπέζῃ, τὰ θαύματα, τὴν διδασκαλίαν, τὴν παραίνεσιν, τὴν νουθεσίαν·
ταῦτα πάντα εἰς λήθην ἐνέβαλεν ἡ φιλαργυρία τότε.
Πολλὴ ἡ ἀπόνοια τοῦ ῥήματος.
τὸν δαιμόνων ἐξουσιάζοντα, τῇ θαλάττῃ ἐπιτάττοντα,
τὸν τῆς φύσεως ἁπάντων ∆εσπότην;
καὶ δείξῃ ὅτι εἰ μὴ ἐβούλετο, οὐκ ἂν παρεδόθη,
ἄκουσον τί ποιεῖ.
καὶ δι' ἔργων, καὶ διὰ ῥημάτων,
δεικνὺς ὅτι οὐ λήσεται προδιδούς.
Καὶ οὔτε φανερῶς αὐτὸν ἤλεγχεν ἐπὶ πάντων,
ὥστε μὴ ἀναισχυντότερον αὐτὸν ἐργάσασθαι·
οὔτε παρεσιώπα, ἵνα μὴ νομίζων λανθάνειν,
ἀδεῶς ἐπιχειρῇ τὴν προδοσίαν, ἀλλὰ συνεχῶς ἔλεγεν,
πολλοὺς καὶ περὶ βασιλείας,
καὶ τὴν ἐφ' ἑκάτερα δύναμιν ἐπεδείξατο, τὴν ἐν τῷ κολάζειν τοὺς ἁμαρτάνοντας, καὶ τὴν ἐν τῷ τιμᾷν τοὺς κατορθοῦντας.
ὁ δὲ Θεὸς βίᾳ οὐχ εἵλκυσεν.
διὰ τοῦτο, ἂν μὴ βουλοίμεθα, οὐ βιάζεται οὐδ' ἀναγκάζει·
τὸ γὰρ βιασθέντα εἶναι χρηστὸν, οὐκ ἔστιν εἶναι χρηστόν.
καί φησι, Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;
Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;
Ἠβουλήθην καταστεῖλαι ὑμῶν τὴν πονηρίαν·
ἐπειδὴ δὲ ὑμεῖς οὐκ ἠβουλήθητε, ἀλλ' ἐπιμένετε παραπαίοντες, ἰδοὺ παραδίδωμι ἐμαυτόν.
∆ιὰ τί οὐ μετέβαλε τὸν Ἰούδαν;
διὰ τί οὐκ ἐποίησεν αὐτὸν σώφρονα καὶ ἐπιεικῆ;
Πῶς ἔδει ἐπιεικῆ ποιῆσαι αὐτόν;
ἀνάγκῃ, ἢ γνώμῃ;
Εἰ μὲν ἀνάγκῃ, οὐδ' οὕτως ἔμελλεν ἔσεσθαι βελτίων·
οὐδεὶς γὰρ ἀνάγκῃ γένοιτ' ἂν ἀγαθός·
εἰ δὲ γνώμῃ καὶ προαιρέσει, πάντα τὰ δυνάμενα διορθῶσαι προαίρεσιν καὶ γνώμην εἰσήνεγκεν.
Εἰ δὲ μὴ ἐβουλήθη δέξασθαι τὸ φάρμακον, οὐ τοῦ ἰατροῦ τὸ ἔγκλημα, ἀλλὰ τοῦ τὴν θεραπείαν διακρουσαμένου.
διὰ ῥημάτων, ἀνώτερον αὐτὸν τῶν δαιμόνων ἐποίησε, θαύματα ἐργάζεσθαι πολλὰ παρεσκεύασεν,
ἐφόβησε τῇ τῆς γεέννης ἀπειλῇ, προετρέψατο τῇ τῆς βασιλείας ἐπαγγελίᾳ·
ἤλεγξε διηνεκῶς τὰ ἀπόῤῥητα αὐτοῦ βουλεύματα,
ἐλέγχων δὲ οὐκ ἐδημοσίευε·
τοὺς πόδας αὐτοῦ μετὰ τῶν ἄλλων ἔνιψεν, ἁλῶν αὐτῷ καὶ τραπέζης ἐκοινώνησεν·
οὐδὲν, οὐ μικρὸν, ἢ μέγα ἐνέλιπεν·
ὁ δὲ ἑκὼν ἔμεινεν ἀδιόρθωτος.
Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον·
ἀλλὰ, Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;
ὅταν δὲ σπουδάζωμεν, καὶ αὐτοὶ ἀφ' ἑαυτῶν διαναστῆναι δυνάμεθα.
ὅτε δὲ οὐδεὶς ἦν ὁ παραινῶν, τὸ οἰκεῖον συνειδὸς ἐπανέστη, καὶ μηδενὸς ὄντος διδασκάλου μετεβάλετο, καὶ κατέγνω τῶν τετολμημένων, καὶ ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια.
Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;
Καὶ ἔστησαν, φησὶν, αὐτῷ τριάκοντα ἀργύρια.
Τιμὴν κατέβαλον αἵματος τιμὴν οὐκ ἔχοντος.
Τί λαμβάνεις τριάκοντα ἀργύρια, ὦ Ἰούδα;
Τί γὰρ ἀναιδέστερον τοῦ συναλλάγματος τούτου;
Τότε· πότε;
Ὅτε ταῦτα ἐγένετο, ὅτε ἡ προδοσία προεχώρησεν,
ὅτε ἑαυτὸν ἀπώλεσεν ὁ Ἰούδας,
Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;
Εἶδες μαθητήν;
εἶδες μαθητάς;
οὗτοι περὶ τὸ Πάσχα μεριμνῶσιν·
ἐκεῖνος σύμφωνα ποιεῖ, οὗτοι πρὸς ὑπηρεσίαν παρεσκεύαζον.
τῶν αὐτῶν διδαγμάτων, τῆς αὐτῆς ἐξουσίας·
πόθεν οὖν ἡ μεταβολή;
Ἀπὸ τῆς προαιρέσεως·
αὕτη πάντων αἰτία πανταχοῦ καὶ τῶν ἀγαθῶν καὶ τῶν κακῶν.
Ἡ ἑσπέρα αὕτη ἦν τότε·
ἐπεὶ οὖν οἰκίαν οὐκ εἶχεν ὁ ∆εσπότης, διὰ τοῦτο αὐτῷ λέγουσι·
Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;
Οὐκ ἔχομεν καταγώγιον ὡρισμένον, οὐκ ἔχομεν σκηνὴν, οὐδὲ οἰκίαν.
∆ιὸ ἐρωτῶσιν οὗτοι·
Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;
Ποῖον Πάσχα;
Οὐχὶ τοῦτο τὸ ἡμέτερον, ἀλλὰ τὸ Ἰουδαϊκὸν τέως·
ἐκεῖνο μὲν γὰρ οἱ μαθηταὶ παρεσκεύασαν, τοῦτο δὲ τὸ ἡμέτερον αὐτὸς κατεσκεύασεν·
οὐ μόνον δὲ αὐτὸς αὐτὸ κατεσκεύασεν, ἀλλὰ καὶ αὐτὸς Πάσχα ἐγένετο.
Ἐκεῖνο Ἰουδαϊκὸν ἦν τὸ Πάσχα,
ἐκεῖνο ἐν Αἰγύπτῳ τὴν ἀρχὴν ἔλαβε.
Ὅτι πάντα τὰ νομικὰ ἐπλήρωσε.
Καὶ γὰρ ὅτε ἐβαπτίζετο, ἔλεγεν·
Ἦλθον ἐκ τῆς τοῦ νόμου κατάρας ἐξαγοράσαι τὸν ἄνθρωπον.
ἐπειδὴ πληρῶσαι αὐτὸν οὐκ ἠδύνατο, ὡς φορτικὸν καὶ ἐπαχθῆ καὶ δυσκατόρθωτον ὄντα, πρῶτον αὐτοῦ πληρώσας ἅπαντα, τότε κατέλυσε.
νόμου γὰρ ἦν ἐπίταγμα τὸ Πάσχα.
Ἀγνώμονες ἦσαν περὶ τὸν εὐεργέτην οἱ Ἰουδαῖοι,
καὶ παρ' αὐτὰς τὰς εὐεργεσίας ἐπελανθάνοντο τοῦ προστάγματος τοῦ Θεοῦ.
Ποιήσωμεν ἑαυτοῖς θεοὺς, οἳ προπορεύσονται ἡμῶν.
Τί λέγεις;
τὰ θαύματα ἐν χερσὶν ἔτι, καὶ ἐπελάθου τοῦ εὐεργέτου;
εἴπῃς, ὅτι Τοῦ προβάτου τὸ αἷμα ἐπέχρισαν ταῖς θύραις ποτὲ ἡμῶν οἱ πρόγονοι ἐν Αἰγύπτῳ, ἵνα μὴ ὁ ὀλοθρεύων ἐλθὼν καὶ ἰδὼν τολμήσῃ εἰσπηδῆσαι, καὶ ἐπαγάγῃ πληγήν.
Μᾶλλον δὲ οὐ τοῦτο μόνον ἐκέρδαινον, ὅτι τῶν παλαιῶν αὐτοὺς ἀνεμίμνησκεν εὐεργετημάτων, ἀλλὰ καὶ ἕτερον μεῖζον, ὅτι τὰ μέλλοντα προδιετύπου.
καὶ τὸ μὲν ἦν σκιὰ, τὸ δὲ ἀλήθεια.
Ἐπειδὴ δὲ ἐπέφανεν ὁ τῆς δικαιοσύνης ἥλιος, ἡ σκιὰ λοιπὸν ἐπαύσατο·
ἡλίου γὰρ ἀνίσχοντος, κρύπτεται ἡ σκιά.
Καθάπερ γὰρ οἱ ζωγράφοι ἐν αὐτῷ τῷ πίνακι καὶ τὰς γραμμὰς περιάγουσι καὶ τὴν σκιὰν γράφουσι, καὶ τότε τὴν ἀλήθειαν τῶν χρωμάτων αὐτῷ ἐπιτιθέασιν·
οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν·
ἐπ' αὐτῆς τῆς τραπέζης καὶ τὸ τυπικὸν Πάσχα ὑπέγραψε, καὶ τὸ ἀληθινὸν προσέθηκε·
Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;
Ἦν τὸ Ἰουδαϊκὸν Πάσχα τότε·
ἀλλὰ τοῦ ἡλίου ἐλθόντος, μηκέτι λύχνος φαινέτω, τῆς ἀληθείας παραγενομένης, ἀργείτω λοιπὸν ἡ σκιά.
τίνος οὖν ἕνεκεν ταῦτα τολμᾷς τὰ παράνομα πράττειν πράγματα;
καὶ οὐκ ἠνέσχου.
Ἐπὶ τὸν ποταμὸν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν·
ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν, τουτέστι, ψαλτήριον, κιθάραν, λύραν, καὶ τὰ λοιπά·
τούτοις γὰρ ἐκέχρηντο τὸ παλαιὸν, καὶ διὰ τούτων τοὺς ψαλμοὺς ᾖδον.
ἵν' ἔχωσι τὴν ὑπόμνησιν τῆς πολιτείας τῆς ἐν τῇ πατρίδι,
οὐχ ἵνα χρήσωνται.
Καὶ εἴπομεν·
Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
Τί λέγεις;
τὴν ᾠδὴν Κυρίου οὐκ ᾄδεις ἐπὶ γῆς ἀλλοτρίας, καὶ τὸ Πάσχα Κυρίου ἐπιτελεῖς ἐπὶ γῆς ἀλλοτρίας;
εἶδες τὴν παρανομίαν;
Ὅτε πολέμιοι ἦσαν οἱ καταναγκάζοντες, οὐδὲ ψαλμὸν εἰπεῖν ἐτόλμων ἐπὶ γῆς ἀλλοτρίας·
νῦν δὲ ἀφ' ἑαυτῶν, μηδενὸς ἀναγκάζοντος μηδὲ βιαζομένου, πόλεμον εἰσάγουσι πρὸς τὸν Θεόν.
Ὁρᾷς πῶς ἀκάθαρτα τὰ ἄζυμα;
πῶς παράνομος ἡ ἑορτή;
πῶς Πάσχα οὐκ ἔστιν Ἰουδαϊκόν, Ἦν Πάσχα Ἰουδαϊκόν ποτε, ἀλλ' ἐλύθη νῦν, καὶ ἐπῆλθε τὸ πνευματικὸν Πάσχα,
ὃ παρεδίδου τότε ὁ Χριστός.
Τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἀμαρτιῶν.
Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα.
Καὶ πάλιν τὸ ποτήριον, λέγων·
Τοῦτό ἐστι τὸ αἷμά μου, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Καὶ παρῆν ὁ Ἰούδας, τοῦ Χριστοῦ ταῦτα λέγοντος.
Τοῦτό ἐστι τὸ σῶμα, ὃ ἐπώλησας, Ἰούδα, τριάκοντα ἀργυρίων·
τοῦτό ἐστι τὸ αἷμα, ὑπὲρ οὗ πρὸ μικροῦ τὰ ἀναιδῆ σύμφωνα ἐποίου πρὸς τοὺς ἀγνώμονας Φαρισαίους.
ὢ τῆς τοῦ Ἰούδα παραπληξίας!
ὢ τῆς μανίας!
ὁ μὲν γὰρ ἐπώλησεν αὐτὸν τριάκοντα δηναρίων·
ὁ Χριστὸς δὲ καὶ μετὰ τοῦτο οὐ παρῃτήσατο αὐτὸ τὸ αἷμα τὸ πραθὲν δοῦναι εἰς ἄφεσιν ἁμαρτιῶν τῷ πεπρακότι, εἴ γε ἠθέλησε.
Καὶ γὰρ παρῆν Ἰούδας, καὶ μετεῖχε τῆς ἱερᾶς τραπέζης.
ἵνα μηδεμίαν ἀπολογίας ἔχῃ πρόφασιν, ἐὰν ἐπιμείνῃ τῇ πονηρίᾳ.
Πάντα γὰρ τὰ παρ' ἑαυτοῦ ἐπεδείξατο, καὶ εἰσήνεγκεν·
ὁ δὲ ἔμεινε τὴν πονηρὰν διατηρῶν γνώμην.
Πάντες τοίνυν προσέλθωμεν μετὰ τῆς προσηκούσης σωφροσύνης καὶ νήψεως·
καὶ μηδεὶς ἔστω Ἰούδας ἔτι, μηδεὶς ἔστω πονηρὸς, μηδεὶς ἔχων ἰὸν, μὴ ἄλλα μὲν ἐπὶ τοῦ στόματος φέρων, ἄλλα δὲ ἐπὶ τῆς διανοίας.
Οὐδὲ γὰρ ἄνθρωπός ἐστιν ὁ ποιῶν τὰ προκείμενα γενέσθαι σῶμα καὶ αἷμα Χριστοῦ, ἀλλ' αὐτὸς ὁ σταυρωθεὶς ὑπὲρ ἡμῶν Χριστός.
τὰ ῥήματα φθεγγόμενος ἐκεῖνα·
καὶ καθάπερ ἡ φωνὴ ἐκείνη ἡ λέγουσα·
ἐῤῥέθη μὲν ἅπαξ, διὰ παντὸς δὲ τοῦ χρόνου γίνεται ἔργῳ ἐνδυναμοῦσα τὴν φύσιν τὴν ἡμετέραν πρὸς παιδοποιίαν·
μηδεὶς ἰὸν ἔχων ἐν τῇ διανοίᾳ, ἵνα μὴ εἰς κατάκριμα μεταλαμβάνῃ.
ἐπεπήδησε τῷ Ἰούδᾳ ὁ διάβολος, οὐ τοῦ σώματος καταφρονήσας τοῦ ∆εσποτικοῦ,
ἀλλὰ διὰ τὴν ἀναισχυντίαν καταφρονῶν τοῦ Ἰούδα,
ἵνα μάθῃς, ὅτι τοῖς ἀναξίως μετέχουσι τῶν θείων μυστηρίων, τούτοις μάλιστα ἐπιπηδᾷ καὶ ἐπιβαίνει συνεχῶς ὁ διάβολος, ὥσπερ καὶ τῷ Ἰούδᾳ τότε.
τοὺς δὲ παρὰ τὴν ἀξίαν ἀπολαύοντας εἰς μείζονα τιμωρίαν ἐμβάλλουσι.
καὶ καθάπερ ἡ σωματικὴ τροφὴ, ὅταν εἰς γαστέρα χυμοὺς ἔχουσαν πονηροὺς ἐμπέσῃ, πλέον ἐπιτείνει τὴν ἀῤῥωστίαν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς γαστρός·
οὕτω δὴ καὶ ἐπὶ τῶν μυστηρίων τῶν πνευματικῶν συμβαίνειν εἴωθε.
Μηδεὶς τοίνυν ἐχέτω ἔνδον πονηροὺς λογισμοὺς, ἀλλὰ καθάρωμεν τὴν διάνοιαν·
καὶ γὰρ καθαρᾷ προσερχόμεθα θυσίᾳ·
ἁγίαν ποιήσωμεν τὴν ψυχήν·
δυνατὸν γὰρ καὶ ἐν μιᾷ ἡμέρᾳ τοῦτο γενέσθαι.
Ἐὰν ἔχῃς τι κατὰ τοῦ ἐχθροῦ, ἔξελε τὴν ὀργὴν, θεράπευσον τὴν πληγὴν, λῦσον τὴν ἔχθραν, ἵνα λάβῃς θεραπείαν ἀπὸ τῆς τραπέζης·
θυσίᾳ γὰρ προσέρχῃ φρικτῇ καὶ ἁγίᾳ.
ἐσφαγμένος πρόκειται ὁ Χριστός.
ἵνα καὶ ἀγγέλων φίλον σε ποιήσῃ,
ἵνα σε τῷ Θεῷ τῶν ὅλων καταλλάξῃ,
ἐχθρὸν ὄντα σε καὶ πολέμιον, ἵνα ποιήσῃ φίλον.
σὺ δὲ τὸν σύνδουλον μένεις ἐχθραίνων;
καὶ πῶς δύνῃ βαδίσαι ἐπὶ τὴν τῆς εἰρήνης τράπεζαν;
σὺ δὲ ὀργὴν ἀφεῖναι τῷ συνδούλῳ σου διὰ σαυτὸν οὐκ ἀνέχῃ;
Εἰς χρήματα πάντως ἡ ζημία·
οὐδέπω γὰρ ἔτρωσε, καθάπερ τὸν Χριστὸν ὁ Ἰούδας·
ἀλλ' ὅμως καὶ αὐτὸ τὸ αἷμα, ὅπερ ἐξέχεεν, εἰς σωτηρίαν αὐτοῖς τοῖς ἐκχέασιν ἔδωκε.
Ἐὰν μὴ ἀφῇς τῷ ἐχθρῷ, οὐκ ἐκεῖνον ἠδίκησας, ἀλλὰ σαυτόν·
ἐκεῖνον μὲν γὰρ πολλάκις εἰς τὸν παρόντα βίον ἔβλαψας·
σαυτὸν δὲ ἀσύγγνωστον ἐποίησας πρὸς τὴν ἀπολογίαν εἰς τὴν μέλλουσαν ἡμέραν.
κἀκεῖ μνησθῇς ἄνω παρεστὼς ἐπὶ τῷ θυσιαστηρίῳ,
ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ,
ἄφες τὸ δῶρόν σου ἐπὶ τοῦ θυσιαστηρίου,
καὶ ἀπελθὼν διαλλάγηθι τῷ ἀδελφῷ σου,
καὶ τότε πρόσφερε τὸ δῶρόν σου.
διὰ γὰρ τὴν εἰρήνην τὴν εἰς τὸν ἀδελφόν σου
καὶ αὕτη ἡ θυσία γέγονεν.
εἰκῆ μετέχεις τῆς θυσίας·
ἀνόνητον γάρ σοι τὸ κατόρθωμα γέγονε.
ἵνα καταλλάξῃ ἡμῶν τὴν φύσιν τῷ ∆εσπότῃ·
διὰ τοῦτο οὐκ αὐτὸς μόνον ἦλθεν,
ἀλλ' ἵνα καὶ ἡμᾶς τοὺς τὰ τοιαῦτα ποιοῦντας ποιήσῃ τῆς ἑαυτοῦ προσηγορίας κοινωνούς.
ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
τοῦτο καὶ σὺ ποίησον κατὰ δύναμιν ἀνθρωπίνην,
εἰρήνης γενόμενος πρόξενος καὶ σεαυτῷ καὶ τοῖς ἄλλοις.
διὰ τοῦτο καὶ ἐν τῷ καιρῷ τῆς θυσίας οὐδεμιᾶς ἄλλης ἐμνημόνευσεν ἐντολῆς, ἀλλ' ἢ τῆς πρὸς τὸν ἀδελφὸν καταλλαγῆς, δεικνὺς, ὅτι πάντων μεῖζόν ἐστι τοῦτο.
ἀλλ' ἀρκεῖ καὶ τὰ εἰρημένα τοῖς προσέχουσιν,
ἐὰν μνημονεύωσι.
καὶ τοῦ φρικωδεστάτου ἀσπασμοῦ τοῦ πρὸς ἀλλήλους.
καὶ ποιεῖ σῶμα γενέσθαι ἓν ἅπαντας,
ἐπειδὴ καὶ ἑνὸς σώματος μετέχομεν οἱ πάντες.
οὐ τὰ σώματα ἀλλήλοις ἀναφύροντες,
ἀλλὰ τὰς ψυχὰς ἀλλήλαις τῷ τῆς ἀγάπης συνδέσμῳ συνάπτοντες·
οὕτω δυνησόμεθα μετὰ παῤῥησίας ἀπολαῦσαι τῆς προκειμένης τραπέζης.
καὶ καθαίροντες ἑαυτῶν τὸ συνειδὸς, μετὰ πραΰτητος καὶ ἐπιεικείας πάσης προσέλθωμεν τῇ τραπέζῃ τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ πᾶσα δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Λεχθεὶς τῇ ἁγίᾳ καὶ μεγάλῃ Πεντάδι. Ὁμιλία βʹ.
μᾶλλον δὲ καὶ στέναξον καὶ δάκρυσον, μὴ διὰ τὸν παραδοθέντα Ἰησοῦν, ἀλλὰ διὰ τὸν παραδόντα αὐτὸν Ἰούδαν.
ὁ δὲ προδοὺς Ἰούδας τὴν ἑαυτοῦ ψυχὴν ἀπώλεσε·
καὶ ὁ μὲν προδοθεὶς Ἰησοῦς ἐν δεξιᾷ τοῦ Πατρὸς ἐν οὐρανοῖς κάθηται, ὁ δὲ προδοὺς Ἰούδας ἐν ᾅδου νῦν ἐστι, τὴν ἀπαραίτητον καὶ αἰώνιον ἀναμένων κόλασιν.
ἐπεὶ καὶ αὐτὸς ὁ ∆εσπότης ἡμῶν Ἰησοῦς Χριστὸς ἰδὼν τὸν Ἰούδαν ἐταράχθη καὶ ἐδάκρυσεν.
μετὰ τὰς τοσαύτας παραινέσεις,
εἰς οἷον κρημνὸν ἑαυτὸν ὠθῶν οὐκ ᾐσθάνετο.
καὶ ἐπελεῶν αὐτὸν ἐταράχθη καὶ ἐδάκρυσε.
ἵνα πιστώσωνται τῆς οἰκονομίας τὴν ἀλήθειαν.
ἰδὼν τοῦ μαθητοῦ τὴν ὑπερβάλλουσαν ἀγνωμοσύνην,
καὶ διδάσκων ἡμᾶς ἐκείνους μάλιστα θρηνεῖν,
τοὺς κακῶς ποιοῦντας, οὐ τοὺς κακῶς πάσχοντας·
οἱ γὰρ κακῶς καὶ ἀδίκως πάσχοντες,
οὗτοι μᾶλλον μακαρισμοῦ ἄξιοί εἰσι.
ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος·
καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων,
τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν,
καὶ τοὺς ἰδίους προφήτας, καὶ κωλυόντων ἡμᾶς, φησὶ,
τοῖς ἔθνεσι λαλῆσαι, ἵνα σωθῶσιν,
εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας·
ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ τοῦ Θεοῦ εἰς τέλος.
ἐπεὶ καὶ ὁ ∆εσπότης δι' ἐκεῖνον ἠθύμησεν·
Ἐταράχθη γὰρ, φησὶν, ὁ Ἰησοῦς καὶ εἶπεν·
Εἷς ἐξ ὑμῶν παραδώσει με.
ὁ προδοθεὶς ὑπὲρ τοῦ προδότου ἀλγεῖ.
Ὁρῶν γὰρ αὐτὸν ἐπιμένοντα τῇ πονηρίᾳ, Ἐταράχθη καὶ εἶπεν·
Εἷς ἐξ ὑμῶν παραδώσει με.
Σκόπει, πόση μακροθυμία!
πόση φιλανθρωπία!
πῶς φείδεται τοῦ ἀγνώμονος, καὶ οὐ βούλεται αὐτὸν ἀναίσχυντον ἐργάσασθαι, ἀλλὰ πάντας εἰς δειλίαν ἐνάγει τοὺς μαθητὰς καὶ ἐναγωνίους ποιεῖ, πρὸς τὸ ἀφορμήν τινα ἐκείνῳ παρασχεῖν τοῦ μεταγνῶναι τῆς μανίας!
διόπερ οὔτε οὗτος ἐκέρδανέ τι ἐκ τῆς τοσαύτης μακροθυμίας.
Εἷς ἐξ ὑμῶν παραδώσει με, φησί.
Τίνος ἕνεκεν ἐταράχθη καὶ ἠθύμησεν;
Ὁμοῦ καὶ τὴν φιλοστοργίαν τὴν ἑαυτοῦ ἐπιδεικνύμενος,
καὶ διδάσκων ἡμᾶς, ὅτι ἐκείνους μάλιστα δεῖ θρηνεῖν,
τοὺς κακῶς τῷ πλησίον κατεργαζομένους.
οὐχὶ δὲ τὸν πάσχοντα κακῶς, ἀλλὰ τὸν ποιοῦντα κακὰ, τοῦτον θρηνεῖν πανταχοῦ δίκαιον.
Τὸ μὲν γὰρ κακῶς παθεῖν,
τὴν βασιλείαν ἡμῖν τῶν οὐρανῶν προξενεῖ·
τὸ δὲ κακῶς ποιῆσαί τινι αἴτιον ἡμῖν τῆς γεέννης καὶ τῆς κολάσεως γίνεται.
τὴν τῶν οὐρανῶν βασιλείαν;
οἱ δὲ διώκοντες, τὴν τοῦ Θεοῦ ὀργὴν κληρονομοῦσι;
ἀλλ' ἵνα παιδευώμεθα πρὸς τοὺς ἐχθροὺς ἡμῶν μὴ ὀργίζεσθαι, ἀλλ' ἵνα μᾶλλον ἐλεῶμεν αὐτοὺς,
καὶ δακρύωμεν καὶ ἀλγῶμεν ὑπὲρ αὐτῶν.
οἱ ἐχθραίνοντες ἡμῖν μάτην.
ὡς μὴ ὀργίζεσθαι, ἀλλὰ καὶ ἀλγεῖν ὑπὲρ αὐτῶν, δυνησόμεθα κατὰ τὴν τοῦ Κυρίου φωνὴν καὶ ὑπερεύχεσθαι αὐτῶν,
καὶ πολλὴν διὰ τούτου τὴν ἄνωθεν ἐπισπάσασθαι ῥοπήν.
ἵνα ῥιζωθῇ ὑμῶν ταῖς διανοίαις.
ὥστε τὸ οἴδημα τῆς ὀργῆς ὑπονοστῆσαι,
καὶ κατασταλῆναι τὴν φλεγμονὴν,
καὶ καθαρὸν ὀργῆς εἶναι τὸν εὐχῇ προσιόντα.
Καὶ πῶς μείζονα λαμβάνω, φησί;
ταῦτα δὲ πολλὴν ἔχει παραμυθίαν καὶ συγγνώμην.
Ἐὰν ἁμαρτὼν ἁμάρτῃ ἄνθρωπος εἰς ἄνθρωπον,
ὁ ἱερεὺς προσεύξεται περὶ αὐτοῦ·
ἐὰν δὲ εἰς τὸν Θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ;
Καὶ εὐχῇ μὲν οὐ λύεται τὸ τοιοῦτον παράπτωμα, συγχωρήσει δὲ τῶν ἁμαρτημάτων τῶν εἰς τὸν ἐχθρὸν λύεται παραυτίκα.
τὰ εἰς τὸν ∆εσπότην ἁμαρτήματα, ταῦτα δὲ ἑκατὸν δηνάρια·
ἃ ἐὰν ἀφῇς, ἀφεθήσεταί σοι τὰ μύρια τάλαντα.
Εἰ δὲ δοκεῖ, μικρὸν ἀνωτέρω τὸν λόγον ἀγαγόντες, ἐπὶ τὸν τῆς προδοσίας ἐπανέλθωμεν λόγον, καὶ ἴδωμεν πῶς παρεδόθη ἡμῶν ὁ ∆εσπότης.
Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης,
πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν αὐτοῖς·
Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;
καὶ μηδὲν πλέον αἰνίττεσθαι·
εἰ δέ τις ἀκριβῶς ἐξετάσειεν ἕκαστον τῶν εἰρημένων,
πολλὴν ἔχει θεωρίαν καὶ πολὺ τὸ βάθος τῶν νοημάτων.
Οὐ γὰρ ἁπλῶς αὐτὸν ἐπισημαίνεται ὁ εὐαγγελιστής·
οὐ γὰρ εἶπε, πορευθεὶς, ἁπλῶς·
ἀλλὰ προσέθηκε, Τότε πορευθείς.
Καὶ τίνος ἕνεκεν ἐπισημαίνει τὸν χρόνον;
ὁ γὰρ Πνεύματι φθεγγόμενος,
οὐδὲν ἁπλῶς οὐδὲ εἰκῆ φθέγγεται.
Τί οὖν ἐστι τὸ, τότε;
μετεβάλλετο ἀπὸ τοῦ βίου τοῦ προτέρου,
καὶ ἐγένετο βελτίων καὶ σωφρονεστέρα.
Τότε· πότε;
οὗτος δὲ μετὰ μυρία θαύματα καὶ σημεῖα, μετὰ τὴν τοσαύτην διδασκαλίαν, μετὰ τὴν ἄφατον συγκατάβασιν, εἰς αὐτὸν τὸν πυθμένα τῶν ταρτάρων κατέπεσε.
ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;
ἵνα μήτε ὁ ἑστὼς θαῤῥῇ, ἀλλ' ἐναγώνιος ᾖ διηνεκῶς,
μήτε ὁ καταπεσὼν ἀπογνῷ ἑαυτοῦ.
ἀλλ' οὐκ ἐβούλετο αὐτὸν ἀνάγκῃ ποιῆσαι καλὸν,
οὐδὲ βίᾳ ἑλκύσαι αὐτὸν πρὸς ἑαυτόν.
οὔτε βιασθεὶς παρ' ἄλλου, οὐδὲ παρ' ἑτέρου δεξάμενος τὴν προτροπὴν, ἀλλ' οἴκοθεν κινούμενος ἐπὶ τοῦτο ἐτράπη, δεικνὺς ὅτι αὐτομάτως, καὶ ἐξ οἰκείας γνώμης ἐπὶ τὸ παράνομον τοῦτο τόλμημα ὥρμησεν, ἐξ οὐδεμιᾶς αἰτίας κινούμενος, ἀλλ' ὑπὸ τῆς πηγαζούσης ἔνδοθεν κακίας ἐπὶ τὴν προδοσίαν τοῦ ∆εσπότου ἑαυτὸν ὠθήσας·
διὰ τοῦτο εἶπεν, Εἷς τῶν δώδεκα, τουτέστι, τῶν ἐγκρίτων,
τῶν καὶ καθ' ἑκάστην αὐτῷ συναναστρεφομένων,
τῶν πολλῆς ἀπολαυόντων τῆς παῤῥησίας.
ἵνα σὺ πεισθεὶς ὅτι ταῦτα τὰ δοκοῦντα ἐπονείδιστα εἶναι δείκνυσι τοῦ ∆εσπότου τὴν πρὸς ἡμᾶς κηδεμονίαν,
ὅτι τὸν προδότην, τὸν κλέπτην τοσούτων ἠξίωσεν ἀγαθῶν, καὶ μέχρι τῆς ἐσχάτης ἑσπέρας παρῄνει.
ὁ μαθητὴς δὲ ῥᾳθυμήσας κατέπεσε;
ἀμφότερα γὰρ ὀλέθρια.
διὸ πάντοθεν ἀσφαλίζεσθαι χρή.
ὁρᾷς ποίας διδασκαλίας ἑαυτὸν ἐστέρησεν;
ὁρᾷς πόσον κακὸν ἡ ῥᾳθυμία;
Ἰούδας, φησὶν, ὁ Ἰσκαριώτης, ἐπειδὴ ἕτερος ἦν τούτῳ ὁμώνυμος ὁ λεγόμενος Ἰακώβου.
ἀλλ' ἵνα ἡμᾶς παιδεύσῃ καθαρὰν ἔχειν κατηγορίας τὴν γλῶσσαν, καὶ αὐτὸ τὸ εἰπεῖν προδότου φείδεται.
Εἰ γὰρ ὁ μακάριος οὗτος τοῦ προδότου οὐκ ἠνέσχετο κατηγορῆσαι, τὸ παράνομον τοῦτο τόλμημα διηγούμενος, τοῦτο μὲν ἀπεσιώπησεν, ἀπὸ δὲ τοῦ τόπου,
ὅθεν ὥρμητο, δῆλον αὐτὸν ποιεῖ·
ποίας ἂν εἴημεν ἡμεῖς ἄξιοι συγγνώμης τοὺς πλησίον κακηγοροῦντες·
ὢ τόλμης ἄνοια!
ἐνθυμούμενος τρέμω, ἀγαπητοὶ, πῶς ἐξεπήδησε τοῦ στόματος ἡ φωνὴ, πῶς τὴν γλῶτταν ἐκίνησε,
πῶς οὐκ ἀπέστη τοῦ σώματος ἡ ψυχὴ,
πῶς οὐκ ἐνάρκησαν τὰ χείλη, πῶς οὐκ ἐξέστη τῇ διανοίᾳ.
οὕτω λήθην ἐποιήσω τῶν συνεχῶν παραινέσεων;
οὐ διὰ τοῦτο ἔλεγε,
Μὴ κτήσησθε χρυσὸν, μήτε ἄργυρον, ἄνωθεν προαναστέλλων σου τῆς περὶ τὰ χρήματα μανίας τὴν ὑπερβολήν;
οὐ παρῄνει λέγων,
Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα,
στρέψον αὐτῷ καὶ τὴν ἄλλην;
ὅτι τὴν κατὰ τῶν δαιμόνων ἐξουσίαν σοι παρέδωκεν,
ὡς καὶ νοσήματα θεραπεύειν, καὶ λεπροὺς καθαίρειν,
καὶ ἕτερα πολλὰ τοιαῦτα θαύματα ἐπιδείκνυσθαι;
ἀντὶ οὖν τῶν εὐεργεσιῶν τούτων ταύτας αὐτῷ ἀποδίδως τὰς ἀμοιβάς;
ἡ ῥίζα τῶν κακῶν, ἥτις τὰς ψυχὰς ἡμῶν σκοτοῖ καὶ αὐτοὺς τοὺς τῆς φύσεως νόμους, καὶ αὐτῶν ἡμᾶς ἐκβάλλει τῶν φρενῶν, καὶ οὐκ ἀφίησιν οὔτε φιλίας οὔτε συγγενείας οὔτε ἄλλου τινὸς μεμνῆσθαι·
ἀλλὰ καθάπαξ πηρώσασα ἡμῶν τὰ ὄμματα τῆς διανοίας, οὕτως ἐν σκότει ποιεῖ βαδίζειν.
ὅρα τότε πόσα ἐξέβαλεν ἐκ τῆς τοῦ Ἰούδα ψυχῆς.
πάντα ταῦτα εἰς λήθην ἐνέβαλεν ἡ φιλαργυρία.
Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία.
πωλεῖς τὸν ἀκατάληπτον, τὸν κτίστην οὐρανοῦ τε καὶ γῆς, τὸν δημιουργὸν τῆς ἡμετέρας φύσεως, τὸν λόγῳ καὶ νεύματι τὰ πάντα συστησάμενον;
λέγει αὐτοῖς·
καὶ Ἰούδας εἱστήκει μετ' αὐτῶν, ἐκεῖνος εἰπών·
καὶ ἔπεσον χαμαί.
ἀλλὰ διὰ τῆς καταπτώσεως τὴν ἑαυτῶν ἀσθένειαν ἐναργῶς ἀπέδειξαν;
καί φησιν ὁ Κύριος·
ἠβουλήθην αὐτῶν ἀναστεῖλαι τὴν μανίαν·
οὐ βούλονται, ἀλλ' ἔτι ἐπιμένουσι τῇ πονηρίᾳ·
διὰ τί οὐκ ἐποίησεν αὐτὸν βελτίονα;
ἀνάγκῃ, ἢ γνώμῃ;
οὐδεὶς γὰρ ἀνάγκῃ γίνεται βελτίων·
εἰ δὲ γνώμῃ καὶ προαιρέσει,
πάντα εἰσήγαγε τὰ δυνάμενα αὐτὸν ἀναγαγεῖν.
Εἰ δὲ μὴ ἠβουλήθη δέξασθαι ἐκεῖνος τὰ φάρμακα,
οὐ τοῦ ἰατροῦ τὸ ἔγκλημα,
ἀλλὰ τοῦ τὴν θεραπείαν διακρουομένου ἡ κατηγορία.
ἐπειδὴ παρέδωκεν αὐτὸν, καὶ τὴν μανίαν αὐτοῦ εἰς τέλος ἤγαγεν, Ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια, λέγων·
Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον.
Πρὸ τούτου ἔλεγες·
Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;
οὔτε παραίνεσις ἡμᾶς ὠφελεῖ, οὔτε νουθεσία·
ὅταν δὲ σπουδάζωμεν, καὶ αὐτοὶ ἀφ' ἑαυτῶν δυνάμεθα διαναστῆναι.
Ὅτε παρῄνει αὐτὸν, καὶ ἀνέστελλεν αὐτὸν τῆς κακῆς ἐπιχειρήσεως, οὐκ ἤκουσεν οὔτε κατεδέξατο τὴν νουθεσίαν·
ὅτε δὲ οὐδεὶς ἦν ὁ παραινῶν, τὸ οἰκεῖον συνειδὸς ἐπανέστη, καὶ οὐδενὸς ὄντος τοῦ διδάσκοντος μετεβάλετο,
καὶ ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια.
Τί λαμβάνεις τριάκοντα ἀργύρια, ὦ Ἰούδα;
τίς εἶδες τίς ἤκουσέ ποτε;
ἅπαντα γὰρ μετὰ ἀκριβείας ἡμῖν διηγεῖται ὁ εὐαγγελιστής.
ὅτε ἀπώλεσεν ἑαυτὸν ὁ Ἰούδας, ὅτε τὰς παρανόμους ἐκείνας συνθήκας ἐποιήσατο, καὶ ἐζήτει, φησὶν, εὐκαιρίαν,
ἵνα αὐτὸν παραδῷ·
Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;
οὗτοι περὶ τὴν διακονίαν·
ἐκεῖνος σύμφωνα ἐποίει,
καὶ τοῦ αἵματος τοῦ ∆εσποτικοῦ τὴν τιμὴν λαμβάνειν ἐπεχείρει, οὗτοι περὶ τὴν ὑπηρεσίαν παρασκευάζονται.
πόθεν οὖν ἡ διαφορά;
Ἡ ἑσπέρα αὕτη ἦν, καθ' ἣν οἱ μαθηταὶ ταῦτα ἔλεγον.
Τί ἐστι, ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;
Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;
Ποῖον Πάσχα;
ἐκεῖ γὰρ τὴν ἀρχὴν ἐπετέλεσαν.
Οὐ τοίνυν τὸ ἡμέτερον Πάσχα, ἀλλὰ τὸ Ἰουδαϊκὸν ἑτοιμάσαι ἐβούλοντο οἱ μαθηταί.
Τίνος οὖν ἕκενεν ἐπὶ τὸ πάθος ἔρχεται;
Ἵνα ἡμᾶς λυτρώσηται ἐκ τῆς κατάρας τοῦ νόμου.
Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ.
Ἵνα οὖν μή τις λέγῃ, ὅτι διὰ τοῦτο ἔπαυσεν,
ἐπειδὴ πληρῶσαι αὐτὸν οὐκ ἠδύνατο, ὡς φορτικὸν καὶ ἐπαχθῆ καὶ δυσκατόρθωτον, διὰ τοῦτο αὐτὸν πληρώσας ἅπαντα,
τότε αὐτὸν ἔλυσε.
νόμου γὰρ ἐπίταγμα αὐτοῖς ἦν ἡ τοῦ Πάσχα ἑορτή.
Ἄκουσον·
Ἀγνώμονες ἦσαν περὶ τὸν εὐεργέτην οἱ Ἰουδαῖοι,
καὶ παραυτὰ ἐπελανθάνοντο τοῦ εὐεργέτου.
καὶ πάλιν συναπτομένην·
καὶ μετ' οὐ πολὺ λέγουσι τῷ Ἀαρών·
Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν.
Τί λέγεις, ὦ ἀγνῶμον Ἰουδαῖε;
εἶδες τοιαῦτα θαύματα, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε, καὶ οὔτε μνήμην ποιεῖς τοῦ εὐεργέτου;
Καὶ ἐκεῖνοι μὲν οὕτω·
διὰ τί;
καὶ διὰ τὸ αἷμα τοῦτο οὐκ ἴσχυσεν εἰσπηδῆσαι καὶ τὴν πληγὴν ἐπαγαγεῖν.
Ἐκεῖνοι οὖν ἄκοντες, ὧδε δὲ ἑκὼν θύεται Χριστός.
∆ιὰ τί;
Ἐπειδὴ τύπος ἦν ἐκεῖνο τοῦ πνευματικοῦ.
Καὶ ἵνα μάθῃς, ὅρα ὅση ἡ συγγένεια·
Ἀμνὸς καὶ ἀμνὸς, ἀλλ' ὁ μὲν ἄλογος, ὁ δὲ λογικός·
πρόβατον καὶ πρόβατον, σκιὰ καὶ ἀλήθεια·
ἀλλ' ἐπέφανεν ὁ τῆς δικαιοσύνης ἥλιος, καὶ ἡ σκιὰ πέπαυται·
ἡλίου γὰρ ὄντος κρύπτεται ἡ σκιά.
∆ιὰ τοῦτο ἀμνὸς καὶ ἐν τῇ τραπέζῃ τῇ μυστικῇ,
ἵνα τῷ αἵματι αὐτοῦ ἁγιαζώμεθα.
∆ιὰ τοῦ ἡλίου ἐλθόντος λύχνος μηκέτι φαινέτω·
τύποι γὰρ ἦσαν τῶν μελλόντων τὰ γεγονότα.
Ὁ ναὸς κατέσκαπται·
ὁ βωμὸς ἀνῄρηται, τὰ Ἅγια τῶν ἁγίων πεπάτηται,
πᾶσα θυσία καταλέλυται·
τίνος οὖν ἕνεκεν τολμᾷς παρανομεῖν;
Ἄσατε τὴν ᾠδὴν ἡμῖν τοῦ Κυρίου·
καὶ οὐκ ἠνέσχου.
Καὶ διὰ τί ἔξωθεν Ἱεροσολύμων ποιεῖς τὸ Πάσχα;
Σὺ εἶπας·
Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
Ἐπὶ τὸν ποταμὸν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν·
ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν, τουτέστι, τὸ ψαλτήριον, τὴν κιθάραν, τὴν λύραν·
τούτοις γὰρ τὸ παλαιὸν ἐκέχρηντο, καὶ διὰ τούτων τοὺς ψαλμοὺς ᾖδον.
καὶ εἴπαμεν·
Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
Τί λέγεις, εἰπέ μοι;
τὴν ᾠδὴν Κυρίου οὐκ ᾄδεις ἐπὶ γῆς ἀλλοτρίας,
καὶ τὸ Πάσχα ἐπιτελεῖς ἐπὶ γῆς ἀλλοτρίας;
οὔτε ψαλμὸν εἵλοντο εἰπεῖν ἐπὶ γῆς ἀλλοτρίας·
καὶ νῦν ἀφ' ἑαυτῶν, οὐδενὸς ἀναγκάζοντος,
πόλεμον εἰσάγουσι πρὸς τὸν Θεόν.
Ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε.
Ὁρᾷς ὡς ἀκάθαρτα τὰ ἄζυμα;
πῶς παράνομος ἡ ἑορτὴ ἡ Ἰουδαϊκή;
Ἦν Πάσχα Ἰουδαϊκόν ποτε, ἀλλ' ἐλύθη.
τοῦτό μου ἐστὶ τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν κλώμενον εἰς ἄφεσιν ἀμαρτιῶν.
τοῦτό ἐστι τὸ αἷμα, ὑπὲρ οὗ πρὸ μικροῦ τὰ ἀναιδῆ σύμφωνα ἐποίου πρὸς τοὺς ἀγνώμονας Φαρισαίους.
ὢ τῆς τοῦ Ἰούδα ἀγνωμοσύνης!
ὁ ∆εσπότης ἔτρεφε, καὶ ὁ δοῦλος ἐπίπρασκεν·
ὁ μὲν γὰρ ἐπώλησεν αὐτὸν λαβὼν τριάκοντα ἀργύρια,
ὁ δὲ Χριστὸς λυτρὸν ὑπὲρ ἡμῶν τὸ ἴδιον αἷμα ἐξέχεε,
καὶ τῷ πεπρακότι δέδωκεν, εἴπερ ἠθέλησε.
οὕτω καὶ τῆς ἱερᾶς τραπέζης μετέσχεν Ἰούδας,
ἵνα μηδεμίαν ἔχῃ ἀπολογίαν, ἀλλὰ κρῖμα λήψηται.
Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον.
τοῦ δείπνου μετέσχες, καὶ τὸν εὐεργέτην παρέδωκας;
Καὶ ὁ μὲν Κύριος ἑκὼν τὸ γεγραμμένον ἐπλήρου·
Οὐαὶ δὲ δι' οὗ τὸ σκάνδαλον ἦλθεν.
μηδεὶς ἔστω Ἰούδας ἐνταῦθα δολιευόμενος τοὺς πλησίον αὐτοῦ, μηδεὶς πονηρὸς, μηδεὶς ἰὸν ἔχων ἐγκεκρυμμένον ἐν τῇ καρδίᾳ αὐτοῦ.
οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ ποιῶν τὰ προκείμενα γενέσθαι σῶμα καὶ αἷμα τοῦ Χριστοῦ.
καὶ δέησιν προσφέρει·
ἡ δὲ χάρις καὶ ἡ δύναμίς ἐστιν ἡ τοῦ Θεοῦ ἡ πάντα ἐργαζομένη.
Τοῦτό μου ἐστὶ τὸ σῶμα, φησί.
Τοῦτο τὸ ῥῆμα τὰ προκείμενα μεταῤῥυθμίζει.
Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν,
ῥῆμα ἦν, καὶ ἐγένετο ἔργον,
ἐνδυναμοῦσα τὴν ἀνθρωπίνην φύσιν πρὸς παιδοποιίαν·
οὕτω καὶ αὕτη ἡ φωνὴ, ἡ λέγουσα,
διαπαντὸς αὔξει τῇ χάριτι τοὺς ἀξίως μετέχοντας.
ἀλλ' ἵνα καὶ ἀσφαλεστέρους ποιήσω.
Καθάπερ γὰρ σωματικὴ τροφὴ, ὅταν εἰς γαστέρα χυμοὺς ἔχουσαν πονηροὺς ἐμπέσῃ, πλεῖον ἐπιτείνει τὴν νόσον·
οὕτω καὶ ἡ πνευματικὴ τροφὴ, ὅταν ἀναξίως μετέχηται,
πλέον κρῖμα ἑαυτῷ σωρεύει.
καὶ γὰρ ναοὶ Θεοῦ ἐσμεν, ἐὰν καθαρεύωμεν.
Ἁγνὴν ἡμῶν ποιήσωμεν τὴν ψυχήν·
καὶ γὰρ δυνατόν ἐστι τοῦτο ποιῆσαι ἐν μιᾷ ἡμέρᾳ.
Πῶς καὶ τίνι τρόπῳ;
Θυσίᾳ προσέρχῃ φρικτῇ καὶ ἁγίᾳ·
ἐσφαγμένος πρόκειται ὁ Χριστός.
σὺ δὲ τῷ συνδούλῳ μένεις ἐχθραίνων;
καὶ πῶς δυνήσῃ βαδίζειν ἐπὶ τὴν τῆς εἰρήνης τράπεζαν;
σὺ δὲ οὐδὲ ὀργὴν ἀφιέναι ἀνέχῃ;
Ἐπηρέασέ μοι, φησὶ, τὰ μέγιστα, μυρία ἠδίκησέ μοι,
τὸν περὶ τοῦ ζῇν ἐπεκρέμασέ μοι κίνδυνον.
ἀλλ' οὐδέπω σε ἐσταύρωσε, καθάπερ τὸν Κύριον οἱ Ἰουδαῖοι.
Τί τούτου ἴσον ἔχεις ποιῆσαι;
ἐκεῖνον μὲν γὰρ πολλάκις εἰς τὸν παρόντα βίον ἔβλαψας, σαυτὸν δὲ ἀσύγγνωστον ἐποιήσω τὴν τιμωρίαν εἰς τὴν μέλλουσαν ἡμέραν.
ὡς μνησίκακον ἄνθρωπον, ὡς οἰδαίνουσαν καρδίαν καὶ φλεγμαίνουσαν ψυχήν.
Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον,
κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ,
ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου,
καὶ ἄπελθε πρῶτον καὶ διαλλάγηθι τῷ ἀδελφῷ σου·
καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.
διὰ γὰρ τὴν εἰρήνην τὴν πρὸς τὸν ἀδελφόν σου καὶ αὐτὴ ἡ θυσία ἐγένετο.
δι' ὅπερ καὶ ἡ θυσία προσενήνεκται,
καὶ τότε αὐτῆς ἀπολαύσεις καλῶς.
ἵνα καταλλάξῃ ἡμῶν τὴν φύσιν τῷ Πατρὶ,
ὥς που καὶ Παῦλός φησι·
Νυνὶ δὲ ἀποκατήλλαξεν ἑαυτῷ τὰ πάντα,
διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ.
∆ιὰ τοῦτο οὐχὶ αὐτὸς μόνον ἦλθε ποιῶν εἰρήνην,
ἀλλὰ καὶ ἡμᾶς μακαρίζει τοὺς τὰ τοιαῦτα ποιοῦντας,
καὶ ποιεῖ τῆς αὑτοῦ προσηγορίας κοινωνούς.
διὰ τοῦτο ἐν τῷ καιρῷ τῆς θυσίας οὐδεμιᾶς ἑτέρας ἐμνημόνευσε δικαιοσύνης, ἀλλ' ἢ τῆς πρὸς τὸν ἀδελφὸν καταλλαγῆς, δεικνὺς, ὅτι πασῶν ἀρετῶν μείζων ἡ ἀγάπη ἐστίν.
ἀλλ' ἀρκεῖ καὶ τὰ εἰρημένα τοῖς μετὰ προσοχῆς καὶ συνέσεως δεχομένοις τὸν σπόρον τῆς εὐσεβείας, καὶ προσέχειν ἐθέλουσι τοῖς λεγομένοις.
Κἂν γὰρ μυρία ἔχωμεν κατορθώματα, μνησίκακοι δὲ ὦμεν, πάντα εἰκῆ καὶ μάτην εἰργασάμεθα, καὶ οὐδὲν ἐκ τούτων εἰς σωτηρίας λόγον καρπώσασθαι δυνησόμεθα.
Μέλλων γὰρ ὁ Σωτὴρ ἀνελθεῖν πρὸς τὸν Πατέρα, ἀντὶ δόξης προσκαίρου καὶ πλούτου μεγάλου ταύτην τοῖς μαθηταῖς κληρονομίαν ἀφίησιν, εἰπών·
εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.
Λαός μου, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, καὶ ἕκαστος κακίαν ἐν τῇ καρδίᾳ τῷ πλησίον αὐτοῦ μὴ μνησικακείτω, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε·
καὶ οὐ μὴ ἀποθανεῖτε, οἶκος τοῦ Ἰσραὴλ, λέγει Κύριος.
Ὡς ἂν εἰ μέλλοιτε εἶναι ψεῦσται, μνησίκακοι, ἐπίορκοι, ἐπιλαθόμενοι τῶν ἐντολῶν μου, θανάτῳ ἀποθανεῖσθε.
Ἀμήν.