
Πότε ἡ ἡμέρα Κυρίου ἐλεύσεται;
Οὐαὶ οἱ λέγοντες· "Πότε ἡ ἡμέρα Κυρίου ἐλεύσεται;" καὶ ταύτην καταλαβεῖν μὴ σπουδάζοντες. Ἡ γὰρ παρουσία τοῦ Κυρίου εἰς τοὺς πιστοὺς γέγονε καὶ ἀεὶ γίνεται καὶ εἰς πάντας τοὺς βουλομένους ἐφέστηκεν. Εἰ γὰρ ἐκεῖνος τὸ φῶς τοῦ κόσμου ἐστὶ καὶ τοῖς αὐτοῦ ἀποστόλοις εἶπε μεθ᾿ ἡμῶν ἕως τῆς συντελείας συνέσεσθαι, πῶς, μεθ᾿ ἡμῶν ὤν, ἐλεύσεται; Οὐδαμῶς. Οὐ γάρ ἐσμεν υἱοὶ σκότους καὶ υἱοὶ νυκτός, ἵνα τὸ φῶς ἡμᾶς καταλάβῃ, ἀλλ᾿ υἱοὶ φωτὸς καὶ υἱοὶ τῆς τοῦ Κυρίου ἡμέρας, ὅθεν καὶ ζῶντες ἐν τῷ Κυρίῳ ἐσμὲν καὶ ἀποθνῄσκοντες ἐν αὐτῷ καὶ σὺν αὐτῷ ζήσομεν, καθὼς ὁ Παῦλός φησι.
πότε θα έλθει η ημέρα του Κυρίου;
Tags
# πνευματικά
# feature
Share This
Newer Article
Αλλοίμονον εις την γην, διότι οι Χριστιανοί μόνον κατά το όνομα είναι Χριστιανοί όχι δε και κατά τα έργα
Older Article
«Της μετανοίας άνοιξόν μοι πύλας ζωοδότα»
Ερμηνεία εις τα τέσσερα Ιερά Ευαγγέλια
sapfirosMay 29, 2025Οι Εντολές του Χριστού
sapfirosMay 29, 2025Ο θάνατος της ψυχής
sapfirosMay 29, 2025
Marcadores:
πνευματικά,
feature