Επαρχίες της γης - Point of view

Εν τάχει

Επαρχίες της γης



Εἰσὶ δὲ αἱ γνωσθεῖσαι ἐπαρχίαι τῆς γῆς ἤτοι σατραπίαι αὗται· Εὐρώπης μὲν ἐπαρχίαι λ´, πίνακες ί· (α) Ἰουβερνία, νῆσος Βρετανική (β) Ἀλουίωνος νῆσος Βρετανική (γ) Ἱσπανία Βαιτική (δ) Ἱσπανία Λουσιτανία (ε) Ἱσπανία Ταρακωνησία (στ) Γαλλία Ἀκουιτανία (ζ) Γαλλία Λουγδονησία (η) Γαλλία Κελτική (θ) Γαλλία Ναρβωνησία (ι) Γερμανία μεγάλη ιά Ῥαιτία καὶ Οὐινδελικία ι΄ Νωρικόν ι΄ Παννονία ἡ ἄνω ι΄ Παννονία ἡ κάτω ιέ Ἰλλυρίς ι΄ Δελματία ι΄ Ἰταλία ιή Κύρνος νῆσος ι΄ Σαρδὼ νῆσος ΄ Σικελία νῆσος κά Σαρματία ἡ ἐν Εὐρώπῃ κ΄ Ταυρικὴ Χερσόνησος κ΄ Ἰάζυγες Μετανάσται κ΄ Δακία κέ Μυσία ἡ ἄνω κ΄ Μυσία ἡ κάτω κ΄ Θρᾴκη κή Χερσόνησος κ΄ Μακεδονία ΄ Ἤπειρος λά Ἀχαΐα λ΄ Εὔβοια νῆσος λ΄ Πελοπόννησος λ΄ Κρήτη νῆσος. Λιβύης ἐπαρχίαι ι´, πίνακες ή· ά Μαυριτανία Τιγγιτανή ΄ Μαυριτανία Καισαρηνσία ΄ Νουμιδία ΄ Ἀφρικὴ ὅλη έ Κυρηναϊκὴ πεντάπολις ΄ Μαρμαρική ΄ Λιβύη ή Αἴγυπτος ἡ κάτω ΄ Αἴγυπτος Θηβαΐς ί ἡ ἐντὸς Ἀφρικῆς Λιβύη ιά ἡ ἄνω Αἰγύπτου Αἰθιοπία ι΄ ἡ ἐντὸς τούτων πάντων νωτιωτάτη Αἰθιοπία. Ἀσίας ἠπείρου μεγάλης ἐπαρχίαι μή, κανόνες ι΄· ά Βιθυνία Πόντου ΄ Ἀσία ἡ ἰδίως, πρὸς τῇ Ἐφέσῳ ΄ Φρυγία μεγάλη ΄ Λυκία έ Γαλατία ΄ Παφλαγονία ΄ Παμφυλία ή Καππαδοκία ΄ Ἀρμενία μικρά ί Κιλικία ιά Σαρματία ἡ ἐντὸς Ἀσίας ι΄ Κολχίς ι΄ Ἰβηρία ι΄ Ἀλβανία ιέ Ἀρμενία μεγάλη ι΄ Κύπρος νῆσος ι΄ Συρία κοίλη ιή Συρία Φοινίκη ι΄ Συρία Παλαιστίνη ΄ Ἀραβία Πετραία κά Μεσοποταμία κ΄ Ἀραβία ἔρημος κ΄ Βαβυλωνία κ΄ Ἀσσυρία κέ Σουσιανή κ΄ Μηδία κ΄ Περσίς κή Παρθία κ΄ Καρμανία ἔρημος ΄ Καρμανία ἑτέρα λά Ἀραβία εὐδαίμων λ΄ Ὑρκανία λ΄ Μαργιανή λ΄ Βακτριανή λέ Σογδιανή λ΄ Σακῶν λ΄ Σκυθία ἡ ἐντὸς Ἰμάου ὄρους λή Σκυθία ἡ ἐκτὸς Ἰμάου ὄρους λ΄ Σηρική ΄ Ἀρεία μά
Παροπανισάδαι μ΄ Δραγγιανή μ΄ Ἀραχωσία μ΄ Γεδρωσία μέ Ἰνδικὴ ἡ ἐντὸς Γάγγου τοῦ ποταμοῦ μ΄ Ἰνδικὴ ἡ ἐκτὸς Γάγγου τοῦ ποταμοῦ μ΄ Σῖναι μή Ταπροβάνη νῆσος. Ὁμοῦ γίνονται Εὐρώπης μὲν πίνακες ί, ἐπαρχίαι λ´, πόλεις ἐπίσημοι ριή Λιβύης δὲ πίνακες μὲν ή, χῶραι δὲ ι´, πόλεις ἐπίσημοι ν΄ Ἀσίας δὲ μεγάλης πίνακες μὲν ι´, ἐπαρχίαι δὲ μή, πόλεις ἐπίσημοι ρ΄ αἱ πᾶσαι τῆς οἰκουμένης χῶραι Ϟ´, πόλεις τ´. Ἔθνη δὲ οἰκεῖ τὰ πέρατα· κατ᾿ ἀπηλιώτην Βακτριανοί, κατ᾿ εὗρον Ἰνδοί, κατὰ Φοίνικα Ἐρυθρὰ θάλασσα καὶ Αἰθιοπία, κατὰ λευκόνοτον οἱ ὑπὲρ Σύρτιν Γεράμαντες, κατὰ λίβα Αἰθίοπες καὶ δυσμικοὶ Ὑπέρμαυροι, κατὰ ζέφυρον Στῆλαι καὶ ἀρχαὶ Λιβύης καὶ Εὐρώπης, κατὰ ἀργέστην Ἰβηρία ἡ νῦν Ἱσπανία, κατὰ δὲ θρασκίαν Κελτοὶ καὶ τὰ ὅμορα, κατὰ ἀπαρκτίαν οἱ ὑπὲρ Θρᾴκην Σκύθαι, κατὰ βορρᾶν Πόντος Μαιῶτις καὶ Σαρμάται, κατὰ
καικίαν Κασπία θάλασσα καὶ Σάκες.

Pages