Πρωτότυπον - Point of view

Εν τάχει

Πρωτότυπον




ΠΡΟΛΟΓΟΣ

Τοῦ λόγου, οὗ ἐπωνυμία, Πλάκες πνευματικαί.

(632.) Λόγος ἀσκητικὸς τοῦ ἀββᾶ Ἰωάννου τοῦ ἡγουμένου τῶν ἐν τῷ Σινᾷ ὄρει μοναχῶν, ὃν καὶ ἐπέστειλε τῷ ἀββᾷ Ἰωάννῃ τῷ ἡγουμένῳ τῆς Ῥαϊθοῦ, προτραπεὶς παρ᾿ αὐτοῦ συντάξαι.

ΛΟΓΟΣ ΠΡΩΤΟΣ

Περὶ ἀποταγῆς βίου.

(632.) Τοῦ ἀγαθοῦ καὶ ὑπεραγάθου καὶ παναγάθου ἡμῶν Θεοῦ καὶ βασιλέως (καλὸν γὰρ ἐκ Θεοῦ πρὸς τοὺς Θεοῦ θεράποντας ἄρξασθαι), πάντων τῶν ὑπ᾿ αὐτοῦ κτισθέντων λογικῶν αὐτεξουσιότητος ἀξιώματι τιμηθέντων, οἱ μέν εἰσιν αὐτοῦ φίλοι, οἱ δὲ γνήσιοι δοῦλοι, οἱ δὲ ἀχρεῖοι, οἱ δὲ πάντη ἀπεξενωμένοι, οἱ δὲ, εἰ καὶ ἀσθενεῖς, ὅμως ἀντίδικοι. Καὶ φίλους μὲν κυρίως ἡμεῖς οἱ ἰδιῶται, ὦ ἱερὰ κεφαλή, περὶ Θεοῦ [Θεὸν] ὑπειλήφαμεν, τὰς περὶ αὐτὸν νοεράς τε καὶ ἀσωμάτους οὐσίας· γνησίως [γνησίους] δὲ δούλους, πάντας τοὺς τὸ θέλημα αὐτοῦ ἀόκνως, καὶ ἀπαραλείπτως ποιοῦντας, καὶ ποιήσαντας· ἀχρείους δὲ δούλους, ὅσοι μὲν τοῦ βαπτίσματος ἀξιωθῆναι νομίζουσι, τὰς δὲ πρὸς αὐτὸν συνθήκας γνησίως οὐκ ἐφυλάξαντο· ξένους δ᾿ ἐπὶ [ἀπὸ] Θεοῦ, καὶ ἐχθροὺς νοήσωμεν, ὅσοι ἢ ἄπιστοι, ἢ κακόπιστοι τυγχάνουσι.
Πολέμιοι δ᾿ εἰσὶν οἱ μὴ μόνον τὸ τοῦ Κυρίου πρόσταγμα διακρουσάμενοι, καὶ ἐξ ἑαυτῶν ἀποῤῥίψαντες, ἀλλὰ καὶ τοὺς τοῦτο κατεργαζομένους ἰσχυρῶς πολεμοῦντες. Ἐπεὶ οὖν πάντων τῶν προειρημένων ἕκαστος ἴδιόν τινα, καὶ πρέποντα λόγον κέκτηνται, ἡμῖν δὲ τοῖς ἀμαθέσιν οὐ λυσιτελὲς ἐπὶ τοῦ παρόντος τὰ τοιάδε διεξέρχεσθαι, φέρε δὴ, φέρε ἡμεῖς νῦν πρὸς τοὺς εὐσεβῶς ἡμᾶς τυραννήσαντας, καὶ πιστῶς βιασαμένους τοῖς αὐτῶν προστάγμασι, Θεοῦ γνησίους δούλους, τὴν ἑαυτῶν ἀνάξιον χεῖρα δι᾿ ὑπακοῆς ἀδιακρίτου ἐκτείναντες, καὶ παρὰ τῆς αὐτῶν γνώσεως τὸν τοῦ λόγου κάλαμον δεξάμενοι, τῇ σκυθρωπῇ καὶ λαμπούσῃ ταπεινοφροσύνῃ βάψαντες, ἐν ταῖς λείαις, καὶ λευκαῖς αὐτῶν καρδίαις, ὥσπερ ἔν τισι χάρταις, (633.) μᾶλλον δὲ πλαξὶ πνευματικαῖς τοῦτον ἀναπαύσαντες, τὰ θεϊκὰ [θεῖα] λόγια, μᾶλλον δὲ σπέρματα διαζωγραφοῦντες λέγωμεν ὧδε.
Πάντων τῶν προαιρουμένων ὁ Θεὸς πάντων ἡ ζωή· πάντων ἡ σωτηρία πιστῶν, ἀπίστων· δικαίων, ἀδίκων· εὐσεβῶν, ἀσεβῶν· ἀπαθῶν, ἐμπαθῶν· μοναχῶν, κοσμικῶν· σοφῶν, ἰδιωτῶν· ὑγιῶν, ἀσθενῶν· νέων, προβεβηκότων. Ὥσπερ φωτὸς χύσις, καὶ ἡλίου θέα, καὶ ἀέρων ἐναλλαγὴ, καὶ ἀλλοίωσις οὐκ ἔστιν· «Οὐ γὰρ προσωποληψία παρὰ Θεῷ.» Ἀσεβής ἐστιν, φύσις λογικὴ, θνητὴ, ἑκουσίως τὴν ζωὴν ἀποφεύγουσα, καὶ τὸν οἰκεῖον Ποιητὴν, τὸν ἀεὶ ὄντα, οὐκ ὄντα λογιζομένη. Παράνομός ἐστιν ὁ τὸν νόμον τὸν ἐκ Θεοῦ μετ᾿ οἰκείας κακονοίας κατέχων, καὶ μεθ᾿ αἱρέσεως ἐναντίας πιστεύειν Θεῷ νομίζων.
Χριστιανός ἐστιν, μίμημα Χριστοῦ κατὰ τὸ δυνατὸν ἀνθρώπων, λόγοις, καὶ ἔργοις, καὶ ἐννοίᾳ εἰς τὴν ἁγίαν Τριάδα ὀρθῶς καὶ ἀμέμπτως πιστεύων. Θεοφιλής ἐστιν ὁ πάντων τῶν φυσικῶν καὶ ἀναμαρτήτων ἐν μετουσίᾳ ὑπάρχων· καὶ τῶν κατὰ δύναμιν ἀγαθῶν μὴ ἀμελῶν. Ἐγκρατής ἐστιν ὁ ἐν μέσῳ πειρασμῶν, καὶ παγίδων, καὶ θορύβων ἀπηλλαγμένου τρόπους πάσῃ δυνάμει μιμεῖσθαι φιλονεικῶν. Μοναχός ἐστιν τάξις καὶ κατάστασις ἀσωμάτων ἐν σώματι ὑλικῷ καὶ ῥυπαρῷ ἐπιτελουμένη. Μοναχός ἐστιν ὁ μόνον τῶν τοῦ Θεοῦ ἐχόμενος ὅρων καὶ λόγων, ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ πράγματι. Μοναχός ἐστιν· βία φύσεως διηνεκὴς, καὶ φυλακὴ αἰσθήσεων ἀνελλιπής. Μοναχός ἐστιν ἡγνισμένον σῶμα, καὶ κεκαθαρμένον στόμα, καὶ πεφωτισμένος νοῦς. Μοναχός ἐστιν κατώδυνος ψυχὴ ἐν διηνεκεῖ μνήμῃ θανάτου ἀδολεσχοῦσα, καὶ ὑπνώττουσα, καὶ γρηγοροῦσα. Ἀναχώρησις κόσμου ἐστὶν ἑκούσιον μῖσος ἐπαινουμένης ὕλης, καὶ ἄρνησις φύσεως δι᾿ ἐπιτυχίαν τῶν ὑπὲρ φύσιν. Πάντες οἱ τὰ τοῦ βίου προθύμως καταλιπόντες, πάντως ἢ διὰ τὴν μέλλουσαν βασιλείαν· ἢ διὰ πλῆθος ἁμαρτημάτων· ἢ διὰ τὴν εἰς Θεὸν ἀγάπην τοῦτο πεποιήκασιν. Εἰ δ᾿ οὐδεὶς τῶν προειρημένων σκοπῶν αὐτοῖς προηγήσατο, ἄλογος ἡ τούτων ἀναχώρησις καθέστηκε.
Πλὴν τὸ πέρας τοῦ δρόμου ὁποῖον καθέστηκεν, ὁ καλὸς ἡμῶν ἀγωνοθέτης ἐκδέχεται. Μιμείσθω ὁ τὸ ἑαυτοῦ φορτίον τῶν ἁμαρτημάτων σκορπῖσαι τοῦ κόσμου ἐξεληλυθὼς, τοὺς πρὸ τῶν τάφων καθημένους ἔξω τῆς πόλεως. Καὶ μὴ παύσηται τῶν θερμῶν, καὶ διαπύρων σταγόνων, καὶ ἀφώνων ὀλολυγμῶν τῆς καρδίας, ἕως οὗ ἴδῃ καὶ αὐτὸς τὸν Ἰησοῦν ἐληλυθότα, καὶ τὸν λίθον τῆς πυρώσεως ἐκ τῆς καρδίας ἀποκυλίσαντα· καὶ τὸν νοῦν ἡμῶν Λάζαρον τῶν σειρῶν τῶν ἁμαρτημάτων λύσαντα, καὶ τοῖς ὑπουργοῖς ἀγγέλοις, Λύσατε αὐτὸν ἐκ τῶν παθῶν, καὶ ἄφετε ὑπάγειν πρὸς τὴν μακαρίαν ἀπάθειαν, κελεύσαντα. Εἰ δὲ μὴ οὕτως, οὐδὲν ὠφέλημα.
Ὅσοι ἐξ Αἰγύπτου, καὶ τοῦ Φαραῶ ἐξελθεῖν, καὶ φυγεῖν βουλόμεθα, πάντως Μωσέως τινὸς καὶ ἡμεῖς (636.) μεσίτου πρὸς Θεὸν, καὶ μετὰ Θεὸν δεόμεθα, ὅπως τε ὑπὲρ ἡμῶν μέσος πράξεως καὶ θεωρίας ἑστὼς τὰς χεῖρας πρὸς Θεὸν ἐκτείνοι, ἵνα οἱ καθοδηγούμενοι τήν τε θάλασσαν τῶν ἁμαρτημάτων περάσωσι, καὶ τὸν Ἀμαλὴκ τῶν παθῶν τροπώσωνται. Ἠπατήθησαν τοίνυν οἱ ἑαυτοὺς ἀποδιδόντες, καὶ μηδενὸς τοῦ προηγουμένου χρῄζειν ὑπονοήσαντες. Οἱ μὲν ἐξ Αἰγύπτου ἐξιόντες, Μωσέα· οἱ δὲ ἐκ Σοδόμων ἐκφυγόντες, ἄγγελον τὸν καθηγοῦντα ἐκέκτηντο. Καὶ οἱ μὲν τοῖς τὰ ψυχικὰ πάθη ἰωμένοις δι᾿ ἐπιμελείας ἰατρῶν ἐοίκασιν, οἵτινές εἰσιν οἱ ἐξ Αἰγύπτου ἐκπορευόμενοι. Οἱ δὲ τὴν τοῦ δυστήνου σώματος ἀκαθαρσίαν ἐπιποθοῦσιν ἐκδύσασθαι. Διὸ καὶ ἀγγέλου, ἢ γοῦν ἰσαγγέλου, ἵνα οὕτως εἴπω, τοῦ συμβοηθοῦντος ἐπιδέονται. Καὶ γὰρ τὴν σηπεδόνα τῶν τραυμάτων, τεχνίτου λίαν, καὶ ἰατροῦ ἐπιδεόμεθα. Βίας ἀληθῶς καὶ ἀπαύστων ὀδυνῶν οἱ εἰς οὐρανὸν μετὰ σώματος ἀνελθεῖν ἐπιχειρήσαντες δέονται· καὶ μάλιστα ἐν προοιμίοις αὐτοῖς τῆς ἀποταγῆς· ἄχρις οὗ τὸ φιλήδονον ἡμῶν ἦθος καὶ ἀνάλγητος καρδία, εἰς φιλοθεΐαν, καὶ ἁγνισμὸν διὰ πένθους ἐναργοῦς κατασταθῶσι. Μόχθος γὰρ ὄντως, μόχθος, καὶ πολλὴ καὶ ἀόρατος ἡ πικρία, καὶ μάλιστα τοῖς ἀμελῶς διακειμένοις, ἄχρις οὗ τὸν φιλομάκελλον κύνα νοῦν, καὶ φιλόβρομον, φίλαγνόν τινα καὶ φιλεπίσκοπον, δι᾿ ἁπλότητος, καὶ ἀοργησίας βαθείας, καὶ ἐπιμελείας ποιήσωμεν. Πλὴν θαρσῶμεν οἱ ἐμπαθεῖς, καὶ ἀδυνάμενοι, πίστει ἀδιστάκτῳ τὴν ἡμετέραν ἀσθένειαν, καὶ ψυχικὴν ἀδυναμίαν τῇ χειρὶ ἡμῶν, τῇ δεξιᾷ Χριστῷ προσφέροντες, καὶ ἐξομολογούμενοι· καὶ πάντως τὴν αὐτοῦ βοήθειαν, καὶ ὑπὲρ τὴν ἑαυτῶν ἀξίαν κομιζόμεθα· ἐν βυθῷ μέντοι ταπεινοφροσύνης ἑαυτοὺς διηνεκῶς καταφέροντες. Γινωσκέτωσαν πάντες οἱ ἐν τῷ καλῷ ἀγῶνι τούτῳ τῷ σκληρῷ, καὶ στενῷ, καὶ ἐλαφρῷ προσερχόμενοι, ὡς εἰς πῦρ προσεληλύθασιν εἰσπηδῆσαι, εἴπερ πῦρ ἄϋλον ἐν ἑαυτοῖς ἐνοικῆσαι ἐκδέχονται. Δοκιμαζέτω δὲ ἕκαστος ἑαυτὸν, καὶ εἶθ᾿ οὕτως ἐκ τοῦ ἄρτου αὐτῆς τοῦ μετὰ πικρίδων, καὶ ἐκ τοῦ ποτηρίου αὐτῆς τοῦ μετὰ δακρύων ἐσθιέτω, καὶ πινέτω, ἵνα μὴ εἰς κρῖμα ἑαυτῷ στρατεύηται. Εἰ οὐ πᾶς ὁ βαπτιζόμενος σέσωσται, τὸ ἑξῆς σιωπήσομαι, πάντα ἀπαρνήσονται, πάντα καταφρονήσουσι· πάντα καταγελάσονται· πάντα ἐκτινάξονται οἱ προσερχόμενοι, ἵνα καλὸν θεμέλιον καταβάλωνται. Καλὸς τρίδομος καὶ τρίστυλος θεμέλιος ἀκακία, νηστεία, σωφροσύνη. Πάντες οἱ ἐν Χριστῷ νήπιοι διὰ τούτων ἀρχέσθωσαν, τεχμήριον λαμβάνοντες τὰ αἰσθητὰ νήπια. Οὐδὲν γίνεται παρὰ ἐκείνοις δεινὸν, οὐδὲν ὕπουλον εὑρεθήσεταί ποτε· οὐ κόρος ἀκόρεστος· οὐ γαστὴρ ἀχόρταστος· οὐ σῶμα πυρούμενον. Ἴσως γὰρ κατὰ τὴν αὔξησιν τῆς τροφῆς λοιπὸν προκόπτονται· καὶ τὴν πύρωσιν προσλαμβάνονται. Μισητὸν ἀληθῶς καὶ ἐπικίνδυνον τὸ ἐξ εἰσόδου τῆς πάλης χαυνωθῆναι τὸν παλαίοντα, πᾶσι διδόντα τεχμήριον τῆς ἑαυτοῦ σφαγῆς. Ἔστω ἡμῖν πάντως ἐκ τῆς στεῤῥᾶς ἀρχῆς, καὶ ἐν τῇ μετ᾿ αὐτὴν χαυνώσει ὠφέλεια. Ψυχὴ γὰρ ἀνδρισαμένη, καὶ ὑποχαλάσασα, ὑπὸ τῆς μνήμης τῆςἀρχαίας σπουδῆς, ὡς ὑπὸ κέντρου. πλήσσεται. Διὸ (637.) καὶ ἐκ τούτου πολλάκις τινὲς ἑαυτοὺς ἀνεπτέρωσαν.
Ὁπότ᾿ ἂν ἡ ψυχὴ ἑαυτὴν προδοῦσα τὴν θέρμην ἀπολέσῃ τὴν μακαρίαν καὶ ἐπήρατον, ζητησάτω ἐπιμελῶς ἐκ ποίας αἰτίας αὐτῆς ἐστέρηται, καὶ κατ᾿ ἐκείνης ὅλον τὸν πόθον, καὶ τὴν σπουδὴν ἀναλαβέτω. Οὐκ ἔστι γὰρ δι᾿ ἑτέρας πύλης αὐτὴν ἐπαναστρέψαι, εἰ μὴ δι᾿ ἧς καὶ ἐξελήλυθεν. Ὁ μὲν ἐκ φόβου τὴν ὑποταγὴν ποιησάμενος, ἴσως τῷ καιομένῳ θυμιάματι προσέοικεν, ἐν ἀρχαῖς μὲν ἐξ εὐωδίας ἀρξάμενον [ἴσως, ἀρξαμένῳ]ὕστερον δὲ εἰς καπνὸν καταλῆξαν [καταλήξαντι]· ὁ δὲ ἐκ μισθοῦ, ὀνικὸς μύλος καθίσταται, διὰ παντὸς ὡσαύτως κινούμενος· ὁ δὲ ἐξ ἀγάπης θείας τὴν ἀναχώρησιν ποιούμενος, εὐθέως πῦρ ἐν προοιμίοις κέκτηται· καὶ ἴσως ἐν ὕλῃ βληθὲν, κατὰ πρόσωπον σφοδροτέραν τὴν πυρὰν ἐξάψοιεν. Εἰσί τινες οἱ ἐπάνω λίθων πλίνθους οἰκοδομοῦντες· καὶ εἰσὶν ἕτεροι, οἳ ἐπάνω γῆς στύλους ἑδραίωσαν· καὶ εἰσὶν ἄλλοι μικρὸν πεζεύσαντες, καὶ τῶν νεύρων, καὶ ἁρμῶν θαλφθέντες, ὀξυτέρως ἐβάδισαν, ὁ νοῶν νοείτω λόγον συμβολικόν. Ὡς ὑπὸ Θεοῦ καὶ βασιλέως κληθέντες προθύμως δράμωμεν, μήπως ὀλιγοχρόνιοι ὄντες ἐν ἡμέρᾳ θανάτου ἄκαρποι εὑρεθῶμεν, καὶ τῷ λιμῷ τελευτήσωμεν. Εὐαρεστήσωμεν Κυρίῳ ὡς στρατιῶται βασιλεῖ. Μετὰ γὰρ στρατείαν τότε τὴν ἀκριβῆ δουλείαν ἀπαιτούμεθα. Φοβηθῶμεν τὸν Κύριον ὡς τὰ θηρία. Εἶδον γὰρ ἄνδρας συλῆσαι πορευθέντας, καὶ Θεὸν μὲν οὐκ ἐφοβήθησαν, κυνῶν δὲ φωνὴν ἐν τῷ τόπῳ ἀκούσαντες εὐθέως ὑπέστρεψαν. Καὶ ὅπερ φόβος Θεοῦ οὐκ ἐποίησε, τοῦτο φόβος θηρίων ἴσχυσεν. Ἀγαπήσωμεν τὸν Κύριον, ὡς τοὺς φίλους σεβόμεθα. Εἶδον γὰρ πολλάκις τινὰς τὸν Θεὸν λυπήσαντας, καὶ οὐδεμίαν μέριμναν περὶ τούτου ἐσχηκότας· καὶ εἶδον τοὺς αὐτοὺς, τοὺς ἑαυτῶν ἀγαπητοὺς ἔν τινι ψιλῷ παραπικράσαντας, καὶ πᾶσαν μηχανὴν, πᾶσαν ἐπίνοιαν, πᾶσαν θλίψιν, πᾶσαν ἐξομολόγησιν δι᾿ ἑαυτῶν, διὰ φίλων, διὰ δώρων ποιήσαντας, ἵνα εἰς τὴν ἀρχαίαν ἀγάπην ἐπιστρέψωσιν. Ἐν αὐταῖς ταῖς ἀρχαῖς τῆς ἀποταγῆς πάντως μετὰ κόπου, καὶ πικρίας τὰς ἀρετὰς κατεργαζόμεθα· προκόψαντες δὲ λοιπὸν, ἀλύπως ἐν αὐταῖς, καὶ μικρὸν λυπούμενοι διακείμεθα. Ὅταν δὲ τὸ θνητὸν ἡμῶν φρόνημα καταποθῇ καὶ κυριευθῇ ὑπὸ τῆς προθυμίας, τὸ λοιπὸν μετὰ πάσης χαρᾶς, καὶ σπουδῆς, καὶ πόθου, καὶ φλογὸς θείας αὐτὰς κατεργαζόμεθα. Καθόσον ἐπαινετοὶ οἱ εὐθέως ἐκ προοιμίων μετὰ πάσης χαρᾶς, καὶ προθυμίας τὰς ἐντολὰς ἐκτελοῦντες· κατὰ τοσοῦτον ἐλεεινοὶ, οἱ ἐν τῇ ἀσκήσει χρονίσαντες, καὶ ἔτι μετὰ κόπου αὐτὰς μετερχόμενοι, κἂν μετέρχονται. Μηδὲ τὰς περιστατικὰς ἀποταγὰς βδελυζώμεθα ἢ κατακρίνωμεν. Εἶδον γάρ τινας φεύγοντας, καὶ ἀκουσίως τῷ βασιλεῖ προσερχομένους, καὶ ἀπαντῶντας προσερχομένῳ, καὶ τούτῳ λοιπὸν ἀκουσίως ὀψικεύσαντας, καὶ ἐν τῷ παλατίῳ αὐτῷ συνεισελθόντας, καὶ τούτῳ συναριστήσαντας.
Εἶδον σπόρον ἐν γῇ ἀκουσίως ἐκπεσόντα, καὶ καρπὸν πολὺν, καὶ εὐθαλῆ πεποιηκότα· ὥσπερ καὶ ἔμπαλιν. Εἶδον ἐν ἰατρείῳ τινὰ κατά τινα ἑτέραν χρείαν παραγενόμενον, καὶ ὑπὸ τοῦ ἰατροῦ ἀστειότητι κρατηθέντα, καὶ ἀποστυφθέντα, καὶ τὴν ἐπικειμένην τῷ φωτὶ (640.) αὐτοῦ ἀχλὺν ἀποβαλόντα· καὶ γέγονε τὰ ἀκούσια τῶν ἔν τισιν ἑκουσίων βεβαιότερα, καὶ κυριώτερα. Μηδεὶς βάρος καὶ πλῆθος ἁμαρτιῶν προφασιζόμενος ἀνάξιον ἑαυτὸν τοῦ μοναχικοῦ ἐπαγγέλματος ἀποκαλοῖτο· καὶ διὰ ἡδυπάθειαν ἑαυτὸν εὐτελίζειν νομιζέτω, προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις Ὅπου γὰρ πολλὴ ἡ σηπεδὼν, ἐκεῖ καὶ μεγάλης ἰατρείας χρεία, ἵνα τὸν ῥύπον ἀπόθηται. Οἱ γὰρ ὑγιαίνοντες ἐν ἰατρείῳ οὐ παραγίνονται. Εἰ βασιλέως ἐπιγείου καλέσαντος, καὶ εἰς τὴν κατὰ πρόσωπον αὐτοῦ δουλείαν στρατεῦσαι θελήσαντος, οὐκ ἀναμένομεν, οὐ προφασιζόμεθα· ἀλλὰ πάντα καταλείψαντες προθύμως αὐτὸν καταφθάνομεν· πρόσχωμεν ἑαυτοῖς, μή πως τοῦ Βασιλέως τῶν βασιλέων, καὶ Κυρίου τῶν κυρίων, καὶ Θεοῦ τῶν θεῶν καλοῦντος ἡμᾶς εἰς τὴν οὐράνιον ταύτην τάξιν, ἐξ ὀκνηρίας, καὶ ῥᾳθυμίας παραιτησώμεθα, καὶ ἐν τῷ μεγάλῳ βήματι εὑρεθῶμεν ἀναπολόγητοι· δυνατὸν μὲν γὰρ καὶ δεδεμένον τοῖς τοῦ βίου πράγμασι, καὶ σιδηραῖς φροντίσι βαδίζειν, ἀλλὰ δυσχερῶς. Ἐπεὶ καὶ οἱ σίδηρα περικείμενοι ἐν τοῖς ποσὶν πολλάκις βαδίζουσιν. Ἀλλὰ συνεχῶς προσκόπτουσι, καὶ τραύματα ἐκ τούτου δέχονται. Ὁ γὰρ ἄγαμος ἐν τῷ κόσμῳ μόνοις τοῖς πράγμασι δεδεμένος, τῷ ἐν χερσὶ τὰ κλοιὰ περικειμένῳ ἔοικε (διὸ καὶ ὅτε βούλεται δραμεῖν πρὸς τὸν μονήρη βίον οὐ κωλύεται)· ὁ δὲ γήμας, τῷ ἐν χερσὶ καὶ ποσὶ τοὺς δεσμοὺς περικειμένῳ Ἤκουσά τινων ἐν κόσμῳ ἀμελῶς διακειμένων, εἰρηκότων πρός με· Πῶς δυνάμεθα ὁμοζύγῳ συζῶντες, καὶ δημοσίαις φροντίσι περικείμενοι τὸν μοναδικὸν βίον μετελθεῖν; Πρὸς οὓς ἀπεκρίθημεν.
Πάντα ὅσα δύνασθε ποιεῖν ἀγαθὰ, ποιήσατε· μηδένα λοιδορήσητε· μηδένα κλέψητε· μηδενὶ ψεύσησθε· μηδενὸς κατεπερθῆτε [κατεπαρθῆτε]· μηδένα μισήσητε· τῶν συνάξεων μὴ χωρίζησθε· τοῖς δεομένοις συμπαθήσατε· μηδένα σκανδαλίσητε· ἀλλοτρίᾳ μερίδι μὴ προσεγγίσητε· καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις τῶν γυναικῶν ὑμῶν. Ἐὰν οὕτως ποιήσητε, οὐ μακρὰν (641.) ἔσεσθε τῆς βασιλείας τῶν οὐρανῶν. Προσδράμωμεν χαρᾷ καὶ φόβῳ τῷ καλῷ ἀγῶνι, μὴ δειλιῶντες τοὺς ἐχθροὺς ἡμῶν, ἐπειδὴ εἰς πρόσωπον τῆς ψυχῆς ἡμῶν καθορῶσιν, εἰ καὶ οὐχ ὁρῶνται· κἂν ἴδωσιν αὐτὸ ἐκ δειλίας ἀλλοτριωθὲν, τότε καθ᾿ ἡμῶν πικροτέρως ὁπλίζονται, νοήσαντες οἱ δόλιοι ὅτι ἐφοβήθημεν. Εὐψύχως οὖν πρὸς αὐτοὺς ὁπλισώμεθα· τῷ γὰρ μαχομένῳ προθύμως οὐδεὶς μάχεται. Οἰκονομικῶς ὁ Κύριος ἐκ τῶν νεοπαγῶν τοὺς πολέμους ἐκούφισεν, ἵνα μὴ ἐκ προοιμίων εὐθέως εἰς τὸν κόσμον ἐπαναλύσωσι.
Διὸ χαίρετε ἐν Κυρίῳ πάντοτε, πάντες οἱ δοῦλοι Θεοῦ· τοῦτο πρῶτον σημεῖον ἐν ἑαυτοῖς τῆς τοῦ Δεσπότου ἀγάπης πρὸς ἡμᾶς γνωρίσαντες, καὶ ὡς αὐτὸς ὑμᾶς κέκληκεν.
Καὶ τοῦτο δὲ ποιῶν ὁ Θεὸς πολλάκις γνωρίζεται· ἰδὼν γὰρ ἀνδρείας ψυχὰς εὐθέως ἐκ προοιμίων ἐν αὐταῖς τοὺς πολέμους συνεχώρησε, στεφανῶσαι αὐτὰς συντόμως βουλόμενος. Ἀπέκρυψεν ὁ Κύριος ἀπὸ τῶν ἐν κόσμῳ τὴν τοῦ σταδίου δυσχέρειαν, μᾶλλον δὲ εὐχέρειαν· εἰ γὰρ ταύτην ἔγνωσαν, οὐκ ἂν ἀπετάσσετο πᾶσα σάρξ. Δίδου κόπους νεότητόςσου προθύμως Χριστῷ, καὶ χαρήσῃ ἐν γήρᾳ ἐπὶ πλούτῳ ἀγαθείας· τὰ ἐν νεότητι συναγόμενα ἐν τῷ γήρᾳ τοὺς ἐξατονήσαντας τρέφουσι, καὶ παραμυθοῦνται. Κάμωμεν νέοι ζεόντως, δράμωμεν νηφόντως· ὁ γὰρ θάνατος ἄδηλος· πονηροὺς ἀληθῶς καὶ χαλεποὺς, δολίους, πανούργους μετὰ χεῖρας πῦρ κατέχοντας, καὶ τὸν ναὸν τοῦ Θεοῦ ἐμπρῆσαι ἐπιθυμοῦντας διὰ τῆς φλογὸς τῆς ἐν αὐτῷ, δυνατοὺς, καὶ ἀΰπνους, ἀΰλους, ἀοράτους ἐχθροὺς ἔχομεν. Μηδεὶς νέος ὑπάρχων τοὺς ἐχθροὺς αὐτοῦ δαίμονας παραδέξηται λέγοντας· Μή σου κατατρίψῃς τὴν σάρκα, ἵνα μὴ νόσοις καὶ ἀσθενείαις περιπέσῃς· μόλις γὰρ ἐν τῇ παρούσῃ μάλιστα γενεᾷ εὑρεθήσεται ὁ θανατῶσαι ταύτην προελόμενος· κἂν πολλῶν καὶ ἡδυνόντων βρωμάτων ἑαυτὸν στερήσειεν. Σκοπὸς δὲ τούτῳ τῷ δαίμονι αὐτὴν ἡμῶν τὴν ἐν τῷ σταδίῳ εἴσοδον χαύνην, καὶ ῥᾴθυμον ποιῆσαι· καὶ τὸ τέλος λοιπὸν τὴν ἀρχὴν ἁρμόδιον. Πρὸ πάντων τοῦτο καὶ ζητήσουσι, καὶ ποιήσουσιν οἱ ἐν Χριστῷ γνησίως δουλεῦσαι βουλόμενοι, ἵνα καὶ τοὺς τόπους, καὶ τοὺς τρόπους, καὶ τὰ καθίσματα, καὶ τὰ ἐπιτηδεύματα διὰ πνευματικῶν Πατέρων, καὶ οἰκείας ἐπιγνώσεως ἁρμόζοντα ἑαυτοῖς ἐπιλέξωνται. Οὐ γὰρ πάντων τὰ κοινόβια, διὰ τὸ λιχνῶδες· οὐδὲ πάντων τὰ ἡσυχαστήρια, διὰ τὸ θυμῶδες· ἕκαστος δὲ ἐπισκέψεται ἐν ποίῳ πεποίωται. Ἐν τρισὶ γενικωτάταις καταστάσεσι καθισμάτων ἅπασα ἡ μοναχικὴ πολιτεία περιέχεται· ἢ ἐν ἀθλητικῇ ἀναχωρήσει, καὶ μονίᾳ· ἢ μετὰ ἑνὸς, ἢ πολὺ δύο ἡσυχάζειν· ἢ ἐν κοινοβίῳ ὑπομονητικῶς καθέζεσθαι. «Μὴ ἐκκλίνῃς, φησὶν ὁ Ἐκκλησιαστὴς, εἰς τὰ δεξιὰ, ἢ εἰς τὰ ἀριστερά·» ἀλλ᾿ ὁδῷ βασιλικῇ πορευθῇς· ἡ γὰρ μέση τῶν προειρημένων πολλοῖς ἁρμόδιος καθέστηκεν. Τῷ μὲν γὰρ μόνῳ, οὐαὶ, φησὶν, ὅτι ἐὰν πέσῃ εἰς ἀκηδίαν, ἢ ὕπνον, ἢ ῥᾳθυμίαν, ἢ ἀπόγνωσιν, οὐκ ἔστιν ὁ ἐγείρων (644.) αὐτὸν ἐν ἀνθρώποις. Ὅπου δέ εἰσιν συνηγμένοι δύο, ἢ τρεῖς εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν, ὁ Κύριος εἴρηκεν. Τίς ἄρα ἐστὶν ὁ πιστὸς, καὶ φρόνιμος μοναχὸς, ὃς τὴν θέρμην τὴν ἑαυτοῦ ἐφύλαξεν ἄσβεστον· καὶ μέχρι τῆς αὐτοῦ ἐξόδου καθ᾿ ἡμέραν [προστιθεὶς] πῦρ πυρὶ, καὶ θέρμην θέρμῃ, καὶ σπουδὴν σπουδῇ, καὶ πόθον πόθῳ οὐκ ἐπαύσατο; Ὁ ἐπιβεβηκὼς μὴ στραφῇς εἰς τὰ ὀπίσω.

ΛΟΓΟΣ Βʹ

Περὶ ἀπροσπαθείας, ἤγουν ἀλυπίας.

(653.) Ὁ ἐν ἀληθείᾳ τὸν Κύριον ἀγαπήσας· ὁ ἐν ἀληθείᾳ τῆς μελλούσης βασιλείας ἐπιτυχεῖν ἐπιζητήσας· ὁ ἐν ἀληθείᾳ πόνον περὶ τῶν ἑαυτοῦ πταισμάτων ἐσχηκώς· ὁ ἐν ἀληθείᾳ μνήμην κολάσεως κτησάμενος, καὶ κρίσεως αἰωνίου· ὁ ἐν ἀληθείᾳ φόβον τῆς ἑαυτοῦ ἐξόδου ἀναλαβὼν οὐκ ἔτι ἀγαπήσει, οὐκ ἔτι φροντίσει, ἢ μεριμνήσει, οὐ χρημάτων, οὐ κτημάτων, οὐ γονέων, οὐ δόξης τοῦ βίου, οὐ φίλου, οὐκ ἀδελφῶν, οὐδενὸς ἐπιγείου τὸ παράπαν· ἀλλὰ πᾶσαν αὐτοῦ τὴν σχέσιν, πᾶσαν τὴν περὶ τούτου φροντίδα ἐκτιναξάμενος, καὶ μισήσας· ἐπειδὴ καὶ τὴν ἑαυτοῦ σάρκα· πρὸς τούτων γυμνὸς, καὶ ἀμέριμνος, καὶ ἀόκνως Χριστῷ ἀκολουθεῖ, πρὸς τὸν οὐρανὸν ἀεὶ βλέπων, καὶ τὴν ἐκεῖθεν βοήθειαν ἀναδεχόμενος, κατὰ τὸν εἰπόντα ἅγιον· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, καὶ τὸν ἄλλον τὸν ἀείμνηστον εἰρηκότα· Ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν σοι, καὶ ἡμέραν, ἢ ἀνάπαυσιν ἀνθρώπου οὐκ ἐπεθύμησα, Κύριε. Αἰσχύνη μεγίστη ὑπάρχει τὸ πάντα τὰ προειρημένα καταλιπόντας μετὰ τὴν κλῆσιν ἡμῶν, ἣν ὁ Κύριος κέκληκεν ἡμᾶς, καὶ οὐκ ἄνθρωπος, τινὸς φροντίζειν μὴ δυναμένου ἡμᾶς εὐεργετῆσαι ἐν τῇ ὥρᾳ τῆς ἀνάγκης ἡμῶν, ἤγουν τῆς ἐξόδου. Τοῦτο γάρ ἐστιν ὅπερ εἶπεν ὁ Κύριος, στραφῆναι εἰς τὰ ὀπίσω, καὶ μὴ εὑρεθῆναι εὔθετον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ Κύριος ἡμῶν τὸ εὐόλισθον ἡμῶν τῶν εἰσαγωγικῶν γινώσκων, καὶ ὡς εὐχερῶς ἐν τοῖς κοσμικοῖς συνδιάγοντες, ἢ συντυγχάνοντες, πάλιν ἐπὶ τὸν κόσμον στρεφόμεθα, φησὶ πρὸς τὸν εἰρηκότα αὐτῷ· Ἐπίτρεψόν μοι ἀπελθεῖν θάψαι τὸν πατέρα μου. Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Οἱ δαίμονες μετὰ τὴν (656.) ἀποταγὴν, λοιπὸν τοὺς ἐλεήμονας ἡμῖν, καὶ συμπαθεῖς τῶν κοσμικῶν μακαρίζειν ὑποτίθενται, καὶ ἑαυτοὺς ἀποστερήσαντας. Σκοπὸς δὲ τοῖς ἐχθροῖς ἡμῶν διὰ νόθου ταπεινώσεως, ἢ πρὸς τὸν κόσμον ἡμᾶς ἐπιστρέψαι, ἢ μένοντας μοναχοὺς πρὸς τὴν ἀπόγνωσιν κατακρημνῖσαι. Ἔστιν εὐτελίζειν τοὺς ἐν κόσμῳ διὰ οἴησιν, καὶ ἔστιν αὐτοὺς ἀπόντας ἐξουθενεῖν, διὰ τὸ φυγεῖν τὴν ἀπόγνωσιν, καὶ τὴν ἐλπίδα προσκτήσασθαι. Ἀκούσωμεν οὖν τοῦ Κυρίου πρὸς ἐκεῖνον τὸν νεανίσκον, τὸν πάσας σχεδὸν τὰς ἐντολὰς ἐργασάμενον εἰρηκότα· ὅτι Ἕν σοι λείπει, τὸ πωλῆσαι τὰ ὑπάρχοντα, καὶ δοῦναι πτωχοῖς, καὶ ἑαυτὸν πτωχὸν καταστῆσαι ἐλεημοσύνην δεχόμενον.
Οἱ προθύμως καὶ ζέως διαδραμεῖν βουλόμενοι, νουνεχῶς ἐπισκεψώμεθα πῶς ὁ Κύριος πάντας τοὺς ἐν κόσμῳ διατρίβοντας, καὶ ζῶντας νεκροὺς κατεδίκασεν, εἰπὼν πρός τινα· Ἄφες τοὺς νεκροὺς κοσμικοὺς, τοὺς τῷ σώματι νεκροὺς θάψαι· οὐδὲν ἐκώλυσε τὸν νεανίσκον ἐκεῖνον ὁ πλοῦτος προσελθεῖν τῷ βαπτίσματι. Ἐματαιώθησαν τοίνυν φάσκοντές τινες, ὅτι τοῦ βαπτίσματος χάριν ὁ Κύριος πωλῆσαι αὐτὸν τὸν πλοῦτον διέταττεν. Ἀρκείτω ἡμῖν εἰς μεγίστην πληροφορίαν τῆς μεγίστης δόξης τοῦ ἡμετέρου ἐπαγγέλματος, ἡ τοιαύτη πληροφορία.
Ζητητέον πῶς οἱ ἐν κόσμῳ διάγοντες, καὶ ἀγρυπνίαις, καὶ νηστείαις, καὶ κόποις, καὶ κακοπαθείαις διατρίβοντες, ἐν μονήρει βίῳ ὥσπερ ἐν δοκιμαστηρίῳ, καὶ σκάμματι ἐκ τῶν ἀνθρώπων ἀναχωροῦντες, τὴν προτέραν ἄσκησιν αὐτῶν τὴν νενοθευμένην, καὶ ἐπίπλαστον οὐκ ἔτι μετέρχονται; Ἑώρακα πλεῖστα, καὶ διάφορα φυτὰ τῶν ἀρετῶν παρ᾿ αὐτῶν ἐν κόσμῳ καταφυτευόμενα· καὶ ὥσπερ ἐξ ὑπονόμου βορβόρου, ὑπὸ τῆς κενοδοξίας ποτιζόμενα, καὶ ὑπὸ φανητιασμοῦ κελευόμενα, καὶ ὑπὸ ἐπαίνων κοπριζόμενα· καὶ μέντοι μεταφυτευθέντα ἐν γῇ ἐρήμῳ, καὶ ἀβάτῳ κοσμικῶν, καὶ ἀνύδρῳ κενοδοξιακοῦ, καὶ βρωμώδους ὕδατος, εὐθέως ἐπεξηράνθησαν. Οὐ γὰρ πεφύκασι τὰ ἔνυδρα φυτὰ ἐν σκληροῖς καὶ ἀνύδροις γυμναστηρίοις καρποφορεῖν. Εἴ τις κόσμον ἐμίσησεν, οὗτος λύπην διέφυγεν· εἰ δέ τις πρός τι τῶν ὁρωμένων προσπάθειαν κέκτηται, οὐδέπω λύπης λελύτρωται. Πῶς γὰρ ἂν καὶ μὴ λυπηθήσεται ἐπὶ τῇ στερήσει τοῦ ἀγαπωμένου; Ἐν πᾶσι μὲν πολλῆς ἡμῖν χρεία τῆς νήψεως, ἐπιπλεῖον δὲ τούτῳ προσεκτέον νουνεχῶς πρὸ τῶν λοιπῶν. Πολλοὺς τεθεάκαμεν ἐν κόσμῳ, ὑπὸ μεριμνῶν, καὶ φροντίδων, καὶ ἀδολεσχιῶν, καὶ ἀγρυπνιῶν σωματικῶν τὴν τοῦ οἰκείου σώματος μανίαν ἐκφυγόντας· ἐν ἀμεριμνίᾳ δὲ πάσῃ ἐπὶ τὸν μονήρη βίον ἐληλυθότας· οἱ τοιοῦτοι ἐλεεινῶς ὑπὸ τῆς τοῦ σώματος κινήσεως ἐῤῥυπώθησαν· πρόσχωμεν ἑαυτοῖς μήποτε ἐπὶ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν λέγοντες ὁδεύειν, τὴν πλατεῖαν καὶ εὐρύχωρον κατέχοντες ἐπλανήθημεν. Στενὴν ὁδὸν ἐμφανίσει σοι θλίψις κοιλίας, στάσις παννύχιος, μέτρον ὕδατος, ἄρτου ἔνδεια, (657.) ἀτιμίας πόμα καθάρσιον· μυκτηρισμοὶ, καταγέλωτες, ἐμπαισμοὶ, ἐκκοπὴ θελημάτων οἰκείων, προσκρούσεων ὑπομονὴ, περιφρονήσεως ἀγογγυσία, ὕβρεων βία, ἀδικούμενον ὑπομένειν ἰσχυρῶς, καταλαλούμενον μὴ ἀγανακτεῖν, ἐξουδενούμενον μὴ ὀργίζεσθαι, κατακρινόμενον ταπεινῶσαι. Μακάριοι οἱ τὴν ὁδὸν τῶν προειρημένων ὁδῶν πορευόμενοι, ὅτι αὐτῶν ἐστι ἡ βασιλεία τῶν οὐρανῶν. Οὐδεὶς ἐν τῷ οὐρανίῳ νυμφῶνι στεφανηφορῶν ἐλεύσεται [A. στεφανηφόρος εἰσελεύσεται], μὴ τὴν πρώτην, καὶ δευτέραν, καὶ τρίτην ἀποταγὴν ἀποταξάμενος· λέγω δὴ τὴν πάντων πραγμάτων, καὶ ἀνθρώπων, καὶ γονέων, καὶ τὴν ἐκκοπτὴν τοῦ ἰδίου θελήματος· καὶ τρίτην ἀποταγὴν τῆς κενοδοξίας, τῆς ἐπακολουθούσης τῇ ὑπακοῇ· Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε· καὶ ἀκαθαρσίας κόσμου μὴ ἅπτεσθε[ἅφησθε], λέγει Κύριος. Τίς γὰρ παρ᾿ ἐκείνοις θαύματα πεποίηκε πώποτε; τίς νεκροὺς ἤγειρε; τίς δαίμονας ἀπήλασεν; Οὐδείς. Ταῦτα γὰρ πάντα μοναχῶν τὰ ἔπαθλα, ἃ ὁ κόσμος χωρῆσαι οὐ δύναται.
Εἰ γὰρ ἠδύνατο, περὶ τί ἡ ἄσκησις, ἤγουν ἡ ἀναχώρησις; Ὁπόταν οἱ δαίμονες μετὰ τὴν ἀποταγὴν τῇ πρὸς τοὺς γονεῖς ἡμῶν μνήμῃ, καὶ ἀδελφοὺς, καὶ καρδίαν ἡμῶν ἐκθερμαίνουσι, τότε ἡμεῖς τῇ προσευχῇ κατ᾿ αὐτῶν ὁπλισώμεθα, καὶ τῇ τοῦ αἰωνίου πυρὸς μνήμῃ ἑαυτοὺς πυρώσωμεν, ἵνα τῇ τούτου ὑπομνήσει τὸ ἄκαιρον τῆς καρδίας πῦρ κατασβέσωμεν. Εἴ τις ἀπροσπαθῶς πρὸς οἷον οὖν [οἱονοῦν] πρᾶγμα διακεῖσθαι νομίζει. Ἐπὶ δὲ τῇ τούτου ἀποστερήσει τὴν καρδίαν λελύπηται, ὁ τοιοῦτος τελείως ἑαυτὸν ἠπάτησεν. Ὅσοι νέοι περὶ τοὺς τῶν σωμάτων ἔρωτας, καὶ τὴν τροφὴν ἐμμανῶς διάκεινται, καὶ τῇ μοναδικῇ πολιτείᾳ προσελθεῖν βούλονται, πάσῃ νήψει καὶ προσευχῇ ἑαυτοὺς γυμνάσωσι, καὶ πείσωσι πάσης τρυφῆς, καὶ πονηρίας ἀπέχεσθαι· μήπως γένωνται αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Ὁ λιμὴν καὶ σωτηρίας, καὶ κινδύνων πρόξενος, καὶ τοῦτο γινώσκουσιν οἱ τὴν νοητὴν θάλασσαν πλέοντες. Ἐλεεινὸν δὲ ἰδέσθαι θέαμα, τοὺς ἐν τῷ πελάγει διασωθέντας, ἐν τῷ λιμένι ναυαγήσαντας.
Δευτέρα ἀνάβασις· ὁ τρέχων μὴ τὴν σύζυγον, ἀλλὰ τὸν Λὼτ μιμούμενος φεύγῃ.

ΛΟΓΟΣ Γʹ

Περὶ ξενιτείας.

(664.) Ξενιτεία ἐστὶ κατάλειψις ἀνεπίστροφος πάντων τῶν ἐν τῇ πατρίδι, πρὸς τὸν τῆς εὐσεβείας σκοπὸν ἡμῖν ἀντιπραττόντων. Ξενιτεία ἐστὶν ἀπαῤῥησίαστον ἦθος, ἄγνωστος σοφία, ἀδημοσίευτος σύνεσις, ἀπόκρυφος βίος, ἀθεώρητος σκοπὸς, ἀφανὴς λογισμὸς, εὐτελείας ὄρεξις, στενοχωρίας ἐπιθυμία, πόθου θείου ὑπόθεσις, ἔρωτος πλῆθος, κενοδοξίας ἄρνησις, σιωπῆς βυθός. Πέφυκέ πως καὶ οὗτος ὁ λογισμὸς ἐν προοιμίοις τοῖς ἐρασταῖς Κυρίου ἀεννάως, καὶ ἐπιτεταμένως διενοχλεῖν, ὡς ἐν θείῳ πυρί· λέγω δὲ ὁ τῶν ἰδίων [Α. οἰκείων] μακρισμὸς, σκοπῶ εὐτελείας, καὶ θλίψεως, προτρεπόμενος τοὺς ἐραστὰς τοῦ τοιούτου καλοῦ. Πλὴν καθ᾿ ὅσον μέγας καὶ ἀξιέπαινός ἐστι, κατὰ τοσοῦτον πολλὴν καὶ τὴν διάκρισιν κέκτηται.
Οὐ γὰρ πᾶσα ξενιτεία ἄκρως γενομένη [γινομένη] καλή· εἰ πᾶς προφήτης ἄτιμος ἐν τῇ ἰδίᾳ πατρίδι, ὥς φησιν ὁ Κύριος, σκοπήσωμεν μή πως γένηται ἡμῖν ξενιτεία κενοδοξίας ὑπόθεσις. Ξενιτεία γάρ ἐστιν ὁ πάντων χωρισμὸς, διὰ τὸ τὸν λογισμὸν ποιῆσαι Θεοῦ ἀχώριστον. Ξενιτεία ἐστὶν ἀνεμπλήστου πένθους ἐραστὴς, καὶ ἐργάτης. Ξένος ἐστὶν ὁ πάσης ἰδίων καὶ ἀλλοτρίων σχέσεως φυγάς. Μὴ ἀνάμενε ἐπὶ τὴν μονίαν, ἢ ἐπὶ τὴν ξενιτείαν ἐπειγόμενος τὰς φιλοκόσμους ψυχάς· δι᾿ ὅτι ὁ κλέπτης ἀνυπονόητος.
Πολλοὶ συσσῶσαι πειραθέντες ῥᾳθύμους καὶ ὀκνηροὺς, συναπώλοντο, τοῦ πυρὸς τῷ χρόνῳ ἀποσβεσθέντος. Δεξάμενος φλόγα τρέχε. Οὐ γὰρ γινώσκεις, τὸ, πότε σβέννυται, καὶ ἐν σκοτίᾳ σε καταλήψει. Ἄλλους μὲν σῶσαι οὐ πάντες ἀπαιτούμεθα. Φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος· Ἆρα οὖν ἕκαστος ἡμῶν ἀδελφοὶ, περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ. Καὶ πάλιν· Ὁδιδάσκων, φησὶν, ἕτερον σεαυτὸν οὐ διδάσκεις.
Ὥσπερ ἔλεγε· Περὶ ἄλλων μὲν οὐκ οἶδα, ἑαυτοὺς δὲ πάντες πάντως. Ξενιτεύων ἀσφαλίζου τὸν γυρευτὴν, καὶ φιλήδονον δαίμονα. Ἡ γὰρ ξενιτεία ἀφορμὴν αὐτῷ δίδωσι. Καλὴ ἡ ἀπροσπάθεια, ταύτης δὲ ξενιτεία μήτηρ· ὁ ξενιτεύσας διὰ τὸν Κύριον, οὐκ ἔτι σχέσεις ἔσχηκεν, ἵνα μὴ φανῇ διὰ πάθη πλαζόμενος.
Ὁ κόσμου ξενιτεύων, μηκέτι κόσμου προσψαύσῃς· πεφύκασι γὰρ τὰ πάθη φιλεπίστροφα εἶναι. (665.) Ἐξορίζεται ἀκουσίως ἡ Εὖα τοῦ παραδείσου, καὶ μοναχὸς ἑκουσίως τῆς ἑαυτοῦ πατρίδος. Ἡ μὲν γὰρ πάλιν του ξύλου τῆς παρακοῆς ἐπιθυμεῖν ἔμελλεν· ὁ δὲ κίνδυνον ἐκ τῶν κατὰ σάρκα συγγενῶν πάντως ὑφίστατο. Ἀπόφευγε ὡς ἀπὸ μάστιγος, τοὺς τῶν πτωμάτων τόπους. Καρποῦ γὰρ μὴ παρόντος οὐ συνεχῶς ὀρεγόμεθα. Μηδὲ οὗτος ὁ τρόπος, καὶ δόλος τῶν κλεπτῶν λανθανέτω σε· ὑποβάλλουσι γὰρ ἡμῖν τῶν κοσμικῶν μὴ χωρίζεσθαι, πολὺν τὸν μισθὸν ἡμᾶς λέγοντες κομίζεσθαι, εἴπερ ὁρῶντες τὸ θῆλυ ἑαυτῶν κρατήσωμεν, οἷστισιν οὐ πείθεσθαι δεῖ, μᾶλλον δὲ τοὐναντίον ποιεῖν. Ὅταν τῶν οἰκείων ἡμῶν ἐπὶ χρόνον, ἢ χρόνους ἀναχωρήσαντες μικράν τινα εὐλάβειαν, ἢ κατάνυξιν, ἢ ἐγκράτειαν ἑαυτοῖς περιποιησώμεθα· τότε λοιπὸν οἱ λογισμοὶ τῆς ματαιότητος ἐπιστάντες πορεύεσθαι ἡμῖν πάλιν ἐπὶ τὴν οἰκείαν πατρίδα ἐπιτρέπουσιν εἰς οἰκοδομὴν πολλῶν, φησὶν, καὶ τύπον, καὶ ὠφέλειαν τῶν τὰς πράξεις ἡμῶν τὰς ἀθεμίτους σκοπούντων. Εἰ δὲ καὶ λόγου, καὶ φίλης γνώσεως εὐποροῦντες τυγχάνομεν, τότε λοιπὸν ὡς σωτῆρας ψυχῶν, καὶ διδασκάλους ἡμᾶς ἐν αὐτῷ κόσμῳ ὑποβάλλουσιν, ἵνα τὰ ἐν τῷ λιμένι συναχθέντα καλῶς, ἐν τῷ πελάγει κακῶς σκορπίσωσι. Μὴ τὴν γυναῖκα, ἀλλ᾿ αὐτὸν τὸν Λὼτ μιμεῖσθαι σπουδάσωμεν· ψυχὴ γὰρ στραφεῖσα ὅθεν ἐξῆλθεν, ὡς τὸ ἅλας μωρανθήσεται, καὶ ἀκίνητος λοιπὸν μένει.
Φεῦγε Αἴγυπτον ἀμεταστρεπτί. Αἱ γὰρ στραφεῖσαι καρδίαι ἐκεῖ τὴν γῆν τῆς ἀπαθείας Ἱερουσαλὴμ οὐκ ἐθεάσαντο. Ἔστιν ἐν προοιμίοις διὰ τὸ νηπιῶδες ἀπολιπόντας τὰ οἰκεῖα, καὶ τελείως καθαρθέντας, πρὸς αὐτὰ συμφερόντως ἐπιστραφῆναι, ἴσως σκοπῷ τοῦ μετὰ τὸ σωθῆναι σῶσαί τινας. Καίπερ ἐκ Θεοῦ Μωσῆς ἐκεῖνος ὁ θεόπτης, πρὸς σωτηρίαν τοῦ ὁμοφύλου γένους ἀποσταλεὶς, πολλοὺς ἐν Αἰγύπτῳ τοὺς κινδύνους, ἤγουν ἐντῷ κόσμῳ τοὺς σκοτασμοὺς ἔσχηκε.
Καλὸν λυπῆσαι γονεῖς, καὶ μὴ Κύριον· ὁ μὲν γὰρ καὶ ἔπλασε, καὶ ἔσωσεν· οἱ δὲ πολλάκις οὓς ἠγάπησαν, ἀπόλεσαν, καὶ τῇ κολάσει παρέδωκαν· ξένος ἐκεῖνός ἐστι· ὁ ὡς ἀλλόγλωσσος ἐν ἑτερογλώσσοις [ἔθνεσι]ἐν γνώσει καθήμενος. Οὐ μισοῦντες ἡμεῖς τοὺς οἰκείους ἑαυτῶν, ἢ τοὺς τόπους ἀναχωροῦμεν, μὴ γένοιτο!ἀλλὰ τὴν ἐξ αὐτῶν ἡμῖν προσγινομένην βλάβην ἐκφεύγοντες. Ὡς ἐν πᾶσι, καὶ ἐν τούτοις γίνεται ἡμῖν Χριστὸς τοῖς ἀγαθοῖς διδάσκαλος. Φαίνεται γὰρ καὶ αὐτὸς τοὺς γονεῖς κατὰ σάρκα πολλάκις καταλιπών· καὶ παρά τινων ἀκούων· Ἡ μήτηρ σου, καὶ οἱ ἀδελφοί σου ζητοῦσί σε· θᾶττον ὁ καλὸς ἡμῶν Κύριος, καὶ διδάσκαλος ἀπαθὲς μῖσος ὑπέδειξεν εἰπών· Μήτηρ μου, καὶ ἀδελφοί μού εἰσιν οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Ἔστω σου πατὴρ ὁ πρὸς τὸ φορτίον τῶνἁμαρτημάτων συγκοπιάσαι δυνάμενος, καὶ βουλόμενος, μήτηρ δὲ, ἡ κατάνυξις, ἡ ἀποπλῦναί σε τοῦ ῥύπου ἰσχύουσα· ἀδελφὸς δὲ, ὁ πρὸς τὸν δρόμον τὸν ἄνω συμπονῶν καὶ συναμιλλώμενος· κτῆσαι σύμβιον ἀναπόσπαστον μνήμην θανάτου· τέκνα δέ σου φιλητὰ ἔστωσαν στεναγμοὶ καρδίας. Δοῦλον κτῆσαι (668.) σὸν σῶμα. Φίλους δὲ τὰς ἁγίας δυνάμεις, αἵτινες ἐν καιρῷ ἐξόδου ὠφελῆσαί σε δύνανται, ἐὰν φίλοι σου γίνωνται· «Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον,» πόθος Θεοῦ ἀπέσβεσεν πόθον γονέων.
Ὁ δὲ λέγων ἀμφότερα ἔχειν, πεπλάνηκεν ἑαυτὸν ἀκούων τοῦ λέγοντος· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν, καὶ τὰ ἑξῆς. Οὐκ ἦλθον, φησὶν ὁ Κύριος, εἰρήνην βαλεῖν ἐπὶ τῆς γῆς (γονέων πρὸς υἱοὺς καὶ ἀδελφοὺς δουλεῦσαί μοι προαιρουμένους), ἀλλὰ μάχην καὶ μάχαιραν, διχάσαι φιλοθέους ἐκ φιλοκόσμων· ὑλικοὺς ἐξ ἀΰλων, φιλοδόξους ἐκ ταπεινοφρόνων. Εὐφραίνεται γὰρ Κύριος ἐπ᾿ ἀμφιβολίᾳ καὶ χωρισμῷ, διὰ τὴν πρὸς αὐτὸν ἀγάπην γινομένῳ.
Ὅρα ὅρα, μή πως ὑδάτων τὰ πάντα σοι πεπληρωμένα, φανῇ διὰ τὴν προσπάθειαν τῶν οἰκείων σοι ἀγαπητῶν, καὶ τῷ κατακλυσμῷ φιλονεικίας συναπέλθῃς. Μὴ οἰκτειρήσῃς γονέων ἢ φίλων δάκρυα· εἰ δὲ μὴ, αἰωνίως μέλλεις δακρύειν. Ὁπόταν σε περικυκλώσωσιν ὥσπερ μέλισσαι, μᾶλλον δὲ σφῆκες, θρῆνον οἱ ἴδιοι ποιούμενοι ἐπὶ σοὶ, συντόμως πρὸς τὸν θάνατον, καὶ τὰς πράξεις τὸ τῆς ψυχῆς ὄμμα ἀμεταστρέπτως ἀτένισον, ἵνα πόνον πόνῳ δυνηθῇς ἀποπέμψασθαι. Ὑπισχνοῦνται δολίως ἡμῖν οἱ ἡμῶν, καὶ οὐχ ἡμῶν, πάντα τὰ φίλα διαπράττεσθαι, σκοπὸς δὲ τούτοις τῷ ἀρίστῳ ἡμῶν ἐμποδίσαι δρόμῳ, εἶτ᾿ οὕτως λοιπὸν πρὸς τὸν οἰκεῖον σκοπὸν ἡμᾶς ἐπισπάσασθαι. Ἡ τῶν τόπων ἡμῶν ἀναχώρησις ἔστω, εἰς τὰ ἀπαρακλητικώτερα, καὶ ἀκενοδοξότερα, καὶ ταπεινότερα μέρη· εἰ δὲ μὴ, μετὰ πάθους πετόμεθα. Ἀπόκρυπτε εὐγένειαν, καὶ εὐδοξίαν μὴ ἀναπόμπευε, μή πως εὑρεθῇς ἕτερος μὲν ἐν τῷ σώματι, ἕτερος δὲ ἐν τοῖς πράγμασι διακείμενος. Οὐδεὶς τοσοῦτον τῇ ξενιτείᾳ ἐκδέδωκεν ἑαυτὸν, ὡς ὁ μέγας ἐκεῖνος ὁ ἀκηκοώς· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐξ οἴκου τοῦ πατρός σου· καίπερ ἐν ἀλλογλώσσῳ καὶ βαρβαρώδει γῇ προσκαλούμενος. Ἔστιν ὅταν κατὰ τὸν μέγαν τοῦτον τινὰ ξενιτεύσαντα, ἐπὶ πλεῖον ὁ Κύριος ἐδόξασεν. Πλὴν εἰ καὶ δόξα θεόσδοτος καλὸν αὐτὴν διὰ θυρεοῦ ταπεινώσεως ἀποστρέφεσθαι. Ὁπηνίκα οἱ δαίμονες ὡς ἐπὶ μεγάλῳ κατορθώματι τῇ ξενιτείᾳ ἐπαινοῦσιν ἡμᾶς, ἢ καὶ οἱ ἄνθρωποι, τότε ἡμεῖς τοῦ δι᾿ ἡμᾶς ἐκ τοῦ οὐρανοῦ, εἰς τὴν γῆν ξενιτεύσαντος ἀναλαμβάνωμεν ἔννοιαν, καὶ εὑρήσομεν ἑαυτοὺς εἰς αἰῶνα αἰῶνος ἀναπληροῦν μὴ ἰσχύοντας. Χαλεπὴ ἡ πρός τινα τῶν οἰκείων, ἢ καὶ ξένων προσπάθεια, ἡ δυναμένη κατὰ μικρὸν ἐπὶ τὸν κόσμον ἡμᾶς ἐπισπάσασθαι, καὶ τὸ πῦρ ἡμῶν τῆς κατανύξεως τελείως ἀποψυχρῶσαι.
Ὡς ἀμήχανον ἑνὶ μὲν ὀφθαλμῷ εἰς τὸν οὐρανὸν, ἑνὶ δὲ εἰς τὴν γῆν νεύειν, οὕτως ἀδύνατον τὸν μὴ τελείως πάντων τῶν οἰκείων καὶ ἀνοικείων τῷ λογισμῷ καὶ τῷ σώματι ξενιτεύσαντα μὴ κινδυνεῦσαι κατὰ ψυχήν. Κόπῳ πολλῷ καὶ μόχθῳ κατορθοῦταιἐν ἡμῖν ἦθος χρηστὸν καὶ εὐκατάστατον, καὶ τῷ πολλῷ μόχθῳ κατορθούμενον δυνατὸν ἐν μιᾷ ῥοπῇ ἀπολέσθαι· «Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι (669.) κακαὶ,» καὶ κοσμικαὶ, καὶ ἄκοσμοι. Ὁ τοῖς κατὰ τὸν κοσμὸν μετὰ τὴν ἀποταγὴν συναναστρεφόμενος, ἢ πλησίον τυγχάνων πάντως, ἢ ἐν τοῖς αὐτῶν περιπεσεῖται βρόχοις, ἢ τὴν καρδίαν ἐν τῇ περὶ τούτων ἐννοίᾳ μολυνεῖ, ἢ μὴ μολυνόμενος τοὺς μολυνομένους κατακρίνων, καὶ αὐτὸς σὺν αὐτοῖς μολυνθήσεται.
Περὶ ἐνυπνίων ἀκολουθούντων εἰσαγωγικοῖς.
Ὅτι μὲν τῆς ἡμετέρας γνώσεως ὁ νοῦς ἀτελὴς ὅλος, καὶ πάσης ἀγνοίας ἀνάπλεως, καὶ κρύπτειν ἀδύνατον. Λάρυγξ μὲν γὰρ βρώματα διακρίνει· ἀκοὴ δὲ νοήματα διαγινώσκει· ἀσθένειαν μὲν γὰρ ὀμμάτων ἐδήλωσεν ἥλιος· ἀγνωσίαν δὲ ψυχῆς ἐδήλωσε ῥήματα. Πλὴν ὁ τῆς ἀγάπης νόμος καὶ πρὸς τὰ ὑπὲρ δύναμιν ἐκβιαστής. Οὐκ οὖν οἶμαι· οὐδὲ γὰρ ὁρίζομαι· ἀκόλουθον μετὰ τοὺς τῆς ξενιτείας λόγους· μᾶλλον δὲ ἐν αὐτοῖς, μικρὰ περὶ τῶν ὀνείρων ἐντάξαι, ὅσον μηδὲ τούτου τοῦ δόλου τῶν δολίων ἀμυήτους ὑπάρχειν ἡμᾶς. Ἐνύπνιόν ἐστι νοὸς κίνησις ἐν ἀκινησίᾳ σώματος. Φαντασία ἐστὶν ἀπάτη ὀφθαλμῶν ἐν κοιμωμένῃ διανοίᾳ· φαντασία ἐστὶν ἔκστασις νοὸς ἐγρηγορότος σώματος· φαντασία ἐστὶν ἀνυπόστατος θεωρία. Ἡ αἰτία δι᾿ ἣν μετὰ τὴν προλαβοῦσαν τάξιν περὶ ὀνείρων λέγειν ἠβουλήθημεν, πρόδηλος· ὅταν καταλείψαντες διὰ τὸν Κύριον τοὺς ἑαυτῶν οἴκους, καὶ οἰκείους, ξενιτείᾳ διὰ ἀγάπην Θεοῦ ἑαυτοὺς πωλήσωμεν, τότε λοιπὸν οἱ δαίμονες δι᾿ ἐνυπνίων θορυβεῖν δοκιμάσουσιν ἡμᾶς, τοὺς οἰκείους ἑαυτῶν ἡμῖν ὑποδεικνύντες· ἢ κοπτομένους, ἢ θνήσκοντας, ἢ ὑπὲρ ἡμῶν κατεχομένους, καὶ σινομένους. Ὁ τοίνυν ὀνείροις πιστεύων ὅμοιός ἐστι τῷ τὴν σκιὰν ἑαυτοῦ κατατρέχοντι, καὶ ταύτην κατέχειν δοκιμάζοντι. Δαίμονες κενοδοξίας καθ᾿ ὕπνους προφῆται, τὰ μέλλοντα ὡς πανοῦργοι τεκμαιρόμενοι, καὶ ταῦτα ἡμῖν προευαγγελιζόμενοι· τῶν ὁραμάτων πεπληρωμένων ἡμεῖς ἐθαμβήθημεν, καὶ ὡς πλησίον τοῦ προγνωστικοῦ λοιπὸν 672.) ὑπάρχοντες χαρίσματος, τὸν λογισμὸν ἀνυψώσωμεν. Ἐν τοῖς πειθομένοις τῷ δαίμονι πολλάκις προφήτης ἐγένετο· ἐν τοῖς δὲ ἐξουθενοῦσιν αὐτὸν, ἀεὶ ἐψεύσατο. Πνεῦμα ὃ τὰ ἐντὸς τοῦ ἀέρος τούτου ἑώρακεν, καὶ νοήσας αὐτὸν θνήσκοντα, δι᾿ ἐνυπνίου ἐν τοῖς κουφοτέροις προεφήτευσεν· οὐδὲν τῶν μελλόντων ἐκ προγνώσεως οἴδασιν· ἐπεὶ οἱ φαρμακοὶ ἡμῖν καὶ τὸν θάνατον προλέγειν ἐδύναντο. Εἰς ἄγγελον φωτὸς καὶ μαρτύρων εἶδος πολλάκις μετασχηματίζονται, καὶ ἡμᾶς προσερχομένους αὐτοῖς καθ᾿ ὕπνους ὑπέδειξαν διυπνισθέντας δὲ χαρᾷ, καὶ οἰήσει κατεβάπτισαν.
Τοῦτο δή σοι ἔσται τὸ σημεῖον πλάνης· κολάσεις καὶ κρίσεις, καὶ χωρισμοὺς ὑποδεικνύουσιν ἄγγελοι· διυπνισθέντας ἐντρόμους, καὶ σκυθρωποὺς ἀπεργάζονται. Ὁπόταν ἐν τοῖς ὕπνοις τοῖς δαίμοσι πείθεσθαι ἀρξώμεθα, τότε λοιπὸν καὶ ἐγρηγορότας ἐμπαίζουσιν.
Ὁ ἐνυπνίοις πεισθεὶς εἰς ἅπαν ἀδόκιμος. Ὁ δὲ πᾶσιν ἀπιστῶν, φιλόσοφος οὗτος· πᾶσί σοι τοῖς κόλασιν, καὶ κρίσιν εὐαγγελιζομένοις πίστευε μόνοις· εἰ δὲ ἀπόγνωσίς σοι διενοχλεῖ, καὶ ταῦτα ἐκ δαιμόνων.
Ὁ τρίτος Τριάδος ἰσάριθμος δρόμος· ὁ ἐπιβεβηκὼς μὴ περιβλέψῃ δεξιὰ, ἢ ἀριστερά.

ΛΟΓΟΣ Δʹ

Περὶ τῆς μακαρίας, καὶ ἀειμνήστου ὑπακοῆς.

(677.) Πρὸς τοὺς πύκτας ἡμῖν λοιπὸν, καὶ τοῦ Χριστοῦ ἀθλητὰς περιὼν ὁ λόγος εὐθέτως κατήντησεν.
Παντὸς μὲν γὰρ καρποῦ προηγεῖται ἄνθος· πάσης δὲ ὑπακοῆς ξενιτεία, ἢ σώματος, ἢ θελήματος. Ἐν ταῖς δυσὶ γὰρ ταύταις ἀρεταῖς, ὥσπερ ἐν χρυσαῖς πτέρυξι πρὸς τὸν οὐρανὸν ἀόκνως ἀνέρχεται ἡ ὁσία.
Καὶ ἴσως περὶ αὐτῆς πνευματοδόχος τις ἐμελῴδησε.
Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι διὰ πρακτικῆς, καὶ καταπαύσω διὰ θεωρίας καὶ ταπεινώσεως; Μηδ᾿ αὐτὸ τὸ σχῆμα, εἰ δοκεῖ, τῶν ἀνδρείων τούτων πολεμιστῶν παραδράμωμεν τῷ λόγῳ κατάδηλον ποιήσασθαι, πῶς τε τὸν θυρεὸν κατέχουσι τῆς πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν γυμναστὴν πίστεως, ἐν αὐτῷ ὡς εἰπεῖν πάντα ἀπιστίας ἢ μεταβάσεως λογισμὸν ἀπωθούμενοι, τήν τε μάχαιραν τοῦ πνεύματος ἀνατείνοντες διηνεκῶς, καὶ πᾶν ἑαυτῶν θέλημα πλησιάζον αὐτοῖς ἀποκτείνοντες, θώρακάς τε σιδηροῦς πραότητος, καὶ ὑπομονῆς ἠμφιεσμένοι, πᾶσαν ὕβριν καὶ κέντησιν, καὶ βολίδα ἑαυτῶν δι᾿ αὐτῶν ἀποκρουόμενοι· ἔχουσί τε καὶ περικεφάλαιον σωτηρίου τὴν τοῦ προεστῶτος δι᾿ εὐχῆς σκέπην. Ἵστανται δὲ σύμποδες οὐδ᾿ ὅλως, ἀλλὰ τὸ μὲν εἰς διακονίαν προτείνοντες, τὴν δὲ ἐπὶ προσευχὴν (680.) ἀκίνητον ἔχοντες. Ὑπακοή ἐστιν ἄρνησις ψυχῆς οἰκείας παντελὴς διὰ σώματος ἐπιδεικνυμένη ἐνεργῶς.
Ἢ τάχα τὸ ἔμπαλιν, ὑπακοή ἐστι· νέκρωσις μελῶν ἐν ζώσῃ διανοίᾳ. Ὑπακοή ἐστιν ἀνεξέταστος κίνησις, ἑκούσιος θάνατος, ἀπερίεργος ζωὴ, ἀμέριμνος κίνδυνος, ἀμελέγητος [ἀμελέτητος] Θεοῦ ἀπολογία· ἀφοβία θανάτου, ἀκίνδυνος πλοῦς, ὑπνοῦσα ὁδοιπορία. Ὑπακοή ἐστι μνῆμα θελήσεως, καὶ ἔγερσις ταπεινώσεως· οὐκ ἀντερεῖ, ἢ διακρίνει νεκρὸς ἐν ἀγαθοῖς, ἢ τὸ δοκεῖν πονηροῖς. Ὁ γὰρ θανατώσας αὑτοῦ εὐσεβῶς τὴν ψυχὴν, ὑπὲρ πάντων ἀπολογήσεται. Ὑπακοή ἐστιν ἀπόθεσις διακρίσεως ἐν πλούτῳ διακρίσεως, ἀρχὴ μὲν νεκρώσεως, καὶ ψυχῆς θελήματος, καὶ μέλους σώματος πόνος· μεσότης δέ ποτε μὲν πόνος, ποτὲ δὲ ἀπονία· τέλος δὲ ἀναισθησία λοιπὸν πᾶσα, καὶ ἀκινησία πόνου· τότε πονῶν ὁρᾶται, καὶ ἀλγυνόμενος ὁ ζῶν νεκρὸς οὗτος ὁ μακαρίτης, ὅταν ἑαυτὸν ὄψεται τὸ οἰκεῖον ποιοῦντα θέλημα, δεδοικότα τὴν βασταγὴν τοῦ ἑαυτοῦ κρίματος.
Ὅσοι πρὸς τὸ στάδιον τῆς νοερᾶς ὁμολογίας ἐπεχειρήσατε ἀποδύσασθαι· ὅσοι τὸν τοῦ Χριστοῦ ζυγὸν ἐπὶ τὸν οἰκεῖον αὐχένα ἆραι βούλεσθε· ὅσοι ἐκ τούτου τὸ ἑαυτῶν φορτίον ἐπὶ τὸν τοῦ ἑτέρου τράχηλον ἐπιθεῖναι σπουδάζετε· ὅσοι τὰς ἑαυτῶν ὠνὰς γράψαι ἑκουσίως σπεύδετε, καὶ ἀντ᾿ ἐκείνων ἐλευθερίαν γραφῆναι ὑμῖν βούλεσθε· ὅσοι χερσὶν ἑτέρων ἀνυψούμενοι νηχόμενοι τὸ μέγα τοῦτο περαιοῦσθε πέλαγος, γνῶτε ὡς σύντομόν τινα, καὶ τραχεῖαν ὁδὸν βαδίζειν ἐπεχειρήσατε, μίαν πλάνην καὶ μόνην ἐν αὐτῇ κεκτημένοι, αὕτη δὲ καλεῖται ἰδιορυθμία· ὁ γὰρ ταύτην εἰς ἅπαν ἀπαρνησάμενος, ἐν οἷς δοκεῖ εἶναι καλοῖς, καὶ πνευματικοῖς, καὶ θεαρέστοις πρὸτοῦ βαδίζειν ἔφθασεν. Ὑπακοὴ γάρ ἐστιν ἀπιστία ἑαυτῷ ἐν τοῖς καλοῖς ἅπασι μέχρι τέλους ζωῆς. Μέλλοντες ἐν Κυρίῳ τὸν ἑαυτῶν αὐχένα κλίνειν, σκοπῷ μὲν καὶ λόγῳ ταπεινοφροσύνης, καὶ κυρίως τὴν ἡμῶν σωτηρίαν ἑτέρῳ, ἐν Κυρίῳ πιστεύειν· πρὸ μὲν τῆς εἰσόδου, εἴπερ τις πονηρία, καὶ φρόνησις παρ᾿ ἡμῖν τυγχάνει, τὸν κυβερνήτην ἀνακρίνωμεν, καὶ ἐξετάσωμεν, καὶ, ἵν᾿ οὕτως εἴπω, πειράσωμεν, ἵνα μὴ τῷ ναύτῃ ὡς κυβερνήτῃ, καὶ τῷ νοσοῦντι ὡς ἰατρῷ, καὶ τῷ ἐμπαθεῖ ὡς ἀπαθεῖ, καὶ τῷ πελάγει ὡς λιμένι περιπεσόντες, ἕτοιμον ἑαυτῆς εὑρήσωμεν ναυάγιον. Μετὰ δὲ τὴν ἐν τῷ σταδίῳ λοιπὸν τῆς εὐσεβείας, καὶ ὑποταγῆς εἴσοδον, μηκέτι τὸν καλὸν ἡμῶν ἀγωνοθέτην ἔν τινι τὸ σύνολον ἀνακρίνωμεν, κἄν τινα ἐν αὐτῷ ὡς ἐν ἀνθρώπῳ ἴσως ἔτι βραχέα πλημμελήματα θεασώμεθα. Εἰ δὲ μὴ, οὐδὲν ἐκ τῆς ὑποταγῆς οἱ ἀνακρίνοντες ὠφελούμεθα. Ἀνάγκη πᾶσα τοὺς βουλομένους ἐν τοῖς ἐπιστατοῦσι πίστιν ἀδίστακτον διὰ παντὸς κατέχειν, τὰ τούτων κατορθώματα ἐν τῇ αὐτῶν καρδίᾳ ἀνεξάλειπτα, καὶ ἀείμνηστα φυλάττειν, ἵνα ὅτε οἱ δαίμονες ἡμῖν ἀπιστίαν πρὸς αὐτοὺς σπείρωσιν, ἐκ τῶν ἐν ἡμῖν μνημονευομένων ἀποφιμώσωμεν. Καθόσον γὰρ ἡ πίστις θάλλει ἐν (681.) τῇ καρδίᾳ, κατὰ τοσοῦτον καὶ τὸ σῶμα σπεύδει ἐν τῇ διακονίᾳ. Ἐπὰν δὲ εἰς ἀπιστίαν προσκόψῃ, ἔπεσε· Πάντως γὰρ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.
Ἐπάν σε ὁ λογισμὸς ἀνακρῖναι, ἢ κατακρῖναι τὸν προηγούμενον ὑποβάλλῃ, ὡς ἀπὸ πορνείας ἀποπήδησον· μηδ᾿ ὅλως τῷ ὄφει τούτῳ παράσχῃς ἄδειαν· μὴ τόπον, μὴ εἴσοδον, μὴ ἀρχήν. Φθέγγου δὲ πρὸς τὸν δράκοντα· Ὦ ἀπατεών· οὐκ ἐγὼ τοῦ ἄρχοντος, ἀλλ᾿ αὐτὸς τὸ ἐμὸν κρῖμα ἀνεδέξατο· οὐκ ἐγὼ ἐκείνου, ἀλλ᾿ αὐτὸς ἐμοῦ κριτὴς καθέστηκεν. Ὅπλον μὲν οἱ Πατέρες τὴν ψαλμῳδίαν, τὴν δὲ προσευχὴν τεῖχος, λουτῆρα δὲ τὸ ἄμωμον δάκρυον εἶναι ὁρίζονται· τὴν δὲ μακαρίαν ὑπακοὴν ὁμολογίαν ἔκριναν, ἧς χωρὶς οὐδεὶς τῶν ἐμπαθῶν ὄψεται τὸν Κύριον· ὁ ὑποτακτικὸς αὐτὸς τὴν ψῆφον καθ᾿ ἑαυτοῦ ἐκφέρει εἰ μὲν (cod. A., γὰρ) διὰ Κύριον τελείως ὑπακούσει, εἰ καὶ μὴ δόξει τελείως, τὸ ἑαυτοῦ κρῖμα ἐξεδύσατο. Εἰ δὲ τὸ ἑαυτοῦ ἔν τισιν ἐκπληροῖ θέλημα, ἢ καὶ δόξει ὑπακούειν, αὐτὸς τὸ φορτίον ἐπιφέρεται· εἰ μέντοι αὐτὸν ἐλέγχων ὁ προεστὼς οὐκ ἐπαύσατο, εὖ ἂν ἔχοι· εἰ δὲ σεσιώπηκε, τί λέγειν οὐκ ἔχω. Οἱ ἐν ἁπλότητι ὑποτασσόμενοι ἐν Κυρίῳ καλὸν δρόμον περαιοῦσι [cod. A. περαιοῦνται], μὴ κεκινηκότες ἑαυτοῖς δι᾿ ἀκριβολογίαν τὴν τῶν δαιμόνων πανουργίαν. Πρὸ πάντων ἐξομολογησώμεθα τῷ καλῷ ἡμῶν δικαστῇ καὶ μόνῳ, εἰ δὲ κελεύει καὶ πᾶσι· μώλωπες γὰρ θριαμβευόμενοι, οὐ προκόψουσιν ἐπὶ τὸ χεῖρον, ἀλλ᾿ ἰαθήσονται. Φοβερόν που παραγενόμενος ἐν κοινοβίῳ καλοῦ κριτοῦ, καὶ ποιμένος ἑώρακα κριτήριον.
Τετύχηκε γάρ μου ἐκεῖσε ὑπάρχοντος, τινὰ ἐκ λῃστρικῆς τάξεως τῇ μοναδικῇ προσελθεῖν πολιτείᾳ, ὃν ὁ ἄριστος ἐκεῖνος ποιμὴν, καὶ ἰατρὸς ἐκέλευσεν ἐπὶ ἡμέρας ἑπτὰ ἀναπαύσεως ἁπάσης ἀπολαῦσαι πρὸς θεωρίαν καὶ μόνην τῆς ἐν τόπῳ καταστάσεως.
Μετὰ οὖν τὴν ἑβδόμην προσκαλεσάμενος αὐτὸν κατ᾿ ἰδίαν ὁ ποιμὴν ἠρώτα, εἰ ἀρεστὸν αὐτῷ τὴν συνοίκησιν μετ᾿ αὐτῶν ποιήσασθαι· ὡς δὲ συνθέμενον αὐτὸν μετὰ πάσης εἰλικρινείας ἐθεάσατο, πάλιν ἠρώτα τί αὐτῷ ἄτοπον ἐν τῷ κόσμῳ πέπρακται. Ὡς δὲ οἶδεν αὐτὸν σὺν τῷ λόγῳ πάντων προθύμως ἐξομολογησάμενον· πάλιν πρὸς αὐτὸν πειράζων ἔλεγε· Βούλομαί σε, φησὶν, ἐπὶ πάσης τῆς ἀδελφότητος ταῦτα θριαμβεῦσαι. Ὁ δὲ ὄντως τὴν ἑαυτοῦ ἁμαρτίαν μισήσας ἐκεῖνος, καὶ αἰσχύνης ἁπάσης καταφρονήσας ἀδιστάκτως ὑπέσχετο· καὶ εἰ βούλει, φησὶ, κατὰ μέσον Ἀλεξάνδρου τῆς πόλεως. Εἶτα συναθροίζει ὁ ποιμὴν ἐν τῷ Κυριακῷ πάντα τὰ πρόβατα τὸν ἀριθμὸν τριακόσια τριάκοντα, καὶ τῆς θείας συνάξεως τελουμένης· ἦν γὰρ Κυριακὴ (684.) τῶν ἡμερῶν, μετὰ τὴν συμπλήρωσιν τοῦ Εὐαγγελίου εἰσφέρει λοιπὸν τὸν ἄμεμπτον κατάδικον ἐκεῖνον ὑπό τινων ἀδελφῶν συρόμενον καὶ μετρίως τυπτόμενον, τὰς χεῖρας δι᾿ ὅπισθεν δεδεμένον, καὶ σάκκον τρίχινον ἠμφιεσμένον, καὶ σποδὸν ἐπὶ τῆς κεφαλῆς, ὡς καὶ ἐξ αὐτῆς τῆς θεωρίας ἅπαντας καταπλαγέντας εὐθέως τῷ κλαυθμῷ ἀλαλάξαι· οὐ γὰρ ἔγνω τις τὸ γινόμενον. Εἶτα ὡς πλησίον τῶν τῆς ἐκκλησίας πυλῶν ἔφθασε, προσφωνεῖ αὐτῷ ἡ ἱερὰ ἐκείνη τοῦ φιλανθρώπου κεφαλὴ μεγάλῃ τῇ φωνῇ· Στῆθι, ἀνάξιος γὰρ ὑπάρχεις τῆς ἐνταῦθα εἰσόδου.
Ἐκπλαγεὶς οὖν ἐπὶ τῇ τοῦ ποιμένος ἐξ ἱερατείου ἐναχθείσῃ πρὸς αὐτὸν φωνῇ· ἐνόμιζε γὰρ, ὡς ἔσχατον ἡμᾶς ὅρκοις ἐπληροφόρει, οὐκ ἀνθρώπου, ἀλλὰ βροντῆς ἀκηκοέναι· πίπτει μὲν εὐθέως ἐπὶ πρόσωπον ἔντρομος γενόμενος, καὶ ὅλος τῷ φόβῳ κλονηθείς. Χαμαὶ τοίνυν ὑπάρχων, καὶ τὸ ἔδαφος τοῖς δάκρυσι βρέχων, ἐπιτρέπεται πάλιν παρὰ τοῦθαυμασίου ἰατροῦ τοῦ τὴν σωτηρίαν αὐτοῦ ἐν ἅπασι πραγματευομένου, καὶ τύπον σωτηρίας καὶ ἐνεργοῦς ταπεινώσεως πᾶσι παρέχοντος, εἰπεῖν πάντα τὰ πεπραγμένα αὐτῷ κατ᾿ εἶδος ἐπὶ πάντων. Ὁ δὲ μετὰ φρίκης ἐξομολογεῖ τὰ ἅπαντα καθ᾿ ἓν πᾶσαν ἀκοὴν ξενίζονται· οὐ μόνον τὰ σωματικὰ κατὰ φύσιν, καὶ παρὰ φύσιν, ἐν λογικοῖς τε ζώοις, καὶ ἀλόγοις· ἀλλά γε καὶ ἄχρι φαρμακειῶν, καὶ φόνων, καὶ ἑτέρων, ὧν οὐ θέμις ἀκοῦσαι, ἢ γραφῇ παραδοῦναι. Ἐξομολογησάμενον τοίνυν ἐπιτρέπει εὐθέως ἀποκαρθῆναι, καὶ τοῖς ἀδελφοῖς συγκαταριθμηθῆναι. Ἐγὼ δὲ τὴν τοῦ ὁσίου ἐκείνου θαυμάσας σοφίαν, ἠρώτων ἰδίᾳ, τίνος χάριν τὸ τοιοῦτον ξένον σχῆμα πεποίηκεν. Ὁ δὲ ὄντως ἰατρός· Δύο τούτων χάριν, φησίν· πρῶτον μὲν ἵν· αὐτὸν ἐξομολογησάμενον διὰ τῆς παρούσης αἰσχύνης, τῆς μελλούσης ἀπαλλάξω, ὅπερ καὶ γέγονεν. Οὐ γὰρ ἀνέστη τοῦ ἐδάφους, ὦ ἀδελφὲ Ἰωάννης, ἄχρις οὗ τῆς πάντων ἀφέσεως τετύχηκε· καὶ μὴ ἀπίστει· τὶς γάρ μοι τῶν ἐκεῖσε τυγχανόντων τεθάῤῥηκεν ἀδελφὸς λέγων· ὅτι, φησὶν, ἐθεώρουν τινὰ φοβερὸν κατέχοντα χάρτην γεγραμμένον, καὶ κάλαμον· καὶ ἅμα. φησὶ, τὴν ἁμαρτίαν ὁ κείμενος ἔλεγε, ταύτην ἐκεῖνος τῷ καλάμῳ ἐχάραττεν, καὶ εἰκότως· Εἶπα γὰρ, φησίν· Ἐξαγορεύσω κατ᾿ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου Δεύτερον δὲ, ἐπειδή τινας κέκτημαι ἀνεξαγόρευτα πταίσματα ἔχοντας, καὶ διὰ τοῦτο λοιπὸν ἐκείνους εἰς ἐξομολόγησιν προτρεπόμενος, ἧς χωρὶς οὐδεὶς ἀφέσεως τεύξεται· καὶ ἕτερα μὲνοὖν πολλὰ ἀξιοθαύμαστα, καὶ ἀξιομνημόνευτα παρὰ τῷ ἀειμνήστῳ ἐκείνῳ ἑώρακα ποιμένι, καὶ ποίμνῃ, ὧν τὰ πλεῖστα ὑμῖν κατάδηλα ποιῆσαι πειράσομαι· ἔμεινα γὰρ παρ᾿ αὐτῷ χρόνον οὐκ ὀλίγον τὴν αὐτῶν ἀνιχνεύων πολιτείαν, καὶ ἐπὶ ταύτῃ μεγάλως ἐξιστάμενος, πῶς τε οἱ ἐπίγειοι ἐκεῖνοι τοὺς οὐρανίους ἐμιμοῦντο.
(685.) Ἦν μὲν οὖν ἀγάπη παρ᾿ αὐτοῖς δεσμὸς ἄλυτος· καὶ τὸ δὴ θαυμαστότερον, πάσης παῤῥησίας καὶ ἀργολογίας ἀπηλλαγμένη. Ἤσκουν δὲ πρὸ πάντων τοῦτο, τὸ μὴ πλῆξαι ἀδελφοῦ τὴν συνείδησιν ἔν τινι.
Εἰ δέ που ἐφάνη τις μισάλληλος, τοῦτον ὁ ποιμὴν ἐν τῷ ἀφοριστικῷ μοναστηρίῳ ὡς κατάκριτον ἐξώριζεν.
Ποτὲ δέ τινος τῶν ἀδελφῶν, πρὸς αὐτὸν τὸν πλησίον λοιδορήσαντος, παραυτίκα διωχθῆναι αὐτὸν ὁ πανόσιος προσέταξε, λέγων μὴ συγχωρεῖν εἶναι ἐν τῇ μονῇ ὁρατὸν, καὶ ἀόρατον διάβολον. Εἶδον ἐγὼ παρὰ τοῖς ὁσίοις ἐκείνοις ὀνησιφόρα, καὶ ἀξιάγαστα ὄντως πράγματα· ἀδελφότητά τε κατὰ Κύριον συγγεγενημένην, καὶ συνδεδεμένην, θαυμαστὴν κεκτημένην, καὶ τὴν ἐργασίαν, καὶ τὴν θεωρίαν. Οὕτως γὰρ ἑαυτοὺς τοῖς θείοις ἐξέτριβον, καὶ ἐγύμναζον κατορθώμασιν, ὡς μὴ δεῖσθαι σχεδὸν τῆς τοῦ προεστηκότος ὑπομνήσεως· ἀλλ᾿ ἰδιαιρέτως ἀλλήλους πρὸς τὴν θείαν διυπνίζειν ἐχρήγορσιν. Ἦν γὰρ αὐτοῖς ὡρισμένα τε, καὶ μεμελετημένα, καὶ πεπαγιωμένα ὅσιά τινα, καὶ θεῖα γυμνάσματα. Εἰ ἔδοξε γάρ τινα αὐτῶν ποτε τοῦ προεστῶτος μὴ παρόντος λοιδορίας, ἢ κατακρίσεως, ἢ ὅλως ἀργολογίας ἄρξασθαι, νεύματι αὐτὸν ἀγνώστως ἀδελφός τις ἕτερος ὑπομιμνήσκων λεληθότως κατέπαυεν. Εἰ δὲ καὶ οὐκ ᾔσθετο ἴσως, βαλὼν λοιπὸν μετάνοιαν ὁ ὑπομνήσας ἀνεχώρει. Ἦν δὲ αὐτοῖς ἄληκτος (εἰ δέοιτο φθέγξασθαι) καὶ ἄπαυστος συλλαλία, ἡ τοῦ θανάτου ἀνάμνησις, καὶ κρίσεως αἰωνίου ἔννοια.
Οὐ σιωπήσω ὑμῖν φράσαι τοῦ ὀψοποιοῦ τῶν αὐτόθι τὸ παραδοξότατον κατόρθωμα. Ὁρῶν γὰρ αὐτὸν ἀένναον ἐν τῇ διακονίᾳ κεκτημένον τὴν σύννοιαν, καὶ τὸ δάκρυον, ἱκέτευον ἐπαγγεῖλαί μοι, πόθεν τῆς τοιαύτης χάριτος ἠξιώθη. Ὁ δὲ βιασθεὶς παρ᾿ ἐμοῦ ἀπεκρίνατο· Οὐδέποτε, φησὶν, ἀνθρώποις με δουλεύειν ἐννενόηκα, ἀλλὰ τῷ Θεῷ· καὶ τῆς ἡσυχίας πάσης ἀνάξιον ἑαυτὸν καταδικάσας, αὐτὴν τὴν τοῦ πυρὸς θέας ὑπόμνησιν τῆς μελλούσης φλογὸς διὰ παντὸς κέκτημαι. Ἄλλου παραδόξου αὐτῶν ἀκουσώμεθα κατορθώματος. Καὶ γὰρ οὐδὲ ἐπ᾿ αὐτῆς τῆς τραπέζης, τῆς νοερᾶς ἐργασίας ἐπαύοντο. Σεσημειωμένῳ δὲ ἤθει τινὶ ἀγνώστῳ, καὶ νεύματι τῆς κατὰ ψυχὴν ἑαυτοὺς προσευχῆς ὑπεμίμνησκον οἱ μακάριοι· οὐκ ἐν τῇ τραπέζῃ δὲ τοῦτο ποιοῦντες μόνον ἐφαίνοντο, ἀλλὰ καὶ κατὰ πᾶσαν ἑαυτῶν ἀπάντησίν τε καὶ σύνοδον. Εἴ ποτε δὲ παράπτωμά τις αὐτῶν πεποίηκε, πλείστας ἱκεσίας παρὰ τῶν ἀδελφῶν ἐδέχετο αὐτοῖς περὶ τούτου πρὸς τὸν ποιμένα καταλιπεῖν τὴν φροντίδα, καὶ ἀπολογίαν, καὶ ἐπίπληξιν· ὅθεν ὁ μέγας τὴν τῶν μαθητῶν ἐπιγνοὺς ἐργασίαν, κουφοτέρας λοιπὸν καὶ τὰς ἐπιτιμήσεις παρεῖχεν, ὡς γινώσκων ἀνεύθυνον ὑπάρχειν τὸν ἐπιτιμώμενον· οὐ μέντοι καὶ ἐπεζήτει τὸν κυρίως ἐπιπεσόντα τῷ πταίσματι. Ποῦ (688.) ποτε παρ᾿ ἐκείνοις ἐπεπολίτευτο ἀργολογίας, ἢ εὐτραπελίας ὑπόμνησις; Καὶ εἴ πού τις τῶν ἐν αὐτοῖς ἀμφιβολίας πρὸς τὸν πλησίον ἤρξατο, παριὼν ἕτερος, καὶ μετάνοιαν πεποιηκὼς τὴν ὀργὴν διεσκέδαζεν.
Εἰ δὲ μνησικακοῦντας ᾔσθετο, τῷ τὰ δεύτερα τοῦ προεστῶτος διέποντι τὴν ὁρμὴν ἀπήγγειλε, καὶ πρὸ τῆς ἡλίου δύσεως διαλλάττεσθαι αὐτοὺς ἑαυτοῖς παρεσκεύαζεν. Εἰ δὲ σκληρυνόμενοι ἐσκληρύνοντο, ἢ μὴ μεταλαμβάνειν τροφῆς ἄχρι τῆς διαλλαγῆς ἐπετιμῶντο· ἢ τῆς μονῆς ἐξεβάλλοντο. Ἦν δὲ ἡ ἀξιέπαινος καὶ αὕτη ἀκρίβεια παρ᾿ αὐτοῖς οὐ [C. A. οὐχ ἁπλῶς οὕτως, καὶ ὡς ἔτυχεν] μάτην ἐπιτελουμένη· ἀλλά γε τὸν καρπὸν πολὺν ποιοῦσα καὶ δηλοῦσα. Πολλοὶ γὰρ παρ᾿ αὐτοῖς τοῖς ὁσίοις ἀνεδείχθησαν πρακτικοί τε καὶ διορατικοὶ, διακριτικοί τε καὶ ταπεινόφρονες. Καὶ ἦν ἰδεῖν φοβερὸν ἐπ᾿ ἐκείνοις, καὶ ἀγγελοπρεπὲς θέαμα· πολιὰς αἰδεσίμους, καὶ ἱεροπρεπεῖς δίκην νηπίων τῇ ὑπακοῇ ἐπιτρέχοντας, καὶ καύχημα μέγιστον κεκτημένους τὴν ἑαυτῶν ταπείνωσιν. Ἑώρακα ἐκεῖσε ἄνδρας περὶ τὰ πεντήκοντα ἔτη ἐν τῇ ὑπακοῇ ἔχοντας, οὓς ἱκέτευον μαθεῖν, τίνα ἐκ τοῦ τοσούτου κόπου παραμυθίαν προσελάβοντο· ὧν οἱ μὲν εἰς ἄβυσσον ταπεινοφροσύνης κατηντηκέναι λοιπὸν ἑαυτοὺς ἔφασκον, δι᾿ ἧς πάντα πόλεμον εἰς αἰῶνα διακρούονται· ἕτεροι δὲ τελείαν ἀναισθησίαν, καὶ ἀπόνοιαν ἐν λοιδορίαις, καὶ ὕβρεσι λοιπὸν ἔχειν ἔλεγον. Ἑώρακα ἑτέρους τῶν ἀειμνήστων ἐκείνων σὺν τῇ πολιᾷ τῇ ἀγγελοειδεῖ εἰς βαθυτάτην ἀκακίαν, καὶ ἁπλότητα σεσοφισμένην, καὶ ἑκουσιόγνωμον, καὶ θεοκατόρθωτον ἐληλακότας. Ὥσπερ γὰρ ὁ πονηρὸς δύο ἐστὶν, ἄλλο τὸ φαινόμενον, καὶ ἄλλο τὸ κρυπτόμενον· οὕτως ὁ ἁπλοῦς, οὐ διπλοῦς, ἀλλ᾿ ἔν τί ἐστιν· οὐκ ἄλογός τις ὢν, καὶ ἄσοφος κατὰ τοὺς ἐν κόσμῳ γηραιοὺς, οὓς καὶ λεληρηκότας φιλοῦσι καλεῖν· ἀλλ᾿ ἔξωθεν μὲν, ἠπίους ὅλους, προσηνεῖς, φαιδροὺς, ἄπλαστον ἔχοντας, καὶ ἀνεπιτήδευτον, καὶ ἀνόθευτον, καὶ τὸν λόγον, καὶ τὸ ἦθος, πρᾶγμα οὐκ ἐν πολλοῖς εὑρισκόμενον· ἔσωθεν δὲ τῇ ψυχῇ τὸν Θεὸν αὐτὸν, καὶ τὸν προεστῶτα ὡς ἀκέραια νήπια ἀναπνέοντας· καὶ ἰταμὸν, καὶ στερέμνιον τὸ τοῦ νοὸς ὄμμα πρὸς τοὺς δαίμονας, καὶ τὰ πάθη κεκτημένους. Ἐπιλείψει με, ὦ ἱερὰ κορυφὴ, καὶ θεοφιλὴς συνάθροισις, ὁ τῆς ζωῆς μου χρόνος, τὴν ἐκείνων τῶν μακαρίων διηγούμενον ἀρετὴν, καὶ οὐρανομίμητον βίωσιν· ἀλλ᾿ ὅμως ἄμεινον ἐκ τῶν ἐκείνοις πεπονημένων ἱδρώτων τὸν ἡμέτερον ἐγκαλλωπῖσαί πως ἡμᾶς λόγον, καὶ εἰς ζῆλον θεοφιλῆ διεγεῖραι· ἢ ἐξ οἰκείων παραινέσεων. Χωρὶς γὰρ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος κατακοσμεῖται. Ἐκεῖνο δὲ ἐρωτῶ, μηδὲν ἡμᾶς πεπλανημένον γράφειν ὑπονοῆσαι· ἔθος γὰρ τῇ ἀπιστίᾳ τὴν ὠφέλειαν λυμαίνεσθαι.
Πάλιν δὲ τῶν προειρημένων ἐχώμεθα.
(689.) Τὶς ἀνὴρ Ἰσίδωρος τοὔνομα ἐξ ἀρχοντικῆς ἀξίας Ἀλεξάνδρου τῆς πόλεως ἐν τῷ εἰρημένῳ κοινοβίῳ, πρὸ τούτων τῶν χρόνων ἀπετάξατο, ὃν κἀγὼ ἐκεῖσε ἔτι κατέλαβον. Τοῦτον δεξάμενος ὁ πανόσιος ἐκεῖνος ποιμὴν κακεντρεχῆ πάνυ, καὶ ὠμὸν, δεινόν τε, καὶ ἀγέρωχον θεασάμενος, σοφίζεται ὁ πάνσοφος δαιμόνων πανουργίαν δι᾿ ἀνθρωπίνης ἐπινοίας, καί φησι πρὸς τὸν Ἰσίδωρον· Εἰ ἄρα τὸν τοῦ Χριστοῦ ζυγὸν ἆραι προῄρησας, ὑπακοήν σεἀσκεῖν πρὸ πάντων βούλομαι. Ὁ δέ φησιν· Ὡς σίδηρος χαλκεῖ, οὕτως, ἁγιώτατε, ὑποτάσσεσθαι ἑαυτὸν δέδωκα. Ὁ δὲ μέγας καὶ ἐπ᾿ αὐτῷ τῷ παραδείγματι θεραπευθεὶς, δίδωσιν εὐθέως τὸ γυμνάσιον τῷ σιδηρῷ Ἰσιδώρῳ καί φησιν· Βούλομαί σε, ὦ ἀδελφὲ, τῇ φύσει, ἐν τῷ πυλῶνι τῆς μονῆς παρίστασθαι· καὶ πάσῃ ψυχῇ εἰσιούσῃ τε, καὶ ἐξιούσῃ ποιεῖν γονυκλισίαν λέγοντα· Εὖξαι ὕπερ ἐμοῦ, πάτερ, ὅτι ἐπιληπτικός εἰμι. Ὑπήκουσε δὲ οὗτος [οὕτως], ὡς ἄγγελος Κυρίῳ. Ἑπταετίαν δὲ αὐτοῦ ἐκεῖσε πεποιηκότος, καὶ εἰς βαθυτάτην ταπείνωσιν, καὶ κατάνυξιν ἐληλακότος, ἠβουλήθη ὁ ἀοίδιμος μετὰ τὴν νομικὴν ἑπταετίαν, καὶ τὴν τοῦ ἀνδρὸς ἀνείκαστον ὑπομονὴν, τοῦτον, ὡς ὑπεράξιον, τοῖς ἀδελφοῖς συναριθμῆσαι, καὶ χειροτονίας ἀξιῶσαι. Ὁ δὲ πλείστας καὶ δι᾿ ἑτέρων, καὶ δι᾿ ἐμοῦ τοῦ ἀσθενοῦς ἱκεσίας πεποίηκε τῷ ποιμένι, ἐκεῖσε αὐτὸν ὡσαύτως διάγοντα τελειῶσαι τὸν δρόμον, αἰνιξάμενος, καὶ ἀμυδρῶς πως τῷ λόγῳ τὸ τέλος, καὶ τὴν αὐτοῦ κλῆσιν πλησιάζουσαν, ὅπερ καὶ γέγονεν. Ἐάσαντος γὰρ αὐτὸν ἐν τῇ αὐτῇ τάξει τοῦ διδασκάλου, μετὰ δεκάτην ἡμέραν πρὸς Κύριον δι᾿ ἀδόξιας ἐνδόξως ἐξεδήμησε, τῇ ἑβδόμῃ ἡμέρᾳ τῆς αὐτοῦ κοιμήσεως. καὶ τὸν θυρωρὸν τῆς μονῆς πρὸς Κύριον προσλαβόμενος. Ἦν γὰρ αὐτῷ εἰρηκὼς ὁ μακάριος, ὅτιπερ, Ἐὰν τύχω παῤῥησίας πρὸς Κύριον, ἀχώριστός μου γενήσῃ κἀκεῖ διὰ τάχος. Ὅπερ καὶ γέγονεν, εἰς μεγίστην πληροφορίαν τῆς ἀκαταισχύντου αὐτοῦ ὑπακοῆς, καὶ ταπεινώσεως θεομιμήτου.
Ἠρώτησα ἔτι περιόντα τὸν μέγαν τοῦτον Ἰσίδωρον, ποίαν ἐργασίαν αὐτοῦ ὁ νοῦς ἐν τῷ πυλῶνι διάγοντος ἐκέκτητο. Καὶ οὐκ ἔκρυψεν ὠφελῆσαί με θέλων ὁ ἀείμνηστος. Ἐν ἀρχαῖς μὲν γὰρ τοῦτο, φησὶν, ἐλογιζόμην, ὅτιπερ ὑπὲρ τῶν ἁμαρτιῶν μου ἐπράθην. Ὅθεν καὶ μετὰ πικρίας πάσης, καὶ βίας, καὶ αἵματος τὴν μετάνοιαν ἔβαλλον. Ἐνιαυτοῦ δὲ πληρωθέντος ἀλύπως λοιπὸν διεκείμην τὴν καρδίαν, μισθὸν παρ᾿ αὐτοῦ Θεοῦ ὑπομονῆς προσδεχόμενος. Περαιωθέντος δὲ ἑτέρου ἑνὸς χρόνου, ἀνάξιον ἑαυτὸν λοιπὸν ἐλογιζόμην σὺν αἰσθήσει καρδίας, καὶ τῆς ἐν τῇ μονῇ διατριβῆς, καὶ τῆς τῶν Πατέρων θέας, καὶ συντυχίας, καὶ τῆς τῶν μυστηρίων μεταλήψεως, καὶ τῆς ἐν προσώπῳ τινὸς θεωρίας. Κάτω δὲ νεύων τῷ ὄμματι, καὶ κατωτέρῳ φρονήματι τοὺς εἰσιόντας καὶ ἐξιόντας εἰλικρινῶς λοιπὸν ὑπὲρ εὐχῆς ἱκέτευον.
(692.) Ἐν τῇ τραπέζῃ ποτὲ συγκαθημένῳ μοι τῷ με γάλῳ ἐπιστάτῃ, πρὸς τὸ ἐμὸν οὖς κεκλικὼς τὸ ἅγιον αὐτοῦ στόμα φησί. Βούλει σοι δείξω ἐν πολιᾷ βαθυτάτῃ θεϊκὸν φρόνημα; Ἐμοῦ δὲ ἱκετεύσαντος, ὁ δίκαιος ἐκ τῆς δευτέρας τραπέζης Λαυρέντιον τοὔνομα περὶ τὰ τεσσαράκοντα ὀκτὼ ἔτη ἐν τῇ μονῇ ἔχοντα, καὶ δεύτερον τοῦ ἱερατείου πρεσβύτερον ὑπάρχοντα. Ἐλθόντα οὖν, καὶ βαλόντα τῷ ἡγουμένῳ γονυκλισίαν, εὐλογεῖται μὲν παρ᾿ αὐτοῦ· ἀναστάντι δὲ οὐδὲν τὸ σύνολον εἴρηκεν· ἀλλ᾿ εἴασεν αὐτὸν πρὸ τῆς τραπέζης ἑστῶτα, καὶ μὴ ἐσθίοντα ἦν δὲ τοῦ ἀρίστου ἡ εἴσοδος· ὥστε ποιῆσαι περὶ ὥραν μεγάλην, ἢ καὶ δύο ἱστάμενον· ὡς ἐμὲ λοιπὸν αἰδεῖσθαι κἂν εἰς πρόσωπον τοῦ ἐργάτου ἀτενίσαι. Ἦν γὰρ ὁλοπόλιος, ὀγδοηκοστὸν ἄγων χρόνον Ἀναποκρίτου τε ἄχρι τῆς πληρώσεως τῆς ἑστιάσεως μείνοντος· ἀναστάντων ἡμῶν πέμπεται ὑπὸ τοῦ ὁσίου εἰπεῖν τῷ προμνημονευθέντι μεγάλῳ Ἰσιδώρῳ τὴν τοῦ τριακοστοῦ ἐννάτου ψαλμοῦ ἀρχήν.
Οὐ παρεῖδον δὲ ἐγὼ ὡς πονηρότατος τὸν γέροντα πειρᾶσαι· ἐρωτήσαντος δέ μου αὐτὸν τί ἄρα παριστάμενος τῇ τραπέζῃ ἐλογίζετο· Τοῦ Χριστοῦ, ἔφη, τὴν εἰκόνα τῷ ποιμένι περιθέμενος, οὐδ᾿ ὅλως ποτὲ ἐξ αὐτοῦ ἐπιτάσσεσθαι λελόγισμαι, ἀλλ᾿ ἐκ Θεοῦ Ὅθεν, πάτερ Ἰωάννη, οὐχ ὡς ἐνώπιον τραπέζης ἀνθρώπων, ἀλλ᾿ ὡς ἐνώπιον θυσιαστηρίου Θεοῦ, καὶ Θεῷ ἱστάμην προσευχόμενος· οὐδ᾿ ὅλως ἔννοιάν τινα πρὸς τὸν ποιμένα πονηρὰν λογισάμενος, ἐκ τῆς πρὸς αὐτόν μου πίστεως καὶ ἀγάπης. Εἴρηκε γάρ τις, ὅτι Ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν. Πλὴν κακεῖνα γίνωσκε, Πάτερ ὅτι ἐπάν τις εἰς ἁπλότητα καὶ ἑκουσίαν ἀκακίαν ἐκδῷ, οὐκ ἔτι ἐκεῖ ὁ πονηρὸς χώραν ἢ ὥραν ἀναλαμβάνει. Κύριος ὁ δίκαιος, οἷος καὶ ἦν ὁ τῶν λογικῶν θρεμμάτων σωτὴρ διὰ τοῦ Θεοῦ ἐκεῖνος τοιοῦτον αὐτῷ καὶ οἰκονομοῦντα τὰ τὴν μονὴν ἄλλον πέπομφε· ἦν γὰρ σώφρων εἰ καί τις ἄλλος, πρᾶος, ὡς πάνυ ὀλίγοι. Τούτῳ πρὸς τὴν τῶν λοιπῶν ὠφέλειαν ἐπηνέχθη ὁ γέρων ὁ μέγας εἰκῆ ἐπὶ τοῦ Κυριακοῦ διωχθῆναι αὐτὸν κελεύσας ἀκαίρως. Ἐγὼ δὲ ἐγνωκὼς ἄμεμπτον αὐτὸν εἶναι ἐφ᾿ ᾧ ἐγκλήματι πρὸς αὐτὸν ἔλεγεν ὁ ποιμὴν, κατ᾿ ἰδίαν ὑπὲρ τοῦ οἰκονόμου ἀπολογίαν ἐποιούμην πρὸς τὸν μέγαν. Ὁ δὲ σοφός φησι· Καί γε (κἀγώ)ἔγνωκα, πάτερ, ἀλλ᾿ ὥσπερ οὐ δίκαιον, ἀλλ᾿ ἐλεεινὸν ἐκλιμώττοντος νηπίου τὸν ἄρτον ἐκ στόματος ἀφαρπάσαι· οὕτως καὶ ἑαυτὸν, καὶ τὸν ἐργάτην ὁ ψυχῶν προεστηκὼς, μὴ (βλάπτει uel ζημιοῖ) προξενῶν αὐτῷ στεφάνους, ὅσους καὶ γινώσκει αὐτὸν ὑπομένειν, κατὰ πᾶσαν ὥραν· εἴτε δι᾿ ὕβρεων, εἴτε δι᾿ ἀτιμιῶν, δι᾿ (693.) ἐξουδενώσεως, δι᾿ ἐμπαιγμῶν· τρία γὰρ μέγιστα ἀδικεῖται· πρῶτον μὲν στερούμενος αὐτὸς τοῦ ἐκ τῆς ἐπιτιμήσεως μισθοῦ· δεύτερον δὲ ὅτι καὶ ἄλλους ὠφελεῖν ἐκ τῆς ἑτέρου ἀρετῆς δυνάμενος, οὐκ ἐποίησε· τρίτον, ὃ καὶ βαρύτατον, ὅτι πολλάκις καὶ αὐτοὶ οἱ δοκοῦντες φερέπονοι, καὶ ὑπομονητικοὶ ὑπάρχειν, ἐπὶ χρόνον ἀμεληθέντες, καὶ ὡς δῆθεν ἐνάρετοι, λοιπὸν ὑπὸ τοῦ προεστῶτος μὴ ἐλεγχόμενοι, ἢ ὀνειδιζόμενοι, τῆς προσούσης αὐτοῖς πραότητος, καὶ ὑπομονῆς ἐστερήθησαν. Κἂν γὰρ καλὴ καὶ καρποφόρος καὶ πίων ἐστὶν ἡ γῆ, ἀλλ᾿ οἶδεν λεῖψις ὕδατος ἀτιμίας ὑλομανοῦσαν αὐτὴν ποιεῖν, καὶ ἀκάνθας τύφου, καὶ πορνείας, καὶ ἀφοβίας ἐν αὐτῇ βλαστῆσαι.
Τοῦτο γινώσκων ὁ μέγας ἐκεῖνος Ἀπόστολος τῷ Τιμοθέῳ ἐπέστελλεν· Ἐπίστηθι· ἐπενέχθητι· ἐπίπληξον αὐτοὺς εὐκαίρως, ἀκαίρως. Ἐμοῦ δὲ πρὸς τὸν ὁδηγὸν ὄντως ἐκεῖνον ἀντιφιλονεικοῦντος, καὶ τὴν ἀσθένειαν τῆς καθ᾿ ἡμᾶς γενεᾶς προβαλλομένου, καὶ ὡς πολλοὶ ἴσως ἐκ τῆς εἰκῆ, τάχα δὲ καὶ οὐκ εἰκῆ ἐπιπλήξεως τῆς ποίμνης ἀποῤῥήγνυνται· πάλιν ὁ τῆς σοφίας οἶκος ἔλεγε· Ψυχὴ δεθεῖσα διὰ Χριστὸν ἀγάπῃ ποιμένος, καὶ πίστει, μέχρις αἵματος οὐκ ἀφίσταται· μάλιστα εἰ καὶ εὐεργετηθεῖσα ἐπὶ μώλωψί ποτε τυγχάνει παρ᾿ αὐτοῦ· μνημονεύουσα τοῦ φάσκοντος· Οὔτε Ἄγγελοι, οὔτε Ἀρχαὶ, οὔτε Δυνάμεις, οὔτε τις κτίσις ἑτέρα χωρίσαι ἡμᾶς ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ δεδύνηται. Ἡ δὲ μὴ οὕτως δεθεῖσα, καὶ παγεῖσα, καὶ κολληθεῖσα, θαυμάζω, εἰ οὐκ εἰκῆ τὴν ἐν τῷ τόπῳ διατριβὴν διαπεραίνει, ἐπιπλάστῳ, καὶ ἠπατημένῃ ὑποταγῇ συνημμένη· οὐκ ἔψευσται δὲ ἑαυτὸν ἀληθῶς ὁ μέγας· ἀλλὰ καὶ κεκράτηκε, καὶ ὡδήγηκε, καὶ τετελείωκε, καὶ προσενήνοχε Χριστῷ ἄμωμα θύματα.
Ἀκούσωμεν σοφίαν Θεοῦ, καὶ θαυμάσωμεν ἐν ὀστρακίνοις σκεύεσιν εὑρημένην.
Ἀγάμενος ἐγὼ ἐκεῖσε παρὼν τήν τινων τῶν νεοπαγῶν πίστιν, καὶ ὑπομονὴν, καὶ ἀδάμαστον καρτερίαν ἐπὶ ταῖς τοῦ προεστῶτος, ἀλλὰ καὶ τῶν λίαν ὑποβεβηκότων· ἠρώτων, οἰκοδομῆς χάριν, τινὰ τῶν ἀδελφῶν πέντε καὶ δέκα ἔτη ἐν τῇ μονῇ ἔχοντα, ὀνόματι Ἀββάκυρον, ὃν καὶ μάλιστα ὑπὸ πάντων σχεδὸν ἀδικούμενον, ἔσθ᾿ ὅτε καθ᾿ ἡμέραν, τῆς τραπέζης ἐκ τῶν ὑπηρετῶν διωκόμενον ἔβλεπον· ἦν γὰρ ἐκ φύσεως μικρὸν πάνυ περὶ τὴν γλῶσσαν ἀκράτητος ἀδελφός. Καὶ πρὸς αὐτὸν ἔλεγον· Ἀδελφὲ Ἀββάκυρε, διὰ τί τῆς τραπέζης καθ᾿ ἡμέραν ἐλαυνόμενόν σε θεωρῶ, καὶ ἄδειπνον πολλάκις κοιμώμενον; Καί φησι· Πίστευσόν μοι, πάτερ, ὅτι δοκιμάζουσί με οἱ πατέρες μου, ἐὰν ποιῶ μοναχὸν, ἐπεὶ οὐκ ἐν ἀληθείᾳ τοῦτο ποιοῦσι· κἀγὼ λοιπὸν γινώσκων τὸν σκοπὸν τοῦ μεγάλου, καὶ αὐτῶν, ὑπομένω πάντα ἀβαρῶς. Καὶ ἰδοὺ δεκαπέντε ἔτη ἔχων τοῦτο (696.) λογιζόμενος, καθώς μοι καὶ αὐτοὶ ἐν τῇ ἐμῇ εἰσόδῳ ἔφησαν· ὅτι ἄχρι τῆς τριακονταετίας δοκιμάζουσι τοὺς ἀποτασσομένους· καὶ δικαίως, πάτερ Ἰωάννηχωρὶς γὰρ δοκιμῆς ὁ χρυσὸς οὐ τελειοῦται. Ἐπιμείνας οὖν ὁ γενναῖος οὗτος Ἀββάκυρος μετὰ τὴν ἐμὴν ἄφιξιν τῷ μοναστηρίῳ διετῆ χρόνον, πρὸς Κύριον ἀπεδήμησε, τοῦτο εἰπὼν τοῖς πατράσιν ἐν τῷ μέλλειν ἐκλείπειν· «Εὐχαριστῶ, εὐχαριστῶ τῷ Κυρίῳ, καὶ ὑμῖν, ὅτι διὰ τὸ πειράζεσθαι εἰς σωτηρίαν μου ἐξ ὑμῶν, ἔμεινα ἐκ δαιμόνων ἀπείραστος ἰδοὺ δεκαεπτὰ ἔτη.»Ὃν καὶ ὡς ὁμολογητὴν μετὰ τῶν ἐκεῖσε κατακειμένων ἁγίων ἀξίως ὁ δικαιοκριτὴς ποιμὴν κατατεθῆναι ἐκέλευσεν.
Ἀδικῶ πάντας [πάντως] τοὺς ζηλωτὰς τῶν καλῶν, εἴπερ σιωπῆς μνήματι θάψω τὸ Μακεδονίου τοῦ πρώτου τῶν ἐκεῖσε διακόνων κατόρθωμα καὶ ἆθλον· οὗτος ὁ μεμελημένος Κυρίῳ ποτὲ τῆς τῶν ἁγίων Θεοφανίων ἑορτῆς καταλαβούσης, λιπαρεῖ τὸν ποιμένα, πρὸ δύο ἡμερῶν ἐν τῇ πόλει Ἀλεξανδρείᾳ εἰσελθεῖν οἰκείας χρείας χάριν τινὸς, ὑποσχόμενος μέντοι θᾶττον ἐξέρχεσθαι τῆς πόλεως, διὰ τὴν τῆς ἑορτῆς ἀκουλουθίαν τε καὶ ἑτοιμασίαν. Ὁ οὖν μισόκαλος διάβολος ἐμπόδιον πεποιηκὼς τῷ ἀρχιδιακόνῳ πεποίηκεν αὐτὸν ἀπολυθέντα τοῦ ἡγουμένου, μὴ καταλαβεῖν τῇ ἁγίᾳ ἑορτῇ ἐν τῇ μονῇ κατὰ τὸν ὅρον, ὃν ἦν ἐκ τοῦ προεστῶτος κομισάμενος. Μεθ᾿ ἡμέραν οὖν καταλαβόντα, ἀφορίζει ὁ ποιμὴν τῆς διακονίας, καὶ ἐν τῷ ἐσχάτων ἀρχαρίων κατατάττει χώρᾳ· δέχεται ὁ καλὸς τῆς ὑπομονῆς διάκονος καὶ τῆς καρτερίας ἀρχιδιάκονος, τὸν τοῦ Πατρὸς ὅρον, καὶ ἀλύπως οὕτως, ὡς ἑτέρου ἐπιτιμηθέντος, καὶ οὐκ αὐτοῦ· πεποιηκότα τοίνυν αὐτὸν ἐν τῇ τοιαύτῃ τάξει τεσσαράκοντα ἡμέρας, πάλιν ἐπὶ τὸν ἴδιονβαθμὸν ἀνήγαγε ὁ σοφός· καὶ δὴ μετὰ μίαν ἡμέραν δυσωπεῖται ὑπὸ τοῦ ἀρχιδιακόνου πάλιν ἐν τῇ ἐπιτιμίᾳ, καὶ τῇ πρώην ἀτιμίᾳ καταστῆναι, φήσας αὐτῷ, ὅτι περὶ ἀσυγχώρητόν τι ἐν τῇ πόλει ἔπταισα. Γνοὺς δὲ ὁ ὅσιος ἀληθῆ μὴ λέγειν αὐτῷ, ἀλλὰ ταπεινώσεως χάριν τοῦτο ἐπιζητεῖν, εἶξε τῇ καλῇ ἐπιθυμίᾳ τοῦ ἐργάτου· καὶ ἦν ἰδεῖν πολιὰν αἰδέσιμον ἐν τῇ ἀρχαϊκῇ [τῶν ἀρχαρίων] διάγουσαν τάξει· καὶ πάντας δυσωποῦσαν εἰλικρινῶς ὑπὲρ αὐτοῦ εὔχεσθαι. Ἐπειδὴ, φησὶν, εἰς πορνείαν παρακοῆς πέπτωκα, ἐμοὶ δὲ τῷ ταπεινῷ τεθάῤῥηκεν ὁ μέγας οὗτος Μακεδόνιος, τίνος χάριν τῇ τοιαύτῃ τεταπεινωμένῃ διαγωγῇ ἑκουσίως προσέδραμεν· οὐδέποτε γὰρ κουφισμὸν οὕτως πολέμου παντὸς, καὶ φωτὸς θείου γλυκασμὸν ἐν ἑαυτῷ ὡς νῦν τεθέαμαι. Ἀγγέλων, φησὶ, τὸ μὴ πίπτειν, ἴσως καὶ μὴ δυναμένων, ὥς φασί τινες· ἀνθρώπων δὲ τὸ πίπτειν, καὶ θᾶττον ἀνίστασθαι· ὁσάκις τοῦτο καὶ συμβαίη· δαιμόνων δὲ καὶ μόνον, τὸ πεσόντας μὴ ἐγείρεσθαι.
(697.) Ὁ τὴν διακονίαν τῆς μονῆς πεπιστευμένος [τοῦτό μοι] τεθάῤῥηκε· Νέου μου ὄντος, φησὶ, καὶ ἐν τῇ τῶν ἀλόγων φροντίδι διάγοντος, συνέβη πτῶμα κατενεχθῆναι [εἰς πτῶμα πεσεῖν] βαρύτατον ψυχῆς· ἐμοῦ δὲ σεσυνηθηκότος μηδέποτε κρύπτειν ὄφιν ἐν φωλεῷ καρδίας, τῷ ἰατρῷ τοῦτον τῆς κέρκου κρατήσας ἐστηλίτευσα· κέρκον δὲ λέγω τὸ τέλος τῆς πράξεως· ὁ δὲ μειδιῶν τῷ προσώπῳ φησὶν πρός με· Παίσας μου τὴν σιαγόνα μετρίως, ἄπιθι, τέκνον, ἔχου τῆς διακονίας σου, ὡς τὸ πρὶν, μηδὲν τὸ παράπαν δεδιώς. Ἐγὼ δὲ πίστει διαπύρῳ πεισθεὶς ἐν βραχείαις ἡμέραις τῆς ἰάσεως πληροφορίαν εἰληφὼς, ἔτρεχον τὴν ὁδόν μου χαίρων ἅμα καὶ τρέμων.
Κέκτηται πᾶσα τάξις κτιστῶν, ὥς φασί τινες, διαφορὰς διαφερόντων. Ἐπεὶ οὖν ἦσαν καὶ παρὰ τῇ συνόδῳ τῶν ἀδελφῶν προκοπῶν καὶ γνωμῶν διαφοραί· ἐπάν τινας τούτων ὁ ἰατρὸς φιλενδείκτας ἐπὶ ταῖς τῶν κατὰ κόσμον ἐν τῇ μονῇ ἐπιδημίαις ἐσημειοῦτο, καὶ τούτους ἐπὶ τούτων ἐσχάταις ὕβρεσι, καὶ διακονίαις ἀτιμοτέραις [ἐνώπιον ἐκείνων] περιέβαλλεν· ὥστε λοιπὸν δρομαίως ὑποχωρεῖν, ἡνίκα δ᾿ ἄν τινων τῶν κατὰ κόσμον ἐπιδημίαν ἔβλεπον· καὶ ἦν ἰδέσθαι ὑπερφυὲς τὸ γινόμενον, αὐτὴν τὴν κενοδοξίαν ἑαυτὴν ἐκδιώκουσαν, καὶ τῶν ἀνθρώπων ἀποκρύπτουσαν. Μὴ στερῆσαί με Κύριος ὁσίου Πατρὸς εὐχῆς βουλόμενος, πρὸ μιᾶς ἑβδομάδος τῆς ἐμῆς τοῦ ὁσίου τόπου ἐξελεύσεως, προσελάβετο τὸν τὰ δεύτερα τοῦ ποιμένος διέποντα, ἄνδρα θαυμαστὸν, Μηνᾶν τοὔνομα, πεντήκοντα ἐννέα ἔτη ἔχοντα ἐν τῷ κοινοβίῳ, λοιπὸν διακονήσαντα πᾶσαν διακονίαν. Τῇ οὖν ἡμέρᾳ τῇ τρίτῃ, ἡμῶν τὸν συνήθη κανόνα τῆς τοῦ ὁσίου κοιμήσεως ἐπιτελούντων, ἐξαίφνης εὐωδιάζεται ὅλος ὁ χῶρος, ἐν ᾧ ὁ ὅσιος κατέκειτο. Ἐπέτρεψεν οὖν ὁ μέγας τὴν, ἐν ᾗ κατετέθη, θήκην ὁ ὅσιος ἀποσκεπάσαι ἡμᾶς· καὶ τούτου γενομένου, ὁρῶμεν πάντες ἐκ τῶν αὐτοῦ τιμίων πελμάτων δίκην δύο πηγῶν τὴν τοῦ μύρου εὐωδίαν ἐκπορευομένων. Τότε, φησὶν ὁ διδάσκαλος πρὸς πάντας, ὁρᾶτε; ἰδοὺ οἱ τῶν πόνων [ποδῶν] αὐτοῦ, καὶ κόπων ἱδρῶτες μύρον Θεῷ προσηνέχθησαν. Καὶ ἀληθῶς. Καὶ ἄλλα τε πλεῖστα ἡμῖν περὶ αὐτοῦ τοῦ πανοσίου Μηνᾶ, οἱ τοῦ τόπου πατέρες κατορθώματα ἀπήγγειλαν, ἐν οἷς καὶ τοῦτο ἔλεγον. Ὅτι φασί ποτε ὁ προεστὼς τὴν αὐτοῦ θεοδώρητον ὑπομονὴν δοκιμάσαι βουλόμενος, ἀνελθόντα αὐτὸν ἐν τῷ ἡγουμενείῳ, καὶ βαλόντα μετάνοιαν ἑσπέρας τῷ ἡγουμένῳ, παράθεσίν τε λαβεῖν συνήθως ἱκετεύοντα, εἴασεν αὐτὸν οὕτως χαμαὶ κείμενον ἄχρι τοῦ κανόνος ὥρας· τότε λοιπὸν αὐτὸν εὐλογήσας, καὶ λοιδορήσας ὡς φιλενδείκτην καὶ ἀνυπομόνητον ἀνέστησεν. Ἐγίνωσκε γὰρ ὁ ὅσιος, ὅτι ὑποφέρει γενναίως· διὸ καὶ τὸ δρᾶμα πρὸς οἰκοδομὴν πᾶσι πεποίηκεν. Ὁ δὲ τούτου ἡμᾶς τοῦ ὁσίου (700.) Μηνᾶ μαθητὴς ἐπληροφόρει ἡμᾶς τὰ κατὰ τὸν ἐπιστάτην [διδάσκαλον]. Διὸ καὶ, φησὶν, ἐμοῦ πολυπραγμονήσαντος αὐτὸν, εἰ ἄρα ἐν τῇ τοιαύτῃ πρὸς τὸν ἡγούμενον γονυκλισίᾳ ὕπνῳ κατηνέχθη, ἐπληροφόρει, φησὶν, ὡς ἅπαν τὸ Ψαλτήριον χαμαὶ κείμενον ἀποστηθίσαι. Οὐ παρίδω ἐγὼ ἐγκαλλωπίσαι τὸν τοῦ λόγου στέφανον καὶ τῷ παρόντι σμαράγδῳ.
Κεκίνηκά ποτε περὶ ἡσυχίας λόγον τισὶ τῶν ἀνδρειοτάτων γερόντων ἐκείνων· οἱ δὲ μειδιῶντι τῷ προσώπῳ, καὶ ἱλαρῷ ἤθει ἀστείως φασὶ πρός με· Ἡμεῖς, ὦ πάτερ Ἰωάννη, ὑλικοὶ ὄντες ὑλικωτέραν καὶ ἀγωγὴν μετερχόμεθα· ἐκεῖνο προκρίναντες, κατὰ τὸ μέτρον τῆς ἑαυτῶν ἀσθενείας καὶ τὸν πόλεμον ὑπελθεῖν· ἄμεινον λογισάμενοι ἀνθρώποις παλαίειν, τοῖς ποτε μὲν ἠγριωμένοις, ποτὲ δὲ μετανοοῦσι, καὶ μὴ δαίμοσι διὰ παντὸς πρὸς ἡμᾶς μαινομένοις καὶ ὁπλιζομένοις. Ἕτερος δὲ αὖθις τῶν ἀειμνήστων, πολλὴν πρός με τὴν κατὰ Θεὸν ἀγάπην καὶ παῤῥησίαν κεκτημένος, φησί μοι μετ᾿ εὐμενείας· Εἰ ἄρασοι πρόσεστι, πάνσοφε, ἡ τοῦ εἰπόντος ἐν αἰσθήσει ψυχῆς ἐνέργεια, ὅτι Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ· εἰ Πνεῦμα ἅγιον δρόσου ἁγνείας κατὰ τὴν Παρθένον ἐπῆλθεν ἐπί σε· εἰ δύναμις Ὑψίστου ὑπομονῆς ἐπεσκίασέ σοι· ζῶσαι ὥσπερ ἀνὴρ (Χριστὸς ὁ Θεὸς) τὴν ὀσφύν σου λεντίῳ ὑπακοῆς, καὶ ἀναστὰς ἐκ τοῦ δείπνου τῆς ἡσυχίας νίψον πόδας ἀδελφῶν ἐν συντετριμμένῳ πνεύματι. Μᾶλλον δὲ κυλίου ὑπὸ πόδας συνοδίας ἐν καταβεβλημένῳ φρονήματι. Στῆσον πυλωροὺς ἀποτόμους, καὶ ἀΰπνους ἐν πύλῃ καρδίας σου· κράτει νοῦν ἀκράτητον ἐν περισπωμένῳ σώματι· ἄσκει νοερὰν ἡσυχίαν ἐν κινουμένοις καὶ σαλευομένοις μέλεσι. Τὸ πάντων παραδοξότατον, γίνου ἀπτόητος ψυχῇ μεταξὺ τῶν θορύβων· ἄγχε γλῶτταν προπηδᾷν ἐν ἀντιλογίαις μαινομένην· πάλαιε τῇ δεσποίνῃ ταύτῃ ἑβδομηκοντάκις ἑπτὰ τῆς ἡμέρας· πῆξον ἐν ξύλῳ ψυχῆς σταυρῷ νοῦν ἄκμονα δι᾿ ἀλλεπαλλήλων σφυρῶν καὶ κτύπων τυπτόμενον, ἐμπαιζόμενον, λοιδορούμενον, χλευαζόμενον, ἀδικούμενον, καὶ μηδαμῶς ἐκλυόμενον, μηδὲ θραῦσιν ὑπομένοντα· ἀλλ᾿ ὅλον λεῖον καὶ ἀκίνητον ὑπάρχοντα. Ἀπόδυσαι θέλημα ὡς αἰσχύνης περιβολὴν, καὶ γυμνὸς τούτου ἐν τῷ σκάμματι εἴσελθε.
Τὸ σπάνιον, καὶ δυσεύρετον [δυσάρεστον]ἔνδυσαι πίστεως θώρακα, ὑπὸ ἀπιστίας πρὸς τὸν ἀγωνοθέτην μὴ διαλυόμενον, μηδὲ τιτρωσκόμενον κράτει χαλινῷ σωφροσύνης ἁφὴν ἀναιδῶς προπηδῶσαν· ἄγχε ὀφθαλμὸν μελέτῃ θανάτου, μεγέθη καὶ ὥραν σωμάτων περιεργάζεσθαι καθ᾿ ὥραν βουλόμενον· φίμου νοῦν περίεργον ἐν οἰκείᾳ μερίμνῃ τὸν ἀδελφὸνκατακρίνειν ἐν ἀμελεία βουλόμενον ἔγρων [alii (701.) εἴργων]· καὶ πᾶσαν ἀγάπην, καὶ συμπάθειαν πρὸς τὸν πλησίον ἀπλανῶς ἐμφανίζοντα. Γνώσονται πάντες ἀληθῶς ἐν τούτῳ, ὦ προσφιλέστατε πάτερ, ὅτι Χριστοῦ μαθητὴς ὑπάρχεις τότε, ἐὰν ἐν συνοδίᾳ ἀγάπην ἔχωμεν ἐν ἀλλήλοις. Δεῦρο, δεῦρο, πάλιν ἔλεγεν ὁ καλὸς φίλος, δεῦρο, συναυλίσθητι. Πίε [πίνε] μυκτηρισμὸν καθ᾿ ὥραν, ὥσπερ ὕδωρ ζῶν, ἐπειδὴ πάντα τὰ τερπνὰ ὑπὸ τὸν οὐρανὸν ὁ Δαβὶδ ἐξερευνήσας, ἔσχατον πάντων διαπορῶν ἔλεγεν. Ἰδοὺ δὴ τί καλὸν, καὶ τί τερπνόν; οὐδὲν ἄλλο ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐυό. Εἰ δὲ οὔπω τοῦ ἀγαθοῦ τῆς τοιαύτης ὑπομονῆς καὶ ὑπακοῆς ἠξιώθημεν, καλὸν λοιπὸν κἂν τὴν οἰκείαν ἀσθένειαν ἐπεγνωκότας, κατὰ μόνας πόῤῥω τοῦ ἀθλητικοῦ σταδίου ἱσταμένους τοὺς ἀθλοῦντας μακαρίζειν, καὶ τούτοις ὑπομονὴν εὔχεσθαι.
Ἡττήθην ἐγὼ καλῷ πατρὶ, καὶ διδασκάλῳ ἀρίστῳ εὐαγγελικῶς ἡμῖν καὶ προφητικῶς μαχησαμένῳ· μᾶλλον δὲ φιλικῶς, καὶ τὰ πρεσβεῖα [βραβεῖα] τῇ μακαρίᾳ ὑπακοῇ δοῦναι ἀναμφιβόλως τεθελήκαμεν. Μιᾶς δὲ ἔτι ὀνησιφόρου τῶν μακαρίων τούτων ἀρετῆς ἐπιμνησθεὶς, ὥσπερ ἐκ παραδείσου ἐξιὼν, πάλιν τὰ ἀκαλλῆ, καὶ ἀνησιφόρα ὑμῖν ἀκανθολογήματα παραθήσομαι.
Ἐν τῇ εὐχῇ πολλάκις ἡμῶν παρισταμένων, συντυχίας τινὰς ποιήσαντας ἐσημειώσατο ὁ μακάριος ποιμήν· οὓς ἐπὶ ἑβδοματιαῖον χρόνον πρὸ τῆς ἐκκλησίας στήσας, πᾶσι μετάνοιαν ποιεῖν παρεκέλευσε· τοῖς εἰσιοῦσί τε καὶ ἐξιοῦσι· καὶ τὸ δὴ θαυμαστότερον, καί τοιγε κληρικοὺς ὑπάρχοντας τοῦτ᾿ ἔστι πρεσβυτέρους. Τινὰ τῶν ἀδελφῶν ὁρῶν σὺν αἰσθήσει καρδίας πλέω τῶν πολλῶν ἐν τῇ ψαλμῳδίᾳ περιστάμενον· καὶ μάλιστα ἐν τῇ πρωτολογίᾳ τῶν ὕμνων πρός τινας τοῖς ἑαυτοῦ ἤθεσι, καὶ τῷ προσώπῳ διαλεγόμενον, ἠρώτων τοῦ ἤθους τοῦ μακαρίου τὴν ἔννοιαν μαθεῖν. Ὁ δὲ γνοὺς ἵνα μὴ κρύπτειν ὠφελῆσαι, φησί· Τοὺς λογισμούς μου, πάτερ Ἰωάννη, καὶ τὸν νοῦν σὺν τῇ ψυχῇ εἴωθα ἐκ προοιμίων ἐπισυνάγειν, καὶ συγκαλῶν κράζειν τούτοις· Δεῦτε, προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ Χριστῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Τὸν δὲ ἑστιάτορα τοῦτο ποιοῦντα κατέλαβον πολυπραγμονήσας· μικρὸν γὰρ πτύχιον ἐν τῇ ζώνῃ κρεμάμενον ἔχοντα ὁρῶν, ἔμαθον ὡς τοὺς ἑαυτοῦ καθ᾿ ἡμέραν σημειούμενος λογισμοὺς, τούτους πάντας τῷ ποιμένι ἐξαγγέλλει.
Οὐ μόνον δὲ, ἀλλὰ καὶ ἑτέρους πλείστους τῶν αὐτόθι τοῦτο ποιοῦντας ἐθεώμην· ἦν δὲ καὶ αὕτη ἐντολὴ τοῦ μεγάλου ὡς ἀκήκοα. Ἐδιώχθη τις παρ᾿ αὐτοῦ ποτε τῶν ἀδελφῶν τὸν πλησίον πρὸς αὐτὸν διαβαλὼν ὡς φλύαρον καὶ λάλον. Ὁ δὲ προσεκαρτέρησε τῷ (704.) πυλῶνι τῆς μονῆς ἑβδοματιαῖον χρόνον δυσωπῶν εἰσόδου, καὶ συγχωρήσεως τυχεῖν· ὡς δὲ τοῦτο ἔμαθεν ὁ φιλόψυχος, περιεργασάμενος αὐτὸν, μηδὲν βεβρωκέναι ἐν ταῖς ἓξ ἡμέραις τὸ παράπαν, δηλοῖ αὐτῷ.
Εἰ ὅλως ἐν τῇ μονῇ τὴν οἴκησιν ποιήσασθαι βούλει, ἐν τῇ τῶν μετανοούντων τάξει σε κατάξω. Ὡς δὲ ἀσμένως τοῦτο ἐδέξατο μετανοῶν, ἐκέλευσεν αὐτὸν ὁ ποιμὴν ἐν τῇ μονῇ τῇ ἰδιαζούσῃ τῶν ἐπὶ πτώμασι πενθούντων ἐπενεχθῆναι, ὅπερ καὶ γέγονεν. Ἐπεὶ δὲ τῆς εἰρημένης ἐμνήσθημεν μονῆς, διὰ βραχέων περὶαὐτῆς εἴπωμεν. Τόπος μὲν ἦν ἀπὸ σημείου ἑνὸς τῆς μεγάλης μονῆς, φυλακὴ λεγομένη, ἀπαράκλητος· οὐκ ἦν ἐκεῖσε πώποτε καπνὸν ὀφθῆναι, οὐκ οἶνον, οὐκ ἔλαιον εἰς βρῶσιν, οὐχ ἕτερόν τι ἄλλο, ἢ ἄρτον, καὶ λεπτὰ λάχανα. Ἐν τούτῳ τοὺς μετὰ τὴν κλῆσιν συμποδιζομένους ἀπροΐτους κατέκλειεν· οὐχ ἅμα, ἀλλ᾿ ἰδίᾳ, καὶ χωρὶς, ἢ καὶ δύο τὸ πολὺ, ἕως οὗ ὁ κύριος αὐτὸν περὶ ἑκάστου ἐπληροφόρει· κατέστησε δὲ αὐτοῖς, καὶ τοποποιὸν μέγαν Ἰσαὰκ ὀνόματι, ὃς ἀπῄτει τὴν προσευχὴν ἀδιάλειπτον σχεδὸν τοὺς αὐτῷ παραδιδομένους· εἶχον δὲ καὶ θαλλοὺς πλείστους εἰς ἀκηδίας ἐμπόδιον.
Οὗτος ὁ βίος, αὕτη ἡ κατάστασις· αὕτη ἡ διαγωγὴ τῶν ὄντως ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ· τὸ μὲν θαυμάζειν τοὺς ἁγίων πόνους καλόν· τὸ δὲ ζηλοῦν σωτηρίας πρόξενον· τὸ δὲ ὑφ᾿ ἓν τὴν ἐκείνων μιμεῖσθαι θέλειν πολιτείαν, ἄλογον καὶ ἀμήχανον. Δακνόμενοι μὲν ἐπὶ τοῖς ἐλέγχοις τῶν ἡμετέρων ἁμαρτημάτων μνημονεύσωμεν, ἄχρις οὗ ὁ Κύριος τὴν βίαν ἡμῶν τῶν βιαστῶν αὐτοῦ ὁρῶν [ἁμαρτίας] ταύτας ἐξαλείψει, καὶ τὴν δάκνουσαν ἡμᾶς ἐν τῇ καρδίᾳ ὀδύνην εἰς χαρὰν μεταποιήσει.
Κατὰ γὰρ τὸ πλῆθος τῶν ὀδυνῶν μου, ἐν τῇ καρδίᾳ μου, φησὶν (κατὰ τοσοῦτον), αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. Ἐν τῷ ἰδίω καιρῷ μὴ ἐπιλαθώμεθα τοῦ λέγοντος πρὸς Κύριον· Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς, καὶ κακὰς, καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς μετὰ τὸ πεσεῖν πάλιν ἀνήγαγές με.
Μακάριος ὃς διὰ Θεὸν καθ᾿ ἡμέρας λοιδορούμενος, καὶ ἐξουδενούμενος ἑαυτὸν ἐβιάσατο. Μετὰ μαρτύρων χορεύσει οὗτος, καὶ μετὰ ἀγγέλων παῤῥησιάσεται. Μακάριος μοναχὸς, ὃς πάσης ἀτιμίας καὶ ἐξουδενώσεως ἑαυτὸν ἄξιον καθ᾿ ὥραν λογίζεται· μακάριος ὃς τὸ ἑαυτοῦ θέλημα εἰς τέλος ἐνέκρωσε, καὶ τῷ ἐν κυρίῳ διδασκάλῳ τὴν ἑαυτοῦ ἐκδέδωκεν ἐπιμέλειαν· ἐκ δεξιῶν γὰρ τοῦ σταυρωθέντος σταθήσεται. Εἴ τις ἔλεγχον δίκαιον, ἢ ἄδικον ἐξ ἑαυτοῦ ἀπεῤῥίψατο, οὗτος τὴν ἑαυτοῦ σωτηρίαν 705.) ἠρνήσατο. Εἰ δέ τις τοῦτον μετὰ πόνου, ἢ καὶ ἀπόνως κατεδέξατο, ταχέως τῆς τῶν ἑαυτοῦ πταισμάτων ἀφέσεως τεύξεται· Θεῷ νοερῶς πρὸς τὸν σὸν πατέρα πίστιν, καὶ ἀγάπην εἰλικρινῶς ὑποδείκνυε, κἀκεῖνος ἀγνώστως τοῦτον λοιπὸν πληροφορήσει κατὰ τὴν σὴν πρὸς αὐτὸν διάθεσιν προστεθῆναι, καὶ οἰκειωθῆναί σοι. Ὁ πάντα ὄφιν στηλιτεύων πίστιν ἐναργῆ ἔδειξεν. Ὁ δὲ ἀποκρύπτων, εἰς ἀνοδίας ἔτι πεπλάνηται.
Τότε τὴν ἑαυτοῦ φιλαδελφίαν, καὶ κυρίως ἀγάπην ἐπιγνώσεταί τις, ὅταν ἑαυτὸν πενθοῦντα ἐπὶ τοῖς τοῦ ἀδελφοῦ σφάλμασιν ὄψεται· καὶ ὅταν ἀγαλλόμενον ἐπὶ ταῖς ἐκείνου προκοπαῖς, καὶ χαρίσμασιν. Ὁ ἐν διαλέξει τὸν ἑαυτοῦ λόγον, κἂν ἀληθῆ λέγει, συστῆσαι θέλων καὶ βουλόμενος [στῆσαι βουλόμενος], γινωσκέτω τὸν τοῦ διαβόλου νόσον νοσεῖν. Καὶ εἰ μὲν ἐν τῇ πρὸς τοὺς ἴσους συλλαλιᾷ τοῦτο ἐργάζεται, ἴσως ἔστιν αὐτὸν ἰαθῆναι ἐκ τῆς τῶν μειζόνων ἐπιτιμίας. Εἰ δὲ καὶ πρὸς τοὺς μείζονας ἢ σοφωτέρους οὕτως διάκειται· παρὰ ἀνθρώπων τοῦτο ἀνίατον. Ὁ λόγῳ μὴ ὑποβεβηκὼς, δῆλον ὅτι οὐδὲ ἔργῳ. Ὁ γὰρ ἐν ὀλίγῳ ἄπιστος, καὶ ἐν ἔργῳ ἄκλιτός ἐστι, μάτην κοπιῶν, καὶ τῆς ὁσίας ὑποταγῆς οὐδὲν, εἰ κρῖμα ἑαυτῷ, κομιζόμενος. Εἴ τις τὸ ἑαυτοῦ συνειδὸς καθαρὸν εἰς ἄκρον εἰς τὴν παρὰ τοῦ πατρὸς ὑποταγὴν ἐκτήσατο· οὗτος λοιπὸν τὸν θάνατον ὥσπερ ὕπνον, μᾶλλον δὲ ζωὴν, καθ᾿ ἡμέραν ἐκδεχόμενος οὐ πτοεῖται· γινώσκων ἐν βεβαίῳ, ὡς οὐκ αὐτὸς ἐν καιρῷ τοῦ χωρισμοῦ, ἀλλὰ προεστὼς λογοθετηθήσεται. Εἴ τις ἐν Κυρίῳ ἀβιάστως ἐκ τοῦ πατρὸς ἐγχείρημα διακονίας εἰληφὼς, ἀδόκητόν τι πέπονθεν ἐν αὐτῇ πρόσκομμα, μὴ τῷ δεδωκότι τὸ ὅπλον, ἀλλὰ τῷ δεξαμένῳ τὴν αἰτίαν ἐπιγράφοιτο. Εἴληφεν γὰρ ὅπλον πρὸς μάχην ἐχθροῦ, προσήνεγκε δὲ αὐτὸ τῇ ἑαυτοῦ καρδίᾳ. Εἰ δὲ βεβίασται [βεβίακεν]ἑαυτὸν διὰ Κύριον, καὶ τὴν ἑαυτοῦ ἀσθένειαν τῷ διδόντι προεῖπεν, θαρσείτω· κἂν γὰρ πέπτωκεν, οὐκ ἀπέθανε. Λέληθα ὑμῖν, ὦ φίλοι, καὶ τοῦτον παραθεῖναι τὸν ἡδὺν τῆς ἀρετῆς ἄρτον, ὡς ἑώρακα [ἐκεῖ]ἐν Κυρίῳ ὑπηκόους ταῖς ὕβρεσιν ἑαυτοὺς ἐκτρίβοντας κατὰ Θεὸν ἀτιμάζοντας, ἵνα ἐπὶ ταῖς ἔξωθεν προσφερομέναις αὐτοῖς προπαρασκευασμένοι τυγχάνωσιν ἐπ᾿ ἀτιμίαις μὴ πτύρεσθαι· ψυχὴ ἐξαγόρευσιν ἐννοουμένη, ὡς ὑπὸ χαλινοῦ, ὑπὸ ταύτης κατέχεται, μὴ ἁμαρτάνειν. Τὰ γὰρ ἀνεξαγόρευτα ὡς ἐν σκότει ἀδεῶς λοιπὸν πράττομεν. Ὅταν τοῦ προεστῶτος ἀπόντος, τὸ αὐτοῦ πρόσωπον ἐξεικονίζοντες, τοῦτον παρίστασθαι ἡμῖν νομίζωμεν, καὶ πᾶσαν συντυχίαν, ἢ λόγον, ἢ βρῶσιν, ἢ ὕπνον, ἢ ἄλλο τι πρὸς ὃ ὑπειλήφαμεν ἀηδῶς αὐτὸν ἔχειν ἐν ἡμῖν ἀποστρεφώμεθα· τότε ἀληθῶς ἐγνώκαμεν ὑπακοὴν ἀνόθευτον. Οἱ μὲν νόθοι τῶν παίδων χαρὰν τὴν τοῦ διδασκάλου ἀπουσίαν· οἱ δὲ γνήσιοι ζημίαν ταύτην λογίζονται.
Ἠρώτησά ποτέ τινα τῶν δοκιμωτάτων δυσωπῶν, πῶς ἡ ὑπακοὴ τὴν ταπεινοσύνην κέκτηται· ὁ δέ φησι· «Κἂν νεκροὺς ὁ εὐγνώμων ὑπήκοος (708.) ἀναστήσῃ· κἂν δάκρυον κτήσηται κἂν ἀπαλλαγὴν πολέμων, λογίζεται πάντως, ὅτι ἡ τοῦ πνευματικοῦ πατρὸς εὐχὴ τοῦτο ἐποίησε· καὶ μένει αὐτὸς ἐκ τῆς ματαίας οἰκήσεως ξένος, καὶ ἀλλότριος·» Πῶς γὰρ ἂν καὶ ὑψωθήσεται ἐπ᾿ ἐκεῖνο, ὃ ἐξ ἑτέρας βοηθείας λέγει [λέγοι], πεποιηκέναι, καὶ οὐκ ἐκ τῆς αὐτοῦ σπουδῆς· οὐκ οἶδεν ἡσυχαστὴς τὴν τῶν προειρημένων ἐργασίαν· τὰ δίκαια γὰρ πρὸς αὐτὸν ἡ οἴησις κέκτηται ἰδίᾳ σπουδῇ τὰ κατορθώματα αὐτῷ ὑποβάλλουσα ἐπιτελεῖν. Δύο νενικηκὼς ὁ ὢν ἐν ὑποταγῇ δόλους, μένει λοιπὸν δοῦλος Χριστοῦ αἰώνιος ὑπήκοος· πυκτεύει ὁ δαίμων τοὺς ὑπηκόους, ποτὲ μὲν μολυσμοῖς μολύνειν, καὶ σκληροκαρδίους ἐργάζεσθαι, τούτους ταραχώδεις παρὰ συνήθειαν γίνεσθαι ἐκμοχλεύων, ποτὲ δὲ ξηρούς τινας, καὶ ἀκάρπους, καὶ περὶ τὴν προσευχὴν ὀκνηροτέρους, ὑπνώδεις τε καὶ ἐσκοτισμένους, ἵν᾿ ὡς μηδὲν ἐκ τῆς ὑποταγῆς ὠφεληθέντας, ἀλλὰ καὶ κατόπιν βαδίσαντας, τῆς ἀθλήσεως ἀποσπάσῃ. Οὐ γὰρ συγχωρεῖ αὐτοῖς ἐννοεῖν, ὅτι πολλάκις ἡ τῶν δοκούντων ἐν ἡμῖν ἀγαθῶν οἰκονομικὴ ἀφαίρεσις βαθυτάτης ταπεινοφροσύνης γίνεται πρόξενος. Ἀπεκρούσθη δι᾿ ὑπομονῆς πολλάκις παρά τισιν ὁ προλεχθεὶς ἀπατεών. Εἶτα ἔτι τούτου λαλοῦντος, ἕτερος ἄγγελος παραστὰς μετ᾿ ὀλίγον ἑτέρῳ τρόπῳ ἀπατᾷν ἡμᾶς δοκιμάζει. Εἶδον ὑπηκόους εὐκατανύκτους, προσηνεῖς, ἐγκρατεῖς,σπουδαίους, ἀπολεμήτους, θερμοὺς ἐκ τῆς τοῦ πατρὸς σκέπης γεγονότας· οἷς οἱ δαίμονες ἐπιστάντες δυνατοὺς εἶναι λοιπὸν πρὸς ἡσυχίαν ὑπέσπειραν, ὡς πρὸς τέλειον λοιπὸν ἔπαθλον, καὶ πρὸς ἀπάθειαν δι᾿ ἐκείνης καταντῆσαι ἰσχύοντας· καὶ μέντοι ἀπατηθέντες τοῦ λιμένος ἐπὶ τὸ πέλαγος χωρήσαντες, ζάλης αὐτῆς καταλαβούσης, κυβερνητῶν μὴ εὐπορήσαντες, ἐλεεινῶς ὑπὸ τῆς θαλάσσης ταύτης τῆς ῥυπερᾶς καὶ ἁλμυρᾶς ἐκινδύνευσαν· ἀνάγκη τὴν θάλασσαν ταραχθῆναι καὶ ἀγριωθῆναι, ἵνα τότε τὴν ὕλην, ἥνπερ οἱ ποταμοὶ τῶν παθῶν, καὶ τὸν χόρτον, καὶ πᾶσαν σαπρίαν ἐν αὐτῇ κατήγαγον, δι᾿ αὐτῶν πάλιν ἐν τῇ γῇ ἀποῤῥίψηται· ἐπισκεψώμεθα, καὶ εὑρήσομεν μετὰ τὴν ἐν τῇ θαλάσσῃ ζάλην βαθείαν γινομένην γαλήνην. Ὅ ποτε μὲν ὑπακούων, ποτὲ δὲ παρακούων τοῦ πατρὸς, ὅμοιός ἐστι ἀνδρὶ τῷ ποτε μὲν κολλούριον, ποτὲ δὲ ἄσβεστον τῷ ἑαυτοῦ ὀφθαλμῷ προσάγοντι. Εἷς γὰρ, φησὶν, οἰκοδομῶν, καὶ εἶς καταλύων, τί ὠφέλησεν, ἀλλ᾿ ἢ κόπους; Μὴ ἀπατῶ, ὦ υἱὲ ὑπάκοε Κυρίου, πνεύματι οἰήσεως, καὶ ὡς ἐξ ἑτέρου δῆθεν προσώπου τὰ σὰ πλημμελήματα τῷ διδασκάλῳ ἀπάγγελε. Οὐ γάρ ἐστιν ἐκτὸς αἰσχύνης, αἰσχύνης ἀπαλλαγῆναι. Γύμνου σὸν μώλωπα τῷ ἰατρῷ· εἰπὲ, καὶ μὴ αἰσχυνθῇς. Ἐμὸν τὸ τραῦμα, πάτερ· ἐμὴ ἡ πληγή· ἐξ οἰκείας ῥᾳθυμίας, καὶ οὐκ ἐξ ἑτέρου προσγενομένη· οὐδεὶς ταύτης αἴτιος· οὐκ ἄνθρωπος, οὐ πνεῦμα, οὐ σῶμα, οὔ τι ἕτερον, ἀλλ᾿ ἡ ἐμὴ ἀμέλεια. Γίνου καὶ τῷ εἴδει καὶ τῷ λογισμῶ ὡς κατάδικος ἐπὶ τῇ ἐξομολογήσει· εἰς γῆν (709.) νενευκὼς, καὶ εἰ δυνατὸν, τοὺς τοῦ κριτοῦ καὶ ἰατροῦ πόδας, ὡς τοῦ Χριστοῦ, δάκρυσι βρέχων. Ἔθος πολλάκις τοῖς δαίμοσιν, ἢ μὴ ἐξομολογεῖσθαι ἡμᾶς ὑποβάλλειν· ἢ ὡς ἐκ προσώπου ἑτέρου τοῦτο ποιεῖν· ἢ τινὰς ἐπὶ τῇ ἑαυτῶν ἁμαρτίᾳ καταμέμφεσθαι ὡς αἰτίους.
Εἰ πάντα συνηθείᾳ ἤρτηνται, καὶ ἐπακολουθοῦσι, πολλῷ πλέον πάντως τὰ ἀγαθὰ, ὡς μέγαν συνεργὸν ἔχοντα τὸν Θεόν. Οὐ κοπιάσεις, υἱὲ, ἐν πολλοῖς ἔτεσιν εὑρεῖν ἐν σοὶ τὴν μακαρίαν ἀνάπαυσιν, ἐὰν ἐν ἀρχαῖς ὁλοψύχως ἑαυτὸν ἀτιμίαις ἐκδώσῃς. Μὴ ἀπαξιώσῃς ὡς Θεῷ τῷ βοηθῷ ἐν καταβεβλημένῳ ἤθει τὴν ἐξομολογίαν ποιήσασθαι. Εἶδον γὰρ καταδίκους ἐλεεινοτάτῳ ἤθει, καὶ σφοδροτέρᾳ ἐξομολογήσει, καὶ ἱκεσίᾳ ἀποτομίαν δικαστοῦ μαλάξαντας, καὶ τὸν θυμὸν αὐτοῦ εἰς εὐσπλαγχνίαν μεταμορφώσαντας. Διὰ τοῦτο καὶ Ἰωάννης ὁ πρόδρομος τὴν ἐξομολόγησιν πρὸ τοῦ βαπτίσματος ἐπεζήτει παρὰ τῶν προσερχομένων, οὐκ αὐτὸς ταύτης δεόμενος, ἀλλὰ τὴν τῶν προσερχομένων σωτηρίαν πραγματευόμενος. Μὴ θαμβηθῶμεν καὶ μετ᾿ ἐξομολόγησιν πολεμούμενοι· ἄμεινον γὰρ μολυσμοῖς, καὶ μὴ οἰήσει παλαίειν. Μὴ πρόστρεχε, μηδὲ συνεπαίρου ἐπὶ διηγήμασιν ἡσυχαστῶν, καὶ ἀναχωρητῶν πατέρων· τῇ γὰρ τοῦ πρωτομάρτυρος στρατείᾳ βαδίζων ὑπάρχεις· μηδὲ πίπτων ὑποχώρει τοῦ σκάμματος. Τότε γὰρ μάλιστα ἰατροῦ πολλῷ πλέον δεόμεθα.
Ὁ μετὰ βοηθείας εἰς λίθον τὸν πόδα προσκόψας, ὁ ἐκτὸς βοηθείας ὑπάρχων, πάντως οὐ προσκόπτειν μόνον, ἀλλ᾿ ἀποθνήσκειν ἤμελλεν. Ὅταν κατενεχθῶμεν, θᾶττον οἱ δαίμονες ἐπιστάντες ἀφορμοῖς εὐλόγου, μᾶλλον δὲ ἀλόγου δραξάμενοι τὴν ἡσυχίαν ἡμῖν ὑποτίθενται· σκοποῖς δὲ τοῖς ἐχθροῖς ἡμῶν τραῦμα ἐπὶ πτώματι προσθεῖναι ἐφ᾿ ἡμᾶς ὅταν ὁ ἰατρὸς ἀδυναμίαν προβάλληται, τότε ἀνάγκη ἐφ᾿ ἕτερον πορεύεσθαι· χωρὶς γὰρ ἰατροῦ σπάνιοι οἱ θεραπευόμενοι. Τίς ἄρα ὁ δοκῶν ἀντιλέγειν ἡμῖν ὁρίζουσιν; Ὅτι πᾶσα ναῦς κυβερνήτην ἔμπειρον κεκτημένη, καὶ ναυαγίῳ περιπεσοῦσα, ἐκτὸς κυβερνήτου, πάντως ἀπόλλυσθαι ἤμελλεν. Ἐξ ὑπακοῆς ταπείνωσις, ἐκ ταπεινώσεως ἀπάθεια. Εἴπερ ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, οὐκ οὐδὲν τὸ κωλῦον εἰπεῖν, ὅτι ἐξ ὑπακοῆς ἀπάθεια, δι᾿ ἧς τὸ τέλος τῆς ταπεινώσεως γίνεται· ἄρχεται μὲν γὰρ ἐκείνης αὕτη, ὡς Μωϋσῆς νόμου· τελειοῖ δὲ ἡ θυγάτηρ τὴν μητέρα, ὡς Μαρία τὴν συναγωγήν. Τιμωρίας ἁπάσης ἄξιοι παρὰ Θεῷ οἱ νοσοῦντες, καὶ μετὰ τὴν τοῦ ἰατροῦ πεῖραν, καὶ τὴν ἐξ αὐτοῦ ὠφέλειαν τοῦτον ἐφ᾿ ἑτέρου προκρίσει καταλιμπάνοντες πρὸ τελείας ἰάσεως. Μὴ φεῦγε χεῖρας (712.) τοῦ τῷ Κυρίῳ σε προσενέγκαντος, οὐκ αἰδεσθήσῃ γὰρ ὡς αὐτὸν ἐν τῇ ζωῇ σού τινα. Οὐκ ἀσφαλὲς τῷ ἀπείρῳ ἐκ τοῦ πλήθους τῶν στρατιωτῶν, πρὸς μονομαχίαν ἑαυτὸν ἀποχωρίσαι, καὶ οὐκ ἀκίνδυνον τῷ μοναχῷ πρὸ πείρας καὶ γυμνασίας πολλῆς τῶν ψυχικῶν παθῶν ἐπὶ τὴν ἡσυχίαν χωρῆσαι. Πέφυκε ὁ γὰρ μὲν σωματικῶς, ὁ δὲ ψυχικῶς κινδυνεύειν· Ἀγαθοὶ φησὶν ἡ Γραφὴ, οἱ δύο ὑπὲρ τὸν ἕνα· τοῦτ᾿ ἔστιν, ἀγαθὸν υἱῷ μετὰ πατρὸς δι᾿ ἐνεργείας θείου Πνεύματος πρὸς τὰς προλήψεις ἀγωνίζεσθαι.
Ὁ ἀποστερῶν τυφλὸν ὁδηγοῦ, καὶ ποίμνην ποιμένος,τὸν πελαζόμενον χειραγωγοῦ, τὸν νήπιον τοῦ ἑαυτοῦ πατρὸς, τοῦ ἰατροῦ τὸν νοσοῦντα, τὸ πλοῖον τοῦ κυβερνήτου, ἀμφοτέροις κίνδυνον προξενεῖ. Ὁ δὲ ἀβοηθήτως πνεύμασι προσπαλαίειν ἐπιχειρῶν, θανατοῦται ὑπ᾿ αὐτῶν. Οἱ μὲν ἐν ἰατρείῳ ἐν ἀρχαῖς παραγενόμενοι, τὰς ὀδύνας τὰς ἑαυτῶν σημειούσθωσαν· οἱ δὲ ἐν ὑποταγῇ τὴν προσοῦσαν αὐτοῖς ταπείνωσιν· τοῖς μὲν γὰρ ὁ τῶν ὀδυνῶν κουφισμὸς, τοῖς δὲ ἡ τῆς ἑαυτῶν καταγνώσεως προσθήκη σημεῖον ἀπλανὲς τῆς ὑγείας, ὡς οὐχ ἕτερόν τι φανήσεται. Τὸ συνειδός σοι ἔσοπτρον τῆς ὑποταγῆς ἔστω, καὶ ἀρκετόν ἐστιν. Οἱ μὲν καθ᾿ ἡσυχίαν πατρὶ ὑποτασσόμενοι, δαίμονας, καὶ μόνον τοὺς ἀντιπράττοντας κέκτηνται· οἱ δὲ ἐν συνοδίᾳ ὑπάρχοντες δαίμοσι καὶ ἀνθρώποις ὁμοῦ προσπαλαίουσι. Καὶ οἱ μὲν πρότεροι διὰ τῆς διηνεκοῦς τοῦ διδασκάλου θέας ἀκριβεστέρας τὰς παρ᾿ αὐτοῦ φυλάττουσιν ἐντολάς. Οἱ δὲ δεύτεροι πολλάκις διὰ τῆς ἀπουσίας αὐτοῦ μικρὸν ταύτας παρατιτρώσκουσι. Πλὴν ἐὰν σπουδαῖοί τινες καὶ φιλόπονοι γίνωνται, διὰ τῆς τῶν προσκρούσεων ὑπομονῆς ὑπεραναπληροῦσι τὴν ἔλλειψιν καὶ διπλοῦς τοὺς στεφάνους κομίζονται. Πάσῃ φυλακῇ τηροῦντες ἑαυτοὺς τηρήσωμεν. Λιμὴν γὰρ πλοίων ἀνάπλεως εὐχερῶς ταῦτα συντρίβειν πέφυκεν, καὶ μάλιστα τὰ ὑπὸ θυμοῦ, ὥσπερ ὑπὸ σκώληκός τινος τετριμμένα λεληθότως· σιωπὴν ἐσχάτην καὶ ἄγνοιαν ἐπὶ τοῦ προεστῶτος ἀσκήσωμεν· ἀνὴρ γὰρ σιωπηλὸς φιλοσοφίας υἱὸς γνῶσιν πολλὴν πάντοτε κτώμενος. Εἶδον ὑποτακτικὸν τὴν διήγησιν ἐκ στόματος τοῦ προεστῶτος ἁρπάσαντα, καὶ τὴν ἐκείνου ὑποταγὴν ἀπέγνωκα, ὑπερηφανίαν καὶ οὐ ταπείνωσιν βλέπων αὐτὸν ἐκ ταύτης προσλαμβανόμενον. Πάσῃ νήψει νήψωμεν, καὶ τηρήσει τηρήσωμεν, καὶ φυλακῇ φυλαξώμεθα, πότε καὶ πῶς ἡ διακονία τῆς προσευχῆς ὀφείλει προκρίνεσθαι.
Οὐ γὰρ πάντοτε πάντως· πρόσεχε σεαυτῷ τοῖς ἀδελφοῖς σου παρὼν, καὶ μὴ σπεῦδε δικαιότερος αὐτῶν φαίνεσθαι τὸ παράπαν ἔν τινι. Δύο γὰρ ἐργάσῃ κακὰ, (713.) ἐκείνους μὲν διὰ τῆς σῆς ψευδεπιπλάστου σπουδῆς πλήξας· ἑαυτῷ δὲ ἐκ παντὸς τρόπου ὑψηλοφροσύνην προξενήσας. Γίνου σπουδαῖος ψυχῇ, μηδόλως σώματι τοῦτο ἐμφαίνων, μὴ σχήματι, μὴ λόγῳ, μὴ αἰνίγματι· καὶ τοῦτο εἴπερ τοῦ ἐξουθενεῖν τὸν πλησίον πέπαυσαι. Εἰ δὲ πρόχειρος εἰς τοῦτο καθέστηκας, γίνου τοῖς ἀδελφοῖς σου ὅμοιος, καὶ μὴ τῇ οἰήσει ἀνόμοιος. Εἶδον ἀδόκιμον μαθητὴν ἐπὶ τοῖς τοῦ διδασκάλου κατορθώμασιν ἐπί τινων ἀνθρώπων καυχώμενον, καὶ μέντοι δοκῶν δόξαν ἑαυτῷ ἐκ τοῦ ἀλλοτρίου σίτου περιποιήσασθαι, ἀτιμίαν μᾶλλον ἑαυτῷ προεξένησε, πάντων πρὸς αὐτὸν εἰρηκότων· Καὶ πῶς δένδρον καλὸν, κλάδον ἄκαρπον ἤνεγκεν; Οὐχ ὅτε τὸν τοῦ πατρὸς μυκτηρισμὸν γενναίως ὑπενέγκωμεν, ὑπομονητικοὶ κρινόμεθα, ἀλλ᾿ ὅταν παρὰ παντὸς ἀνθρώπου καταφρονώμεθα καὶ πλησσώμεθα· τὸν γὰρ πατέρα καὶ αἰδούμενοι καὶ χρεωστοῦντες βαστάζομεν. Πίνε προθύμως μυκτηρισμὸν ὡς ὕδωρ ζωῆς παρὰ παντὸς ἀνθρώπου, ποτίζειν σε τὸ καθαρτήριον τῆς λαγνείας ζητοῦντος· τότε γὰρ ἀνατελεῖ ἁγνεία βαθεῖα ἐν τῇ ψυχῇ σου, καὶ φῶς Θεοῦ οὐκ ἐκλείψει ἐκ τῆς καρδίας σου. Μηδεὶς ὑφ᾿ ἑαυτοῦ ἀναπαυόμενον ὁρῶν σύλλογον ἀδελφότητος, ἐν τῇ διανοίᾳ καυχάσθω. Οἱ γὰρ κλέπται πέριξ. Μνημονεύων μνημόνευε τοῦ λέγοντος· Ὅταν πάντα ποιήσητε τὰ προστεταγμένα, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὃ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν Τὸ κρῖμα τῶν κόπων ἐν καιρῷ ἐξόδου γνωσόμεθα.
Κοινόβιόν ἐστιν ἐπίγειος οὐρανός· διὸ ὡς Κυρίῳ λειτουργοῦντες ἄγγελοι, οὕτω πείσωμεν διακεῖσθαι τὴν καρδίαν ἡμῶν. Ποτὲ μὲν οἱ ἐν τῷ οὐρανῷ τούτῳ ὄντες τῇ καρδίᾳ ὡς λιθώδεις διάκεινται· ποτὲ δὲ πάλιν διὰ τῆς κατανύξεως παρακαλοῦνται, ἵνα καὶ τὴν οἴησιν ἐκφύγωσι, καὶ τοὺς κόπους διὰ τῶν δακρύων παραμυθήσονται. Μικρὸν πῦρ κηρὸν πολὺν κατεμάλαξε, καὶ μικρὰ ἀτιμία πολλάκις ἐπισυμβᾶσα, ἅπασαν τὴν τῆς καρδίας ἀγριότητα καὶ ἀναισθησίαν καὶ πώρωσιν αἰφνιδίως κατεμάλαξε, καὶ κατεγλύκανε, καὶ ἐξήλειψεν. Εἶδόν ποτε δύο λεληθότως παρακαθημένους, καὶ τοὺς τῶν ἀγωνιζομένων στεναγμοὺς καὶ καμάτους ἐπιτηροῦντας, καὶ προσακροωμένους· ἀλλ᾿ ὁ μὲν, ἵνα ζηλώσῃ, ὁ δὲ ἵνα καιροῦ καλοῦντος, ὀνειδιστικῶς ταῦτα θριαμβεύσῃ, καὶ τὸν τοῦ Θεοῦ ἐργάτην τῆς καλῆς ἐργασίας ἀνακόψῃ. Μὴ γίνου ἄλογος σιωπητικὸς, ἑτέροις ταραχὴν καὶ πικρίαν προξενῶν, μηδὲ νωθρὸς τῷ ἤθει καὶ τῷ βήματι σπουδάζειν ἐπιτρεπόμενος· εἰ δὲ μὴ, τῶν μαινομένων καὶ ταραχωδῶν χείρων καθέστηκας. Ἑώρακα τοιαῦτα, καθώς φησιν ὁ Ἰὼβ, πολλάκις ἤθους νωθρότητι, ἔστι δ᾿ ὅτε καὶ ἐπιτηδειότητι ψυχὰς ὀδυνηθείσας· καὶ ἐθαύμασα πῶς ποικίλη ἡ κακία. Ὁ ἐν τῷ μέσῳ, οὐ τοσοῦτον ἐκ τῆς ψαλμῳδίας, ὅσον ἐκ τῆς εὐχῆς κερδαίνειν δύναται· ἡ γὰρ σύγχυσις, ψαλμοῦ διάλυσις. Πάλαιε ἐννοίᾳ ἀδιαλείπτως, ταύτην ῥεμβομένην ἐπισυνάγων πρὸς ἑαυτόν. Οὐ γὰρ ἀρέμβαστον ὁ Θεὸς τοὺς ὑπηκόους ἀπαιτεῖ προσευχήν· μὴ ἀθύμει κλεπτόμενος· ἀλλ᾿ ἀθύμει, τὸν νοῦν ἀεὶ (716.) ἀνακαλούμενος. Ὁ πεπεικὼς ἑαυτὸν λεληθότως, μὴ τοῦ παλαίσματος ἀναχωρεῖν ἄχρις ὑστάτης ἀναπνοῆς, καὶ χιλίων θανάτων, καὶ σώματος, καὶ ψυχῆς μὴ ὑποχωρεῖν, ἐν οὐδενὶ ῥᾳδίως τῶν τοιούτων πεσεῖται δισταγμὸς γὰρ καρδίας, καὶ ἀπιστία τόπων, τὰς προκόψεις ἀεὶ καὶ τὰς συμφορὰς ποιεῖν πέφυκεν.
Οἱ εὐχερεῖς πρὸς μετάβασιν πάντη ἀδόκιμοι· οὐδὲν γὰρ οὕτως τὴν ἀκαρπίαν, ὡς ἀνυπομονησία ἐργάζεται. Εἰ μὲν ἐν ἀγνώστῳ ἰατρῷ καὶ ἰατρείῳ κατήντησας, γίνου ὡς παριὼν, καὶ λεληθότως τὴν ἁπάντων πεῖραν τῶν αὐτόθι λαμβάνων. Ἐπὰν δὲ καὶ ἐκ τῶν τεχνιτῶν καὶ ὑπουργῶν ὠφελείας ἐν ταῖς σαῖς νόσοις αἰσθάνῃ, καὶ μάλιστα ἐν τῇ ὀγκώσει τῆς ψυχῆς τὸ ζητούμενον, τότε καὶ πρόσελθε λοιπὸν, καὶ πιπράσκου χρυσίῳ ταπεινώσεως, καὶ χάρτῃ ὑπακοῆς. καὶ γράμμασι διακονίας, καὶ μάρτυσιν ἀγγέλοις διαῤῥήστων ἐπὶ τούτων διάῤῥηξον τὸν τοῦ οἰκείου θελήματος χάρτην· περιιὼν γὰρ ἀνατρέπειν τὴν ὠνὴν πέφυκας, ᾗ σε λοιπὸν Χριστὸς ἐξωνήσατο. Μνῆμά σοι πρὸ μνήματος ὁ τόπος ἔστω. Οὐδεὶς γὰρ ἀπὸ μνήματος ἐξέρχεται ἄχρι τῆς κοινῆς ἀναστάσεως· εἰ δὲ καί τινες ἐξῆλθον, ὅρα ὅτι ἀπέθανον· ὅπερ μὴ παθεῖν ἡμᾶς, τὸν Κύριον δυσωπήσωμεν.
Ὅτε μὲν αἴσθονται βαρέα τὰ ἐπιτάγματα εἶναι οἱ ὀκνηρότεροι, τότε τὴν προσευχὴν μᾶλλον προκρίνειν ἐπιχειροῦσιν· ὅτε δὲ κουφότερα, ἐκ ταύτης ὡς ἀπὸ πυρὸς ἀποφεύγουσιν. Ἔστιν ὁ ἐγχείρημα μετερχόμενος διακονίας, καὶ πρὸς ἀνάπαυσιν ἄλλου ἀδελφοῦ αἰτηθεὶς τοῦτο καταλιμπάνων αὐτό· καὶ ἔστιν ὁ ἐξ ὀκνηρίας τοῦτο καταλιμπάνων· καὶ ἔστιν καὶ αὖθις ὁ ἐκ κενοδοξίας τοῦτο καταλιμπάνων· καὶ ἔστιν ὁ ἐκ προθυμίας. Εἰ συνηρπάγης ἐν ταῖς συνθήκαις, καὶ ἀπρόκοπον ὁρᾷς τὸ τῆς ψυχῆς ὄμμα, μὴ παραιτήσῃ τὴν διάταξιν. Πλὴν ὁ δόκιμος πανταχοῦ δόκιμος· ὥσπερ καὶ τὸ ἔμπαλιν. Λοιδορίαι κατὰ κόσμον πολλοὺς χωρισμοὺς πεποιήκασιν· γαστριμαργίαι δὲ ἐν συνοδίαις πάντα τὰ πτώματα καὶ τὰς ἀθετήσεις ἐργάζονται. Ἐὰν τῆς δεσποίνης ἄρξῃς, πᾶν σοι κάθισμα προξενήσει ἀπάθειαν· ἐκείνης δὲ ἀρχούσης, ἐκτὸς μνήματος πανταχοῦ κινδυνεύσεις.
Κύριος μὲν σοφοῖ τυφλοὺς τοὺς τῶν ὑπηκόων ὀφθαλμοὺς ἐν ταῖς τοῦ διδασκάλου ἀρεταῖς, ἐν δὲ ταῖς ἐλλείψεσι σκοτοῖ· ὁ δὲ μισόκαλος τοὐναντίον Τύπος ἡμῖν, ὦ οὗτοι, ἀρίστης ὑποταγῆς ὁ λεγόμενος ὑδρώδης ἄργυρος ἔστω· ὑποκάτω γὰρ κυλινδούμενος (717.) πάντων, παντὸς ῥυπουμένου μένει ἀνεπίμικτος. Οἱ σπουδαῖοι μᾶλλον ἑαυτοῖς προσεχέτωσαν, ἵνα μὴ διὰ τοῦ κρίνειν τοὺς ῥᾳθύμους, ἐκείνων πλεῖον κατακριθῶσιν. Διὰ τοῦτο, οἶμαι, ὁ Λὼτ δεδικαίωται, ὅτι μέσος ὑπάρχων τοιούτων, οὐδ᾿ ὅλως ἐφάνη τούτους κατακρίνων ποτέ. Πάντοτε μὲν, ἐπὶ πλεῖον δὲ ἐν ταῖς ὑμνῳδίαις, τὸ ἡσύχιον καὶ ἀτάραχον τηρήσωμεν· σκοπὸς γὰρ τοῖς δαίμοσι διὰ ταραχῶν τὴν προσευχὴν ἀφανίζειν. Διακονῶν ἐστι, σώματι μὲν ἀνθρώποις παρεστὼς, νοῒ δὲ ἐν οὐρανοῖς διὰ προσευχῆς κρούων. Αἱ μὲν ὕβρεις καὶ ἐξουδενώσεις, καὶ τὰ τοιαῦτα ἐν τῇ ψυχῇ τοῦ ὑπηκόου ἀψινθίου πικρότητι παρεικάζονται· οἱ δὲ ἔπαινοι, τιμαί τε καὶ εὐφημίαι μέλιτος δίκην ἐν τοῖς ἡδυπαθέσιν ἡδύτητα πᾶσαν ἀποτίκτουσι. Προσκοπήσωμεν τοίνυν πῶς ἡ φύσις τῶν ἑκατέρων, ἡ μὲν καθαίρειν ἅπαντα τὰ ἐντὸς ὑλώδη, ἡ δὲ αὔξειν εἴωθε τὴν χολήν. Πιστευτέον ἀμερίμνως τοῖς ἐν Κυρίῳ τὴν ἡμῶν ἀναδεξαμένοις ἐπιμέλειαν, κἂν ἐναντία τινὰ τῷ δοκεῖν καὶ τῇ σωτηρίᾳ ἡμῶν ἐναντιούμενα ἐπιτάττωσι· τότε γὰρ ἡ πρὸς αὐτοὺς ἡμῶν πίστις, ὡς ἐν χωνευτηρίῳ ταπεινώσεως, δοκιμάζεται· τοῦτο γὰρ πίστεως ἀληθεστάτης γνώρισμα, τὸ τὰ ἐναντία τῶν ἐλπιζομένων γινόμενα θεωροῦντας, τοῖς προστάττουσι πείθεσθαι ἀδιστάκτως. Ἐξ ὑπακοῆς ταπείνωσις, ὡς καὶ ἤδη φθάσαντες εἴπομεν· ἐκ ταπεινώσεως διάκρισις, ὡς καὶ τῷ μεγάλῳ Κασσιανῷ ἐν τῷ Περὶ διακρίσεως αὐτοῦ λόγῳ πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα. Ἐκ διακρίσεως διόρασις· ἐκ δὲ ταύτης, προόρασις. Καὶ τίς ἄρα μὴ δράμῃ ἐν τῷ καλῷ τούτῳ τῆς ὑπακοῆς δρόμῳ τοιούτων ἀγαθῶν ἑτοιμασίας ὁρῶν ἔμπροσθεν αὑτοῦ; Περὶ ταύτης τῆς μεγάλης ἔλεγεν ὁ καλὸς Ψάλτης ἐκεῖνος· Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ ὑπηκόῳ, ὁ Θεὸς, τὴν σὴν παρουσίαν ἐν καρδίᾳ αὐτοῦ. Μὴ ἐπιλάθῃ ἐν τῇ ζωῇ σου πάσῃ τοῦ ἀθλητοῦ τοῦ μεγάλου ἐκείνου, ὃς ἐν ὅλοις δεκαοκτὼ ἔτεσιν οὐκ ἀκήκοε τοῖς ἔξωθεν ὠσὶ, παρὰ τοῦ ἐπιστάτου· Σωθείης· τοῖς δὲ ἔνδον καθ᾿ ἡμέραν ἤκουεν παρὰ τοῦ Κυρίου, οὐ, Σωθείης (τοῦτο γὰρ εὐκτικόν ἐστι καὶ ἄδηλον), ἀλλ᾿, Ἐσώθης, ὅπερ ὁριστικὸν καὶ βέβαιον καθέστηκεν.
Ἔλαθον ἑαυτοὺς τῶν ὑπηκόων τινὲς τὸ εὐπειθὲς καὶ συγκαταβατικὸν τοῦ προεστῶτος αἰσθόμενοι· καὶ πρὸς τὰς ἑαυτῶν θελήσεις τὰς ἐπιτροπὰς αἰτούμενοι κομισάμενοι δὲ γινωσκέτωσαν ἐκπεπτωκέναι πάντη τοῦ τῆς ὁμολογίας στεφάνου· ὑπακοὴ γάρ ἐστιν ὑποκρίσεως καὶ ἐφέσεως οἰκείας ξενισμός. Ἔστιν ὁ ἐπιταγὴν κομισάμενος, καὶ τὸν σκοπὸν τοῦ ἐπιτάξαντος αἰσθόμενος μὴ ἡδέως τὴν τοῦ ἐπιταχθέντος περαίωσιν ἔχοντα ταύτην παραιτησάμενος· καὶ ἔστιν ὁ αἰσθόμενος καὶ ἀναμφιβόλως ὑπακούσας.
Ζητητέον τίς αὐτῶν εὐσεβεστέρως ἐποίησε. Τῶν οὐκ ἐνδεχομένων ἐστὶ τῷ ἑαυτοῦ θελήματι τὸν διάβολον (720.) ἀντιστῆναι καὶ πειθέτωσάν σε οἱ ἐν ἀμελείᾳ ζῶντες, καὶ ἐν ἑνὶ ἡσυχαστηρίῳ κεκαρτερηκότες, ἢ κοινοβίῳ Γενέσθω ἡμῖν ἡ ἐκ τῶν τόπων πολεμουμένη ἀναχώρησις τῆς ἡμετέρας ἐκεῖσε εὐαρεστήσεως ἀπόδειξις. Εἴπερ τὸ πολεμεῖσθαι, σημεῖον τοῦ πολεμεῖν, οὐ γενήσομαι κρύπτης ἄδικος, καὶ πλεονέκτης ἀπάνθρωπος σιωπῶν ὑμῖν, ἃ σιγᾶσθαι μὴ θέμις.
Ἰωάννης μοι ὁ πάνυ, ὁ Σαβαΐτης ἀξιάκουστα διηγήσατο πράγματα ὅτι δὲ ἀπαθὴς ὁ ἀνὴρ, καὶ παντὸς ψεύδους καὶ λόγου καὶ ἔργου πονηροῦ καθαρὸς, ἐκ τῆς αὐτοῦ πείρας ἐπίστασαι, ὅσιε. Οὗτός μοι διηγήσατο.
Ὅτιπερ ἐν τῇ μονῇ μου τῇ εἰς Ἀσίαν (ἐκεῖθεν γὰρ ὁ δίκαιος ὥρμητο), γέρων τις πάνυ ἀμελὴς καὶ ἀκόλαστος· λέγω γὰρ μὴ κρίνων, ἵνα φανῶ ἀληθεύων οὗτος, οὐκ οἶδ᾿ ὅπως, ἐκτήσατο μαθητὴν νεώτερον, τῷ ὀνόματι Ἀκάκιον, ἁπλοῦντινα τῇ γνώμῃ, φρόνιμον δὲ τῷ λογισμῷ· ὃς τοσαῦτα παρὰ τοῦ τοιούτου γέροντος ὑπέμεινεν, ὅσα καὶ τοῖς πολλοῖς ἄπιστα ἴσως εἶναι δόξει. Οὐ μόνον γὰρ ὕβρεσι καὶ ἀτιμίαις αὐτὸν, ἀλλὰ καὶ πληγαῖς καθ᾿ ἡμέραν ἀνεβασάνιζεν. Ἦν ἡ ὑπομονὴ αὐτοῦ οὐκ ἄλογος. Ὁρῶν οὖν αὐτὸν ἐγὼ καθ᾿ ἡμέραν ὡς ὠνητὸν δοῦλον ἐσχάτως ταλαιπωροῦντα, ἐν ἀπαντήσει πολλάκις ἔλεγον πρὸς αὐτόν· Τί ἐστιν, ἀδελφὲ Ἀκάκιε; πῶς ἡ σήμερον; Καὶ εὐθὺς ἐκεῖνος, ποτὲ μὲν ὀφθαλμὸν πεπελιδνωμένον. ποτὲ δὲ τὸν τράχηλον, ἄλλοτε δὲ τὴν κεφαλὴν πεπληγμένην μοι ὑπεδείκνυε. Γινώσκων οὖν ἐγὼ, ὅτι ἐργάτης ἐστὶν, ἔλεγον αὐτῷ· Καλῶς, καλῶς, ὑπόμεινον, καὶ ὠφεληθήσῃ. Ποιήσας οὖν ὑπὸ τὸν γέροντα τὸν ἀνελεῆ ἐκεῖνον ἐννέα χρόνους ἐπορεύθη πρὸς Κύριον. Ταφέντος οὖν αὐτοῦ ἐν τῷ κοιμητηρίῳ τῶν Πατέρων, μετὰ πέντε ἡμέρας ἀπῆλθε πρός τινα γέροντα μέγαν τῶν αὐτόθι ὁ τοῦ Ἀκακίου ἐπιστάτης, καὶ λέγει αὐτῷ Πάτερ, ὁ ἀδελφὸς Ἀκάκιος ἀπέθανεν. Ὡς δὲ ἤκουσεν ὁ γέρων, λέγει τῷ εἰπόντι· Πίστευσον, γέρον, οὐ πείθομαι. Ὁ δέ φησιν· Ἔρχου καὶ ἴδε. Ἀνέστη ὁ γέρων τάχιστα, καὶ καταλαμβάνει τὸ κοιμητήριον σὺν τῷ ἐπιστάτῃ τοῦ μακαρίου πύκτου· καὶ βοᾷ ὡς ζῶντι πρὸς τὸν ἀληθῶς ἐν κοιμήσει ζῶντα, καὶ λέγει· Ἀδελφὲ Ἀκάκιε, ἀπέθανες; Ὁ δὲ εὐγνώμων ὑπήκοος, καὶ μετὰ θάνατον ὑπακοὴν ἐνδεικνύμενος, ἀπεκρίνατο πρὸς τὸν μέγαν· Πῶς, Πάτερ, ἀποθανεῖν δυνατὸν ἄνθρωπον ὑπακοῆς ἐργάτην; Τότε ὁ γέρων ὁ πρώην αὐτοῦ ἐπιστάτης, ἔμφοβος γενόμενος, ἐπὶ πρόσωπον σὺν δάκρυσι ἔπεσε, καὶ αἰτησάμενος τὸν τῆς λαύρας (721.) ἡγούμενον πλησίον τοῦ μνήματος κελλίον, ἐκεῖ σωφρόνως λοιπὸν ἔζησε, λέγων ἀεὶ τοῖς Πατράσιν, ὅτι Φόνον πεποίηκα. Ἐμοὶ δοκεῖ, Πάτερ Ἰωάννη, τὸν μέγαν τοῦτον Ἰωάννην εἶναι τὸν τῷ νεκρῷ λαλήσαντα.
Καὶ ἕτερον γάρ μοι ὡς περὶ ἄλλου τινὸς διηγήσατο ἡ μακαρία αὐτοῦ ψυχή· ἦν δὲ αὐτὸς, ὡς ὕστερον ἀκριβῶς μαθεῖν ἠδυνήθην. Ἐμαθήτευσε, φησὶν, ἕτερός τις ἐν τῇ αὐτῇ μονῇ τῆς Ἀσίας μοναχῷ τινι πράῳ καὶ ἐπιεικεῖ, καὶ ἡσυχίῳ· καὶ ὁρῶν ἑαυτὸν ὑπὸ τοῦ γέροντος ὡς τιμώμενον καὶ περιφρονούμενον, σκέπτεται καλῶς ὅπερ πολλοῖς σφαλερὸν, καὶ δυσωπεῖ τὸν γέροντα ἀπολῦσαι αὐτόν. Εἶχε γὰρ καὶ ἕτερον μαθητὴν, καὶ οὐ πάνυ ἦν τὸ γινόμενον λυπηρόν. Ἐξέρχεται οὖν ἐξ αὐτοῦ καὶ καθιστᾷ ἑαυτὸν δι᾿ ἐπιστολῆς τοῦ ἐπιστάτου ἔν τινι τῶν κατὰ τὸν Πόντον κοινοβίων· καὶ τῇ πρώτῃ νυκτὶ, καθ᾿ ἣν εἰσῆλθεν εἰς τὸ κοινόβιον, ὁρᾷ κατὰ τοὺς ὕπνους ἑαυτὸν ὑπό τινων λογοθετούμενον, καὶ μετὰ τὸ τέλος τοῦ φοβερωτάτου ἐκείνου λογοθεσίου, λοιπαζόμενον καὶ χρεωστοῦντα χρυσίου λίτρας ἑκατόν. Διυπνισθεὶς οὖν ἔκρινε τὸ ὁραθὲν, καὶ εἶπε· Ταπεινὲ Ἀντίοχε (τοῦτο γὰρ ἦν ὄνομα αὐτῷ), ὄντως πολλὰ λοιπαζόμεθα τοῦ χρέους ἡμῶν. Ὡς οὖν ἔμεινα, φησὶν, ἐν τῷ κοινοβίῳ χρόνους τρεῖς ἐν ἀδιακρίτῳ ὑπακοῇ, ὑπὸ πάντων ὡς ξένος εὐτελιζόμενος καὶ θλιβόμενος (οὐ γὰρ ἦν ἐκεῖσε ἄλλος μοναχὸς ξένος), θεωρῶ πάλιν κατὰ τοὺς ὕπνους τινὰ δόντα μοι ἀπόδειξιν δέκα λιτρῶν τοῦ χρέους μου. Διυπνισθεὶς οὖν, ἔγνων τὸ ὅραμα, καὶ λέγω· Ἀκμὴν δέκα, καὶ πότε ἄρα μέλλω ἀποπληρῶσαι;Τότε λέγω ἐμαυτῷ· Ταπεινὲ Ἀντίοχε, περισσοτέρου κόπου καὶ ἀτιμίας χρεία· ἐκ τότε οὖν ἠρξάμην τὸν ἔξηχον ὑποκρίνεσθαι μὴ μέντοι ἀργῶν τῆς διακονίας τὸ σύνολον· ὅθεν ὁρῶντές με ἐν τῇ αὐτῇ τάξει καὶ προθυμίᾳ οἱ ἀνελεήμονες Πατέρες, πάντα τὰ τῆς μονῆς μοι βαρέα ἔργα ἐπέταττον. Ἐπιμείνας οὖν τῇ τοιαύτῃ διαγωγῇ ἐπὶ δεκατρία ἔτη, εἶδον τοὺς πρώην ὀφθέντας μοι ἐλθόντας αὖθις, καὶ τελείαν ἀμεριμνίαν τοῦ χρέους μοι γράψαντας. Ὅτε οὖν εἰ ἔθλιβόν με, τῆς μονῆς ἔν τινι τοῦ χρέους μου ὑπομιμνησκόμενος, γενναίως ὑπέφερον, ταῦτά μοι ὁ πάνσοφος Ἰωάννης, Πάτερ Ἰωάννη, ὡς ἐκ προσώπου δῆθεν ἄλλου διηγήσατο· διὸ καὶ Ἀντίοχον ἑαυτὸν μετωνόμασεν. Οὗτος δὲ ἦν ὡς ἀληθῶς ὁ τὸ χειρόγραφον δι᾿ ὑπομονῆς διαῤῥήξας γενναίως· οἷος δὲ καὶ γέγονε διακριτικὸς ὁ ὅσιος ἐκ τῆς ἄκρας αὐτοῦ ὑπακοῆς, ἀκούσωμεν.
Καθεζομένῳ τούτῳ ἐν τῇ μονῇ τοῦ ἁγίου Σάββα προσῆλθον τρεῖς νεώτεροι μοναχοὶ μαθητεῦσαι αὐτῷ βουλόμενοι· οὓς ὑποδεξάμενος παραυτίκα (724.) ἐφιλοξένησεν, ἀσμένως τῶν τῆς ὁδοιπορίας κόπω ἀναψύξαι βουλόμενος. Μετὰ τρίτην οὖν ἡμέραν λέγει αὐτοῖς ὁ γέρων· Φύσει, ἀδελφοὶ, ἄνθρωπος πόρνος εἰμὶ, καὶ οὐ δύναμαι δέξασθαί τινας ἐξ ὑμῶν. Ἐκεῖνοι δὲ οὐκ ἐσκανδαλίσθησαν· ἐγίνωσκον γὰρ τὴν ἐργασίαν τοῦ γέροντος. Ὡς οὖν πολλὰ παρακαλέσαντες αὐτὸν, πεῖσαι ὅλως οὐκ ἴσχυσαν, τότε ῥίπτουσιν ἑαυτοὺς εἰς τοὺς πόδας αὐτοῦ· δυσωποῦντες κἂν κανονισθῆναι παρ᾿ αὐτοῦ, ὅπως τε καὶ ὅπου καθίσαι ὀφείλουσιν.
Εἴξας οὖν ὁ γέρων, καὶ γνοὺς ὅτι μετὰ ταπεινώσεωςκαὶ ὑπακοῆς δέχονται, λέγει τῷ ἑνί· Βούλεταί σε ὁ Κύριος, τέκνον, ἐν ἡσυχαστικῷ τόπῳ μετὰ πατρὸς ἐν ὑποταγῇ καθεσθῆναι. Λέγει καὶ τῷ δευτέρῳ· Ἀπελθὼν πώλησόν σου τὰ θελήματα, καὶ δὸς Θεῷ· καὶ ἆρον τὸν σταυρόν σου, καὶ καρτέρει ἐν συνοδίᾳ καὶ κοινοβίῳ ἀδελφῶν· καὶ πάντως ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Εἶτα καὶ τῷ τρίτῳ λέγει· Ἀναλαβοῦ σὺν τῇ πνοῇ σου ἀχωρίστως τὸν λόγον τὸν φάσκοντα· Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Καὶ ἄπελθε, εἰ δυνατὸν, μὴ ἐάσῃς ἐν ἀνθρώπων φύσει ἐπιπληκτικώτερον, ἢ ἀποτομώτερον τοῦ σοῦ ἐν Κυρίῳ γυμναστοῦ, καὶ καρτερήσας καθ᾿ ἡμέραν πίνε ὡσεὶ μέλι καὶ γάλα μυκτηρισμὸν καὶ χλευασμόν. Ὁ δὲ ἀδελφός φησι πρὸς τὸν μέγαν Ἰωάννην· Κἂν ἐν ἀμελείᾳ, Πάτερ, ὁ τοιοῦτος παρέχεται τί; Ὁ δὲ γέρων· Κἂν πορνεύοντα αὐτὸν θεάσῃ, μὴ ἀποστῇς· ἀλλὰ λέγε καθ᾿ ἑαυτόν· Ἑταῖρε, ἐφ᾿ ᾧ πάρει; Τότε ὄψει ἐκ σοῦ ἀφανιζομένην φυσίωσιν καὶ μαραινομένην πύρωσιν. Ἀγωνισώμεθα δυνάμει πάσῃ πάντες οἱ τὸν Κύριον φοβηθῆναι βουλόμενοι, ἵνα μὴ ἐν τῷ τῆς ἀρετῆς γυμνασίῳ, ἐκεῖσε πονηρίαν ἑαυτοῖς μᾶλλον καὶ κακίαν, δεινότητά τε καὶ πανουργίαν, κακεντρέχειαν, καὶ ὀργὴν ἐπικτησώμεθα. Γίνεται γὰρ, καὶ οὐ θαῦμα. Ἕως μὲν γὰρ ἰδιώτης ἐστὶν, ἢ ναυτικὸς, ἢ γηπόνος ἄνθρωπος, οὐ τοσοῦτον κατ᾿ αὐτοῦ οἱ τοῦ βασιλέως ἐχθροὶ ὁπλίζονται. Ἐπὰν δὲ αὐτὸν τὴν σφραγῖδα λαβόντα καὶ τὴν ἀσπίδα, καὶ τὴν μάχαιραν καὶ τὴν ῥομφαίαν, καὶ τὸ τόξον, καὶ τοῦ στρατιώτου τὸ ἔνδυμα ἠμφιεσμένον θεάσωνται, τότε καὶ αὐτοὶ τοὺς ὀδόντας κατ᾿αὐτοῦ βρύχουσι, καὶ πάντως ἀνελεῖν αὐτὸν δοκιμάζουσι. Διόπερ μὴ ὑπνώ[σ]σωμεν. Ἑώρακα ἄκαιρα καὶ κάλλιστα νήπια ἐν σχολῇ διὰ σοφίαν, καὶ παιδείαν, καὶ ὠφέλειαν παραγενόμενα· καὶ μηδὲν ἐκεῖσε εἰ μὴ δεινότητα καὶ κακίαν παιδευθέντα ἐκ τῆς τῶν λοιπῶν συνδιατριβῆς. Ὁ νοῦν ἔχων νοήσει. Ἀδύνατον τοὺς τέχνην μανθάνοντας ὁλοψύχως μὴ καθ᾿ ἡμέραν προκόπτειν ἐν αὐτῇ· ἀλλ᾿ οἱ μὲν τὴν προκοπὴν ἐπιγινώσκουσιν· οἱ δὲ οἰκονομικῶς ἀγνοοῦσιν. Ἄριστος τραπεζίτης καθ᾿ ἑσπέραν τὸ τῆς ἡμέρας κέρδος ἢ ζημίαν πάντως ψηφίζει· οὐ δύναται δὲ σαφῶς γνῶναι, εἰ μὴ καθ᾿ ὥραν ἐν τῷ πινακιδίῳ σημειοῦται. Τὰ γὰρ καθ᾿ ὥραν λογοθέσια τὸ καθημερινὸν φωτίζουσι· ὅταν ὀνειδιζόμενος, ἢ κατακρινόμενος ὁ ἄφρων δάκνηται, καὶ ἀντιλέγειν δοκιμάζει, ἢ συντόμως τῷ ἐπιπλήττοντι μετάνοιαν δέδωκεν, οὐ ταπεινώσεως χάριν, ἀλλὰ τοὺς (725.) ὀνειδισμοὺς παῦσαι βουλόμενος· τυπτόμενος σιώπα, καὶ καταδέχου ψυχῆς καυστῆρας, μᾶλλον δὲ ἁγνείας φωστῆρας. Παυσαμένου τοῦ ἰατροῦ, τότε τούτῳ μετανόει· ἐν τῷ θυμῷ γὰρ ἴσως οὐδὲ τὴν μετάνοιαν δέχεται.
Πρὸς πάντα μὲν, πλὴν ἴσως πρὸς τὰ δύο ταῦτα πάθη οἱ ἐν συνοδίαις καθ᾿ ὥραν ἀγωνισώμεθα· πρὸς τὴν κοιλιομανίαν, καὶ τὴν ὀξυχολίαν· τῶν οἰκείων γὰρ ὑλῶν ἐν τῷ ὄχλῳ εὐποροῦσι. Τοῖς ἐν ὑποταγῇ ὁ διάβολος ἀδυνάτων αὐτοῖς ἀρετῶν ἐπιθυμίαν ἐμβάλλει, ὁμοίως καὶ τοῖς ἐν ἡσυχίᾳ τὰ ἀνοίκεια ὑποτίθεται· ἀνάπτυξον ὑποτακτικῶν ἀδοκίμων διάνοιαν, καὶ εὑρήσεις ἐκεῖ πεπλανημένην ἔννοιαν, ἐπιθυμίαν ἡσυχίας,νηστείας ἀκροτάτης, προσευχῆς ἀρεμβάστου, ἀκενοδοξίας ἄκρας, μνήμης ἀνεπιλήστου ἐξόδου, διηνεκοῦς κατανύξεως, ἀοργησίας παντελοῦς, σιωπῆς βαθείας, ἁγνείας ὑπερβαλλούσης. Ὧνπερ κατ᾿ οἰκονομίαν ἐν προοιμίοις ἀποροῦντες, εἰκῆ μετεπήδησαν ἀπατηθέντες. Πρὸ γὰρ καιροῦ ζητῆσαι αὐτοὺς, ὁ ἐχθρὸς ταῦτα πεποίηκεν, ἵνα μὴ ὑπομείναντες ἐν τῷ καιρῷ τούτων ἐπιτύχωσι. Μακαρίζει παρ᾿ ἡσυχασταῖς ὁ ἀπατεὼν τῶν ὑπηκόων τὴν φιλοξενίαν, τὴν διακονίαν, τὴν φιλαδελφίαν, καὶ συνδιαγωγὴν, τὴν τῶν νοσούντων ὑπηρεσίαν, ἵνα κἀκείνους ἀνυπομονήτους κατὰ τοὺς προτέρους ἀπεργάσηται ὁ πλάνος. Σπανίων μὲν γὰρ, ὡς ἀληθῶς τὸ λόγῳ τῆς ἡσυχίας μετέρχεσθαι· κἀκείνων μόνων τῶν τὴν θείαν παράκλησιν πρὸς τὴν τῶν πόνων παραμυθίαν, καὶ πολέμων συνέργειαν κτησαμένων. Πρὸς τὰς ποιότητας ἡμῶν τῶν παθῶν, καὶ τὰς ὑποταγὰς διακρίνωμεν, καὶ ἐκλεξώμεθα πρεπόντως. Ἔστω σοι περὶ τὸ λάγνον ἀκρατῶς ἔχοντι καὶ ῥέποντι γυμναστὴς, ἀσκητὴς, καὶ ἀπαράκλητος πρὸς τροφὴν, καὶ μὴ μᾶλλον θαυματοποιὸς, καὶ ἕτοιμος παντὶ εἰς ὑποδοχὴν καὶ τράπεζαν. Ἔστω σοι ὑψαύχενι ὄντι ὀξὺς καὶ ἀπαραχώρητος, καὶ μὴ πρᾶος καὶ φιλάνθρωπος· μὴ ζητῶμεν προγνώστας, μηδὲ προβλέπτας· ἀλλὰ πρὸ πάντων πάντως ταπεινόφρονας, καὶ τῇ ἐν ἡμῖν νόσῳ ἁρμοδίους ἐκ τρόπου καὶ τοῦ καθίσματος. Ἔστω σοι κατὰ τὸν Ἀββάκυρον τὸν προμνημονευθέντα δίκαιον, καὶ οὗτος καλὸς πρὸς ὑπακοὴν ὁ τρόπος, τὸ ἀεὶ λογίζεσθαι, ὅτι πειράζει σε ὁ προεστὼς, καὶ οὐ μὴ ἀστοχήσεις ποτέ. Ὅταν ἐπιπλήσσοντος ἀπαύστως, πλείονα τὴν πρὸς αὐτὸν πίστιν καὶ ἀγάπην προσλαμβάνῃς, Πνεῦμα ἅγιον ἀοράτως ἐν τῇ ψυχῇ σου ἐνῴκησε, καὶ δύναμις Ὑψίστου ἐπεσκίασέ σοι, γίνωσκε. Πλὴν μὴ καυχῶ, μηδὲ χαῖρε, γενναίως ὑποφέρων τὰς ὕβρεις καὶ τὰς ἀτιμίας· ἀλλὰ μᾶλλον θρήνει, ὅτι ὅλως ἄξιόν τι ὕβρεως διεπράξω, καὶ ἐτάραξας ψυχὴν κατὰ σοῦ. Μὴ θαμβηθῇς, ἐφ᾿ ᾧ μέλλω λέγειν· Μωϋσῆν γὰρ ἔχω συνήγορον· (728.) συμφέρον εἰς Θεὸν, καὶ μὴ εἰς πατέρα ἡμῶν ἁμαρτῆσαι· Θεοῦ μὲν γὰρ παροργισθέντος, ὁ ἡμῶν ὁδηγὸς καταλλάξαι αὐτὸν πρὸς ὑμᾶς δύναται, τούτου δὲ ὑφ᾿ ἡμῶν παραχθέντος, τινὰ τὸν ἐξιλεούμενον λοιπὸν ὑπὲρ ἡμῶν οὐκ ἔχομεν. Ἐμοὶ δὲ δοκεῖ εἰς μίαν δόξαν ἀνατρέχειν τὰ ἀμφότερα. Σκοπήσωμεν καὶ διακρίνωμεν, καὶ νήψωμεν· ποτὲ μὲν κατηγορούμενοι πρὸς τὸν ποιμένα εὐχαρίστως ὑπομένειν, καὶ ἡσυχίως ὀφείλομεν· ποτὲ δὲ πρὸς αὐτὸν πληροφορίαν ποιήσασθαι
Ἐμοὶ δοκεῖ ἐπὶ πᾶσι μὲν τοῖς ἀτιμίαν ἡμῖν προξενοῦσι σιωπᾷν· κέρδους γὰρ ὥρα ἐστίν· ἐπὶ δὲ τοῖς εἰς πρόσωπον ἑτέρου ἀνατρέχουσιν ἀπολογεῖσθαι, διὰ τὸν σύνδεσμον τῆς ἀγάπης, καὶ τῆς ἀλύτου εἰρήνης. Ὅσοι ἐξ ὑπακοῆς ἀπεπήδησαν, οὗτοί σοι ἀναγγελοῦσι τὴν ταύτης ὠφέλειαν. Τότε γὰρ ἔγνωσαν ἐν ποίῳ οὐρανῷ ἵστανται. Ὁ πρὸς τὴν ἀπάθειαν καὶ τὸν Θεὸν τρέχων, πᾶσαν ἡμέραν, ἐν ᾗ οὐ λοιδορεῖται, πολλὴν ζημίαν λογίζεται, ὥσπερ τὰ δένδρα ὑπὸ τῶν ἀνέμων σειόμενα, βαθείας ῥίζας καταβάλλουσιν· οὕτω καὶ οἱ ἐν ὑπακοῇ διατρίβοντες ἰσχυρὰς καὶ ἀσαλεύτους ψυχὰς κέκτηνται. Ὅστις καθ᾿ ἡσυχίαν καθήμενος, ἐπέγνω τὴν ἑαυτοῦ ἀσθένειαν, καὶ μετελθὼν πέπρακεν ὑπακοῇ, οὗτος τυφλὸς ὢν, ἀκόπως πρὸς Χριστὸν ἀνέβλεψε.
Στῆτε, στῆτε, καὶ πάλιν ἐρῶ, στῆτε τρέχοντες, ἀδελφοὶ ἀθληταὶ, ἀκούοντες περὶ ὑμῶν τοῦ σοφοῦ ἐκείνου βοῶντος· Ὡς χρυσὸν ὁ Κύριος ἐν χωνευτηρίῳ, μᾶλλον δὲ ἐν κοινοβίῳ ἐδοκίμασεν αὐτοὺς, καὶ ὡς ὁλοκαύτωμα θυσίας προσεδέξατο αὐτοὺς ἐν τοῖς κόλποις αὐτοῦ· ᾧ ἡ δόξα, καὶ τὸ κράτος αἰώνιον σὺν Πατρὶ ἀνάρχῳ καὶ Πνεύματι ἁγίῳ καὶ προσκυνητῷ, Ἀμήν.

ΛΟΓΟΣ Εʹ

Περὶ μετανοίας μεμεριμνημένης καὶ ἐναργοῦς, ἐν ᾖ παὶ βίος τῶν ἁγίων καταδίκων· καὶ περὶ τῆς φυλακῆς.

(764.) Μετάνοιά ἐστιν ἀνάκλησις βαπτίσματος. Μετάνοια, ἐστὶ συνθήκη πρὸς Θεὸν δευτέρου βίου. Μετάνοιά ἐστι ταπεινώσεως ἀγοραστής. Μετάνοιά ἐστι σωματικῆς κατακλήσεως διηνεκὴς ἀνελπιστία. Μετάνοιά ἐστι αὐτοματόκριτος λογισμὸς, καὶ ἀμέριμνος αὐτομέριμνος. Μετάνοιά ἐστι θυγάτηρ ἐλπίδος, καὶ ἄρνησις ἀνελπιστίας. Μετανοῶν ἐστι κατάδικος ἀκαταίσχυντος. Μετάνοιά ἐστι διαλλαγὴ Κυρίου, διὰ τῆς τῶν ἐναντίων τοῖς πταίσμασιν ἀγαθῶν ἐργασίας.
Μετάνοιά ἐστι συνειδότος καθαρισμός. Μετάνοια ἑκούσιος πάντων τῶν θλιβερῶν ὑπομονή. Μετανοῶν ἐστι δημιουργὸς οἰκείων κολάσεων. Μετάνοιά ἐστι θλίψις γαστρὸς ἰσχυρὰ, καὶ ψυχῆς πλῆξις ἐν αἰσθήσει κραταιᾷ. Συνδράμετε, καὶ προσέλθετε, δεῦτε καὶ ἀκούσετε, καὶ διηγήσομαι ὑμῖν· πάντες οἱ τὸν Θεὸν παροργίσαντες, ἀθροίσθητε καὶ ἴδετε, ὅσα πρὸς οἰκοδομὴν ὑπέδειξε τῇ ψυχῇ μου. Προτάξωμεν καὶ προτιμήσωμεν τετιμημένων ἀτίμων ἐργατῶν διήγησιν. Ἀκούσωμεν καὶ φυλάξωμεν, καὶ ποιήσωμεν, ὅσοι τι ἀδόκιμον πτῶμα πεπόνθαμεν. Ἀνάστητε καὶ καθίστατε, οἱ διὰ τῶν πτωμάτων κατακείμενοι.
Προσέχετε, ἀδελφοί μου, τούτῳ τῷ λόγῳ μου· κλίνατε τὸ οὖς ὑμῶν οἱ τὸν Θεὸν πάλιν ἑαυτοῖς δι᾿ ἐπιστροφῆς ἀληθοῦς διαλλάξαι βουλόμενοι. Ἀκούσας ἐγὼ ὁ ἀσθενὴς μεγάλην τινὰ καὶ ξένην εἶναι τὴν κατάστασιν καὶ τὴν ταπείνωσιν τῶν ἐν τῇ μονῇ τῇ ἰδιαζούσῃ τῇ λεγομένῃ φυλακῇ, τῇ ὑποκειμένῃ τῷ προμνημονευθέντι φωστῆρι ἐκείνῳ τῶν φωστήρων, ἐκεῖσέ μου ἔτι ὄντος [ἔτι ὢν], ἱκέτευσα τὸν δίκαιον παραγενέσθαι με ἐκεῖσε· καὶ δὴ εἶξεν ὁ μέγας, μηδ᾿ ὅλως ποτὲ ψυχὴν λυπῆσαι θέλων. Παραγενόμενος οὖν ἐγὼ ἐπὶ τῇ τῶν μετανοούντων μονῇ, καὶ ὄντως πενθούντων χώρᾳ, ἑώρακα ἀληθῶς, εἰ μὴ τολμηρὸν εἰπεῖν, (765.) ἃ ὡς ἔτυχεν ὀφθαλμὸς ἀνθρώπου ἀμελοῦς οὐκ εἶδε, καὶ οὖς ῥᾳθύμου οὐ δέχεται, καὶ ἐπὶ καρδίαν ὀκνηροῦ οὐκ ἀνέβη· πράγματα καὶ ῥήματα τὸν Θεὸν δυνάμενα βιάσασθαι, ἐπιτηδεύματά τε καὶ σχήματα τὴν αὐτοῦ φιλανθρωπίαν συντόμως κατακάμπτοντα. Τοὺς μὲν τῶν ὑπευθύνων ἐκείνων τῶν ἀνευθύνων παννυχὶ μέχρι πρωΐας ἱσταμένους αἰθρίους, τοὺς πόδας ἀκινήτους ἔχοντας, καὶ τῷ ὕπνῳ ἐλεεινῶς κατακλονουμένους [κατακλωμένους] τῇ βίᾳ ταύτης τῆς φύσεως, καὶ μηδεμίαν ἀνάπαυσιν αὑτοῖς χαριζομένους· ἀλλ᾿ ἑαυτοὺς ἐπιπλήσσοντας καὶ ἀτιμίαις καὶ ὕβρεσι διυπνίζοντας· ἄλλους εἰς οὐρανὸν ἀτενίζοντας, καὶ τὴν ἐκεῖθεν βοήθειαν μετ᾿ ὀδυρμῶν καὶ βοῶν ἐπικαλουμένους· ἑτέρους ἐν προσευχῇ παρισταμένους, καὶ ὄπισθεν ἑαυτῶν καταδίκων δίκην τὰς χεῖρας συνδήσαντας, εἰς γῆν τε τὸ σκοτεινὸν αὐτῶν πρόσωπον κλίναντας, καὶ ἀναξίους ἑαυτοὺς τῆς εἰς οὐρανὸν ἀναβλέψεως καταδικάσαντας. μηδέ τι εἰπεῖν, ἢ φθέγξασθαι, ἢ εὔξασθαι πρὸς Θεὸν, ὑπὸ τῆς τῶν λογισμῶν καὶ τοῦ συνειδότος ἀτιμίας εὐποροῦντας, μηδὲ πῶς ἢ πόθεν τὴν ἱκεσίαν ποιήσασθαι εὑρίσκοντας, μόνην ψυχὴν ἄλογον, καὶ νοῦν ἄφωνον τῷ Θεῷ παριστῶντας, σκοτίας πεπληρωμένους, καὶ ψιλῆς ἀπογνώσεως· ἄλλους ἐν τῷ ἐδάφει ἐπὶ σάκκου καὶ σποδοῦ καθημένους, καὶ τὸ πρόσωπον τοῖς γόνασι καλύπτοντας, καὶ τὸ μέτωπον εἰς γῆν τύπτοντας· ἑτέρους τὸ στῆθος διαπαντὸς τύπτοντας, καὶ τὴν ἑαυτῶν ψυχὴν καὶ ζωὴν ἀνακαλουμένους. Οἱ μὲν ἐν ἐκείνοις τὸ ἔδαφος τοῖς δάκρυσιν ἔβρεχον· οἱ δὲ δακρύων ἀποροῦντες ἑαυτοὺς κατέκοπτον. Οἱ μὲν ὡς ἐπὶ ταῖς ἑαυτῶν ψυχαῖς ὠλόλυζον, τὴν συνοχὴν τῆς καρδίας φέρειν μὴ ἰσχύοντες· οἱ δὲ τῇ καρδίᾳ ἔβρυχον, καὶ τῷ στόματι τὸν τοῦ ὀδυρμοῦ ψόφον διεκώλυον. Ἔστι δὲ ὅτε μηκέτι κρατεῖν ἰσχύοντες αἰφνιδίως ἀνέκραζον. Εἶδον ἐγὼ ἐκεῖ τινας ὥσπερ ἑαυτῶν ἐξεστηκότας τῷ ἤθει καὶ τῇ συννοίᾳ ἐννεούς τινας τῇ πολλῇ ἀδημονίᾳ γεγονότας ὅλους ἐσκοτισμένους, καὶ ὥσπερ ἀναισθήτους πρὸς πάντα [κα]τὰ τοῦ βίου τυγχάνοντας, τῷ νοῒ λοιπὸν ἐν τῇ ἀβύσσῳ τῆς ταπεινώσεως καταδύσαντας, καὶ τῷ πυρὶ τῆς ἀθυμίας τὰ τῶν ὀφθαλμῶν δάκρυα ἀποτηγανίσαντας· ἄλλους καθημένους σύννους εἰς γῆν νενευκότας, καὶ τὴν ἑαυτῶν κεφαλὴν ἀδιαλείπτως κινοῦντας, καὶ δίκην λεόντων καρδίας καὶ ὀνύχων [ἐγκάτων] βρύχοντας καὶ στένοντας. Οἱ μὲν ἐν ἐκείνοις ἄφεσιν εὐελπίστως παντελῆ ἐπεζήτουν καὶ ηὔχοντο· ἕτεροι ἀναξίους ἑαυτοὺς τῆς ἀφέσεως ἐκ ταπεινώσεως ἀφάτου κατεδίκαζον, καὶ μὴ ἰσχύειν ἀπολογήσασθαι τῷ Θεῷ ἀνέκραζον. Τινὲς μὲν ἐνταῦθα κολασθῆναι, κἀκεῖ ἐλεηθῆναι ἐδυσώπουν τὸν Κύριον· ἕτεροι συντετριμμένοι ὑπὸ τοῦ βάρους τοῦ (768.) συνειδότος ὑπάρχοντες, μήτε κολασθῆναι, μήτε τῆς βασιλείας ἀξιωθῆναι εἰλικρινῶς ἔλεγον· Καὶ ἀρκετὸν ἡμῖν, φασὶν, ἔστιν. Ἑώρακα ἐκεῖ ψυχὰς ταπεινὰς [τεταπεινωμένας] καὶ συντετριμμένας, καὶ κατακαμπτομένας ὑπὸ τοῦ βάρους τοῦ φορτίου ὑπαρχούσας, καὶ αὐτὴν τὴν τῶν λίθων αἴσθησιν κατανύξαι δυναμένας, ἐπὶ ταῖς παρ᾿ αὐτῶν πρὸς Θεὸν βοωμέναις φωναῖς καὶ ῥήμασιν· ἔλεγον γὰρ κάτω εἰς γὴν νενευκότες· Οὕτως οἴδαμεν, οἴδαμεν ὅτι ἄξιοι λοιπὸν πάσης τιμωρίας καὶ κολάσεώς ἐσμεν, καὶ δικαίως· οὐδὲ γὰρ ἐξαρκοῦμεν λοιπὸν πρὸς ἀπολογίαν τοῦ πλήθους τοῦ ἡμετέρου χρέους, οὐδ᾿ ἂν πᾶσαν τὴν οἰκουμένην ὑπὲρ ἡμῶν πενθοῦσαν συγκαλέσωμεν. Ἐκεῖνο δὲ μόνον ἐρωτῶμεν, ἐκεῖνο δυσωποῦμεν, ἐκεῖνο ἱκετεύομεν λοιπόν· Μὴ τῷ θυμῷ [σου]ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃ ἡμᾶς. Ἀλλὰ φειδομένως, καὶ ἀρκετὸν ἡμῖν τῆς πολλῆς σου ἀπειλῆς, καὶ βασάνων ἀνωνύμων καὶ ἀποκρύφων ἐλευθερωθῆναι· εἰς τέλος γὰρ ἄφεσιν αἰτήσασθαι, οὐ τολμῶμεν. Πῶς γὰρ οἱ τὸ ἑαυτῶν ἐπάγγελμα μὴ φυλάξαντες ἄμωμον, ἀλλὰ τοῦτο μετὰ τὴν προτέραν φιλανθρωπίαν, καὶ ἄφεσιν ῥυπώσαντες; Ἦν ἐκεῖ τὰ τοῦ Δαυῒδ ἐναργῶς θεάσασθαι ῥήματα, ταλαιπωροῦντας ἰδέσθαι, κατακαμπτομένους ἕως τέλους τῆς ἑαυτῶνζωῆς· ὅλην τὴν ἡμέραν σκυθρωπάζοντας πορευομένους· προσόζοντας καὶ σεσημμένους σώματος μώλωπας, καὶ ἀνεπιμελήτους ὑπάρχοντας, ἐπιλανθανομένους τοῦ φαγεῖν τὸν ἄρτον αὐτῶν· τὸ δὲ πόμα τοῦ ὕδατος μετὰ κλαυθμοῦ κιρνῶντας· καὶ σποδὸν, καὶ τέφραν ἀντὶ ἄρτου ἐσθίοντας· καὶ κεκολλημένα ἔχοντας τὰ ὀστᾶ τῇ σαρκί· καὶ αὐτοὺς ὡσεὶ χόρτος ἐξηραμμένους. Οὐδὲν ἦν ἕτερον παρ᾿ αὐτοῖς ἀκούειν, εἰ μὴ ταῦτα τὰ ῥήματα· Οὐαὶ, οὐαὶ, οἵ μοι, οἴμοι, δικαίως, δικαίως· φεῖσαι, φεῖσαι, Δέσποτα. Οἱ μὲν ἔλεγον· Ἐλέησον, ἐλέησον· οἱ δὲ πάλιν ἔτι ἐλεεινότερον· Συγχώρησον, Δέσποτα, συγχώρησον ἐὰν ἐνδέχεται. Ἦν ἐν ἐκείνοις γλώσσας φλεγομένας ἰδέσθαι, καὶ δίκην κυνῶν τοῦ στόματος προβαλλομένας.
Οἱ μὲν ἐν τῷ καύσωνι ἑαυτοὺς ἐτιμώρουν· οἱ δὲ ἐν τῷ ψύχει ἑαυτοὺς ἐβασάνιζον. Ἔνιοι μὲν μικρὸν τοῦ ὕδατος ἀπογευόμενοι, ἐπαύοντο, ὅσον μόνον μὴ ἐκ δίψης ἀποθνήσκειν· οἱ δὲ τοῦ ἄρτου μικρὸν μεταλαμβάνοντες, τοῦτον τῇ χειρὶ μακρὰν ἀπέῤῥιπτον, ἀναξίους ἑαυτοὺς λέγοντες λογικῆς βρώσεως ὡς τὰ τῶν ἀλόγων διαπραξαμένους. Ποῦ ἐν ἐκείνοις γέλωτος ἐμφάνεια; ποῦ ἀργολογία; ποῦ θυμός; ποῦ ὀργή; Οὐδὲ εἰ ἔστιν ὀργὴ παρ᾿ ἀνθρώποις λοιπὸν ἠπίσταντο· τοῦ πένθους εἰς τέλος τὸν θυμὸν ἀπολέσαντος. Ποῦ ἀντιλογία; ποῦ ἑορτή; ποῦ παῤῥησία; ποῦ θεραπεία σώματος; ποῦ ἴχνος κενοδοξίας; ποῦ τρυφῆς λοιπὸν ἐλπίς; ποῦ οἴνου ἔννοια; ποῦ ὀπώρας γεῦσις; ποῦ χύτρας παράκλησις; ποῦ λάρυγγος γλυκασμός; Πάντων γὰρ τούτων λοιπὸν ἐν τῷ νῦν αἰῶνι ἡ ἐλπὶς παρ᾿ ἐκείνοις ἐσβέσθη. Ποῦ ἐν ἐκείνοις μέριμνα ἐπιγείου τινός; ποῦ κρῖναί τινα (769.) ἄνθρωπον; Οὐδαμοῦ. Ταῦτα ἦν παρ᾿ ἐκείνοις διηνεκῶς τὰ λεγόμενα καὶ βοώμενα πρὸς Κύριον. Οἱ μὲν τὸ στῆθος ἰσχυρῶς κρούοντες, ὥσπερ ἐν τῇ τοῦ οὐρανοῦ πύλῃ ἱστάμενοι, πρὸς Θεὸν ἔλεγον· Ἄνοιξον ἡμῖν, δικαστὰ, ἄνοιξον ἡμῖν, ἐπειδὴ ἁμαρτίαις ἐκλείσαμεν ἑαυτοῖς, ἄνοιξον ἡμῖν. Οἱ δὲ ἔλεγον· Ἐπίφανον τὸ πρόσωπόν σου μόνον, καὶ σωθησόμεθα. Ἄλλος πάλιν· Ἐπίφανον τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ταπεινοῖς. Ἕτερος· Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἀπολώλαμεν, ὅτι ἀπεγνώκαμεν, ὅτι ἐξελ[ε]ίπομεν σφόδρα. Οἱ μὲν ἔλεγον· Εἰ ἄρα ἐπιφάνοι Κύριος τοῦ λοιποῦ ἐφ᾿ ἡμᾶς· ἕτεροι δέ· Ἆρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ χρέος τὸ ἀνυπόστατον; Ἄλλος· Ἄρα παρακληθήσεται Κύριος τοῦ λοιποῦ ἐφ᾿ ἡμᾶς; ἆρα ἀκουσόμεθα αὐτοῦ λέγοντος ἡμῖν τοῖς ἐν δεσμοῖς ἀλύτοις· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ ᾅδῃ τῆς μετανοίας· Συγχωρήθητε; Ἆρα εἰσῆλθεν ἡ κραυγὴ ἡμῶν εἰς τὰ ὦτα Κυρίου; Πάντες δὲ ἐκάθηντο ἀεὶ ἐν ὀφθαλμοῖς αὐτῶν ὁρῶντες τὸν θάνατον, καὶ λέγοντες· Ἆρα τί τὸ ἀποβησόμενον· ἆρα τίς ἡ ἀπόφασις; ἆρα τί τὸ τέλος ἡμῶν; ἆρα ἔστιν ἀνάκλησις; ἆρα ἔστι συγχώρησις τοῖς σκοτεινοῖς, τοῖς ταπεινοῖς, τοῖς καταδίκοις; ἆρα ἴσχυσεν ἡμῶν ἡ δέησις εἰσελθεῖν ἐνώπιον Κυρίου; ἢ ἀπεστράφη δικαίως τεταπεινωμένη καὶ κατῃσχυμμένη; ἆρα δὲ εἰσελθοῦσα, πόσον ἐξευμενίσατο; πόσον ἤνυσεν; πόσον ὠφέλησε; πόσον ἐνήργησεν; ἐπειδὴ ἐξ ἀκαθάρτων στομάτων καὶ σωμάτων ἀνεπέμφθη, καὶ οὐ πολλὴν τὴν ἰσχὺνκέκτηται. Ἆρα εἰς τέλος διήλλαξε τὸν κριτήν; ἆρα μερικῶς; ἆρα κατὰ τὸ ἥμισυ τῶν μωλώπων; μεγάλοι γὰρ οὗτοι ὄντως, καὶ πολλῶν ἱδρώτων καὶ μόχθων δεόμενοι. Ἆρα ἐπλησίασαν ἡμῖν οἱ ἡμῶν φύλακες, ἢ ἔτι πόῤῥω ἀφ᾿ ἡμῶν ὑπάρχουσιν; Ἐκείνων γὰρ μὴ ἐγγιζόντων πρὸς ἡμᾶς, πᾶς ὁ κόπος ἡμῶν ἀνωφελὴς καὶ ἀνόνητος· οὐ γὰρ ἔχει δύναμιν παῤῥησίας ἡ προσευχὴ ἡμῶν, οὐδὲ πτερὸν καθαρότητος εἰσελθεῖν πρὸς Κύριον, εἰ μή τί γε οἱ ἄγγελοι ἡμῶν προσεγγίσαντες ἡμῖν, ταύτην λαβόντες Κυρίῳ προσενέγκωσιν. Οἷα δὲ [Οἱ δὲ] πολλάκις καὶ πρὸς ἀλλήλους διηπόρουν, καὶ ἔλεγον· Ἆρα, ἀδελφοὶ, ἀνύομεν; ἆρα τυγχάνομεν τῆς αἰτήσεως; ἆρα δέχεται πάλιν; ἆρα ἀνοίγει; Οἱ δὲ ἕτεροι πρὸς ταῦτα ἀπεκρίναντο· Τίς οἶδεν, ὡς εἶπον οἱ ἀδελφοὶ ἡμῶν οἱ Νινευῖται· Μή πως μεταμεληθήσεται Κύριος; Καὶ κἂν τῆς πολλῆς κολάσεως λυτρώσηται ἡμᾶς, ὅμως ἡμᾶς τὸ ἐφ᾿ ἡμῖν ποιήσωμεν. Καὶ ἐὰν ἀνοίξῃ, εὖ καὶ καλῶς· ἐπεὶ εὐλογητὸς Κύριος ὁ Θεὸς, ὁ ἀποκλείσας ἡμῖν δικαίως. Πλὴν ἐπιμείνωμεν κρούοντες, ἕως τέλους τῆς ζωῆς ἡμῶν· ἴσως τῇ πολλῇ ἡμῶν ἀναιδείᾳ ἀνοίξει ἡμῖν. Διὸ καὶ ἑαυτοὺς διεγείροντες, ἔλεγον· Δράμωμεν, ἀδελφοὶ, δράμωμεν· δρόμου γὰρ χρεία καὶ δρόμου, ἐπειδὴ τῆς καλῆς ἡμῶν συνοδίας ἀπελείφθημεν· δράμωμεν μὴ φειδόμενοι ταύτης τῆς ῥυπαρᾶς καὶ μοχθηρᾶς σαρκὸς ἡμῶν· ἀλλ᾿ ἀποκτείνωμεν αὐτὴν, ὡς ἀπέκτεινεν ἡμᾶς, ὥσπερ καὶ ἐποίουν οἱ μακάριοι ὑπεύθυνοι. Ἐν (772.) ἐκείνοις ἑωρᾶτο γόνατα ἐπεσκληκότα τῷ πλήθει τῶν μετανοιῶν· οἱ ὀφθαλμοὶ ἐκτακέντες καὶ ἔσω που εἰς βάθος δεδυκότες· τριχῶν ἀπεστερημένοι, παρειὰςκεκτημένοι πεπληγμένας, καὶ περιπεφλεγμένας τῇ ζέσει τῶν πολλῶν δακρύων· πρόσωπα καταμεμαρασμένα καὶ ὠχρὰ, μηδὲν ἐν συγκρίσει νεκρῶν διαφέροντα· στήθη ταῖς πληγαῖς ἀλγοῦντα καὶ αἱμάτων πτύελοι ἐκ τῶν ἐν τῷ στήθει πυγμῶν ἐκπεμπόμενοι. Ποῦ ἦν ἐκεῖ στρωμνῆς κατάστασις; ποῦ ἐνδύματος καθαρότης ἢ στερεότης; Ἀλλὰ διεῤῥηγμένα καὶ ῥυπῶντα, καὶ ὑπὸ τοῦ φθειρὸς ἐπικεκαλυμμένα.
Τί πρὸς ἐκείνους ἡ τῶν δαιμονώντων κακοπάθεια; τί ἡ τῶν νεκροὺς πενθούντων; τί ἡ τῶν ἐν ἐξορίᾳ διαγόντων; τί ἡ τῶν ἐπὶ φόνοις καταδίκων; Οὐδὲν ὄντως ἡ ἐκείνων βάσανος, καὶ τιμωρία ἀκούσιος, πρὸς τὴν τούτων ἑκούσιον. Καὶ μὴ μύθους τὰ εἰρημένα λογίσησθε, ἐρωτῶ, ἀδελφοί. Ἐδυσώπουν πολλάκις τὸν κριτὴν τὸν μέγαν ἐκεῖνον, τὸν ποιμένα λέγω, τὸν ἄγγελον ἐν ἀνθρώποις· καὶ παρεκάλουν σίδηρα καὶ κλοιὰ ἐν χερσὶ καὶ τραχήλῳ περιθέσθαι· καὶ τοὺς πόδας ἐν τῷ τῶν πασχόντων κατασφαλισθῆναι ξύλῳ καὶ μὴ πρότερον ἐκεῖθεν λυθῆναι, ἄχρι λοιπὸν τὸ μνῆμα διαδέξεται, πλὴν οὐδὲ τὸ μνῆμα. Οὐ μὴ γὰρ, οὐ μὴ κρύψω οὐδὲ ταύτην αὐτῶν τῶν μακαρίων ὄντως ἠλεημένην ταπείνωσιν, καὶ συντετριμμένην πρὸς Θεὸν ἀγάπην καὶ μετάνοιαν. Μέλλοντες τοίνυν πρὸς Κύριον πορεύεσθαι, καὶ τῷ ἀδεκάστῳ βήματι παρίστασθαι, καλοὶ ἐκεῖνοι τῆς χώρας τῆς μετανοίας πολῖται, ὁπηνίκα τις αὐτῶν ἐν τῷ παντὶ ἐθεώρει ἑαυτὸν, τοῦτο διὰ τοῦ προεστῶτος αὐτῶν ἐδυσώπει μεθ᾿ ὅρκων τὸν μέγαν, τοῦ μὴ καταξιωθῆναι αὐτὸν ἀνθρωπίνης ταφῆς, ἀλλὰ ἀλόγου, ἢ ἐν τῷ ῥείθρῳ τοῦ ποταμοῦ, ἢ ἐν τῷ ἀγρῷ τοῖς θηρίοις παραδοθῆναι·ὅπερ πολλάκις καὶ ὑπήκουσεν [ἐποίησεν ὑπακούσας]ὁ τῆς διακρίσεως λύχνος, ψαλμῳδίας τε πάσης καὶ τιμῆς ἐστερημένους ἐξοδιάζεσθαι κελεύων. Οἷον δὲ καὶ τὸ θέαμα φοβερὸν καὶ ἐλεεινὸν τῆς ἐκείνων ἐσχάτης ὥρας· ὁπόταν γὰρ οἱ συγκατάδικοι τὸν προπορευόμενον τελειοῦσθαι μέλλοντα ᾔσθοντο, ἔτι τοῦ νοὸς ἐῤῥωμένου περιεκύκλουν καὶ διψῶντες, καὶ πενθοῦντες ἐλεεινοτάτῳ ἤθει καὶ σκυθρωπῷ λόγῳ τὴν κεφαλὴν σείοντες τὴν ἑαυτῶν [τὰς ἑαυτῶν κεφαλὰς], ἠρώτων τὸν ἐκλείποντα· καὶ καιόμενοι τῇ συμπαθείᾳ τῇ πρὸς αὐτὸν ἔλεγον· Τί ἐστιν, ἀδελφὲ καὶ συγκατάδικε, πῶς; τί λέγεις; τί ἐλπίζεις; τί ὑπολαμβάνεις; Ἤνυσας ἐκ τοῦ κόπου τὸ ζητούμενον, ἢ οὐκ ἴσχυσας; Ἤνοιξας, ἢ ὑπεύθυνος ἔτι ὑπάρχεις; ἔφθασας, ἢ οὐκ ἐπέτυχες; Ἔλαβές τινα πληροφορίαν, ἢ ἄδηλον ἔχεις τὴν ἐλπίδα; Εἴληφας ἐλευθερίαν, ἣ κλονεῖται καὶ ἀμφιβάλλει ἔτι ὁ λογισμός; ᾜσθου τινὸς ἐν τῇ καρδίᾳ φωτισμοῦ, ἢ ἐσκοτισμένη ἔτι καὶ ἠτιμωμένη ὑπάρχει; Ἐγένετό τις ἐν σοὶ φωνὴ λέγουσα ἔνδον· Ἴδε ὑγιὴς γέγονας· ἢ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι· ἢ, Ἡ πίστις σου σέσωκέ σε; ἢ ἆρα ἔτι ἐκείνης ἀκούεις τῆς λεγούσης· Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην· καί· Δήσατε χεῖρας καὶ πόδας· καί· Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα (773.) μὴ ἴδῃ τὴν δόξαν Κυρίου; Τί λέγεις ἁπλῶς, ἀδελφέ; εἰπὲ ἡμῖν, δυσωποῦμεν, ἵνα καὶ ἡμεῖς γνῶμεν, ἐν ποίοις μέλλομεν ἔσεσθαι· σοῦ γὰρ λοιπὸν ὁ καιρὸς ἐκλείσθη, καὶ ἄλλον οὐχ εὑρήσεις ἔτι εἰς τὸν αἰῶνα. Πρὸς ταῦτα, οἱ μὲν τῶν κοιμωμένων, Εὐλογητὸς Κύριος, ἀπεκρίνοντο, ὃς οὐκ ἀπέστησε τὴνπροσευχήν μου, καὶ τὸ ἔλεος αὐτοῦ ἀπ᾿ ἐμοῦ. Οἱ δὲ πάλιν· Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Οἱ δὲ ἐκεῖνο ἐνωδύνως ἔλεγον· Ἆρα διέλθῃ ἡ ψυχὴ ὑμῶν τὸ ὕδωρ τῶν πνευμάτων τοῦ ἀέρος τὸν ἀνυπόστατον; Μὴ θαῤῥοῦντες ἀκμὴν, ἀλλὰ ἀποσκοποῦντες τί ἐν τῷ λογοθεσίῳ ἐκείνῳ γίνεται. Ἕτεροι δὲ τούτου ἐνωδυνηρότερον ἄλλο ἀπεκρίναντο, καὶ ἔλεγον· Οὐαὶ ψυχῇ, τῇ μὴ φυλαξάσῃ τὸ ἐπάγγελμα ἄμωμον, ἐν τῇ ὥρᾳ ταύτῃ καὶ μόνῃ γνώσεται τί αὐτῇ ἡτοίμασται· ἐγὼ δὲ ταῦτα ἑωρακώς τε παρ᾿ ἐκείνοις καὶ ἀκηκοὼς, μικροῦ δεῖν ἑαυτοῦ ἀπογινώσκειν ἔμελλον, ὁρῶν τὴν ἑαυτοῦ [ἐμαυτοῦ]ἀδιαφορίαν, καὶ συγκρίνων ταύτην πρὸς τὴν ἐκείνων κακοπάθειαν. Οἵα γὰρ ἦν καὶ αὐτὴ ἡ τοῦ τόπου κατάστασις καὶ κατοίκησις; Ὅλη σκοτεινὴ, ὅλη δυσώδης, ὅλη ῥυπῶσα καὶ αὐχμηρά. Φυλακὴ γὰρ καὶ καταδίκη εὐλόγως προσωνόμασται· ὡς καὶ αὐτὴν τὴν τοῦ χώρου θέαν μετανοίας πάσης καὶ πένθους ὑπάρχειν διδάσκαλον. Ἀλλὰ τὰ ἑτέροις δυσχερῆ καὶ ἀκατάδεκτα, τοῖς ἐξ ἀρετῆς καὶ πνευματικοῦ πλούτου ἐκπεπτωκόσι προσηνῆ καὶ εὐπαράδεκτα τυγχάνουσι. Ψυχὴ γὰρ παῤῥησίας προτέρας ἐστερημένη, καὶ ἐλπίδος ἀπαθείας ἐκπεσοῦσα, καὶ σφραγῖδα ἁγνείας διανοίξασα, καὶ πλούτου χαρισμάτων συληθεῖσα, θείας τε παρακλήσεως ἀλλοτριωθεῖσα, καὶ συνταγὴν Κυρίου ἀθετήσασα, πυρὸς καλοῦ δακρύων ψυχικῶν ἀποσβεσθεῖσα, καὶ τῇ τούτου μνήμῃ πληττομένη, καὶ ἐνωδύνως νυσσομένη, οὐ μόνον τοὺς προειρημένους πόνους μετὰ πάσης καταδέξεται προθυμίας, ἀλλὰ καὶ ἑαυτὴν ἀναιρεῖνεὐσεβῶς δι᾿ ἀσκήσεως ἐπιτηδεύει· εἰ ἆρα καὶ ἔστιν ἐν αὐτῇ ἐγκατάλειμμα σπινθῆρος ἀγάπης, ἢ φόβου Κυρίου. Οἷοι ὄντως ὑπῆρχον οἱ μακάριοι οὗτοι· ταῦτα γὰρ ἐν νῷ ἔχοντες, καὶ ὕψος οὗ ἐκπεπτώκασιν εἰς νοῦν λαμβάνοντες, ἔλεγον· Ἐμνήσθημεν ἡμερῶν ἀρχαίων, τοῦ πυρὸς ἐκείνου τῆς ἡμετέρας σπουδῆς. Ἄλλοι πρὸς τὸν Θεὸν ἐβόων· Ποῦ εἰσὶ τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ἔδειξας τῇ ψυχῇ ἡμῶν ἐν τῇ ἀληθείᾳ σου; Μνήσθητι τοῦ ὀνειδισμοῦ καὶ τῶν μόχθων τῶν δούλων σου· ἕτερος· Τίς ἄν με θείη κατὰ μῆνας ἡμερῶν τῶν ἔμπροσθεν, ὧν με ἐφύλαττεν ὁ Θεὸς, ὅτε ηὔγει ὁ λύχνος τοῦ φωτὸς αὐτοῦ ὑπὲρ κεφαλῆς τῆς καρδίας μου; πῶς τε τῶν προτέρων αὐτῶν ἐμνημόνευον κατορθωμάτων, καὶ ταῦτα δίκην νηπίων τεθνηκότων [θρηνούντων, vel τέκνων](776.) ἀπωδύροντο, καὶ ἔλεγον [ἀπωδυρόμενοι ἔλεγον]· Ποῦ ἡ τῆς προσευχῆς καθαρότης; ποῦ ἡ ταύτης παῤῥησία; ποῦ τὸ γλυκὺ ἀντὶ πικροῦ δάκρυον; ποῦ ἐλπὶς τῆς παντελοῦς ἁγνείας καὶ καθάρσεως; ποῦ ἡ προσδοκία τῆς μακαρίας ἀπαθείας; ποῦ ἡ πρὸς τὸν ποιμένα πίστις; ποῦ ἡ τῆς αὐτοῦ προσευχῆς ἐν ἡμῖν εὐεργεσία [ἐνέργεια]; Ἀπόλωλε ταῦτα πάντα· καὶ ὥσπερ μὴ φανέντα, ἐκλέλοιπεν· καὶ ὡς μὴ ὑπάρξαντα, ἠφανίσθησαν καὶ ᾤχετο.
Ταῦτα μὲν λέγοντες καὶ θρηνοῦντες, οἱ μὲν, δαιμονᾷν ηὔχοντο· οἱ δὲ τῇ ἱερᾷ περιπεσεῖν νόσῳ, ἐδυσώπουν τὸν Κύριον· οἱ μὲν τὰς ὄψεις ἀποβάλλειν, καὶ ἐλεεινὸν προκεῖσθαι θέαμα· οἱ δὲ πάρετοι γενέσθαι, καὶ μόνον τῶν ἐκεῖ μοχθηρῶν μὴ πειρασθῆναι.Ἐγὼ δὲ, ὦ φίλοι, λέληθα ἐμαυτὸν ἐν τῷ ἐκείνῳ ἐμφιλοχωρῶν πένθει, καὶ ὅλος τῷ νοῒ συνηρπάγην, κατέχειν ἐμαυτὸν μὴ δυνάμενος. Ἀλλ᾿ ἐπανακτέον τὸν λόγον. Τοίνυν προσμείνας ἐν τῇ φρουρᾷ ἐπὶ ἡμέρας τριάκοντα, ἐπανέρχομαι ὁ ἀνυπομόνητος εἰς τὸ μέγα κοινόβιον πρὸς τὸν μέγαν. Ὁ δὲ θεασάμενός με, ὥσπερ ἠλλοιωμένον ὅλον καὶ ἐξεστηκότα, ἔγνω ὁ πάνσοφος ἀλλοιώσεως τὸν τρόπον· καί φησι· Τί ἐστι, Πάτερ Ἰωάννη; Ἑώρακας τοὺς τῶν καμνόντων ἄθλους; Ἐγὼ δὲ ἔφην· Καὶ ἑώρακα, Πάτερ, καὶ τεθαύμακα, καὶ μεμακάρικα ἔγωγε τοὺς πεπτωκότας, καὶ πενθοῦντας, ὑπὲρ τοὺς μὴ πεπτωκότας, καὶ ἑαυτοὺς μὴ πενθοῦντας· ὅτι διὰ πτώσεως ἀνέστησαν ἀνάστασιν ἀκίνδυνον. Ὁ δὲ, Οὕτως ἔχει, φησί· καὶ διηγήσατο ἡ ἀψευδὴς αὐτοῦ γλῶττα· Ὅτιπερ, φησὶ, πρὸ δέκα χρόνων, εἶχον ὧδε ἀδελφὸν πάνυ σπουδαῖον καὶ ἐργάτην, καὶ τοιοῦτον ὥστε με ὁρῶντα αὐτὸν, οὕτως τῷ πνεύματι ζέοντα, τρέμειν ὑπὲρ αὐτοῦ τὸν τοῦ διαβόλου φθόνον, μή πως τῷ πολλῷ δρόμῳ προσκόψῃ πρὸς λίθον τὸν πόδα· ὅπερ τοῖς ὀξέως βαδίζουσι συμβαίνειν πέφυκεν· ὅπερ καὶ γέγονεν. Εἶτα ἀνέρχεται πρός με, ἑσπέρας βαθείας, δείκνυσι τὸ τραῦμα γυμνόν· ζητεῖ ἔμπλαστρον, αἰτεῖται καυτῆρα, θορυβεῖται σφοδρῶς.
Εἶτα ἐπεὶ ἄξιος συμπαθείας ἦν, ὁρᾷ μὴ πάνυ αὐτῷ αὐστηρᾷ τομῇ τὸν ἰατρὸν χρήσασθαι βουλόμενον, ῥίπτων ἑαυτὸν εἰς τὸ ἔδαφος, ἐπιλαμβάνεται τῶν ποδῶν, λούει ἱκανῶς τούτοις τοῖς δάκρυσιν· αἰτεῖται καταδίκην ἐν ᾗ ἑώρακας φρουρᾷ· ἀδύνατον ἐβόα μὴ ἐκεῖ με πορευθῆναι. Εἶτα βιάζεται εὐσπλαγχνίανἰατροῦ μετενεγκεῖν εἰς ἀποτομίαν, τὸ σπάνιον ἐν νοσοῦσι καὶ παραδοξότατον· καταλαμβάνει θᾶττον τοὺς μετανοοῦντας, γίνεται κοινωνὸς καὶ συναλγός. Πληγεὶς οὖν τὴν καρδίαν ὡς ὑπὸ ξίφους τῆς δι᾿ ἀγάπην Θεοῦ λύπης, τῇ ὀγδόῃ ἡμέρᾳ ἐκδημεῖ πρὸς Κύριον, αἰτησάμενος ταφῆς μὴ τυχεῖν. Ἐγὼ δὲ αὐτὸν καὶ ἐνταῦθα ἐνήνοχα, καὶ τοῖς πατράσι συντέταφα ὡς ἄξιον· διὸ καὶ μετὰ τὴν ἑβδόμην δουλικὴν, τῇ ὀγδόῃ λύεται ἐλεύθερος ἡμέρᾳ. Ἔστι δέ τις ἐκεῖνο γνοὺς ἐναργῶς, μὴ πρότερον αὐτὸν τῶν εὐτελῶν καὶ ῥυπαρῶν μου ποδῶν ἀναστῆναι, πρὶν Θεὸν ἐξευμενίσασθαι· καὶ οὐ θαῦμα· πίστιν γὰρ ἐν καρδίᾳ τῆς πόρνης ἐκείνης ἀναλαβὼν, τοιαύτῃ καὶ αὐτὸς (777.) πληροφορίᾳ τοὺς ἐμοὺς ταπεινοὺς πόδας κατέβρεξε· Πάντα δὲ δυνατὰ τῷ πιστεύοντι, ὁ Κύριος εἴρηκεν.
Εἶδον ἀκαθάρτους ψυχὰς περὶ ἔρωτας σωμάτων ἐμμανῶς μαινομένας· καὶ δὴ σκῆψιν [σκέψιν] μετανοίας προσλαβοῦσαι, ἐκ πείρας ἔρωτος, τὸν αὐτὸν πρὸς Κύριον μετενηνόχασιν ἔρωτα· καὶ πάντα φόβον ὑπερπηδήσασαι, ἀπλήστως εἰς ἀγάπην Θεοῦ ἐνεγκεντρίσθησαν. Διὰ τοῦτο καὶ ὁ Κύριος τῇ σώφρονι ἐκείνῃ πόρνῃ οὐ λέγει, ὅτι ἐφοβήθη, ἀλλ᾿ Ὅτι ἠγάπησε πολὺ, καὶ ἐδυνήθη εὐχερῶς ἔρωτι ἔρωτα διακρούσασθαι. Οὐκ ἀγνοῶ δὲ ἐγὼ, ὦ θαυμάσιοι, ὅτι τοῖσιν μὲν ἄπιστα, ἑτέροις δὲ ἀνέλπιστα· ἄλλοις δὲ ἀπόγνωσιν τίκτοντα φαίνονται, ἅπερ διηγησάμην, ἔπαθλα. Ἀνὴρ δὲ ἀνδρεῖος ἐκ τούτων προσελάβετο κέντρον, καὶ βέλος πυρὸς, καὶ ζῆλον ἐν καρδίᾳ ἀπῆλθε βαστάζων.
Ὁ τούτου ὑποβεβηκὼς, ἐπέγνω τὴν οἰκείαν ἀσθένειαν, καὶ ταπεινοφροσύνην εὐχερῶς κτησάμενος διὰ τῆς ἑαυτοῦ μέμψεως τὸν [κατόπιν, τοῦ πρώτου] πρῶτον κατέδραμεν, ἀγνοῶ δὲ εἰ καὶ κατέλαβεν.
Ἀνὴρ δὲ ἀμελὴς μὴ προσψαύσῃ τοῖς εἰρημένοις, μή πως καὶ αὐτὸ ὃ ἐργάζεται, ἀπογνοὺς σκορπίσειε [σκορπίσῃ]· καὶ γένηται καὶ ἐπ᾿ αὐτῷ τὸ φάσκον λόγιον· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος προθυμίαν, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ᾿ αὐτοῦ· οὐκ ἔστιν ἡμᾶς ἐν τῷ λάκκῳ τῶν ἀνομιῶν πεπτωκότας, καὶ μὴ εἰς τὴν ἄβυσσον τῆς ταπεινώσεως τῶν μετανοούντων καταδύσαντας, ἐκεῖθεν ἑλκυσθῆναι· ἄλλη ἡ τῶν μετανοούντων [πενθούντων] σκυθρωπὴ ταπείνωσις, καὶ ἑτέρα τῶν ἔτι ἁμαρτανόντων τοῦ συνειδότος κατάγνωσις· καὶ ἄλλη ἡ τοῖς τελείοις δι᾿ ἐνεργίας Θεοῦ προσγινομένη μακαρία πλουτοταπείνωσις· μὴ σκεύσωμεν [σκευάσωμεν] τὴν τρίτην λόγοις εὑρεῖν, μάτην γὰρ δραμούμεθα [τρέχομεν. Al. θρέξομεν]· τῆς δὲ δευτέρας σημεῖον, ὑπομονὴ ἀτιμίας παντελής· τυραννεῖ ἡ πρόληψις, καὶ τὸν πενθοῦντα πολλάκις. Καὶ οὐ θαῦμα, ὁ περὶ κριμάτων, καὶ πτωμάτων λόγος σκοτεινὸς, καὶ πάντη ψυχῇ [πάσῃ ψυχῇ]ἀκατάληπτος· ποῖα μὲν τὰ δι᾿ ἀμελείας, ποῖα δὲ δι᾿ ἐγκατάλειψιν οἰκονομικήν· ποῖα δὲ δι᾿ ἀποστροφὴν Θεοῦ συμβαίνοντα ἡμῖν πτώματα. Πλὴν ἐκεῖνό μοί τις διηγήσατο, ὅτιπερ τὰ κατ᾿ οἰκονομίαν ἡμῖν συμβαίνοντα, ταχεῖαν τὴν ἐξ αὐτῶν ἀποστροφὴν κέκτηνται· οὐ γὰρ συγχωρεῖ ὁ παραδούς, ἐπεὶ πολὺ κρατεῖσθαι ἡμᾶς τὸ τῆς λύπης δαίμονι. Οἳ πεσόντες πρὸ πάντων μαχησώμεθα πρὸς αὐτόν· αὐτὸς γὰρ παρὰ τὸν καιρὸν τῆς προσευχῆς ἡμῶν παριστάμενος, καὶ τῆς προτέρας ἡμῶν παῤῥησίας ὑπομιμνήσκων καταργῆσαι ἡμᾶς τῆς εὐχῆς βούλεται. Μὴ θαμβηθῇς καθ᾿ ἡμέραν πίπτων, μηδὲ ἀποπήδα, ἀλλὰ στῆθι ἀνδρείως, καὶ πάντως αἰδεσθήσεταί σου τὴν ὑπομονὴν ὁ φυλάσσων σε ἄγγελος. Ὡς νεαρὸν καὶ ζέον τὸ τραῦμα εὐΐατον εἶναι πέφυκε· τὰ γὰρ χρόνια καὶ ἠμελημένα καὶ κεχερσωμένα δυσίατα, καὶ πολλοῦ τοῦ κόπου, καὶ σιδήρου καὶ ξηρίου, καὶ τοῦ πυρὸς ἐνταῦθα πρὸς ἰατρείαν δεόμενα. Πολλὰ τῷ χρόνῳ ἀνίατα, παρὰ δὲ Θεῷ πάντα δυνατά. Πρὸ μὲν τοῦ πτώματος, φιλάνθρωπον· (780.) μετὰ δὲ τὸ πτῶμα ἀπότομον τὸν Θεὸν λέγουσιν οἱ δαίμονες· μὴ πείθου τῷ λέγοντι μετὰ τὸ πτῶμα ἐπὶ τοῖς μικροῖς ἐλαττώμασιν, εἴθε τόδε μὴ ἐποίησας· τοῦτο γὰρ οὐδέν ἐστι. Πολλάκις γὰρ μικρὰ δῶρα πολὺν θυμὸν κριτοῦ κατέπαυσαν. Ὁ ἐν ἀληθείᾳ εὐθύνας διδοὺς, πᾶσαν ἡμέραν ἐν ᾖ οὐ πενθεῖ, ὡς ἀπολέσας ταύτην λογίζεται. Κἂν ὁποῖα ἀγαθὰ πεποίηκεν ἐν αὐτῇ· μηδεὶς τῶν θρηνούντων ἐν ἐξόδῳ τὴν πληροφορίαν ἐκδέξηται. Τὸ γὰρ ἄδηλον οὐ βέβαιον. Ἄνες μοι διὰ πληροφορίας, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν ἐντεῦθεν ἀπληροφόρητον.
Ὅπου πνεῦμα Κυρίου, ὁ δεσμὸς λέλυται· ὅπου ταπείνωσις ἀνείκαστος, ὁ δεσμὸς λέλυται. Οἱ γὰρ τῶν δύο τούτων χωρὶς, μὴ πλανηθῶσι, δέδενται γάρ.
Οἱ ἐν κόσμῳ καὶ μόνοι τούτων ὑπάρχουσι ξένοι τῶν πληροφοριῶν, καὶ μάλιστα τῆς προτέρας, δι᾿ ἐλεημοσύνης δέ τινες τρέχουσιν ἐν ἐξόδῳ τὸ ἑαυτῶν κέρδος γνωρίζοντες. Οὐ γνώσεται ὁ ἑαυτὸν θρηνῶν, θρῆνον, ἢ πτῶμα ἄλλου, ἢ μέμψιν. Ὑπὸ θηρὸς δηχθεὶς κύων, ἐπὶ πλέον ἐθυμώθη κατ᾿ αὐτοῦ, τῷπόνῳ τῆς πληγῆς πρὸς αὐτὸν ἀσυγχωρήτως μαινόμενος· πρόσχωμεν, μήπως οὐκ ἐκ καθαρότητος, ἀλλὰ περικακῆσαν ὥσπερ, τοῦ ἐλέγχειν τὸ συνειδὸς ἐπαύσατο. Σημεῖον τῆς ἐν πτώματι λύσεως, τὸ διὰ παντὸς χρεώστην λογίζεσθαι. Οὐδὲν τῶν τοῦ Θεοῦ οἰκτιρμῶν ἴσον, ἢ μεῖζον ὑπάρχει· διὸ ὁ ἀπογινώσκων, ἑαυτὸν ἔσφαξε. Σημεῖον μεμεριμνημένης μετανοίας πασῶν τῶν συμβαινουσῶν ὁρατῶν καὶ ἀοράτων θλίψεων ἀξίους ἑαυτοὺς λογίζεσθαι· καὶ τούτων πλείω [πλειόνων]. Μωϋσῆς μετὰ τὸν Θεὸν ἐν τῷ βάτῳ ἰδέσθαι, πάλιν εἰς Αἴγυπτον, ἤγουν σκοτασμὸν πρὸς τὴν πλινθουργίαν τοῦ νοητοῦ ἴσως Φαραὼ ὑπέστρεψεν· ἀλλὰ πάλιν ἀνέρχεται ἐν τῇ βάτῳ· καὶ οὐ μόνον, ἀλλὰ καὶ ἐν τῷ ὄρει. Ὁ γνοὺς τὸ θεώρημα, οὐδέ ποτε ἑαυτοῦ ἀπογινώσκει. Πτωχεύει ὁ μέγας Ἰὼβ, ἀλλὰ πάλιν διπλῶς ἐπλούτησεν.
Ἐν τοῖς ῥᾳθύμοις, χαλεπὰ τὰ μετὰ τὴν κλῆσιν πτώματα, τὴν ἐλπίδα τῆς ἀπαθείας ῥαπίσαντα [πατάξαντα. Al. ῥαπίσασι] καὶ εἰς μακάριον ἡγεῖσθαι πείθοντα λογιζομένους [λογιζομένοις], κὰν τὴν τοῦ βόθρου ἀνάστασιν. Ὅρα, οὐ γὰρ πάντως δι᾿ ἧς ὁδοῦ ἐπλανήθημεν, ἐπιστρέφομεν· ἀλλὰ δι᾿ ἑτέρας συντόμου. Εἶδον δύο ὁμοτρόπως καὶ ὁμοχρόνως πρὸς Κύριον βαδίζοντας· καὶ ὁ μὲν τούτων γηραιὸς ἦν, καὶ προύχων ἐν πόνοις· ὁ δὲ ἄλλος μαθητὴς, καὶ προέδραμε τάχιον τοῦ γέροντος· καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον τῆς ταπεινώσεως. Πρόσχωμεν πάντες, ἐπὶ πλείω δὲ οἱ πεπτωκότες, μὴ νοῆσαι ἐν καρδίᾳ τὴν τοῦ Ὠριγένους τοῦ ἀθέου νόσον· τὴν γὰρ Θεοῦ φιλανθρωπίαν, ἡ μιαρὰ προβαλλομένη,εὐπαράδεκτος ἐν τοῖς φιληδόνοις γίνεται. Ἐν τῇ μελέτῃ μου, μᾶλλον δὲ ἐν τῇ μετανοίᾳ μου ἐκκαυθήσεται πῦρ προσευχῆς καιούσης ὕλην. Ὅρος σοι, καὶ τύπος, καὶ ὑπογραμμὸς, καὶ εἰκὼν πρὸς μετάνοιαν ἔστωσαν οἱ προμνημονευθέντες ἅγιοι κατάδικοι, καὶ οὐ μὴ δεηθήσῃ βιβλίου ὅλως ἐν τῇ ζωῇ (781.) σου πάσῃ, ἕως οὗ ἐπιφαύσῃ σοι ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ Θεὸς ἐν τῇ ἀναστάσει τῆς μεμεριμνημένης μετανοίας. Ἀμήν.
Πέμπτον βαθμὸν ἀνῆλθες ὁ μετανοήσας, τὰς γὰρ πέντε αἰσθήσεις ἐκάθηρας δι᾿ αὐτῆς· καὶ τὴν ἀκούσιον τιμωρίαν καὶ κόλασιν δι᾿ αὐτῆς αὐτοπροαιρέτου ἐκφυγών.

ΛΟΓΟΣ Ϛ´

Περὶ μνήμης θανάτου.

(793.) Παντὸς λόγου προηγεῖται ἔννοια. Μνήμη δὲ θανάτου καὶ πταισμάτων προηγεῖται κλαυθμοῦ καὶ πένθους· διὸ κατὰ τὴν οἰκείαν τάξιν καὶ ἐν τῷ λόγῳ τέθειται. Μνήμη θανάτου ἐστὶ καθημερινὸς θάνατος, μνήμη δὲ ἐξόδου κάθωρος στεναγμός. Δειλία μὲν θανάτου ἐστὶν ἰδίωμα φύσεως ἐκ παρακοῆς προσγενόμενον, τρόμος δὲ θανάτου ἐστὶν ἀμετανοήτων πταισμάτων τεκμήριον. Δειλιᾷ Χριστὸς θάνατον, οὐ τρέμει, ἵνα τῶν δύο φύσεων τὰ ἰδιώματα σαφῶς ἐμφανίσῃ. Ὡς πασῶν τροφῶν ὁ ἄρτος ἀναγκαιότερος, οὕτως πασῶν ἐργασιῶν ἡ τοῦ θανάτου ἔννοια· μνήμη θανάτου γεννᾷ ἐν μὲν τοῖς ἐν μέσῳ πόνους καὶ ἀδολεσχίας· μᾶλλον δὲ ἀπιμίας ἡδύτητα· παρὰ δὲ τοῖς ἐκτὸς θορύβου φροντίδων ἀπόθεσιν καὶ εὐχὴν διηνεκῆ, καὶ νοὸς φυλακήν. Αἱ αὐταὶ δὲ αὐτῆς καὶμητέρες καὶ θυγατέρες κατεστήκασιν· ὡς φανερὸς ὁ κασσίτηρος παρὰ τὸν ἄργυρον, κἂν τὴν θεωρίαν ἔοικεν, οὕτως παρὰ τοῖς διακριτικοῖς φανερὰ καὶ δήλη ἡ φυσικὴ, καὶ ἡ παρὰ φύσιν δειλία τῆς ἐξόδου. Τοῦτο ἀληθὲς τεκμήριον τῶν ἐν αἰσθήσει καρδίας μνημονευόντων τοῦ θανάτου, ἡ πρὸς πᾶσαν τὴν κτίσιν ἑκούσιος ἀπροσπάθεια, καὶ τοῦ ἰδίου θελήματος παντελὴς ἐγκατάλειψις. Δόκιμος μὲν, ὁ τοῦτον καθ᾿ ἡμέραν πάντως προσδεχόμενος· ἅγιος δὲ, ὁ τούτου καθ᾿ ὥραν ἐφιέμενος. Οὐ πᾶσα ἐπιθυμία θανάτου ἀγαθή. Εἰσὶ γὰρ οἱ διηνεκῶς βίᾳ ἕξεως πταίοντες, καὶ τοῦτον εὐχόμενοι μετὰ ταπεινώσεως· καὶ εἰσὶν αὖθις οἱ μετανοῆσαι μὴ βουλόμενοι, καὶ τὸν θάνατον ἐξ ἀπογνώσεως προσκαλούμενοι· καὶ εἰσὶν οἱ ἐξ οἰήσεως ἀπαθεῖς ἑαυτοὺς ἔχοντες, καὶ τοῦτον μὴ δειλαινόμενοι· καὶ εἰσὶν, εἴπερ καὶ νῦν ἄρα εἰσὶν, οἱ δι᾿ ἐνεργείας Πνεύματος ἁγίου τὴν ἐκδημίαν ἐπιζητοῦντες τὴν ἑαυτῶν. Ζητοῦσί τινες καὶ διαποροῦσι, τίνος ἕνεκεν οὕτως εὐεργετούσης ἡμᾶς τῆς τοῦ θανάτου μνήμης, τὴν τούτου πρόγνωσιν ὁ Θεὸς ἐξ ἡμῶν ἀπέκρυψεν, μὴ γινώσκοντες ὅτι τὴν σωτηρίαν ἡμῶν ὁ Θεὸς διὰ τούτου εἰργάσατο θαυμασίως.
(796.) Οὐδεὶς γὰρ τὸν ἑαυτοῦ θάνατον προγνοὺς πρὸ πολλοῦ χρόνου τῷ βαπτίσματι, ἣ τῇ μοναδικῇ πολιτείᾳ προσέτρεχεν· ἁπάσας δὲ τὰς ἑαυτοῦ ἡμέρας ἐν ἀνομίαις διέτριβεν, καὶ ἐν αὐτῇ τῆς ἐξόδου εἰς τὸ βάπτισμα καὶ εἰς τὴν μετάνοιαν προσήρχετο. Μηδέποτε πενθῶν ἀποδέξῃ, τὸν κύνα ἐκεῖνον τὸν φιλάνθρωπόν σοι τὸν Θεὸν ὑποβάλλοντα· σκοπὸς γὰρ αὐτῷ, τὸ πένθος, καὶ τὸν φόβον τὸν ἄφοβον ἐκ σοῦἐξεώσασθαι, εἰ μή τι ἂν εἰς βαθεῖαν ἀπόγνωσιν ἴδῃ σεαυτὸν κατασυρόμενον· ὁ μνήμην θανάτου, καὶ κρίσεως Θεοῦ ἐν ἑαυτῷ διὰ παντὸς κατέχειν βουλόμενος, καὶ φροντίσι καὶ περισπασμοῖς ὑλικοῖς ἑαυτὸν ἐκδιδοὺς, ὅμοιός ἐστι τῷ νηχομένῳ, καὶ τὰς ἑαυτοῦ χεῖρας κρατεῖν βουλομένῳ. Μνήμη θανάτου ἐναργὴς περιέκοψε βρώματα, βρωμάτων δὲ ἐν ταπεινώσει κοπέντων συνεξεκόπησαν πάθη. Ἀναλγησία καρδίας ἐπώρωσε νοῦν, βρωμάτων δὲ πλῆθος ἐξήρανε πηγάς· δίψα καὶ ἀγρυπνία ἐξέθλιψαν καρδίαν· καρδίας δὲ θλιβήσης ἀπεπήδησαν ὕδατα.
Σκληρὰ μὲν γαστριμάργοις, ἄπιστα δὲ ῥᾳθύμοις τὰ εἰρημένα. Ἀνὴρ δὲ πρακτικὸς δοκιμάσει προθύμως· ὁ πείρᾳ εὑρηκὼς μηδιάσει ἐπὶ τούτοις· ὁ δὲ ἐπιζητῶν, σκυθρωπότερος ἔσται. Ὥσπερ τὴν τελείαν ἀγάπην οἱ Πατέρες ἄπτωτον εἶναι ὁρίζονται, οὕτως ἔγωγε τὴν τελείαν τοῦ θανάτου αἴσθησιν ἄφοβον εἶναι ἀποφαίνομαι· πολλαὶ μὲν τοῦ νοὸς τοῦ πρακτικοῦ αἱ ἐργασίαι· λέγω δὲ ἔννοια ἀγάπης, τῆς πρὸς Θεόν· μνήμης θανάτου, μνήμης Θεοῦ, μνήμης βασιλείας, ζήλου τῶν ἁγίων μαρτύρων, μνήμης αὐτοῦ τοῦ Θεοῦ παρόντος, κατὰ τὸν εἰπόντα· Προωρώμην τὸν Κύριον. Μνήμης ἁγίων καὶ νοερῶν δυνάμεων· μνήμης ἐξόδου, ἀπαντήσεως, κολάσεως, ἀποφάσεως. Ἐν μεγάλοις μὲν ἠρξάμεθα, ἀναπτώτοις δὲ κατελήξαμεν. Διηγήσατό μοί ποτε Αἰγύπτιος μοναχὸς, ὡς ὅτι μετὰ τὴν ἐν αἰσθήσει καρδίας τῆς τοῦ θανάτου μνήμης παγίωσιν, θελήσαντός μου χρείας καταλαβούσης μικρὸν τὸν πηλὸν παραμυθήσασθαι, ὑπὸ τῆς μνήμης, ὡς ὑπὸ δικαστοῦ κεκώλυμαι. Καὶ τὸ θαυμαστὸν, ὅτιπερ καὶ βουληθεὶς οὐκ ἠδυνήθην ἀπώσασθαι· ἕτερός τις οἰκῶν ἐνταῦθα ἐν τῷ λεγομένῳ Θολῷ τόπῳ, πολλάκις ἐκ τῆς τοιαύτης ἐννοίας ἐξίστατο, καὶ ὡς ὀλιγοθυμήσας, ἢ καὶ ἐπιληπτιάσας παρὰ τῶν εὑρισκομένων ἀδελφῶν, ἄπνους σχεδὸν ἐβαστάζετο. Οὐ σιωπήσω σοι καὶ τὸ τοῦ ἡσυχίου τοῦ Χωρηβίτου σημᾶναι διήγημα. Οὗτος ἀεὶ ἐν πάσῃ ἀμελείᾳ διέτριβε, τῆς ἑαυτοῦ ψυχῆς τὸ παράπαν μὴ ποιούμενος ἐπιμέλειαν· ἀσθενήσας οὖν ἐσχάτως τοῦ σώματος, ὡς ἐπὶ ὥραν μίαν ἀκριβῶς ἐξεδήμησε· καὶ εἰς αὐτὸν ἐπανελθὼν δυσωπεῖ μὲν ἡμᾶς πάντας εὐθέως ἀναχωρῆσαι. Καὶ τὴν θύραν τῆς κέλλης ἀνοικοδομήσας ἔμεινεν ἔνδον χρόνους δύο καὶ δέκα μηδενὶ τὸ παράπαν συντετυχηκὼς, οὐ μικρὸν, οὐ μέγαν λόγον, οὐχ ἑτέρου τινὸς, ἀλλ᾿ ἢ ἄρτου καὶ ὕδατος ἀπογευόμενος· μόνον δὲ καθήμενος καὶ πρὸς (797.) ἃ ἑώρακεν ἐν τῇ ἐκστάσει ἐξηστηκὼς σύννους οὕτως, ὡς μηδέποτε ἐπὶ Κυρίου τὸ ἴδιον ἦθος ἀλλοιώσας, ἀλλ᾿ ἔκνους ἀεὶ, καὶ δάκρυα θερμὰ ἀψοφητὶ καθ᾿ ὅλου προχεόμενος. Ὅτε δὲ ἤμελλεν τελευτᾷν, ἀναφράξαντες τὴν θύραν εἰσεληλύθαμεν, καὶ πολλὰ δυσωπήσαντες, τοῦτο καὶ μόνον παρ᾿ αὐτοῦ ἀκηκόαμεν· Συγχωρήσατε· οὐδεὶς μνήμην θανάτου ἐγνωκὼς, δυνήσεται ἁμαρτῆσαί ποτε. Ἡμεῖς δὲ ἐθαμβούμεθα τὸν οὕτως πρώην ἀμελῆ ὁρῶντες, οὕτως ἀθρόον μεταμορφωθέντα τὴν μακαρίαν ἀλλοίωσιν καὶ μεταμόρφωσιν· θάψαντες δὲ αὐτὸν ὁσίως ἐν τῷ κοιμητηρίῳ τῷ πλησίον τοῦ κάστρου· μεθ᾿ ἡμέραν ἐπιζητήσαντες τὸ ἅγιον αὐτοῦ λείψανον, οὐχ εὕρομεν· τοῦ Κυρίου καὶ ἐν τούτῳ τὴν μεμεριμνημένην αὐτοῦ καὶἀξιέπαινον μετάνοιαν πληροφορήσαντος, πάντας τοὺς βουλομένους, καὶ μετὰ πολλὴν ἀμέλειαν διορθώσασθαι· ὥσπερ τὴν ἄβυσσον ἀπέρατον, τινὲς εἶναι ὁρίζονται· τόπον γὰρ αὐτὴν καλοῦσιν ἀπύθμαντον. Οὕτως ἡ τοῦ θανάτου ἔννοια ἄφθαρτον καὶ τὴν ἁγνείαν καὶ τὴν ἐργασίαν κέκτηται. Βεβαιοῦται δὲ τὸ εἰρημένον ὁ προειρημένος ὅσιος. Φόβῳ φόβον διηνεκῶς οἱ τοιοῦτοι προσλαμβάνοντες, οὐ παύονται ἄχρις ἂν καὶ αὕτη ἡ τῶν ὀστέων ἐκδαπανηθῇ δύναμις. Δῶρον Θεοῦ καὶ τοῦτο μετὰ πάντων ἀγαθῶν εἶναι ἑαυτοὺς πληροφορήσωμεν· ἐπεί πως πολλάκις καὶ ἐν αὐτοῖς τοῖς μνήμασι παραγενόμενοι, ἀδάκρυτοί τινες καὶ σκληροὶ διαμένομεν· ἐκτὸς δὲ τῆς τοιαύτης θεωρίας πλειστάκις κατανυσσώμεθα. Ὁ πάντων νεκρωθεὶς, οὗτος θανάτου ἐμνημόνευσεν· ὁ δὲ ἔτι σχετικὸς, οὐ σχολάσει ἑαυτῷ ἀντεπίβουλος ὤν. Μὴ θέλε πάντας διὰ λόγον πληροφορεῖν τὴν πρὸς αὐτοὺς ἀγάπην· μᾶλλον δὲ Θεὸν αἰτοῦ ταύτην αὐτοῖς ἀῤῥήτως ἐμφανίσαι· εἰ δὲ μὴ, οὐκ ἐξαρκέσει σοι ὁ χρόνος πρὸς σχέσεις καὶ κατάνυξιν. Μὴ ἀπατῶ, ἄφρον ἐργάτα, χρόνῳ χρόνον ἀναπληροῦν· οὐ γὰρ ἐξαρκεῖ ἡ ἡμέρα οὐδὲ τὸ ἑαυτῆς χρέος τῷ Δεσπότῃ ἀνελλιπῶς πληρῶσαι· παρὰ ἀνθρώποις οὐκ ἔστι, φησὶν, οὐκ ἔστι τὴν ἐνστῶσαν ἡμέραν εὐσεβῶς διεξιέναι, εἰ μὴ αὐτὴν ἐσχάτην παντὸς τοῦ βίου λογισώμεθα. Καὶ θαῦμα ὄντως πῶς καὶ Ἕλληνές τι τοιοῦτον ἐφθέγξαντο, ἐπεὶ καὶ φιλοσοφίαν τοῦτο εἶναι ὁρίζονται, μελέτην θανάτου.
(800.) Ἕκτη ἀνάβασις· ὁ ἀναβὰς, οὐ μὴ λοιπὸν ἁμαρτήσει ποτέ. «Ὑπερμιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμάρτῃς.»

ΛΟΓΟΣ Ζʹ

Περὶ τοῦ χαροποιοῦ πένθους.

(801.) Πένθος κατὰ Θεόν ἐστι σκυθρωπότης ψυχῆς ἐνωδύνου καρδίας διάθεσις, ἀεὶ τὸ διψώμενον ἐμμανῶς ζητοῦσα· καὶ ἐν τῇ τούτου ἀποτυχίᾳ ἐμπόνως διώκουσα, καὶ ὄπισθεν τούτου ὁ δυνηρῶς ὀλολύζουσα. Ἢ οὕτως· πένθος ἐστὶ κέντρον χρύσεον ψυχῆς πάσης προσηλώσεως καὶ σχέσεως γυμνωθέν· καὶ ἐν ἐπισκοπῇ καρδίας ὑπὸ τῆς ὁσίας λύπης καταπηχθέν.
Κατάνυξίς ἐστιν ἀένναος συνειδότος βασανισμὸς, διὰ νοερᾶς ἐξαγορεύσεως τὴν ἀνάψυξιν τοῦ πυρὸς τῆς καρδίας πραγματευόμενος. Ἐξομολόγησίς ἐστι λήθη φύσεως, εἴπερ ἐπελάθετό τις τοῦ φαγεῖν τὸν ἄρτον αὐτοῦ. Μετάνοιά ἐστιν ἄθλιπτος στέρησις (804.) πάσης παρακλήσεως σωματικῆς. Τῶν μὲν προκοπτόντων ἔτι ἐν τῷ μακαρίῳ πένθει ἰδίωμα ἡ ἐγκράτεια καὶ σιωπὴ τῶν χειλέων τῶν δὲ προκοψάντων, ἀοργησία, καὶ ἀμνησικακία· τῶν τελειωθέντων ταπεινοφροσύνη, ἀτιμιῶν δίψα, θλίψεων ἀκουσίων πεῖνα ἑκούσιος, ἀκατακρισία ἁμαρτανόντων, συμπάθεια ὑπὲρ δύναμιν· ἀποδεκτέοι οἱ πρῶτοι, ἀξιεπαίνετοι οἱ δεύτεροι· μακάριοι δὲ οἱ πεινῶντες θλίψιν, καὶ διψῶντες ἀτιμίαν, ὅτι αὐτοὶ κορεσθήσονται τροφῆς ἀκορέστου. Κρατῶν πένθους πάσῃ ἰσχύϊ κράτει· πρὸ γὰρ ποιήσεως εὐαφαίρετον λίαν εἶναι πέφυκε· καὶ ἀπὸ θορύβων καὶ φροντίδων σωματικῶν καὶ τρυφῆς, καὶ μάλιστα πολυλογίας καὶ εὐτραπελείας ὥσπερ κηρὸς ἀπὸ πυρὸς εὐχερῶς διαλυόμενον. Μείζων τοῦ βαπτίσματος μετὰ τὸ βάπτισμα τῶν δακρύων πηγὴ καθέστηκεν, εἰ καὶ τολμηρόν ἐστί πως τὸ λεγόμενον· διότι ἐκεῖνο μὲν τῶν προγεγονότων ἐν ἡμῖν κακῶν ἐστι καθαρτήριον· τοῦτο δὲ τῶν μεταγεγονότων, κἀκεῖνο μὲν νήπιοι λαμβάνοντες, πάντες. ἐμολύναμεν· διὰ τούτου δὲ κἀκεῖνο ἀνακαθαίρομεν· ὃ εἰ μὴ δεδώρητο φιλανθρώπως ἐκ Θεοῦ τοῖς ἀνθρώποις, σπάνιοι ὄντως καὶ δυσεύρετοι οἱ σωζόμενοι. Οἱ μὲν στεναγμοὶ, καὶ ἡ κατήφεια βοῶσι πρὸς Κύριον. Τὰ δὲ ἐκ φόβου δάκρυα πρεσβεύουσι· τὰ δὲ τὴς παναγίας ἀγάπης, τὴν ἱκεσίαν προσδεχθεῖσαν ἡμῖν ἐμφανίζουσιν. Εἰ οὐδὲν οὕτω τῇ ταπεινοφροσύνῃ ὡς τὸ πένθος συνέρχεται, οὐδὲν πάντως αὐτῇ ὡς ὁ γέλως ἀνθέστηκεν. Κατέχων κάτεχε τὴν μακαρίαν τῆς ὁσίας κατανύξεως χαρμολύπην· καὶ μὴ παύσῃ τῆς ἐν αὐτῇ ἐργασίας, ἄχρις οὗ μετάρσιον ἐκ τῶν ἐντεῦθεν τῷ Χριστῷ καθαρὸν παραστήσῃ σε ἀνατυπῶν ἐν ἑαυτῷ μὴ παύσῃ καὶ διερευνῶν πυρὸς σκοτεινοῦ ἄβυσσον· καὶ ἀνελεεῖς ὑπηρέτας, ἀσυμπαθῆ κριτὴν καὶ ἀσυγχώρητον, χάος τε ἀπέρατον καταχθονίου φλογὸς, καὶ ὑπογείων, καὶ φοβερῶν τόπων, καὶ χασμάτων τεθλιμμένας καταβάσεις, καὶ τῶν τοιούτων πάντων εἰκόνας· ὅπως τῷ πολλῷ τρόμῳ στυφθεῖσα ἡ ἐνυπάρχουσα ἡμῶν τῇ ψυχῇ λαγνεία συναφθῇ τῇ ἀφθάρτῳ ἁγνείᾳ καὶ φωτὸς ἀΰλου πυρὸς παντὸς πλέον ἀποστίλβοντος ἐν αὐτῇ δέξηται [πένθους δεξαμένη] τὴν ἐμφάνειαν· στῆθι ἐν προσευχῆς δεήσει σύντρομος, ὡς κατάδικος περιστάμενος δικαστῇ, ἵνα τῷ ἐκτὸς εἴδει, καὶ τῷ ἐντὸς ἤθει κατασβέσῃς θυμὸν δικαίου κριτοῦ. Οὐ γὰρ φέρει ὑπερορᾷν ψυχὴν χήραν κατωδύνως αὐτῷ περισταμένην, καὶ κόπους τῷ ἀκόπῳ παρέχουσαν. Εἴ τις δάκρυον ψυχικὸν ἐκτήσατο,τούτῳ πᾶς τόπος εἰς πένθος ἁρμόδιος. Εἰ δὲ μόνον διὰ τοῦ ἐκτὸς ἐργάζεται, τοὺς τόπους καὶ τοὺς τρόπους διακρίνων οὐ μὴ παύσεται. Ὡς ὁ κεκρυμμένος θησαυρὸς, τοῦ ἐπ᾿ ἀγορᾶς προκειμένου ἀσυλώτερος καθέστηκεν, οὕτω καὶ τὰ προλεχθέντα νοήσωμεν. Μὴ γίνου ὡσεὶ νεκροὺς θάψαντες, ποτὲ μὲν ἐπ᾿ αὐτοῖς θρηνοῦντες, ποτὲ δὲ δι᾿ αὐτοὺς μεθυσκόμενοι· ἀλλὰ γενοῦ ὡς οἱ ἐν μετάλλοις δέσμιοι, καθ᾿ ὥραν ὑπὸ δημίων μαστιζόμενοι· ὁ ποτὲ μὲν πενθῶν, ποτὲ δὲ τρυφῶν. καὶ γελειάζων, ὅμοιός ἐστι τῷ μετὰ ἄρτου (805.) τὸν κύνα τῆς φιληδονίας λιθάζοντι, ὃς τῷ μὲν σχήματι τοῦτον διώκει· τῷ δὲ πράγματι παρεδρεύειν τοῦτον προτρέπεται. Γίνου σύννους ἀφιλένδεικτος, πρὸς τὴν ἑαυτοῦ καρδίαν ἐξεστηκώς. Δεδοίκασι γὰρ σύννοιαν οἱ δαίμονες, ὡς οἱ κλέπται τοὺς κύνας. Οὐκ ἔστιν ἡμῖν, ὦ οὗτοι, ἐνταῦθα ἡ τοῦ γάμου κλῆσις, οὐκ ἔστιν, οὔκουν· πάντως δὲ εἰς πένθος ἑαυτῶν ὁ καλέσας ἡμᾶς ἐνταῦθα ἐκάλεσε. Τινὲς δακρύοντες, μηδὲν τὸ παράπαν ἐν τῷ καιρῷ τῷ μακαρίῳ λογίζεσθαι ἑαυτοὺς ἀκαίρως βιάζονται, μὴ λογιζόμενοι, ὅτι δάκρυον ἀνέννοιον ἀλόγου φύσεως ἴδιον, καὶ οὐ λογικῆς· γέννημα ἐννοιῶν δάκρυον· πατὴρ δὲ ἐννοίας λογισμὸς καὶ νοῦς. Γινέσθω σοι ἡ ἐν τῇ κλίνῃ σου ἀνάκλισις τῆς ἐν τῷ τάφῳ σου κατακλίσεως τύπος, καὶ ἧττον ὑπνώσεις. Καὶ αὐτή σοι ἡ τῆς τραπέζης ἀπόλαυσις, τῆς τῶν σκωλήκων ἐκείνων ὀδυνηρᾶς τραπέζης γενέσθω ἀνάμνησις· καὶ ἧττον τρυφήσεις· μηδὲ τοῦ ποτοῦ τοῦ ὕδατος μεταλαμβάνων τῆς δίψης τῆς φλογὸς ἐκείνης ἀμνημονήσεις· καὶ πάντως βιάσῃ τὴν φύσιν. Ἐπὶ δὲ τῇ τοῦ ἐπιστατοῦντος ἡμῖν ἐντίμῳ ἀτιμίᾳ καὶ ἐπιπλήξει, καὶ ἐπιτιμίᾳ τῆς τοῦ κριτοῦ φοβερᾶς ἐννοηθῶμεν ἀποφάσεως· καὶ πάντως τὴν ἐπισπειρομένην ἄλογον λύπην καὶ πικρίαν πραότητι καὶ ὑπομονῇ, ὡς ἐν διστόμῳ μαχαίρᾳ κατασφάξομεν. Χρόνῳ σπανίζεται θάλασσα, ὥς φησιν ὁ Ἰὼβ, καὶ χρόνῳ καὶ ὑπομονῇ κατὰ μικρὸν τὰ εἰρημένα ἐν ἡμῖν προσγίνεται καὶ τελειοῦται.
Πυρὸς αἰωνίου μνήμη καθ᾿ ἑσπέραν συγκοιμηθήτω σοι, καὶ συναναστήτω σοι· καὶ οὐ μή σου ῥᾳθυμία ἐν καιρῷ ψαλμῳδίας κυριεύσῃ ποτέ. Πεισάτω σε πρὸς ἐργασίαν πένθους, κἂν αὐτό σου τὸ ἔνδυμα. Πάντες γὰρ οἱ νεκροὺς θρηνοῦντες, μέλανα περιβάλλονται. Εἰ μὲν οὐ πενθεῖς, διὰ τοῦτο πένθει· εἰ δὲ πενθεῖς, διὰ τοῦτο θρήνει μᾶλλον, ὅτι ἐξ ἀπόνου τάξεως εἰς ἐπίπονον ἑαυτὸν κατήγαγες διὰ τῶν σῶν πταισμάτων κρίνεται πάντως παρὰ τῷ καλῷ καὶ δικαίῳ ἡμῶν κριτῇ, ὡς ἐν ἅπασι, καὶ ἐν τοῖς δάκρυσι ἡ τῆς φύσεως δύναμις. Εἶδον γὰρ μικρὰς σταγόνας δίκην αἵματος μετὰ πόνου προχεομένας· καὶ εἶδον πηγὰς ἀπόνως προχεομένας, καίπερ ἔγωγε κατὰ τὸν πόνον μᾶλλον, καὶ οὐ κατὰ τὸ δάκρυον τοὺς κάμνοντας ἔκρινα· οἶμαι δὲ καὶ ὁ Θεός. Οὐχ ἁρμόζει πενθοῦσι θεολογία· διαλύειν γὰρ αὐτῶν τὸ πένθος πέφυκεν. Ὁ μὲν γὰρ τῷ ἐπὶ θρόνου καθημένῳ διδασκαλικῷ ἔοικεν· ὁ δὲ, τῷ ἐπὶ κοπρίας καὶ σάκκου διατρίβοντι. Καὶ τοῦτό ἐστιν, ὡς οἶμαι, ὅπερ καὶ Δαυΐδ, εἰ καὶ διδάσκαλος καὶ σοφὸς ὑπῆρχεν, ἡνίκα ἐπένθει, πρὸς τοὺς ἐρωτῶντας ἀπεκρίνατο· Πῶς ᾄσω τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; ἤγουν, ἐμπαθείας. Καὶ ἐπὶ τῆς κτίσεως, καὶ ἐπὶ τῆς κατανύξεώςἐστιν αὐτοκίνητος καὶ ἑτεροκίνητος. Ὅταν ἡ ψυχὴ, καὶ ὑμῶν μὴ σπευσάντων, μηδὲ ἐπιτηδευσάντων δακρυώδης καὶ κάθυγρος καὶ ἠπία γένηται, δράμωμεν, ὁ γὰρ Κύριος ἀκλήτως ἐλήλυθε· σπόγγον ἡμῖν διδοὺς λύπης θεοφιλοῦς, καὶ ὕδωρ ἀναψύξεως δακρύων θεοσεβῶν πρὸς τὴν ἐξάλειψιν τῶν ἐν τῷ (808.) χάρτῃ πταισμάτων, φύλαξον ταύτην ὡς κόρην ὀφθαλμοῦ ἄχρις οὗ ὑποχωρήσῃ· πολλὴ γὰρ ἡ ἰσχὺς τούτου, ὑπὲρ τὴν τοῦ ἐξ ἡμετέρας σπουδῆς καὶ ἐπινοίας προσγινομένου· οὐχ ὅτε βούλεται ὁ πενθῶν, οὗτος κάλλος πέφθακε πένθους· ἀλλ᾿ ὁ ἐν οἷς ἐὰν βούληται· καὶ οὐδὲ ἐν οἷς ἂν βούληται, ἀλλ᾿ ὁ καθὼς Θεὸς βούλεται. Πολλάκις τῷ κατὰ Θεὸν πένθει τὸ τῆς κενοδοξίας ἀχαρίτωτον συμπλέκεται δάκρυον.
Τοῦτο δὲ δοκίμως καὶ εὐσεβῶς ἐπιγνωσόμεθα, ὁπόταν πενθοῦντας καὶ πονηρευομένους ἑαυτοὺς ἴδωμεν.
Κατάνυξις κυρία ἐστὶν, ἀμετεώριστος ὀδύνη ψυχῆς μηδεμίαν ἑαυτῇ παρηγορίαν παρέχουσα, μόνην δὲ τὴν ἑαυτῆς ἀνάλυσιν καθ᾿ ὥραν φανταζομένη, καὶ τὴν τοῦ παρακαλοῦντος Θεοῦ τοὺς ταπεινοὺς μοναχοὺς παράκλησιν ὡς ὕδωρ ψυχρὸν προσδεχομένη.
Ὅσοι ἐν αἰσθήσει καρδίας πένθος ἐκτήσαντο, οὗτοι καὶ αὐτὴν τὴν ἑαυτῶν ζωὴν ἐμίσησαν· τὸ δὲ ἑαυτῶν σῶμα, ὡς ἐχθρὸν ἀπεστράφησαν. Ὁπόταν ἐν τοῖς κατὰ Θεὸν πενθεῖν δοκοῦσιν ὀργὴν καὶ ὑπερηφανίαν θεασώμεθα, τούτων τὰ δάκρυα ἐναντία λογισώμεθα· Ποία γὰρ κοινωνία φωτὶ πρὸς σκότος; Γέννημα μὲν νενοθευμένης κατανύξεως, οἴησις, ἐπαινουμένης δὲ παράκλησις· ὥσπερ ἀναιρετικὸν τὸ πῦρ καλάμης, οὕτω τὸ δάκρυον τὸ ἁγνὸν παντὸς φαινομένου, καὶ νοουμένου ῥύπου. Ὁ περὶ τῶν δακρύων λόγος παρὰ πολλοῖς τῶν Πατέρων σκοτεινός τις καὶ δυσεύρετος, ἐν τοῖς εἰσαγωγικοῖς μάλιστα εἶναι ὁρίζεται, καὶ ἐκ πολλῶν καὶ διαφόρων τρόπων ταῦτα τίκτεσθαι
Λέγω δὴ ἐκ φύσεως, ἐκ Θεοῦ, ἐκ θλίψεως ἐναντίας· ἐξ ἐπαινουμένης, ἐκ κενοδοξίας, ἐκ πορνείας, ἐξ ἀγάπης, ἐκ μνήμης θανάτου, καὶ ἑτέρων πολλῶν· τοὺς δὲ τούτων ἁπάντων τρόπους φόβῳ Θεοῦ γυμνάσαντες, τὰ τῆς ἡμετέρας ἀναλύσεως καθαρὰ καὶ ἄδολα ἑαυτοῖς περιποιησώμεθα δάκρυα· οὐ γάρ ἐστιν ἐν αὐτοῖς κλοπὴ ἢ οἴησις. Κάθαρσις δὲ μᾶλλον καὶ ἀγάπης τῆς εἰς Θεὸν προσκοπὴ, καὶ ἁμαρτίας ἔκπλυσις, καὶ παθῶν ἀπάθεια. Τὸ μὲν γὰρ ἐξ ἀγαθῶν ἄρξασθαι τοῦ πένθους δακρύων, καὶ εἰς πονηρὰ καταλῆξαι, οὐ θαῦμα. Τὸ δὲ ἐξ ἐναντίων ἢ φυσικῶν εἰς πνευματικὰ μετεγκεντρίσαι ἀξιέπαινον· τοῦτο δὲ τὸ πρόβλημα οἱ περὶ τὴν κενοδοξίαν ἐπιῤῥεπῶς ἔχοντες, σαφῶς ἐπίστανται. Μὴ πίστευε σαῖς πηγαῖς πρὸ τελείας καθάρσεως· οὐ γὰρ ἔχει πίστιν οἶνος εὐθέως ἐκ τῶν ληνῶν ἐγκλειόμενος. Ὅτι μὲν ἅπαντα τὰ κατὰ Θεὸν ἡμῶν δάκρυα ὠφέλημα, ὁ ἀντιλέγων οὐδείς· τίς δὲ ἐκ τούτων προσγινομένη ὄνησις, ἐν καιρῷ τῆς ἐξόδου γνωσόμεθα. Ὅστις ἐν πένθει διηνεκεῖ κατὰ Θεὸν πορεύεται, οὗτος καθ᾿ ἡμέραν ἑορτάζων οὐ παύεται. Ὃς σωματικῶς ἑορτάζων οὐ παύεται, τοῦτον πένθος αἰώνιον μέλλει διαδέχεσθαι. Οὐκ ἔστι καταδίκοις ἐν φυλακῇ χαρμονὴ, καὶ οὐκ ἔστι μοναχοῖς ἀληθινοῖς ἐπὶ γῆς ἑορτή. Καὶ ἴσως διὰ τοῦτο ἐκεῖνος ὁ καλλίπενθος στενάζων ἔλεγεν· Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἀγαλλιασθῆναι λοιπὸνἐν τῷ ἀῤῥήτῳ φωτί σου. Γενοῦ ὡς βασιλεὺς ἐν τῇ σῇ καρδίᾳ, ὑψηλὸς ἐν ταπεινώσει καθήμενος, καὶ (809.) κελεύων τῷ γέλωτι· Πορεύου, καὶ πορεύεται· καὶ τῷ κλαυθμῷ τῷ γλυκεῖ· Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ ἡμῶν, καὶ τυράννῳ σώματι· Ποίησον τοῦτο, καὶ ποιεῖ. Εἴ τις τὸ μακάριον καὶ κεχαριτωμένον πένθος ὥσπερ διπλοΐδα νυμφικὴν ἐνεδύσατο, οὗτος τὸν τῆς ψυχῆς πνευματικὸν ἐγνώρισε γέλωτα.
Τίς ἆρα τοιοῦτός ἐστιν ὃς τὸν ἑαυτοῦ χρόνον ἅπαντα τὸν ἐν τῇ μοναδικῇ πολιτείᾳ οὕτως δεδαπάνηκεν εὐσεβῶς, ὡς μὴ ἡμέραν, μὴ ὥραν, μὴ ῥοπὴν ζημιωθεῖν ποτε, ἀλλὰ τῷ Κυρίῳ ταύτην ἐξαναλῶσαι, λογιζόμενος ὡς οὐκ ἔστι τὴν αὐτὴν ἡμέραν δὶς ἐν τῷ βίῳ θεάσασθαι. Μακάριος μὲν μοναχὸς, ὁ τοῖς τῆς ψυχῆς ὄμμασιν ταῖς νοεραῖς δυνάμεσιν ἐνατενίζειν δυνάμενος· ἄπτωτος δὲ ἀληθῶς ὁ τὰς ἑαυτοῦ παρειὰς τοῖς αἰσθητοῖς ὄμμασιν ἐκ μνήμης θανάτου καὶ πταισμάτων διηνεκῶς καταβρέχων τοῖς ζῶσι δάκρυσι· κοπιῶ δὲ πιστεύειν ὡς χωρὶς τῆς δευτέρας καταστάσεως, ἡ προτέρα ἐβάδισεν. Εἶδον ἐγὼ προσαίτας, καὶ πτωχοὺς ἀναιδεῖς, ἀστείοις τισὶ ῥήμασι, καὶ αὐτὰς τὰς βασιλέων καρδίας εἰς συμπάθειαν συντόμως κατακλίναντας. Καὶ εἶδον πτωχοὺς καὶ πένητας τῶν ἀρετῶν οὐκ ἀστείοις, ἀλλὰ μᾶλλον ταπεινοῖς τισι, καὶ σκοτεινοῖς, καὶ ἐξαπόροις ῥήμασιν ἐκ βαθείας καὶ ἀπεγνωσμένης καρδίας πρὸς τὸν ἐπουράνιον βασιλέα ἀναισχύντως καὶ ἐπιμόνως ἀνακράζοντας· καὶ τῇ αὐτῶν βίᾳ τὴν ἀβίαστον αὐτοῦ βιασαμένους εὐσπλαγχνίαν καὶ φύσιν· ὁ ἐπὶ τοῖς ἑαυτοῦ δάκρυσι ψυχικῶς φυσιούμενος, καὶ τοὺς μὴ δακρύοντας ἐν ἑαυτῷ κατακρίνων, ὅμοιός ἐστι τῷ ὅπλον κατὰ τοῦ ἑαυτοῦ ἐχθροῦ ἐκ τοῦ βασιλέως αἰτησαμένῳ, ἑαυτὸν δὲ ἐν τούτῳ διαχειρησαμένῳ. Οὐ δέεται, ὦ οὗτοι, οὐδὲ βούλεται Θεὸς ἄνθρωπον ἐξ ὀδύνης καρδίας πενθεῖν· ἀλλὰ μᾶλλον ἐξ ἀγάπης πρὸς αὐτὸν ἐν γέλωτι ψυχῆς ἀγάλλεσθαι. Ἄνελε τὴν ἁμαρτίαν, καὶ περιττὸν τὸ κατώδυνον δάκρυον τοῖς αἰσθητοῖς ὄμμασιν. Οὐδὲν γὰρ ξηρίου μὴ παρόντος μόλωπος. Οὐκ ἦν ἐν τῷ Ἀδὰμ πρὸ τῆς παραβάσεως δάκρυον· ὥσπερ οὐδὲ μετὰ τὴν ἀνάστασιν λοιπὸν καταργουμένης τῆς ἁμαρτίας· Εἴπερ ἀπέδρα ὀδύνη τότε, λύπη καὶ στεναγμός. Εἶδον ἔν τισι πένθος, καὶ εἶδον ἐν ἑτέροις διαπορίαν πένθους· πένθος καίπερ ἔχοντες, ὡς μὴ κατέχοντες διάκεινται· καὶ διὰ τῆς καλῆς ἁγνείας ἄσυλοι διαμένουσι. Καὶ οὗτοί εἰσι, περὶ ὧν εἴρηται· Κύριος σοφοῖ τυφλούς.
Πέφυκε πολλάκις τοὺς κουφοτέρους καὶ τὸ δάκρυον ἐπαίρειν· διόπερ καί τισιν οὐ δίδοται· οἵτινες ἐπὶ τῇ τούτου ζητήσει, ἑαυτοὺς ταλανίζουσι, καὶ καταδικάζουσι, στεναγμοῖς καὶ κατηφείᾳ καὶ λύπῃ ψυχῆς καὶ βαθείᾳ σκυθρωπότητι, καὶ ἐξαπορίᾳ, ἅπερ ἀναπληροῦν τὸν τοῦ δακρύου τόπον ἀκινδύνως πεφύκασιν, εἰ καὶ εἰς οὐδὲν παρ᾿ αὐτοῖς συμφερόντως λογίζονται. Ἐπιτηρήσοντες πολλάκις εὑρήσομεν γελοῖον πικρὸν παρ᾿ αὐτοῖς δαίμοσι καθ᾿ ἡμῶν γινόμενον.
Κορεσθέντας γὰρ ἡμᾶς κατανύσσουσι, καὶ νηστεύοντας σκληρύνουσιν, ἵνα τοῖς νόθοις δάκρυσιν ἀπατηθέντες τῇ μητρὶ τῶν παθῶν τροφῇ, ἑαυτοὺς (812.) ἐκδώσωμεν· οἷστισιν οὐ πείθεσθαι δεῖ· μᾶλλον δὲ τοὐναντίον ποιεῖν. Ἐγὼ δὲ καὶ αὐτὴν τὴν τῆς κατανύξεως ποιότητα ἐννοῶν ἐξίσταμαι· πῶς δὲ πένθος, καὶ λύπη λεγομένη τὴν χαρὰν καὶ τὴν εὐφροσύνην ἔνδοθεν ὥσπερ μελικηρίῳ συμπεπλεγμένην κέκτηται. Τί δὲ ἐκ τούτου μανθάνομεν; Ὅτι κυρίως Κυρίου δῶρον ἡ τοιαύτη κατάνυξις καθέστηκεν· οὐκ ἔστιν ἐν τῇ ψυχῇ τότε ἀνήδονος ἡδονὴ, τοῦ Θεοῦ λεληθότως παρακαλοῦντος τοὺς συντεθλασμένους τῇ καρδίᾳ· πρὸς δὲ ὄντως πένθους ἐναργεστάτου, καὶ ὀδύνης ὀνησιφόρου ὑπόθεσιν ἀκούσωμεν ψυχωφελοῦς καὶ ἐλεεινοτάτου διηγήματος. Στέφανός τις οἰκῶν ἐνταῦθα, τὸν ἐρημικὸν καὶ ἡσύχιον ἀσπαζόμενος βίον χρόνους τε ἱκανοὺς ἐν μοναδικῇ διατρίψας παλαίστρᾳ, νηστείαις τε μάλιστα καὶ δάκρυσι κατακεκοσμημένος, καὶ ἑτέροις ἀγαθοῖς πλεονεκτήμασι περιηνθισμένος ὑπάρχων, ἐκέκτητο τὴν κέλλαν πρὸς τῇ καταβάσει τοῦ ἁγίου καὶ θεόπτου ἡλίου ἐν τῷ ἁγίῳ τούτῳ ὄρει· οὗτός τε, οὗτος ὁ ἀοίδιμος κατείληφε σκοπῷ πρὸς σκοπὸν ἐνεργεστέρας καὶ στενοτέρας, καὶ ἐπιπόνου μετανοίας, τὸν τόπον τῶν ἀναχωρητῶν, τὸν καλούμενον Σίδδην, πεποιηκώς τε ἐκεῖσε ἐν στενοτάτῃ καὶ ἐπιτεταγμένῃ διαίτῃ χρόνους τινὰς, ἐπεὶ ἀπαράκλητος ὁ τύπος καὶ πάσης ἀνθρώπου διόδου ἀνεπίβατος. ὡς ἔτυχεν ἂν ἀπὸ ἑβδομήκοντα μιλίων τοῦ κάστρου, ἀνέρχεται περὶ τὰ ἑαυτοῦ ἔσχατα ἐν τῷ ἰδίῳ κελλίῳ ἐν τῇ ἁγίᾳ κορυφῇ ὁ γέρων. Εἶχε δὲ ἐκεῖ καὶ δύο μαθητὰς Παλαιστινοὺς εὐλαβεῖς πάνυ· οἳ καὶ ἐφύλαττον τὸ κελλίον τοῦ γέροντος. Ποιήσας οὖν ὀλίγας ἡμέρας ὁ γέρων ἀσθενεῖ ἀσθένειαν, ἐν ᾗ καὶ ἐπιτελειώθη. Πρὸ οὖν μιᾶς ἡμέρας τοῦ ἀναλύσαι, ἐξίσταται τῷ νοῒ καὶ τῶν ὀφθαλμῶν ἀνεῳγμένων κατενόει εἰς τὰ δέξια, καὶ εἰς τὰ ἀριστερὰ τῆς κλίνης· καὶ ὡς ὑπό τινων λογοθετούμενος, ἔλεγε πάντων ἀκουόντων τῶν περισταμένων, ποτὲ μέν· Ναὶ, ὄντως, ἀλήθεια, ἀλλ᾿ ἐνήστευσα τοσούτους χρόνους ὑπὲρ τούτου εἶτα πάλιν· Οὐχὶ, ὄντως ψεύδεσθε, τοῦτο οὐκ ἐποίησα· καὶ πάλιν· Ναὶ, ἀληθῶς τοῦτο, ναί· ἀλλ᾿ ἔκλαυσα, ἀλλὰ διηκόνησα· καὶ πάλιν· Οὐχὶ, ὅλως κατηγορεῖτέ μου. Ἔστι δὲ ὅτε εἴς τινα ἔλεγε· Ναὶ, ἀληθῶς, ναί· καὶ πρὸς τοῦτο τί εἰπεῖν οὐκ οἶδα· ἐν τῷ Θεῷ ἐστιν ἔλεος. Καὶ ἦν ἀληθῶς θέαμα φρικτὸν καὶ φοβερὸν, ἀόρατον καὶ ἀσυγχώρητον λογοθέσιον· καὶ τὸ φοβερώτερον, ὅτι καὶ ἃ οὐκ ἐποίησε, κατηγόρουν αὐτοῦ. Βαβαὶ, ὁ ἡσυχαστὴς καὶ ἀναχωρητὴς ἔλεγεν εἴς τινα τῶν ἑαυτοῦ πταισμάτων, ὅτι Πρὸς ταῦτα εἰπεῖν οὐκ οἶδα, ἔχων που λοιπὸν περὶ τὰ τεσσαράκοντα ἔτη μοναχὸς, καὶ ἔχων τὸ δάκρυον.
Οἴ μοι, οἴ μοι, ποῦ ἦν τότε ἡ τοῦ Ἰεζεκιὴλ φωνὴ, ἵνα εἴπῃ πρὸς αὐτοὺς, ὅτι Ἐν ᾧ εὕρω σε, ἐν αὐτῷ καὶ κρινῶ σε, εἶπεν ὁ Θεός. Ὄντως οὐδὲν τοιοῦτον εἰπεῖν ἠδυνήθη· τίνος χάριν δόξα τῷ μόνῳ γινώσκοντι· τινὲς δέ μοι, ὡς ἐπὶ Κυρίου διηγήσαντο, ὅτι καὶ λεοπάρδῳ ἀπὸ χειρὸς παρέβαλεν εἰς τὴν ἔρημον· καὶ οὕτω λογοθετούμενος, τοῦ σώματος ἐχωρίσθη, τί τὸ κρῖμα, ἢ τὸ πέρας, ἢ ἀπόφασις αὐτοῦ, ἢ τὸ τέλος τοῦ λογοθεσίου κατάδηλον μὴ ποιησάμενος. (813.) Ὥσπερ χήρα τὸν ἑαυτὴς ἄνδρα ἀποβαλοῦσα, καὶ μονογενῆ υἱὸν κεκτημένη μετὰ Κύριον, ἐκεῖνον μόνον παραμυθίαν κέκτηται· οὕτω καὶ ψυχῆς πεσούσης οὐκ ἔστι παραμυθία τις ἑτέρα ἐν καιρῷ ἐξόδου, ὡς οἱ κόποι τοῦ λαιμοῦ, καὶ τὸ δάκρυον. Οὐ μελῳδήσουσιν οἱ τοιοῦτοί ποτε, οὐδὲ ἀλαλάζουσιν ἐν ὕμνοις πρὸς ἑαυτούς· λυμαντικὰ γὰρ τὰ τοιαῦτα τοῦ πένθους καθεστήκασιν. Ἂν διὰ τούτων προσκαλεῖσθαι αὐτὸ ἐπιτηδεύῃς, ἔτι πόῤῥω ἀπό σου ἀφέστηκε τὸ ἔργον· πένθος γάρ ἐστιν πεποιωμένον ἄλγημα ψυχῆς ἐμπύρου· πρόδρομον ἐν πολλοῖς τῆς μακαρίας ἀπαθείας τὸ πένθος γέγονε, προευτρεπίσαν, καὶ προσαρῶσαν, καὶ ἀναλῶσαν τὴν ὕλην. Διηγήσατό μοί τις τούτου τοῦ καλοῦ ἐργάτης δόκιμος, ὅτι περ, φησὶν, ἐπιτηδεύοντί μοι πολλάκις πρὸς κενοδοξίαν, ἣ ὀργὴν, ἢ γαστρὸς κόρον ἐκφέρεσθαι, ὁ τοῦ πένθους ἔσωθεν διεμαρτύρατό μοι λογισμὸς, καί φησι· «Μὴ κενοδοξήσῃς, ἐπὶ ἀναχωρῶ σου, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων παθῶν.»Ἐγὼ δὲ πρὸς αὐτὸν ἔλεγον· Οὐ μή σου παρακούσω ποτὲ, ἄχρις οὗ τῷ Χριστῷ παραστήσῃς.
Ἄβυσσος μὲν πένθους παράκλησιν ἐθεάσατο. καθαρότης δὲ καρδίας ἐδέξατο ἔλλαμψιν. Ἔλλαμψίς ἐστιν ἄῤῥητος ἐνέργεια, νοουμένη ἀγνώστως, καὶ ὁρωμένη ἀοράτως· παράκλησίς ἐστιν ἐνωδύνου ψυχῆς ἀνάψυξις, νηπίου δίκην ἐν ἑαυτῇ κλαυθμηριζομένης ἅμα καὶ φαιδρῶς μειδιώσης. Ἀντίληψίς ἐστι ψυχῆς ἀνανέωσις, καταπεσούσης λύπη, τὸ ἐνώδυνον δάκρυον εἰς ἀνώδυνον θαυμασίως μεταποιήσασα. Δάκρυα ἐξόδου ἀπέτεκον φόβον· φόβου δὲ τεκόντος ἀφοβίαν, ἐπιφαίει χαρὰ, χαρᾶς δὲ ἀκαταλήκτου ληξάσης τῆς ὁσίας ἀγάπης, ἀνέτειλε τὸ ἄνθος.
Ἀπόθου ὡς οὐκ ἄξιος ἐν χειρὶ ταπεινώσεως ἐπιδημοῦσαν χαρὰν, ἵνα μὴ εὐπαράδεκτος ὢν, δέξῃ λύκον ἀντὶ ποιμένος. Μὴ πρόστρεχε θεωρίᾳ ἐν οὐ καιρῷ θεωρίας, ἵνα σου τοῦ κάλλους τῆς ταπεινώσεως καταδιώξηται, καὶ καταλήψηται, καὶ εἰς αἰῶνα αἰώνων συναφθήσεταί σοι ἐν πανάγνῳ γάμῳ. Ἐν ἀρχαῖς μὲν αὐταῖς γνωρίζων ὁ νήπιος τὸν πατέρα, χαρᾶς ὅλος πεπληρωμένος γίνεται· τούτου δὲ πρὸς χρόνον οἰκονομικῶς ἀποδημοῦντος, εἶτα πάλιν ἐπιδημοῦντος, χαρᾶς ὁ παῖς καὶ λύπης ἀνάμεστος γίνεται· χαρᾶς μὲν, ὡς τὸν ποθούμενον ἰδών· λύπης δὲ, διὰ τὴν τοῦ τοσούτου χρόνου τοῦ καλοῦ κάλλους στέρησιν. Κρύπτει μήτηρ ἑαυτὴν τοῦ νηπίου, καὶ τούτου ἐνοδύνως ἐπιζητοῦντος αὐτὴν ὁρῶσα, τέρπεται, παιδεύουσα, αὐτὸ διηνεκῶς προσκολλᾶσθαι αὐτῇ· καὶ τὸ φίλτρον αὐτοῦ τὸ πρὸς ἑαυτὴν σφοδρῶς ἀναφλέγουσα. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω, φησὶν ὁ Κύριος. Οὐ μεριμνήσει ὁ τὴν ἀπόφασιν εἰληφὼς κατάδικος τὰς θεάτρων διοικήσεις· καὶ οὐ μὴ προσχῇ ὁ ἐναργῶς θρηνῶν, τρυφῇ, ἢ δόξῃ, ἢ ὀργῇ, ἢ ὀξυχολίᾳ ποτέ. Πένθος ἐστὶ πεποιωμένη ὀδύνη μετανοούσης ψυχῆς, καθ᾿ ἡμέραν ὀδύνας ὀδύναις προστιθεῖσα, ὡς ἡ τίκτουσα καὶ ὀδύνουσα. Δίκαιος καὶ ὅσιος ὁ Κύριος· καὶ τὸν λόγῳ ἡσυχάζοντα, λόγῳ κατανύσσων· καὶ τὸν λόγῳ (816.) ὑποτασσόμενον καθ᾿ ἡμέραν εὐφραίνων. Ὁ θάτερον τρόπον οὐκ ἀνοθεύτως μετερχόμενος τοῦ πένθους ἀπήλλακται. Ἀπόθου τὸν κύνα τὸν ἐν τῷ πένθει τῷ βαθυτάτῳ προσερχόμενον· καὶ τὸν Θεὸν ἄσπλαγχνον καὶ ἀσυμπαθῆ ὑποβάλλοντα. Ἐπιτηρήσας γὰρ αὐτὸν, εὑρήσεις πρὸ τῆς ἁμαρτίας φιλάνθρωπον, καὶ συμπαθῆ τὸν Θεὸν καὶ συγχωρητὴν προσαγορεύοντα. Ἀδολεσχία γεννᾷ συνέχειαν, αὐτὴ δὲ καταλήγει εἰς αἴσθησιν· τὸ δὲ ἐν αἰσθήσει ποιούμενον, δυσαφαίρετον, κἂν ὁποίας ἂν ἡμῶν τὰς πολιτείας μεγάλας μετερχώμεθα, τὴν δὲ καρδίαν ἐνώδυνον οὐ κεκτήμεθα, νόθοι αὗται καὶ ἕωλοι κατεστήκασι· δεῖ γὰρ ὄντως, δεῖ, ἵν᾿ οὕτως εἴπω, τοὺς μετὰ τὸ λοῦτρον πάλιν μολυνθέντας, πυρὶ καρδίας ἀνενδότῳ, καὶ ἐλαίῳ Θεοῦ τὰς ἑαυτῶν ἀποπισσῶσαι χεῖρας.
Εἶδον ἐγὼ ὅρον ἔν τισι πένθους [al. πενθούντων] τὸν ἀκρότατον· αἷμα γὰρ αὐτοὺς αἰσθητῶς ἐκ τῆς κατωδύνου καὶ πεπληγμένης καρδίας ἐθεασάμην προχέοντας ἐκ τοῦ στόματος· καὶ ἐνεθυμήθην τοῦ φήσαντος· Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου. Τὰ μὲν ἐκ φόβου δάκρυα, αὐτὰ ἐφ᾿ ἑαυτοῖς τὸν τρόμον καὶ τὴν φυλακὴν κέκτηται· τὰ δὲ τῆς ἀγάπης πρὸ τῆς τελείας ἀγάπης ἴσως καὶ εὔσηλα ἔν τισιν καθεστήκασι. Οὐκ οἶδα εἰ μή γε ἂν πολὺ τὸ ἀείμνηστον πῦρ ἐν τῷ καιρῷ τῆς ἐνεργείας τὴν καρδίαν ἀνεξάψειε. Καὶ θαῦμα εἰπεῖν, πῶς τὸ ταπεινότερόν ἐστιν ἀσφαλέστερον ἐν καιρῷ αὐτοῦ.
Εἰσὶν ὕλαι τὰς πηγὰς ἡμῶν ξηραίνουσαι καί εἰσιν ἕτεραι καὶ βόρβορον ἐν αὐτοῖς, καὶ θηρία ἀποτίκτουσαι· καὶ διὰ μὲν τῶν προτέρων ὁ Λὼτ ταῖς θυγατράσι παρανόμως συνεγίνετο· διὰ δὲ τῶν δευτέρων ὁ διάβολος ἐξ οὐρανοῦ πέπτωκε. Πολλὴ παρ᾿ αὐτοῖς ἐχθροῖς ἡμῶν ἡ κακία, πῶς τὰς μητέρας τῶν ἀρετῶν, μητέρας κακιῶν ἀπεργάζονται, καὶ τὰς ποιητικὰς τῶν ταπεινώσεων ὕλας, ὑπερηφανίας δημιουργοὺς ἀποδεικνύουσι. Πεφύκασι πολλάκις, καὶ αὐταὶ τῶν οἰκετηρίων ἡμῶν αἱ καταμοναὶ καὶ θέαι τὸν νοῦν ἡμῶν εἰς κατάνυξιν προσκαλεῖσθαι· καὶ πεισάτωσαν ἴσως [Ἰησοῦς] καὶ Ἠλίας, καὶ Ἰωάννης καθ᾿ ἑαυτοὺς προσευχόμενοι. Εἶδον ἐν πόλεσι καὶ θορύβοις πολλάκις κινηθέντα δάκρυα, ἵν᾿ ὡς μηδὲν ἐκ τῶν θορύβων ἀδικεῖσθαι οἰόμενοι, τῷ κόσμῳ πλησιάσωμεν· σκοπὸς γὰρ οὗτος τοῖς πονηροῖς δαίμοσιν· εἷς μὲν λόγος πολλάκις πένθος διέλυσε· θαῦμα δὲ, εἴπερ καὶ εἷς αὐτὸ συνήγαγεν. Οὐκ ἐγκληθησόμεθα, ὦ οὗτοι, οὐκ ἐγκληθησόμεθα ἐν ἐξόδῳ ψυχῆς, διότι οὐ τεθαυματουργήκαμεν· οὐδ᾿ ὅτι οὐ τεθεολογήκαμεν· οὐδ᾿ ὅτι θεωρητικοὶ οὐ γεγόναμεν, ἀλλὰ λόγον πάντως δώσομεν τῷ Θεῷ διότι ἀδιαλείπτως οὐ πεπενθήκαμεν.
(817.) Βάσις ἑβδόμη· ὁ ἀξιωθεὶς κἀμοὶ βοηθείτω· αὐτὸς γὰρ ἤδη βεβοήθηται, διὰ τοῦ ἑβδόμου βαθμοῦ τὰς τοῦ αἰῶνος τούτου κηλίδας ἀπονιψάμενος.

ΛΟΓΟΣ Ηʹ

Περὶ ἀοργησίας καὶ πραότητος.

(828.) Ὥσπερ ὕδατος ἐν φλογὶ κατὰ μικρὸν προστιθεμένου, τελείως ἡ φλὸξ ἀποσβέννυται, οὕτω καὶ τοῦ ἀληθινοῦ πένθους τὸ δάκρυον πᾶσαν τὴν φλόγα τοῦ θυμοῦ καὶ ὀξυχολίας ἀποκτείνειν πέφυκε· διὸ αὐτὸ καὶ ἀκολούθως τετάχαμεν. Ἀοργησία τοίνυν ἐστὶν ἔφεσις ἀτιμίας ἀκόρεστος, ὡς ἐν τοῖς κενοδόξοις εὐφημίας ἀπέραντος. Ἀοργησία ἐστὶ φύσεως ἧττα, ἐν ἀναισθησίαις ὕβρεων ἐξ ἀγώνων καὶ ἱδρώτων προσγινομένη. Πραότης ἐστὶν ἀκίνητος ψυχῆς κατάστασις, ἐν ἀτιμίαις καὶ εὐφημίαις ὡσαύτως ἔχουσα. Ἀρχὴ μὲν ἀοργησίαις, σιωπὴ χειλέων ἐν ταραχῇ καρδίας· μεσότης δὲ σιωπὴ λογισμῶν ἐν ψιλῇ ταραχῇ ψυχῆς· τέλος δὲ πεπηγμένη γαλήνη ἐν πνοῇ ἀνέμων ἀκαθάρτων Ὀργή ἐστιν ὑπόμνησις κεκρυμμένου μίσους, ἤγουν μνησικακίας. Ὀργή ἐστιν ἐπιθυμία κακώσεως τοῦ παροξύνοντος. Ὀξυχολία ἐστὶν ἔξαψις καρδίας ἀχρόνως γινομένη. Πικρία ἐστὶν ἀνήδονος κίνησις ἐν ψυχῇ συγκαθημένη. Θυμός ἐστιν εὐμετάβολος κίνησις ἠθῶν, καὶ ψυχῆς ἀσχημοσύνη. Ὡς φωτὸς φανέντος ὑποχωρεῖ τὸ σκότος· οὕτως καὶ ἐξ ὀσμῆς ταπεινώσεως πᾶσα πικρία καὶ θυμὸς ἐξαφανίζεται. Τινὲς εὐμετάβλητοι ἐκ θυμοῦ ὑπάρχοντες, ἀμελῶς περὶ τὴν τούτου θεραπείαν καὶ ἐπιμέλειαν διάκεινται, μὴ ἐννοοῦντες οἱ τάλανες τοῦ εἰπόντος Ἡ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ, πτῶσις αὐτῷ. Ἔστι (829.) κίνησις μύλου ὀξεῖα ἐν μιᾷ ῥοπῇ ὑπὲρ τὴν τοῦ ἑτέρου ἡμέραν, σῖτον ψυχῆς, καὶ καρπὸν συντρίβουσα καὶ ἐξαφανίζουσα· διὸ προσεκτέον νουνεχῶς. Ἔστι φλογὸς ἔξαψις συντόμως ὑπὸ σφοδροῦ πνεύματος ἀναπτομένη, καὶ ὑπὲρ φλόγα χρονίζουσαν τὸν ἀγρὸν τῆς καρδίας ἀνεμπιπρῶσα, καὶ ἀπολλύουσα. Οὐδὲ τοῦτο ἡμᾶς λανθάνειν ὀφείλει, ὦ φίλοι, ὅτι περ ἐν καιρῷ οἱ πονηροὶ δαίμονες ἑαυτοὺς συντόμως ὑποστέλλουσιν, ἵν᾿ ὡς μικρῶν τῶν μεγάλων παθῶν ἀμελήσαντες, ἀνίατα λοιπὸν νοσήσωμεν. Ὥσπερ λίθος ὀξύγωνος, καὶ ἀπόκροτος ἑτέροις λίθοις συγκρουόμενος καὶ συνδαιρόμενος, ἅπασαν αὐτοῦ τὴν ὀξύγωνον καὶ ἀπόκροτον καὶ στεῤῥὰν διάπλασιν διαθρύπτεται, καὶ στρογγυλοειδῆ ἀπεργάζεται· οὕτως καὶ ψυχὴ ὀξεῖα καὶ ἀπότομος συμμιγνυμένη καὶ συνδιάγουσα σκληροῖς τισι, δυεῖν θάτερον ὑπομένει· ἢ ἐκ τῆς ὑπομονῆς τὸ ἴδιον τραῦμα θεραπεύσει, ἢ ὑποχωρήσασα τὴν ἰδίαν πάντως ἀσθένειαν γνωρίσει; τῆς φυγῆς τῆς δειλάνδρου ταύτην αὐτῇ, ὥσπερ ἔσοπτρον φανερωσάσης. Θυμώδης ἐστὶν ἐπιληπτικὸς ἑκούσιος, ἐξ ἀκουσίου προλήψεως, καταῤῥηγνύμενος καὶ ῥασσόμενος. Οὐδὲν οὕτω τοῖς μετανοοῦσιν ἀνοίκειον ὡς θυμὸς ταρασσόμενος, εἴπερ ἡ ἐπιστροφὴ πολλῆς δεῖται τῆς ταπεινώσεως. Ὁ δὲ πάσης οἰήσεως ὑπάρχει τεκμήριον. Εἰ τοῦτο ὅρος ἀκροτάτης πραότητος, τὸ καὶ παρόντος τοῦ ἐρεθίζοντος γαληνῶς τῇ καρδίᾳ καὶ ἀγαπητικῶς πρὸς αὐτὸν διακεῖσθαι, πάντως τοῦτο ὅρος ἀκροτάτου θυμοῦ, τὸ καὶ καθ᾿ ἑαυτὸν διάγοντα μόνον, λόγοις καὶ σχήμασι πρὸς τὸν λυπήσαντα διαμάχεσθαι, καὶ θηριοῦσθαι. Εἰ τὸ πνεῦμα τὸ ἅγιον εἰρήνη ψυχῆς καὶ ὁρίζεται, καὶ ὑπάρχει· ἡ δὲ ὀργὴ, ταραχὴ καρδίας καὶ ὑπάρχει καὶ λέγεται.
Οὐκ οὖν οὐδὲν οὕτω τὴν αὐτοῦ παρουσίαν ἐν ἡμῖν, ὡς θυμὸς ὑποτειχίζειν πέφυκε. Πάμπολλα καὶ χαλεπὰ αὐτοῦ τὰ γεννήματα γνωρίζοντες· ἕνα καὶ μόνον ἀκούσιον ἀπόγονον, εἰ καὶ νόθον, ὅμως ὠφέλημον ἐπεγνώκαμεν. Εἶδον μανικῶς ἐξαφθέντας, καὶ τὴν χρονίαν καὶ ἐναπόθετον μνησικακίαν ἐμέσαντας, καὶ διὰ πάθους, πάθους ἀπαλλαγέντας· περὶ τῆς χρονίου λύπης ἢ μετάνοιαν, ἢ πληροφορίαν ἐκ τοῦ λελυπηκότος κομισαμένους. Καὶ εἶδον τὸ δοκεῖν μακροθυμήσαντας ἀλόγως, καὶ ἐκ τῆς σιωπῆς μνησικακίαν ἔνδον ἀποθεμένους, καὶ τῶν μαινομένων μᾶλλον αὐτοὺς ἐταλάνισα, ὡς διὰ μέλανος τὸ τῆς περιστερᾶς λευκὸν ἀφανίσαντας. Πολλῆς ἡμῖν πρὸς τὸν ὄφιν δεῖ τοῦτον τῆς ἐπιμελείας· τὴν γὰρ φύσιν καὶ αὐτὸς, ὡς καὶ ὁ τῶν σωμάτων συνεργοῦσαν αὐτῷ, κέκτηται. Εἶδον ὀργισθέντας, καὶ ἐκ πικρίας τὴν τροφὴν ἀπωσαμένους, καὶ μέντοι ἰὸν ἰῷ διὰ τῆςἀλόγου ἐγκρατείας προσελάβοντο. Καὶ εἶδον ἑτέρους ἀφορμῆς δῆθεν εὐλόγου τοῦ θυμοῦ δραξαμένους, καὶ γαστριμαργίᾳ ἑαυτοὺς μεθοδεύσαντας, καὶ ἐκ (832.) βοθύνου εἰς κρημνὸν περιπεσόντας. Ἑτέρους δὲ ἐχέφρονας τεθέαμαι, ὡς καλοὺς ἰατροὺς ἀμφότερα συγκεράσαντας, καὶ τὰ μέγιστα ἐκ τῆς συμμέτρου παρακλήσεως ὠφεληθέντας. Ποτὲ μὲν ἡ μελῳδία τὸν θυμὸν ἀρίστως διαλύει, ἡ σύμμετρος· ποτὲ δὲ τῇ φιληδονίᾳ συνέρχεται, ἥγε ἄμετρος καὶ ἄκαιρος. Τοὺς οὖν καιροὺς κανονίζοντες, οὕτως ἐχρησάμεθα.
Ἤκουσα παρακαθήμενος ἔξω κατά τινα χρείαν ἀνδρῶν ἡσυχαζόντων, ὡς περδίκων ἐν τῇ κέλλῃ ἐκ πικρίας καὶ θυμοῦ καθ᾿ ἑαυτοὺς κλοβομαχούντων, τῷ προσώπῳ δὲ ὡς παρόντος τοῦ λελυπηκότος ἐπιπηδώντων· οἷς ἔγωγε τὸ μὴ ἀπιδιάζειν εὐσεβῶς συμβεβούλευκα, ἵνα μὴ ἐξ ἀνθρώπων δαίμονες κατασταθῶσι. Καὶ τεθέαμαι πάλιν λάγνους καὶ βρωμώδεις καρδίας, πράους τινὰς καὶ κόλακας, καὶ φιλαδέλφους, καὶ φιλοκαλλιπροσώπους ὑπάρχοντας, οὒς τὴν ἡσυχίαν ὡς ξύριον μισόλαγνον, καὶ μισόβρωμον μετιέναι παρεσκεύασα, ἵνα μὴ ἐκ λογικῆς εἰς ἄλογον φύσιν ἐλεεινῶς μετατεθῶσιν. Ἐπεὶ δέ μοί τινες ἐν ἀμφοτέροις ἑαυτοὺς ἔλεγον οἰκτίστως ἐκφέρεσθαι, τούτους ἔγωγε πάντη αὐτεξουσίως πορεύεσθαι κεκώλυκα. Τοῖς μέντοι αὐτῶν ἐπιστατοῦσι τοῦτο φιλικῶς ὑποθέμενος· ποτὲ μὲν αὐτοῖς τοῦ χρόνου ταύτην, ποτὲ δὲ ἐκείνην τὴν τάξιν ἐπιτρέπειν μετέρχεσθαι ὅμως τὸ πᾶν τῷ κρατοῦντι [τῷ] πάντα κρατοῦντι, τὸν αὐχένα δούς. Ὁ μὲν φιλήδονος ἑαυτὸν, ἴσως δὲ καὶ ἕτερον ἕνα φιλομύστην αὐτοῦ λυμαίνεσθαιπέφυκεν· ὁ δὲ θυμώδης ὥσπερ λύκος πᾶσαν πολλάκις τὴν ποίμνην διετάραξε, καὶ πολλὰς ψυχὰς ταπεινώσας διέθλιψε· χαλεπὸν μὲν τὸν τῆς καρδίας ὀφθαλμὸν ἐκ θυμοῦ ταράξαι, κατὰ τὸν εἰπόντα· Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου· χαλεπώτερον δὲ τὸ διὰ χειλέων τὴν τῆς ψυχῆς ὁρμὴν ἐνδείξασθαι· τὸ διὰ χειρῶν πάντη που τῆς μοναδικῆς, καὶ ἀγγελικῆς, καὶ θεϊκῆς πολιτείας ἐχθρὸν καὶ ἀλλότριον. Εἰ κάρφος ἑτέρου ἰάσασθαι θέλεις, μᾶλλον δὲ νομίζεις μὴ ἀντὶ μήλης δοκῷ τοῦτον ἀποχρίσης, ἢ ἀποστύψῃς· δοκὸς βαρὺς λόγος, σχήματα ἀπρεπῆ· τὸ δὲ ἕτερον ἐπιεικὴς διδασκαλία, καὶ μακρόθυμος ἐπιτιμία. Ἔλεγξον, φησὶν, ἐπιτίμησον, παρακάλεσον· οὐ μέντοι καὶ τύψον. Εἰ δὲ καὶ τοῦτο δέοι, σπανίως καὶ οὐ δι᾿ ἑαυτοῦ. Ἐπισκεψώμεθα καὶ ἐν τοῖς πολλοῖς τῶν θυμικῶν τὴν ἀγρυπνίαν προθύμως, καὶ τὴν νηστείαν καὶ ἡσυχίαν ἐπιτελουμένην θεασόμεθα. Σκοπὸς γὰρ τῷ δαίμονι τὰς αὐξητικὰς τοῦ πάθους ὕλας, προφάσει δῆθεν μετανοίας, καὶ πένθους αὐτοῖς ὑποτίθεσθαι. Εἰ εἷς λύκος, ὡς προέφημεν, δύναται ἐκταράξαι ποίμνην, δαίμονα συνεργὸν κεκτημένος, πάντως καὶ εἷς ἀδελφὸς σοφώτατος, ὥσπερ ἀσκὸς χρηστὸς ἐλαίου μεστὸς τὸ κῦμα παρενέγκαι καὶ γαληνιάσαι ποιεῖν τὴν ὁλκάδα, ἄγγελον συνεργὸν κεκτημένος, κατὰ τὸ μέγεθος τοῦ προτέρου κρίματος, οὗτος ἐκ Θεοῦ μισθὸν κομισόμενος, καὶ τύπος ὠφελείας πᾶσι γινόμενος.
Ἀρχὴ τῆς μακαρίας ἀνεξικακίας ἐν πικρίᾳ καὶ ὀδύνῃ ψυχῆς τὰς ἀτιμίας καταδέχεσθαι. Μεσότης δὲ ἀλύπως ἐν ταύταις διακεῖσθαι· τελείωσις δὲ, εἴπερ καὶ ἔστιν, ὡς εὐφημίας ταύτας λογίζεσθαι. Χαίροις (833.) ὁ πρότερος, ἔῤῥωσο ὁ δεύτερος, μακάριος ἐν Κυρίῳ καὶ ἀγαλλιῶ ὁ τρίτος· ἐλεεινὸν ἐπεσημηνάμην ἐν ὀργίλοις θέαμα, ἐξ οἰήσεως λεληθότως αὐτοῖς συμβαῖνον, ὀργιζόμενοι γὰρ διὰ τὴν ἧτταν, πάλιν ὠργίζοντο· καὶ πτώματι πτῶμα ἐκδιωκόμενον ὁρῶν ἐθαύμαζον· καὶ ἁμαρτίαν ἁμαρτίᾳ διεκδικοῦντας ἠλέουν θεώμενος, καὶ δαιμόνων πανουργίαν ἐκπληττόμενος, τῆς ἑαυτοῦ ζωῆς μικροῦ δεῖν ἀπεγίνωσκον.
Εἴ τις ἑαυτὸν ἀπὸ οἰήσεως καὶ ὀξυχολίας, πονηρίας τε καὶ ὑποκρίσεως εὐχερῶς ἡττώμενον θεάσοιτο, καὶ οὕτως τὴν μάχαιραν τῆς πραότητος καὶ ἀνεξικακίας δίστομον καθ᾿ αὐτῶν ἐσκέψατο σπάσασθαι, οὗτος πορευθεὶς παραγένηται, ὥσπερ ἐν κναφείῳ σωτηρίας, ἐν συνοδίᾳ ἀδελφῶν, καὶ μάλιστα σκληροτάτων, εἴπερ αὐτὰ τελείως ἐκδύσασθαι βούλεται, ἵνα ἐκεῖσε ἐξ ὕβρεων καὶ ἀτιμιῶν, καὶ τρικυμιῶν τῶν ἀδελφῶν τεινόμενος, καὶ νοερῶς τυπτόμενος, ἢ τάχα που καὶ αἰσθητῶς ξεόμενος, καὶ πατούμενος καὶ λακτιζόμενος, τὸν ῥύπον τὸν ἐνυπάρχοντα αὐτοῦ τῇ αἰσθήσει τῆς ψυχῆς ἀποπλύνῃ· αὐτή σε ἡ δημώδης φωνὴ πεισάτω πλυντήριον τὸν ὀνειδισμὸν τῶν τῆς ψυχῆς παθῶν καθίστασθαι· φασὶ γάρ τινες τῶν ἐν τῷ κόσμῳ ἡνίκα τινὰ κατὰ πρόσωπον ἀτιμίας περιβάλλουσι, καυχώμενοι πρὸς ἑτέρους, ὅτι τὸν δεῖνα ἀπέπλυνα. Ὅ τι καὶ ἀληθὲς καθέστηκεν. Ἄλλη ἐστὶν ἡ ἐκ πένθους ἐν τοῖς εἰσαγωγικοῖς ἀοργησία, καὶ ἑτέρα, ἡ ἐν τοῖς τελείοις ὑπάρχουσα ἀκινησία· καὶ ἡ μὲν, ὥσπερ χαλινῷ τινι τῷ δακρύῳ δέδεται.
Ἡ δὲ, ὥσπερ ὄφις ὑπὸ τῆς ἀπαθείας, ὡς ὑπὸ μαχαίρας, τεθανάτωται. Τρεῖς ἔγωγε ὁμοθυμαδὸν ἑώρακα μοναχοὺς ἀτιμασθέντας· καὶ ὁ μὲν δέδηκται [δέδηκτο, al. δέδακται], καὶ ἐσιώπησεν· ὁ δὲ ἐχάρη ἑαυτοῦ χάριν, λελύπηται δὲ περὶ τοῦ λοιδορήσαντος· ὁ δὲ τρίτος τὴν τοῦ πλησίον βλάβην ἀνατυπώσας ἐδάκρυσε θερμῶς· καὶ ἦν ἰδεῖν φόβου, καὶ μισθοῦ, καὶ ἀγάπης ἐργάτας. Ὥσπερ ὁ τῶν σωμάτων πυρετὸς, εἷς μέν ἐστι, πολλὰς δὲ καὶ οὐ μίαν τῆς αὐτοῦ ζέσεως τὴν ἀφορμὴν κέκτηται· οὕτως καὶ ἡ τοῦ θυμοῦ ζέσις, καὶ κίνησις, καὶ τῶν λοιπῶν ἡμῶν παθῶν πολλὰς καὶ διαφόρους αἰτίας ἔχουσα καθεστήκασι. Διὸ καὶ ἀδύνατον κατὰ τούτων μονοτρόπως ὁρίσασθαι. Γνώμην δὲ δίδωμι μᾶλλον ἐν ἑκάστου λοιπὸν τῶν νοσούντων μεμεριμνημένῃ σπουδῇ τῆς ἰατρείας τὴν θεραπείαν ἐπιζητεῖν. Πρώτη δ᾿ ἂν εἴη θεραπεία, τῆς αὐτοῦ ἀλγηδόνος τὴν αἰτίαν ἐπιγνῶναι, ἵνα τῆς αἰτίας εὑρεθείσης πρὸς αὐτὴν, καὶ τὴν ἔμπλαστρον ἐκ προνοίας Θεοῦ καὶ ἰατρῶν πνευματικῶν λήψεται, ὡς ἐν ὑποδείγμασιν οἱ βουλόμενοι ἡμῖν ἐν Κυρίῳ εἰς τὸ νοερὸν καὶ προβεβλημένον δικαστήριον συνεισελθεῖν, συνεισελθέτωσαν, καὶ ἀμυδρῶς πως περὶ τῶν προειρημένων παθῶν ἢ αἰτιῶν βασανίσωμεν. Δεθήτω λοιπὸν θυμὸς ὡς τύραννος ἐν δεσμοῖς πραότητος, καὶ τυπτόμενος ὑπὸ μακροθυμίας ἐκσυρόμενός τε ὑπὸ τῆς ἁγίας ἀγάπης ἐν τῷ βήματι τούτῳ τοῦ λόγου παραστὰς τὰ προσήκοντα ἐξεταζέσθω. Λέγε ἡμῖν, ὦ παράφρον καὶ ἄσεμνε, τήν τε τοῦ γεγεννηκότος [σε] προσηγορίαν, καὶ τῆς κακῶς τεκούσης σε προσωνυμίαν, τῶν σῶν τε υἱῶν καὶ θυγατέρων μιαρῶν τὰ ὀνόματα· οὐ μόνον δὲ,(836.) ἀλλὰ καὶ τῶν πολεμούντων καὶ ἀποκτεινούντων σε τὰς σημασίας. Ὁ δὲ πρὸς ἡμᾶς ἀποκρινόμενος ἔλεγεν. Αἱ ἐμὲ γεννήσασαι πολλαὶ, καὶ ὁ ἐμὸς πατὴρ οὐχ εἷς. Αἱ δὲ μητέρες μου κενοδοξία, φιλαργυρία, γαστριμαργία· ἔστι δὲ ὅτε καὶ πορνεία· ὁ ἐμὲ γεγεννηκὼς προσηγορεύεται τῦφος. Αἱ δὲ ἐμαὶ θυγατέρες μνησικακίαι, μίσος, ἔχθρα, δικαιολογία· αἱ ἐμοῦ δὲ ἀντίδικοι, ὑφ᾿ ὧν νῦν περιέχομαι δέσμιος, αἱ τούτων ἀντικείμεναι, ἀοργησία καὶ πραότης. Ἡ δὲ ἐμὴ ἐπίβουλος, ταπεινοφροσύνη προσαγορεύεται.
Τίς δὲ ὁ τετοκὼς ἐκείνην, ἐν ἰδίῳ καιρῷ αὐτὴν ἐρωτήσατε.
Ἐν ὀγδόῳ τινὶ βαθμῷ ὁ τῆς ἀοργησίας κεῖται στέφανος, καὶ ὁ μὲν ἐκ φύσεως τούτων περικείμενος, ἴσως οὐ περίκειται ἕτερον· ὁ δὲ ἐξ ἱδρώτων, εἰς ἅπαν τοὺς ὀκτὼ νενίκηκεν.

ΛΟΓΟΣ Θʹ

Περὶ μνησικακίας.

(840.) Αἱ μὲν ὅσιαι ἀρεταὶ, τῇ τοῦ Ἰακὼβ κλίμακι (841.) παρεοίκασιν, αἱ δὲ ἀνόσιοι κακίαι, τῇ ἁλύσει τῇ ἐκπεσούσῃ ἐκ Πέτρου τοῦ κορυφαίου. Διὸ αἱ μὲν μία τῇ μιᾷ συνδεθεῖσαι εἰς οὐρανὸν τὸν προαιρούμενον ἀναφέρουσιν· αἱ δὲ ἑτέρα τὴν ἑτέραν γεννᾷν καὶ συσφίγγειν πεφύκασιν. Διὸ καὶ ἠκούσαμεν νῦν τοῦ ἀσυνέτου θυμοῦ γέννημα αὐτοῦ οἰκεῖον τὴν μνησικακίαν ὑπάρχειν φήσαντος, ὅθεν καὶ καιροῦ νῦν καλοῦντος ἀρτίως περὶ αὐτῆς εἴπωμεν. Μνησικακία ἐστὶ θυμοῦ κατάληξις, ἁμαρτημάτων φύλαξ, δικαιοσύνης μῖσος, ἀρετῶν ἀπώλεια, ἰὸς ψυχῆς, σκώληξ νοὸς, προσευχῆς αἰσχύνη, δεήσεως ἐκκοπή· ἀγάπης ἀλλοτρίωσις, ψυχῆς ἧλος πεπηγὼς, ἀνόδυνος αἴσθησις ἐν ἡδύτητι πικρίας ἀγαπωμένη, διηνεκὴς ἁμαρτία, ἄϋπνος παρανομία, κάθωρος κακία. Ἓν καὶ τοῦτο σκοτεινὸν, καὶ ἀηδὲς πάθος, λέγω δὴ τὸ τῆς μνησικακίας τῶν γεννωμένων καὶ οὐ γεννώντων, ἢ καὶ γεννώντων καθέστηκεν· ὅθεν περὶ αὐτοῦ οὐ πλεῖστα λέγειν βουλόμεθα. Ὁ παύσας ὀργὴν ἀνεῖλε μνησικακίαν· τοῦ γὰρ πατρὸς ζῶντος τεκνογονία γίνεται· ὁ κτησάμενος ἀγάπην, ἐξενίτευσε μήνιδος· ὁ δὲ ἐχθραίνων, κόπους ἀκαίρους ἑαυτῷ συναθροίζει· τράπεζα ἀπρόσεκτος μήτηρ παῤῥησίας, καὶ διὰ θυρίδος ἀγάπης εἰσπηδήσει γαστριμαργία. Εἶδον μῖσος πορνείας δεσμὸν χρόνιον διαῤῥῆξαν, καὶ μνησικακίαν ἐκεῖ ἄδεσμον αὐτὸν τοῦ λοιποῦ παραδόξως διατηρήσασαν· θαυμαστὸν ὅραμα [θέαμα, al. πρᾶγμα], δαίμονα τὸν δαίμονα ἰώμενον. Τοῦτο δὲ ἴσως ἔργον Θεοῦ οἰκονομικῶς, καὶ οὐ δαιμόνων καθέστηκε. Μακρὰν ἀπὸ ἀγάπης στεῤῥᾶς φυσικῆς μνησικακία, εὐχερῶς δὲ πορνεία πλησιάζει αὐτῇ· καὶ λεληθότως ὁρᾷς ἐν περιστερᾷ φθεῖραν. Μνησικακῶν μνησικάκει δαίμοσι, καὶ ἐχθραίνων ἔχθραινε τῷ σώματι διὰ παντός. Ἀγνώμων καὶ δόλως φίλος ἡ σάρξ· καὶ θεραπευομένη, μειζόνως ἀδικεῖ· γραφικὸς ὑφηγητὴς μνησικακία· πρὸς τὴν ἰδίαν εἴδησιν τὰ τοῦ Πνεύματος λόγια ἀλληγορῶν. Αἰσχυνέτω αὐτὸν Ἰησοῦ ἡ προσευχὴ, ἣν λέγειν σὺν αὐτῷ οὐ δυνάμεθα· ὁπόταν πολλὰ πυκτεύσας τὸ σκῶλον διαλῦσαι εἰς τέλος οὐ δύνασαι, μετανόει τῷ ἐχθρῷ, κἂν τῷ στόματι, ἵν᾿ ἐπὶ πολὺ ὑπόκρισιν τὴν πρὸς αὐτὸν αἰδεσθεὶς, τελείως ἀποδέξῃ ὑπὸ τοῦ συνειδότος, ὡς ὑπὸ πυρὸςνυττόμενος· τότε γνώσῃ ἑαυτὸν τῆς σηπεδόνος ταύτης ἀπαλλαγέντα· οὐχ ὅταν ὑπὲρ τοῦ λυπήσαντος εὔξῃ· οὐδ᾿ ὅταν αὐτὸν δώροις ἀνταμείψῃ· οὐδ᾿ ὅταν ἐπὶ τράπεζαν ἄγῃς· ἀλλ᾿ ὅταν αὐτὸν ἢ ἐν τοῖς κατὰ ψυχὴν, ἢ σωματικὴν συμφορὰν δεξάμενον ἀκούσῃς· καὶ ὡς ἐφ᾿ ἑαυτῷ, ὀδυνηθῇς καὶ δακρύσῃς. Μνησίκακος ἡσυχαστὴς ἐμφωλεύουσα ἀσπὶς, ἰὸν θανατηφόρον ἐν ἑαυτῇ περιφέρουσα· μνῆμα παθημάτων Ἰησοῦ ἰάσεται μνησικακίαν ἐκ τῆς αὐτοῦ ἀνεξικακίας ἰσχυρῶς αἰσχυνομένην. Ξύλῳ σαθρῷ ἔνδοθεν ἐναποτίκτονται σκώληκες· καὶ πραοτάτοις καὶ ἡσυχίοις νόθοις συγκολλᾶται μῆνις. Ὁ ἀποβάλλων αὐτὴν εὗρεν ἄφεσιν, ὁ δὲ προσκολλώμενος αὐτῇ. Ἐστερήθη οἰκτιρμῶν· εἰς πόνους καὶ ἱδρῶτας διὰ συγχώρησιν ἑαυτούς τινες ἐκδεδώκασιν· ἀμνησίκακος δὲ ἀνὴρ (844.) προκατελάβετο τούτους· εἴπερ «ἄφετε συντόμως, καὶ ἀφεθήσεται ἡμῖν πλουσίως·» τῆς γνησίας ἡ ἀμνησικακία τεκμήριον· ὁ δὲ ταύτην κατέχων, καὶ μετανοεῖν δοκῶν, ὅμοιός ἐστι τῷ καθ᾿ ὕπνους τρέχειν δοκοῦντι. Εἶδον μνησικάκους περὶ ἀμνησικακίας· ἄλλοις μνησικάκοις παραινέσαντες καὶ τοὺς οἰκείους λόγους ἐντραπέντες, τοῦ πάθους ἐπαύσαντο. Μηδεὶς ψιλὸν πάθος τὴν ἐσκοτισμένην ταύτην ὑπονοήσοιτο· πέφυκε γὰρ πολλάκις καὶ μέχρι τῶν πνευματικῶν ἀνδρῶν ἐπεκτείνεσθαι Βαθμὸς ἔννατος ὁ κτησάμενος, παῤῥησίᾳ λοιπὸν τὴν λύσιν τῶν πταισμάτων αἰτείτω παρὰ τοῦ Σωτῆρος Ἰησοῦ.

ΛΟΓΟΣ Ιʹ

Περὶ καταλαλιᾶς.

(845.) Οὐδεὶς τῶν εὐφρονούντων ἀντείπῃ, οἶμαι, μὴ ἐκ (845.) Οὐδεὶς τῶν εὐφρονούντων ἀντείπῃ, οἶμαι, μὴ ἐκ μίσους καὶ μνησικακίας τὴν καταλαλιὰν τίκτεσθαι· διὸ καὶ μετὰ τοὺς αὐτῆς προγόνους ὡς ἐν εἱρμῷ τέτακται. Καταλαλιά ἐστιν ἀποκύημα μίσους· λεπτὴ νόσος, παχεία, κεκρυμμένη καὶ λανθάνουσα βδέλλα, ἀγάπης ἐκδαπανῶσα καὶ ἐξαφανίζουσα αἷμα· ἀγάπης ὑπόκρισις· καρδίας ῥύπου καὶ βάρους πρόξενος· ἀφανισμὸς ἁγνείας. Ὥσπερ εἰσὶ νεάνιδες ἀπηρυθριασμένως τὰ κακὰ πράττουσαι· εἰσὶ δὲ ἕτεραι λεληθότως καὶ αἰδεστικωτέρως χαλεπώτερα τῶν προτέρων ἐπιτελοῦσαι· οὕτως καὶ ἐπὶ τῶν παθῶν τῆς ἀτιμίας ἔστιν ἰδεῖν. Αἱ πλείους ὕπουλοι νεάνιδες ὑπόκρισις, πονηρία, λύπη, μνησικακία, καταλαλιὰ καρδίας, ἄλλα μὲν τῷ δοκεῖν ὑποτιθέμεναι, ἄλλα δὲ ἀποβλέπουσαι. Ἤκουσα καταλαλούντων, καὶ ἔπληξα, καὶ τοῦτο πρὸς ἀπολογίαν οἱ τοῦ κακοῦ ἐργάται ἀπεκρίναντο· ὡς ἐξ ἀγάπης καὶ φροντίδος τοῦ καταλαλουμένου τοῦτο ποιοῦσιν. Ἐγὼ δὲ αὐτοῖς· Παύσασθε, ἔφην, τῆς τοιαύτης ἀγάπης· ἵνα μὴ ψεύσηται ὁ εἰρηκώς· Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Εἰ λέγεις ἀγαπᾷν, εὔχου λεληθότως, καὶ μὴ σκῶπτε τὸν ἄνδρα· οὗτος γὰρ ὁ τρόπος δεκτὸς παρὰ Κυρίῳ. Μὴ δὲ τοῦτό σε λανθανέτω, καὶ πάντως ἐκνήψεις τοῦ μὴ κρίνειν τὸν πταίοντα. Ἰούδας ἐν τῷ χορῷ τῶν μαθητῶν ἦν, ὁ δὲ λῃστὴς ἐν τῷ χορῷ τῶν φονευτῶν· καὶ θαῦμα πῶς ἐν μιᾷ ῥοπῇ ἡ ἀντικαταλλαγὴ γέγονεν. Εἴ τις καταλαλιᾶς πνεῦμα νικῆσαι βούλεται, μὴ τῷ πταίοντι, ἀλλὰ τῷ ὑποβάλλοντι δαίμονι τὴν μέμψιν ἐπιγραφέτω· οὐδεὶς γὰρ θέλει εἰς Θεὸν ἁμαρτῆσαι, εἰ καὶ ἀβίαστος πᾶς ἡμῶν τυγχάνει. Εἶδον προφανῶς ἁμαρτήσαντα, καὶ λεληθότως μετανοήσαντα, καὶ ὃν κατέκρινα ὡς πόρνον, (848.) ἦν λοιπὸν παρὰ Θεῷ σώφρων διὰ τῆς ἐπιστροφῆς γνησίως αὐτὸν ἐξευμενισάμενος· μηδέποτε αἰδεσθῇς τὸν πρὸς σὲ τοῦ [τὸν] πλησίον καταλαλοῦντα μᾶλλον δὲ λέγε· Παῦσαι, ἀδελφέ· ἐγὼ καθημέραν ἐν χαλεπωτέροις πταίω, καὶ πῶς ἐκεῖνον κατακρίνειν δύναμαι; Δύο γὰρ ταῦτα κερδανεῖς ἐν μιᾷ ἐμπλάστρῳ, καὶ σεαυτὸν, καὶ τὸν πλησίον ἰασάμενος μία καὶ αὕτη τῶν συντόμως ὁδῶν πρὸς τὴν ἄφεσιν τῶν πταισμάτων καθέστηκεν ὁδηγουσῶν· λέγω δὲ τὸ μὴ κρίνειν· Εἴπερ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε.
Ἀλλότριον τὸ πῦρ τοῦ ὕδατος, ὥσπερ τὸ κρίνειν τῷ μετανοεῖν βουλομένῳ [τῶν μετανοεῖν βουλομένων]· κἂν ἐν αὐτῇ τῇ ἐξόδῳ τινὰ θεάσῃ πταίοντα, μὴ τότε αὐτὸν κατάκρινε. Ἄδηλον γὰρ ἀνθρώποις τὸ τοῦ Θεοῦ κρῖμα καθέστηκεν. Ἔπταισάν τινες μεγάλα προφανῶς· εἰργάσαντο δὲ ἀγαθὰ μείζονα κρυπτῶς· καὶ ἠπατήθησαν οἱ φιλοσκῶπται καπνὸν ἀντὶ ἡλίου κατέχοντες. Ἀκούσατέ μου, ἀκούσατε, πάντες οἱ κακοὶ τῶν ἀλλοτρίων λογοθέται· εἰ ἀληθὲς, ὥσπερ καὶ ἀληθὲς, ὅτι Ἐν ᾧ κρίματι κρίνετε, κριθήσεσθε, πάντως ἐν οἷς ἂν μεμψώμεθα τὸν πλησίον, ἐν αὐτοῖς περιπεσούμεθα· καὶ ἀλλοίως οὐκ ἔστιν, εἴτε σωματικοῖς, εἴτε ψυχικοῖς. Οἱ ὀξεῖς καὶ ἀκριβεῖς λογοθέται τῶν τοῦ πλησίον πλημμελημάτων ὑπάρχοντες, τοῦτο τὸ πάθος ὑφίστανται, ἐπειδὴ μήπω περὶ τῶν οἰκείων πταισμάτων τελείαν καὶ ἀρέμβαστον μνήμην καὶ φροντίδα ἐποιήσαντο. Εἰ γάρ τις τὰ ἑαυτοῦ κακὰ ἀπὸ τοῦ τῆς φιλαυτίας περικαλύμματος ἀκριβῶς θεάσοιτο, οὐδενὸς λοιπὸν ἄλλου τῶν ἐν τῷ βίῳ φροντίδα ποιήσοιτο, λογιζόμενος μηδὲ πρὸς τὸ οἰκεῖον πένθος ἐξαρκεῖν αὐτῷ τὸν ἑαυτοῦ χρόνον, κἂν ἑκατὸν ἔτη ζήσειεν· κἂν τὸν Ἰορδάνην ποταμὸν ὅλον δάκρυον ἐκ τῶν ἑαυτοῦ ὀφθαλμῶν ἴδοι ἐκπορευόμενον. Ἐπεσημηνάμην τὸ πένθος, καὶ οὐχ εὗρον ἐν αὐτῷ ἴχνος καταλαλιᾶς, ἢ κατακρίσεως. Ἢ ἁμαρτῆσαι ἡμᾶς οἱ δαίμονες προτρέπονται· ἣ μὴ ἁμαρτήσαντας, τοὺς ἁμαρτάνοντας κρίνειν· ἵνα διὰ τοῦ δευτέρου τὸ πρῶτον μολύνωσιν οἱ φόνιοι. Γίνωσκε καὶ τοῦτο τῶν μνησικάκων καὶ βασκάνων εἶναι τεκμήριον· ὅτι τὰς διδαχὰς, ἢ πράγματα, ἢ κατορθώματα ἡδέως καὶ εὐχερῶς τοῦ πλησίον ψέγουσιν, ὑπὸ πνεύματος μίσους καταβαπτιζόμενοι. Εἶδόν τινας λεληθότως καὶ ἀδημοσιεύτως πάνδεινα διαπράττοντας πταίσματα· καὶ τῇ ὑπολήψει τῆς ἑαυτῶν καθαρότητος χαλεπῶς ἐπεμβαίνοντας τοῖς ψιλὰ πταίουσι, καὶ δημοσιευομένοις.
Κρῖναί ἐστιν τῆς τοῦ Θεοῦ ἀξίας ἀναιδὴς ἁρπαγμός· κατακρῖναι δὲ τῆς ἑαυτοῦ ψυχῆς ὄλεθρος. Ὥσπερ ἡ οἴησις καὶ χωρὶς ἑτέρου πάθους ἀπολέσαι τὸν ἄνθρωπον ἰσχύει· οὕτως καὶ τὸ κρίνειν καθ᾿ ἑαυτὸ καὶ μόνον ἐν ἡμῖν ὑπάρχον τελείως ἀπολέσαι ἡμᾶς δύναται· εἴπερ ὁ Φαρισαῖος ἐκεῖνος ἐκ τούτου καταδεδίκασται. Ὁ καλὸς ῥαγολόγος τὰς πεποίρους ῥάγας ἐσθίων, οὐδὲν περὶ τῶν ὀμφάκων ἐπιραγολογήσει· καὶ ὁ εὐγνώμων καὶ ἐχέφρων νοῦς, ὅσας μὲν ἕν τισιν ἀρετὰς ὄψεται, ταῦτα σπουδαίως σημειώσεται· ὁ δὲ ἄφρων τὰς μέμψεις καὶ τὰς ἐλλείψεις ἐξερευνήσει, περὶ οὗ καὶ εἴρηται· Ἐξηρεύνησαν ἀνομίαν, (849.) ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσεις. Μηδὲ τοῖς σοῖς ὀφθαλμοῖς ὁρῶν, κατάκρινε· πολλάκις γὰρ καὶαὐτοὶ πεπλάνηνται. Ἀνάβασις δεκάτη, ἣν ὁ νικήσας ἀγάπης ἐργάτης ἢ πένθους καθέστηκεν.

ΛΟΓΟΣ ΙΑʹ

Περὶ πολυλογίας καὶ σιωπῆς.

(852.) Εἴρηται μὲν ἡμῖν βραχέως ἐν τοῖς φθάσασιν, ὡς ἐπισφαλὲς λίαν, καὶ αὐτοῖς τοῖς πνευματικοῖς εἶναι δοκοῦσι παρεισδῦνον τὸ κρίνειν· μᾶλλον δὲ τὸ κρίνεσθαι, καὶ ὑπὸ γλώττης κολάζεσθαι· νυνὶ δὲ λοιπὸν καὶ τὴν αἰτίαν, καὶ τὴν θύραν δι᾿ ἧς εἰσέρχεται, μᾶλλον δὲ ἐξέρχεται, ἀκόλουθον ἐν λόγοις τάξαι.
Πολυλογία ἐστὶ κενοδοξίας καθέδρα, δι᾿ ἧς ἑαυτὴν ἐμφανίζειν καὶ ἀναπομπεύειν πέφυκε. Πολυλογία ἐστὶν ἀγνωσίας τεκμήριον, καταλαλιᾶς θύρα, εὐτραπελίας χειραγωγὸς, ψεύδους ὑπουργὸς, κατανύξεως διάλυσις, ἀκηδίας κλήτωρ, ὕπνου πρόδρομος, συννοίας σκορπισμὸς, φυλακῆς ἀφανισμὸς, θέρμης ψυχρηστήριον [ψυκτήριον, al. ψυχριστήριον], προσευχῆς ἀμαύρωσις σιωπὴ ἐν γνώσει· μήτηρ προσευχῆς, αἰχμαλωσίας ἀνάκλησις, πυρὸς φυλακὴ, λογισμῶν ἐπίσκοπος, σκοπὸς πολεμίων, πένθους δεσμωτήριον, δακρύων φίλη, θανάτου μνήμης ἐργάτης, κολάσεως ζωγράφος, κρίσεως φιλοπράγμων, ἀδημονίας ὑπουργὸς, παῤῥησίας ἔχθρα, ἡσυχίας σύζυγος, φιλοδιδασκαλίας ἀντίπαλος, γνώσεως προσθήκη, θεωρημάτων δημιουργὸς, ἀφανὴς προκοπὴ, λεληθυῖα ἀνάβασις. Ὁ ἐπιγνοὺς παραπτώματα, ἐκράτησε γλώσσης· ὁ δὲ πολύλογος οὔπω ἐπέγνω ἑαυτὸν ὡς δεῖ. Ὁ σιωπῆς φίλος προσεγγίζει Θεῷ, καὶ λεληθότως συνομιλῶν φωτίζεται παρὰ τοῦ Θεοῦ. Ἰησοῦ σιωπὴ ἐνέτρεψε Πιλάτον, καὶ ἀνδρὸς ἡσυχία φωνῆς κατήργησε κενοδοξίαν. Λόγον εἰπὼν Πέτρος ἐθρήνησε πικρῶς ἀμνημονήσας τοῦ εἰπόντος· Εἶπα· Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου, καὶ τοῦ ἑτέρου φήσαντος, Κρεῖττον πεσεῖν ἀπὸ ὕψους εἰς γῆν, ἢ ἀπὸ γλώσσης. Καὶ πολλὰ περὶ τούτων ἔγωγε γράφειν οὐ βούλομαι, κἂν αἱ τοῦ παθῶν πανουργίαι τοῦτο ποιεῖν προτρέπωνται. Πλὴν ἤκουσά ποτέ τινος περὶ ἡσυχίας στόματος πρός με φιλοπευστοῦντος, ὃς ἔλεγε, τὴν μὲν πολυλογίαν ἐξ ἑνὸς τούτων τίκτεσθαι πάντως, ἢ ἐξ ἀναστροφῆς καὶ συνηθείας πονηρᾶς καὶ ἀκρατοῦς· μέλος γὰρ ὂν φυσικὸν ἡ γλῶσσα τοῦ σώματος, καθ᾿ ὃ λοιπὸν παιδευθῇ συνήθειαν ἀπαιτήσειεν, ἢ πάλιν ἐν τοῖς ἀγωνιζομένοις, καὶ μάλιστα ἐκ τῆς κενοδοξίας· ἔστι δὲ ὅτε καὶ ἐκ τῆς γαστριμαργίας. Διόπερ πολλάκις πολλοὶ χαλινοῦντες τὴν γαστέρα, βίᾳ τινὶ καὶ ἀτονίᾳ συγκλείουσι καὶ τὴν γλῶτταν καὶ τὴν πολυέπειαν. Ὁ μεριμνήσας ἐξόδου περιέκοψε λόγους· καὶ ὁ κτησάμενος πένθος ψυχῆς, ὡς πῦρ ἀπεστράφη πολυλογίαν. Ὁ ἀγαπήσας ἡσυχίαν, ἀπέκλεισε στόμα, ὁ δὲ χαίρων ταῖς προόδοις, ὑπὸ τοῦ πάθους ἐκ τῆς κέλλης διώκεται. Ὁ γνοὺς ὀσμὴν πυρὸς ὑψίστου, ὡς μέλισσα καπνὸν, ἀνθρώπων φεύγει σύνοδον· τὴν μὲν γὰρ ὁ καπνὸς διώκει· τῷ δὲ ἀνθρώπων σύνοδος ἀντιπράττει (853.) Ὀλίγων λίαν τὸ ὕδωρ ἄφρακτον κωλύειν· ὀλιγωτέρων δὲ στόμα ἀκρατὲς δαμάσαι.
Βαθμὸν ἑνδέκατον ὁ κινήσας, πλῆθος κακῶν ὑφ᾿ ἓν περιέκοψεν.

ΛΟΓΟΣ ΙΒʹ

Περὶ ψεύδους.

(853.) Γέννημα μὲν σιδήρου καὶ λίθου πῦρ· γέννημα δὲ πολυλογίας καὶ εὐτραπελίας ψεῦδος. Ψεῦδός ἐστιν ἀγάπης ἀφανισμός· ἐπιορκια δὲ Θεοῦ ἄρνησις. (854.) Μηδεὶς τῶν εὐφρονούντων μικράν τινα τὴν τοῦ ψεύδους ἁμαρτίαν εἶναι ὑπονοήσει· φοβερᾷ γὰρ ὑπὲρ πάντα ἀποφάσει κατὰ τούτου τὸ πανάγιον Πνεῦμα ἐχρήσατο. Εἰ ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, ὥς φησιν ὁ Δαυῒδ πρὸς τὸν Θεὸν, τί λοιπὸν πείσονται οἱ μεθ᾿ ὅρκων τὸ ψεῦδος συῤῥάπτοντες; Εἶδόν τινας ἐπὶ ψεύδει σεμνυνομένους, καὶ δι᾿ εὐτραπελίας, καὶ ἀργολογίας γελοῖα ἐξυφαίνοντας· καὶ τὰ τῶν προσακροωμένων πένθη ἐλεεινῶς ἐξαφανίζοντας ὁπόταν οἱ δαίμονες ἴδωσιν ἡμᾶς ὡς ἐκ λοιμικῆς νόσου τῆς τῶν ἀστείων ἀκροάσεως μετὰ τὴν προκάταρξιν τοῦ χαλεποῦ ὑφηγητοῦ ἀναχωρεῖν δοκιμάζοντας, τότε λοιπὸν δυσὶν ἡμᾶς δελεάζειν ἐπιχειροῦσι λογισμοῖς· Μὴ λυπήσῃς τὸν ἐξηγητὴν, ὑποβάλλοντες ἡμῖν· ἢ, Μὴ φανερώσῃς σεαυτὸν φιλοθεώτερον τῶν παρόντων· ἀποπήδα, μὴ χρονίσῃς. Εἰ δὲ μὴ, ἐν τῇ προσευχῇ σου ἔννοιαν γελοίων ἀνατυπώσεις. Μὴ μόνον φεῦγε, ἀλλὰ καὶ τὸν πονηρὸν συνακτήριον εὐσεβῶς διάλυε, θανάτου καὶ κρίσεως εἰς μέσον ὑπόμνησιν προβαλλόμενος· ἄμεινόν σε γὰρ ἐκ τούτου ἴσως καὶ μικρᾷ κενῇ δόξῃ ῥαντισθῆναι, καὶ μόνον πᾶσι πρόξενον ὠφελείας εὑρεθῆναι. Ὑπόκρισις μήτηρ ψεύδους πολλάκις, καὶ ὑπόθεσις· οὐδὲν γάρ τινες ὑπόκρισιν ὁρίζονται, ἀλλ᾿ ἢ ψεύδους μελέτην καὶ δημιουργὸν κεκολασμένον καὶ συμπεπλεγμένον· ὁ φόβον Κυρίου κτησάμενος, ἐξενίτευσε ψεύδους,δικαστὴν ἀδέκαστον ἔχων τὴν ἰδίαν συνείδησιν. Ὥσπερ ἐν πᾶσι τοῖς πάθεσι διαφορὰν βλάβης γνωρίζομεν, οὕτως καὶ ἐπὶ τοῦ ψεύδους. Ἄλλο μὲν γὰρ τὸ κρῖμα τοῦ διὰ φόβον κολάσεως ψευδομένου· καὶ ἕτερον τὸ, κινδύνου μὴ προκειμένου ψεύδεσθαι. Ἄλλος διὰ τρυφὴν ἐψεύσατο, ἕτερος διὰ φιληδονίαν· ἄλλος ἵνα τοῖς παροῦσι προξενήσῃ γέλωτα, ἕτερος δὲ ἵνα τῷ ἀδελφῷ ἐπιβουλεύσῃ, καὶ τοῦτον κακοποιήσῃ.
Ἐκ βασάνων ἀρχόντων ἐξαλείφεται ψεῦδος· ἐκ δὲ δακρύων πλήθους εἰς τέλος ἀπόλλυται προφασίζεται οἰκονομίας ὁ ψεύδους προβολεὺς, καὶ δικαιοσύνας πολλάκις λογίζεται τὰς ψυχῆς ἀπωλείας. Τῆς Ῥαὰβ μιμητὴν ἑαυτὸν τεκμαίρεσθαι ψευδοπλάστης ἀνὴρ, καὶ δι᾿ ἀπωλείας οἰκείας τὴν ἑτέραν σωτηρίαν λέγει πραγματεύεσθαι. Ὁπόταν ψεύδους εἰς ἅπαν καθαρεύσωμεν, τότε αὐτὸ μετὰ φόβου καὶ καιροῦ καλοῦντος ὑπέλθωμεν. Οὐκ οἶδεν νήπιον ψεῦδος· οὐδὲ ψυχὴ πονηρίας ἐστερημένη. Ὁ οἴνῳ εὐφρανθεὶς ἀκουσίως ἀληθεύσῃ εἰς πάντα· καὶ ὁ μεθυσθεὶς κατανύξει οὐ δυνήσεται ψεύσασθαι.
Ἀνάβασις δωδεκάτης ὁ ἐπιβεβηκὼς ῥίζαν τῶν καλῶν κέκτηται.

ΛΟΓΟΣ ΙΓʹ

Περὶ ἀκηδίας.

(857.) Εἷς καὶ οὗτος πολλάκις τῶν τῆς πολυλογίας κλάδων, ὡς καὶ ἤδη φθάσαντες εἴπομεν, ἐστὶ, καὶ πρῶτος ἀπόγονος, λέγω δὴ ὁ τῆς ἀκηδίας. Διὸ καὶ (860.) ἁρμόζουσαν αὐτῷ τάξιν ἐν τῇ πονηρᾷ ἁλύσει ἀπενείμαμεν. Ἀκηδία ἐστὶ πάρεσις ψυχῆς, καὶ νοὸς ἔκλυσις, ὀλιγωρία ἀσκήσεως, μῖσος τοῦ ἐπαγγέλματος, κοσμικῶν μακαρίστρια, Θεοῦ διαβλήτωρ, ὡς ἀσπλάγχνου καὶ ἀφιλανθρώπου, ἀτονία ψαλμῳδίας, ἐν προσευχῇ ἀσθενοῦσα, ἐν διακονίᾳ σιδηρᾷ, ἐν ἐργοχείρῳ ἄοκνος, ἐν ὑπακοῇ δόκιμος. Ἀνὴρ ὑποτακτικὸς ἀγνώριστος, διὰ τῶν αἰσθητῶν τὰ νοητὰ κατορθωκώς. Κοινόβιον ἀκηδίας ἀντίπαλον ἀνδρὶ δὲ ἡσυχαστῇ σύζυγος αἰώνιος, πρὸ θανάτου αὐτοῦ οὐ μὴ ἀποστήσεται· καὶ πρὸ τελευτῆς αὐτοῦ καθημέραν παλαίσει. Κέλλαν ἀναχωρητοῦ ἰδοῦσα ἐμειδίασε, καὶ προσεγγίσασα αὐτῷ πλησίον ἐσκήνωσεν. Ἰατρὸς νοσοῦντας ἕωθεν ἐπισκέπτεται· καὶ ἀκηδία ἀσκοῦντας περὶ μέσον ἡμέρας. Ξενοδοχεῖα ἀκηδίας ὑποβολὴ, καὶ ἐλεημοσύνας δι᾿ ἐργοχείρων δυσωπεῖ ἐργάζεσθαι. Ἐπισκέπτεσθαι ἀσθενοῦντας προτρέπεται προθύμως, ὑπομιμνήσκουσα τοῦ λέγοντος· Ἀσθενὴς ἤμην καὶ ἤλθετε πρός με. Πρὸς ἀθυμοῦντας καὶ ὀλιγοψύχους δυσωπεῖ ἀπέρχεσθαι· παρακαλεῖν τε τοὺς ὀλιγοψύχους ἡ ὀλιγόψυχος ὑποβάλλουσα· ἐν προσευχῇ σταθέντας ἀναγκαίων πραγμάτων ὑπομιμνήσκει, καὶ πᾶσαν μηχανὴν ποιεῖ ἐκεῖθεν ἡμᾶς φορβιᾷ εὐλόγῳ ἀποσύραι ἡ ἄλογος. Τρίωρον φρίκην καὶ κεφαλαλγίαν, πρότερόν τε καὶ στρόφον ἀκηδίας δαίμων πεποίηκε. Τῆς ἐννάτης καταλαβούσης μικρὸν ἀνένευσε· τῆς τε τραπέζης τεθείσης, τῆς στρωμνῆς ἐπήδησε· καὶ τῆς εὐχῆς καταλαβούσης πάλιν τὸ σῶμα βεβάρηται. Ἐν προσευχῇ σταθέντα τῷ ὕπνῳ ἐβάπτισε, καὶ χάσμοις ἀκαίροις τοῦ στόματος τὸν στίχον διήρπασεν. Τὰ μὲν λοιπὰ πάθη μιᾷ τινι ἀρετῇ ἕκαστον αὐτῶν κατήργηται. Ἀκηδία δὲ τῷ μοναχῷ περιεκτικὸς θάνατος·ἀνδρεία ψυχὴ νοῦν ἀποθανόντα ἀνέστησεν· ἀκηδία δὲ καὶ ὀκνηρία ὅλον τὸν πλοῦτον ἐσκόρπισεν. Ἑνὸς καὶ τούτου καὶ πάντων βαρυτάτου τῶν ὀκτὼ τῆς κακίας προστατῶν ὑπάρχοντος κατὰ τὴν ἐκείνων ἀκολουθίαν, καὶ ἐν τούτῳ ποιήσωμεν. Πλὴν κἀκεῖνο προσθήσομεν· ψαλμῳδίας μὴ παρούσης, ἀκηδία οὐ φαίνεται· καὶ κανόνος τελεσθέντος ὀφθαλμοὶ διηνοίχθησαν. Ἐν καιρῷ ἀκηδίας οἱ βιασταὶ φαίνονται· οὐδὲν γὰρ στεφάνους προξενεῖ ὡς ἀκηδία μοναχῷ. Κατανόησον, καὶ εὑρήσεις ἐν τῇ στάσει τῶν ποδῶν παλαίουσαν· καὶ ἐν καθέδρᾳ ἀνακλίνειν δοκιμάζει, τῷ τοίχῳ τὸν κέλλης παρακύπτειν προτρέπεται, ψόφους καὶ κτύπους ποδῶν ποιοῦσα· ὁ ἑαυτοῦ πενθῶν ἀκηδίαν οὐκ οἶδεν. Δεσμείσθω καὶ οὗτος ὁ τύραννος ὑπὸ μνήμης πταισμάτων, καὶ τυπτέσθω ὑπ᾿ ἐργοχείρου· συρόμενός τε ὑπὸ ἐννοίας τῶν μελλόντων ἀγαθῶν, καὶ παραστὰς τὰ προσήκοντα ἐρωτάσθω· Λέγε λοιπὸν σύ, ὦ παρειμένε καὶ ἔκλυτε. τίς ὁ τετοκώς σε κακῶς; τίνες οἱ σοὶ ἀπόγονοι; τίνες δὲ οἴ σε πολεμοῦντες; καὶ τίς ὁ σοῦ ἀναιρέτης;
Ὁ δέ φησιν, Ἐν τοῖς μὲν ἀληθείᾳ ὑπηκόοις οὐκ ἔχω ἐγὼ ποῦ τὴν κεφαλὴν κλῖναι· ἐν οἷς δὲ ἔχω, καθ᾿ ἡσυχίαν συνδίαγω τούτοις. Αἱ δὲ μοῦ κλήτριαι (861.) πλεῖσται· ποτὲ μὲν ἀναισθησία ψυχῆς, ποτὲ δὲ ἀμνημοσύνη τῶν ἄνω· ἔστι δὲ ὅτε καὶ ὑπερβολὴ καυμάτων· ἐμοῦ ἀπόγονοι μεταβάσεις τόπων σὺν ἐμοὶ γινόμεναι· παρακοὴ πατρὸς, ἀμνημοσύνη κρίσεως· ἔστι δὲ ὅτε καὶ κατάλειψις τοῦ ἀπαγγέλματος· αἱ ἐμοῦ ἀντίδικοι, ὑφ᾿ ὧν δέδεμαι νῦν, ψαλμῳδία σὺν ἐργοχείρῳ· ἐμοῦ ἐχθρὸς, θανάτου ἔννοια· ἡ δὲ ἐμὲθανατοῦσα, ἐστὶ προσευχὴ μετὰ ἐλπίδος βεβαίας τῶν καλῶν. Τίς δὲ ὁ τετοκὼς προσευχὴν, αὐτὴν ἐρωτήσατε. Τρισκαιδεκάτη νίκη, ἣν ὄντος ὁ κτησάμενος ἐν παντὶ, δόκιμος κατέστηκε καλῷ.

ΛΟΓΟΣ ΙΔʹ

Περὶ τῆς παμφίλου καὶ δεσποίνης πονηρᾶς γαστρός.

(864.) Μέλλοντες περὶ γαστρὸς λέγειν ὡς ἐν ἅπασι, νῦν πλέον καθ᾿ ἑαυτῶν φιλοσοφεῖν προεθέμεθα. Θαυμάζω γὰρ εἰ μήτις τάφον οἰκήσας, ἐγένετο ταύτης ἐλεύθερος. Γαστριμαργία ἐστὶν κοιλίας ὑπόκρισις· κεκορεσμένη γὰρ οὖσα ἔνδειαν ἀναβοᾷ, καὶ πεφορημένη καὶ ῥηγνυμένη πεινᾷν ἀνακράζει. Γαστριμαργία ἐστὶν καρυκείας δημιουργὸς, ἡδυτήτων πηγή· κατήργησας τὴν φλέβα, καὶ ἄλλοθεν ἀνέκυψε· καὶ ταύτην ἀποσφάξας, ἑτέρᾳ ἡττήθης. Γαστριμαργία ἐστὶν ὀφθαλμῶν ἀπάτη· μέτρια δεχομένη τάδε σύμπαντα καταπίνειν ὑφὲν ὑποτιθεμένη· κόρος βρωμάτων, πορνείας πατήρ· θλίψις δὲ κοιλίας, ἁγνείας πρόξενος. Λέοντα ὁ κολακεύσας, πολλάκις ἡμέρωσε· σῶμα δὲ ὁ θεραπεύσας ἐπὶ πλείω ἠγρίωσε. Χαίρει Ἰουδαῖος Σαββάτῳ καὶ ἑορτῇ· μοναχὸς γαστρίμαργος Σαββάτῳ καὶ Κυριακῇ· πρὸ χρόνου τὸ Πάσχα ψηφίζει, καὶ πρὸ ἡμερῶν τὰ ἐδέσματα εὐτρεπίζει. Ψηφίζει κοιλιόδουλος ἐν ποίοις βρώμασιν ἑορτάσει· ὁ δὲ θεόδουλος ἐν ποίοις χαρίσμασιν πλουτήσει. Ξένου ἐπιδημήσαντος εἰς ἀγάπην ὅλος ἐκ γαστριμαργίας κινεῖται· καὶ παράκλησιν ἀδελφοῦ τὴν ἑαυτοῦ κατάλυσιν λογίζεται· ἐπὶ παρουσίᾳ τινῶν τοῦ οἴνου καταλύειν [al. οἴνου λύσιν]ἐσκέψατο· καὶ ἀρετὴν δοκῶν κρύπτειν, πάθους δοῦλος ἐγένετο. Ἐχθραίνει πολλάκις κενοδοξία τῇ γαστριμαργίᾳ, καὶ ὡς ἐπὶ ὀνησίμῳ δούλῳ τῷ ἀθλίῳ μοναχῷ διαμάχονται· ἡ μὲν καταλύειν βιάζεται, ἡ δὲ τὴν ἑαυτοῦ ἀρετὴν θριαμβεύειν ὑποτίθεται· σοφὸς μοναχὸς ἀμφοτέρων (865.) ἐκφεύξεται, ἐν οἰκείῳ καιρῷ τῇ ἑτέρᾳ τὴν ἑτέραν ἀποσειόμενος. Τῆς μὲν σαρκὸς σφρυγώσης, ἐν παντὶ καιρῷ καὶ τόπῳ ταύτην τιμωρήσωμεν· ταύτης δὲ ἡρεμούσης, ὅπερ πρὸ τάφου οὐ πείθομαι, τὴν ἑαυτῶν ἐργασίαν ἀποκρύψομεν. Εἶδον πρεσβύτας ἱερεῖς ὑπὸ δαιμόνων ἐμπαιζομένους· καὶ τοὺς μὴ ὑποκειμένους αὐτοῖς νέοις ἐν συμποσίοις, τοῦ οἵνου καὶ τῶν λοιπῶν μετ᾿ εὐλογίας λύοντας. Εἰ μὲν ἐν Κυρίῳ μεμαρτυρημένοι ὑπάρχουσι, μετρίως λύσωμεν· εἰ δὲ ἀμελεῖς, μηδὲν περὶ τῆς ἑαυτῶν εὐλογίας φροντίσωμεν· καὶ μάλιστα εἴπερ τῷ πυρὶ μαχόμενοι τυγχάνομεν. Ἐδόκησεν ὁ θεήλατος Εὐάγριος τῶν σοφῶν σοφώτερος τῇ τε προφορᾷ καὶ τοῖς νοήμασι γενέσθαι· ἀλλ᾿ ἐψεύσθη ὁ δείλαιος, τῶν ἀφρόνων φανεὶς ἀφρονέστερος· ἐν πολλοῖς μὲν πλὴν καὶ ἐν τούτῳ· φησὶ γάρ· Ὁπηνίκα διαφόρων βρωμάτων ἐπιθυμεῖ ἡμῶν ἡ ψυχὴ, ἐν ἄρτῳ στενούσθω καὶ ὕδατι· ὅμοιον δέ τι προστέταχε τῷ εἰπόντι τῷ παιδὶ ἐν [al. τῷ]ἑνὶ βήματι πᾶσαν ἀνελθεῖν τὴν κλίμακα· τοίνυν ἀποτρέποντες αὐτοῦ τὸν ὅρον, ἡμεῖς φήσομεν· Ὁπηνίκα διαφόρων βρωμάτων ἐπιθυμεῖ ἡμῶν ἡ ψυχὴ, φύσεως ἴδιον ἐπιζητεῖ· διὸ μηχανῇ πρὸς τὴν παμμήχανον χρησόμεθα· εἴπερ μὴ, βαρύτατος παρέστη [al. πάρεστι] πόλεμος ἢ πτώματος εὐθύναι.
Περικόψομεν τέως τὰ λιπαίνοντα· εἶτα τὰ ἐκκαίοντα, εἶθ᾿ οὕτως τὰ ἡδύνοντα· εἰ δυνατὸν, δίδου τῇ σῇ κοιλίᾳ τροφὴν ἐμπιπλῶσαν καὶ εὔπεπτον· ἵνα διὰ μὲν τῆς πλησμονῆς τὴν ἄπληστον αὐτῆς γνώμην ἀποστήσωμεν· διὰ δὲ τῆς ταχείας διαπνεύσεως, τῆς πυρώσεως ὡς μάστιγος λυτρωθῶμεν. Ἐπισκεψώμεθα καὶ τὰ πλεῖστα τῶν πνευματούντων, καὶ κινοῦντα εὑρήσομεν. Γέλα ἐπὶ τῷ δαίμονι τῷ μετὰ τὸ δεῖπνον ὑπερθεσίμους σε ποιεῖν ὑποτιθεμένῳ· τῆς γὰρ ἐννάτης τῇ ἑξῆς καταλαβούσης, ἠρνήσατο τὴν συνταγὴν τῆς προλαβούσης. Ἄλλη ἡ τοῖς ἀνευθύνοις, καὶ ἑτέρα τοῖς ὑπευθύνοις, ἁρμόζουσα ἐγκράτεια· οἱ μὲν γὰρ τὴν τοῦ σώματος κίνησιν εἰς σημεῖον κέκτηνται· οἱ δὲ μέχρι θανάτου καὶ τέλους πρὸς τοῦτο ἀπαρακλήτως καὶ ἀδιαλήκτως διάκεινται· οἱ μὲν πρότεροι τὴν σύγκρασιν τοῦ νοὸς ἀεὶ φυλάττειν ἐθέλουσιν· οἱ δὲ δεύτεροι διὰ τῆς ψυχικῆς σκυθρωπότητος καὶ τήξεως τὸν Θεὸν ἐξευμενίζονται. Καιρὸς εὐφροσύνης καὶ παρακλήσεως τῷ μὲν τελείῳ ἀμεριμνία ἐν πᾶσι· τῷ δὲ ἀγωνιστῇ καιρὸς πάλης· τῷ δὲ ἐμπαθεῖ ἑορτὴ ἑορτῶν, καὶ πανήγυρις πανηγύρεων. Ἐνύπνια τροφῶν καὶ βρωμάτων ἐν καρδίᾳ γαστριμάργων· ἐνύπνια δὲ κολάσεων καὶ κρίσεως ἐν καρδίᾳ πενθούντων. Κράτει κοιλίας, πρὶν αὐτὴ σοῦ κρατήσει· καὶ τότε μέλλεις μετ᾿ αἰσχύνης ἐγκρατεύεσθαι. Οἴδασι τὸ εἰρημένον οἱ τῷ ἀῤῥήτῳ περιπεσόντες βόθρῳ· εὐνοῦχοι δὲ ἄνδρες ἀπείραστοι τούτου. Κοιλίαν περικόψωμεν ἐννοίᾳ πυρός· ταύτῃ γὰρ ὑπακούσαντές τινες, ἔσχατον τὰ μέλη ἑαυτῶν ἐξέκοψαν· καὶ διπλοῦν τεθνήκασι θάνατον. Ζητήσωμεν, καὶ πάντως εὑρήσομεν τὰ παρ᾿ ἡμῖν ναυάγια ταύτην μόνην ἐργαζομένην. Νοῦς νηστευτοῦ προσεύχεται νηφόντως· (868.) ὁ δὲ τοῦ ἀκρατοῦς εἰδώλων ἀκαθάρτων πεπλήρωται· κοιλίας κόρος ἐξήρανε πηγάς· αὕτη δὲ ξηρανθεῖσα ἐγέννησεν ὕδατα. Ὁ τὴν ἑαυτοῦ θεραπεύων γαστέρα, καὶ πνεῦμα πορνείας νικῆσαι βουλόμενος, ὅμοιός ἐστι τῷ μετὰ ἐλαίου σβεννύοντι ἐμπρησμόν.
Θλιβομένης κοιλίας ταπεινοῦται καρδία· θεραπευομένης δὲ ταύτης γαυριᾷ λογισμός. Ψηλάφα σεαυτὸν περὶ τὴν μέσην, καὶ περὶ τὴν ἐσχάτην ὥραν πρὸ τῆς βρώσεως· καὶ μαθήσῃ ἐξ αὐτοῦ τὴν τῆς νηστείας ὠφέλειαν. Σκιρτᾷ μὲν πρωΐας καὶ πελάζεται λογισμός· τῆς ἕκτης καταλαβούσης, μικρὸν ὑπεχάλασε, τῆς δὲ ἡλίου δύσεως εἰς τέλος ἐταπεινώθη. Θλίβε κοιλίαν, καὶ πάντως κλείσεις καὶ στόμα· νευροῦται γὰρ γλῶσσα ὑπὸ πλήθους ἐδεσμάτων. Πυκτεύων πύκτευε αὐτῇ [πρὸς αὐτὴν], καὶ νήφων νῆφε αὐτῇ· ἂν γὰρ μικρὸν πονήσῃς, εὐθέως καὶ ὁ Κύριος συνεργήσει. Μαλασσόμενοι ἀσκοὶ ἐπιδιδοῦσι τῇ χωρήσει, περιφρονούμενοι δὲ οὐ τοσοῦτον δέχονται· ὁ καταναγκάζων γαστέρα αὐτοῦ, ἐπλάτυνεν ἔντερα· ὁ δὲ ἀγωνιζόμενος πρὸς αὐτὴν, συνέσφιγξε ταῦτα· τούτων δὲ συσφιγχθέντων, οὐ πολλὰ δέξονται· καὶ τότε λοιπὸν γινόμεθα φυσικῶς νηστεύοντες. Δίψα δίψαν πολλάκις κατέπαυσε· πείνᾳ δὲ πεῖναν περικόψαι χαλεπὸν καὶ ἀμήχανον. Ὁπόταν νικήσῃ σε, ἐν πόνοις δάμαζε αὐτήν· εἰ δὲ καὶ τοῦτο ἀδύνατον δι᾿ ἀσθένειαν, ἀγρυπνίᾳ πάλαισον πρὸς αὐτήν. Ὀφθαλμῶν βαρυνομένων ἐπιλαβοῦ ἐργοχείρου· ὕπνου δὲ μὴ παρόντος, μὴ ἅψει αὐτοῦ· ἀδύνατον γὰρ Θεῷ καὶ μαμμωνᾷ, τοῦτ᾿ ἔστι Θεῷ καὶ ἐργοχείρῳ, παραστῆσαι τὸν νοῦν. Γίνωσκε, ὅτι περ πολλάκις ὁ δαίμων τῷ στομάχῳ καθέζεται, καὶ μὴ κορέννυσθαι τὸν ἄνθρωπον παρασκευάζει, κἂν πᾶσαν τὴν Αἴγυπτον φάγῃ καὶ τὸν Νεῖλον ποταμὸν πίῃ. Μετὰ τὴν τροφὴν ἀναχωρεῖ ὁ ἀνόσιος, καὶ τὸν τῆς πορνείας ἡμῖν ἀποστέλλει, ἀπαγγείλας αὐτῷ τὸ γενόμενον· κατάλαβε, λέγων, θορύβησον αὐτόν· τῆς κοιλίας γὰρ ἐμπεφορημένης κοπωθήσῃ· ἐλθὼν ἐμειδίασε, καὶ τῷ ὕπνῳ δήσας ἡμῶν χεῖρας καὶ πόδας, πάντα λοιπὸν ὅσα ἠθέλησεν, ἐποίησεν· τὴν ψυχὴν καὶ τὸ σῶμα ἐν μολυσμοῖς, καὶ φαντασίαις, καὶ ἐκκρίσεσι καταμιάνας. Θαῦμα ἰδέσθαι νοῦν ἀσώματον ὑπὸ σώματος μολυνόμενον καὶ σκοτούμενον· καὶ πάλιν διὰ πηλοῦ τὸ ἄϋλον ἀνακαθαιρόμενον καὶ λεπτυνόμενον. Ἐὰν τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ὁδεύειν τῷ Χριστῷ συνετάξω, στένωσον τὴν γαστέρα· ταύτης γὰρ θεραπευομένης καὶ πλατυνομένης, τὰς συνθήκας ἠθέτησας. Ἐπίσκεψαι, καὶ ἀκούσεις τοῦ λέγοντος, Πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς τῆς κοιλίας, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν τῆς πορνείας· καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς. Τί στενὴ πύλη καὶ τεθλιμμένη ὁδὸς τῆς νηστείας, ἡ εἰσάγουσα εἰς τὴν ζωὴν τῆς ἁγνείας, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς. Ἄρχων δαιμόνων, ὁ πεσὼν ἑωσφόρος· καὶ ἄρχων παθῶν ὁ λαιμὸς τῆς κολίας· ἐν τραπέζῃ ἐδεσμάτων ἀνακλινόμενος, μνήμην θανάτου καὶ κρίσεως εἰς μέσον ἄγε· μόλις γὰρ, κἂν οὕτως μικρὸν πάθος ἐμποδίσῃς. Τὸ πόμα πίνων, τοῦ ὄξους καὶ τῆς χολῆς τοῦ (869.) σοῦ Δεσπότου μὴ παύσῃ ἐννοῶν· καὶ πάντως ἢ ἐγκρατεύσῃ, ἢ στενάξεις, ἢ καὶ ταπεινότερον ποιήσεις τὸ φρόνημα. Μὴ πλανῶ, οὐ μὴ τοῦ Φαραὼ ἐλευθερωθήσῃ, οὐδὲ τὸ ἄνω Πάσχα θεάσῃ, ἂν οὐ πικρίδας καὶ ἄζυμα φάγῃς [γεύσῃς] διὰ παντός. Πικρίδες ἐστὶν ἡ τῆς νηστείας βία καὶ πόνος· ἄζυμα δὲ, τὸ μὴ φυσώμενον φρόνημα· τῇ σῇ ἀναπνοῇ συγκολληθήτω ὁ λόγος τοῦ λέγοντος· Ἐγὼ δὲ ἐν τῷ τοὺς δαίμονας παρενοχλεῖν μοι, ἐνεδυόμην σύκκον· καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου· καὶ ἡ προσευχή μου εἰς κόλπον ψυχῆς μου ἐκεκόλλητο. Νηστεία ἐστὶ βία φύσεως, καὶ περιτομὴ ἡδύτητος λάρυγγος, πυρώσεως ἐκτομὴ, πονηρῶν ἐννοιῶν ἐκκοπὴ, ἐνυπνιασμῶν ἐλευθερία, προσευχῆς καθαρότης· ψυχῆς φωστὴρ, νοὸς φυλακή· πωρώσεως λῦσις, κατανύξεως θύρα, στεναγμὸς ταπεινὸς, συντριμμὸς ἱλαρὸς, πολυλογίας ἀργία, ἡσυχίας ἀφορμὴ, ὑπακοῆς φύλαξ, ὕπνου κουφισμὸς, ὑγεία σώματος, ἀπαθείας πρόξενος, ἁμαρτημάτων ἄφεσις· παραδείσου θύρα καὶ τρυφή. Ἀπαιτήσωμεν καὶ τοῦτον, μᾶλλον δὲ πρὸ πάντων τούτων τὸν προστάτην τῶν κακῶν ἡμῶν πολέμιον, τὴν θύραν τῶν παθῶν, τὴν πτῶσιν τοῦ Ἀδὰμ, τὴν τοῦ Ἡσαῦ ἀπώλειαν, τῶν Ἰσραηλιτῶν τὸν ὄλεθρον, τὴν τοῦ Νῶε ἀσχημοθέαν, τὴν τῶν Γομόῤῥων προδότην, τὴν τοῦ Λὼτ μέμψιν, τὴν τῶν υἱῶν Ἡλεὶ τοῦ ἱερέως ἐξολόθρευσιν, τὴν τῶν μολυσμῶν χειραγωγόν. Πόθεν δὲ τίκτεται, καὶ τίνες οἱ ταύτης ἀπόγονοι; Τίς τε ὁ συντρίβων αὐτήν; Καὶ τίς ὁ ἀπολλύων αὐτὴν εἰς τέλος;
Λέγε ἡμῖν, ὦ ἡ πάντων τῶν βροτῶν τυραννὶς, ἡ πάντας ὠνησαμένη χρυσίῳ ἀπληστίας, πόθεν τὴνεἴσοδον ἐν ἡμῖν κέκτησαι; καὶ τί μετὰ τὴν εἴσοδον τίκτειν πέφυκας; καὶ τίς ἡ σοῦ ἐξ ἡμῶν ἔξοδος; Ἡ δὲ ἐπὶ ταῖς ὕβρεσι πονήσασα, πρὸς ἡμᾶς τυραννικῶς ἡ μαιμάσσουσα, καὶ ἀγρία ἀπεκρίνετο· Τί με λοιδορίαις βάλλετε, οἱ ἐμοὶ ὑπεύθυνοι τυγχάνοντες; Πῶς δέ μου χωρισθῆναι σπουδάζετε; Κἀγὼ τῇ φύσει συνδέδεμαι· ἐμοῦ θύρα, φύσις βρωμάτων· ἐμοῦ δὲ ἀπληστίαις συνήθεια αἴτιος· ἐμοῦ δὲ πάθους ὑπόθεσις συνήθεια προλαβοῦσα, καὶ ἀναλγησία ψυχῆς, καὶ ἀμνημοσύνη θανάτου· πῶς δὲ τῶν ἐμῶν ἀπογόνων τὰ ὀνόματα ζητεῖτε μαθεῖν; ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ὅμως τοὺς πρωτοτόκους μου καὶ ἀγαπητοὺς ἀκούσατε τίνες προσαγορεύονται. Υἱὸς πρωτότοκός μου, πορνείας ὑπουργὸς, ἐκείνου δὲ δεύτερος σκληρότης καρδίας· ὁ ὕπνος τρίτος, θάλασσα λογισμῶν, κύματα μολυσμῶν· βυθὸς ἀγνώστων καὶ ἀῤῥήτων ἀκαθαρσίων ἐξ ἐμοῦ ἐκπορεύονται. Ἐμοῦ θυγατέρες ὀκνηρία, πολυλογία, παῤῥησία, γελωτοποιΐα, εὐτραπελία, ἀντιλογία, σκληροτραχηλία, ἀνηκοΐα, ἀναισθησία, αἰχμαλωσία, μεγαλαυχία, θρασύτης, φιλοκοσμία, ἣν διαδέχεται προσευχὴ ῥυπαρὰ, καὶ ῥεμβασμοὶ λογισμῶν. Πολλάκις δὲ καὶ συμφοραὶ ἀνέλπιστοι καὶ ἀπροσδόκητοι, αἷς προσωμίλησε ἀνελπιστία ἡ πάντων χαλεπωτέρα· ἐμὲ πολεμεῖ μὲν, οὐ νικᾷ δὲ μνήμη πταισμάτων· ἐχθραίνει μοι εἰς ἅπαν ἔννοια θανάτου, τὸ δὲ ἐμὲ (872.) καταργοῦν τελείως ἐν ἀνθρώποις οὐδέν· ὁ κτησάμενος παράκλητον, τούτῳ ἐντυγχάνει κατ᾿ ἐμοῦ· κἀκεῖνος δυσωπηθεὶς, ἐμπαθῶς οὐκ ἐᾷ με ἐνεργεῖν· οἱ γὰρ ἐκείνου ἄγευστοι, διὰ τῆς ἐμῆς γλυκύτητος πάντωςἡδύνεσθαι ζητοῦσι. Ἀνδρεία νίκη. Ὁ ἰσχύσας δῆλος πρὸς ἀπάθειαν καὶ σωθφροσύνην ἀκροτάτην ἐπειγόμενος.

ΛΟΓΟΣ ΙΕʹ

Περὶ ἀφθάρτου ἐν φθαρτοῖς ἐκ καμάτων καὶ ἱδρώτων ἁγνείας καὶ σωφροσύνης.

(880.) Ἁγνεία ἐστὶν ἀσωμάτου φύσεως οἰκείωσις. Ἁγνεία ἐστὶν φύσεως ὑπὲρ φύσιν ὑπερφυὴς ἄρνησις· καὶ ἀσωμάτων σώματος θνητοῦ καὶ φθαρτοῦ παράδοξος ὄντως ἅμιλλα· ἁγνός ἐστιν ὁ ἔρωτι ἔρωτα διακρουσάμενος, καὶ πῦρ πυρὶ ἀΰλῳ ἀποσβέσας.
Σωφροσύνη ἐστὶν καθολικὴ πασῶν τῶν ἀρετῶν ἐπωνυμία. Σώφρων ἐστὶν ὁ ἐν αὐτοῖς τοῖς ὕπνοις μηδεμίαν κίνησιν τῆς προσούσης αὐτῷ καταστάσεως αἰσθόμενος· σώφρων ἐστὶν, ὁ τελείαν ἀναισθησίαν ἐπὶ διαφορᾷ σωμάτων διὰ παντὸς κτησάμενος. Οὗτος (881.) κανὼν καὶ ὄρος τῆς τελείας καὶ πανάγνου ἁγνείας, τὸ ὡσαύτως ἐπ᾿ ἐμψύχοις τε καὶ ἀψύχοις, λογικοῖς τε καὶ ἀλόγοις διακεῖσθαι. Μηδεὶς τῶν ἁγνείαν ἐξησκηκότων ἑαυτῷ τὴν ταύτης κτῆσιν λογίσοιτο· τὴν γὰρ φύσιν αὐτὴν νικῆσαι τῶν οὐκ ἐνδεχομένων ἐστίν· ὅπου φύσεως ἧττα γέγονεν, ἐκεῖ τοῦ ὑπὲρ φύσιν παρουσία ἐπέγνωσται. Χωρὶς γὰρ πάσης ἀντιλογίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος καταργεῖται.
Ἀρχὴ μὲν ἁγνείας ἀσυγκατάθετος λογισμὸς, καὶ ἀνείδωλοι διὰ χρόνων ἐκκρίσεις. Μεσότης ἁγνείας, φυσικαὶ κινήσεις ἐπὶ πλήθει βρωμάτων, καὶ μόνων ἀνειδώλως συνιστάμεναι, καὶ ῥεύσεως ἀπηλλαγμέναι. Τέλος δὲ, νέκρωσις σώματος προθανόντων λογισμῶν. Μακάριος ἀληθῶς, ὃς ἐν παντὶ σώματι, καὶ χρώματι, καὶ ὥρᾳ τελείαν ἀναισθησίαν ἐκτήσατο· οὐχ ὁ τὴν πηλὸν ἄῤῥυπον φυλάξας, οὗτος ἁγνός· ἀλλ᾿ ὁ τὰ μέλη ταύτης τῇ ψυχῇ ὑποτάξας τελείως· μέγας μὲν ὁ ἐπὶ ἀφῇ διαμένων ἀπαθὴς διαμείνας ἄτρωτος, καὶ νικήσας πυρὸς θέαν ἐννοίᾳ κάλλους τῶν ἄνω. Ὁ μὲν εὐχῇ τὸν κύνα ἀπωθούμενος, τῷ μαχομένῳ προσέοικε λέοντι· ὁ δὲ ἀντιῤῥήσει τοῦτον ἀνατρέπων, τῷ καταδιώκοντι ἔτι τὸν ἐχθρὸν αὐτοῦ· ὁ δὲ τὴν τούτου προσβολὴν εἰς ἅπαξ ἐξουθενήσας, εἰ καὶ ἐν σαρκί ἐστιν, ἀλλά γε τῆς σοροῦ ἀνέστη.
Εἰ τοῦτο ἀληθοῦς ἁγνείας τεκμήριον, τὸ ἀκίνητον εἶναι ἐν τοῖς καθ᾿ ὕπνον [al. ὕπνοις, mendose] φαντάσμασιν· τοῦτο πάντως ὄρος λαγνείας, τὸ ῥύσιν ὑπομένειν γρηγοροῦντα τοῖς ἐνθυμήμασιν· ὁ μὲν ἐξ ἱδρώτων καὶ μόχθων πολεμῶν τούτῳ τῷ ἀντιδίκῳ τῷ καταδήσαντι βρυλλίῳ τὸν ἐχθρὸν ἑαυτοῦ ἔοικεν· ὁ δὲ ἐξ ἐγκρατείας καὶ ἀγρυπνίας τῷ κλοιὰ τοῦτον περιβαλόντι· ὁ δὲ διὰ ταπεινοφροσύνης, καὶ ἀοργησίας, καὶ δίψης, τῷ ἀποκτείναντι τὸν πολέμιον, καὶ ἐν ψάμμῳ κρύψαντι· ψάμμον νοήσεις τὴν ταπείνωσιν· οὐ γὰρ τρέφει παθῶν βοσκὴν, ἀλλ᾿ ἔστι γῆ καὶ σποδός· ἕτερος ὁ ἐξ ἀγώνων, καὶ ἕτερος ὁ ἐκ ταπεινώσεως· καὶ ἄλλος, ὁ θείᾳ ἀποκαλύψει τὸν τύραννον δεδεμένον ἔχων· ὁ μὲν τῷ ἑωσφόρῳ· ὁ δὲ τῇ μεγάλῃ σελήνῃ, ὁ δὲ τῷ λαμπρῷ ἡλίῳ προσεοίκασιν· ἀμφότεροι δὲ ἐν οὐρανοῖς τὸ πολίτευμα κέκτηνται. Ἐκ μὲν αὐγῆς φῶς, ἐκ φωτὸς δὲ ἀνέτειλε ἥλιος· ὡς καὶ ἐπὶ τῶν εἰρημένων ἔστι νοῆσαι καὶ εὑρεῖν. Ὑποκρίνεται μὲν ἀλώπηξ ὕπνον, δαίμων δὲ καὶ σωφροσύνην· ἀλλ᾿ ἡ μὲν, ἵνα ὄρνιν ἀπατήσῃ· ὁ δὲ ἵνα ψυχὴν ἀπολέσῃ. Μὴ πιστεύσῃς τῇ πηλῷ ἐν τῇ ζωῇ σου· καὶ μὴ θαῤῥήσῃς αὐτῇ ἄχρι Χριστῷ ὑπαντήσεις· μὴ θάρσει ἐξ ἐγκρατείας μὴ πίπτειν· μηδὲ γὰρ ἐσθίων τις ἐξ οὐρανοῦ ἐῤῥίφη.
Ἀποταγήν τινες γνωστικοὶ καλῶς ὡρίσαντο λέγοντες ταύτην ἔχθραν πρὸς σῶμα, καὶ μάχην πρὸς κοιλίαν. Ἐν μὲν τοῖς εἰσαγωγικοῖς, ἐκ τρυφῆς τὰ πτώματα ἐπίπαν πεφύκασι γίνεσθαι τὰ τοῦ σώματος· ἐν δὲ μέσοις, καὶ ἐξ ὑψηλοφροσύνης, πλὴν ὅτι καὶ ἐν εἰσαγωγικοῖς· ἐν τοῖς δὲ τῇ τελειότητι προσεγγίζουσι, καὶ ἐκ τοῦ κατακρίνειν τὸν πλησίον καὶ μόνον. (884.) Τινὲς μεμακαρίκασι τοὺς φύσει εὐνούχους ἀποτεχθέντας, ὡς τῆς τοῦ σώματος τυραννίδος λελυτρωμένους. Ἐγὼ δὲ μεμακάρικα τοὺς καθημερινοὺς εὐνούχους· οἵτινες λογισμῷ ὥσπερ μαχαίρᾳ ἑαυτοὺς ἀκρωτηριάζειν πεφύκασιν· ἑώρακα ἀκουσίως πεσόντας, καὶ ἑώρακα ἑκουσίως πίπτειν βουλομένους μὲν, μὴ δυναμένους δὲ, καὶ τῶν καθ᾿ ἡμέραν πιπτόντων αὐτοὺς μᾶλλον ἐταλάνισα, ὡς καὶ μὴ δυναμένους τῆς δυσωδίας ἐφίεσθαι. Ἐλεεινὸς ὁ πίπτων· ἐλεεινότερος δὲ ὁ καὶ ἑτέρῳ τοῦτο προξενῶν· διότι τῶν δύο πτωμάτων καὶ τῆς ἑτέρου ἡδονῆς αὐτὸς τὸ βάρος ἐπισύρεται. Μὴ θέλε δικαιολογίαις καὶ ἀντιῤῥήσεσιν ἀνατρέπειν τὸν τῆς πορνείας δαίμονα· διότι ἐκεῖνος τὰ εὔλογα κέκτηται ὡς φυσικῶς ἡμῖν μαχόμενος. Ὁ τὴν ἑαυτοῦ σάρκα βουληθεὶς πολεμῆσαι, ἢ νικῆσαι ἐξ ἑαυτοῦ, εἰς μάτην τρέχει.
Ἐὰν γὰρ μὴ Κύριος καταλύσῃ οἶκον σαρκὸς, καὶ οἰκοδομήσῃ οἶκον ψυχῆς, εἰς μάτην ἠγρύπνησε, καὶ ἐνήστευσεν ὁ καταλύων. Ἀνάθου Κυρίῳ τὴν τῆς φύσεως ἀσθένειαν, ἐπιγνοὺς εἰς ἅπαν τὴν οἰκείαν ἀδυναμίαν, καὶ λήψῃ χάρισμα σωφροσύνης ἀνεπαισθήτως· ἔστιν ἐν τοῖς ἡδυπαθέσιν, ὥς μοί τις αὐτῶν ἐν πείρᾳ γεγονὼς μετὰ τὴν ἔκνηψιν διηγήσατο, αἴσθησίς τινος σωμάτων ἔρωτος, καὶ πνεῦμα ἀναιδὲς καὶ ἀπάνθρωπον αὐτῇ τῆς καρδίας αἰσθήσει ἐναργῶς ἐγκαθήμενον, καὶ σωματικοῦ καρδίας πόνου δίκην ἐκ πυρὸς καμίνου, τῷ πολεμουμένῳ αἰσθέσθαι [al. αἰσθάνεσθαι] παρασκευάζον, Θεὸν μὲν μὴ φοβούμενον, μνήμην κολάσεως ὡς οὐδὲν [al. οὐδενός] καταφρονῶν, εὐχὴν βδελυσσόμενον, καὶ ἐπ᾿ αὐτῇ τῇ πράξει σχεδὸν ἐπιτελουμένῃ νεκρῶν λειψάνων ὡς ἀψύχων λίθων τὴν θεωρίαν λογιζόμενον ἔκνουν τινὰ, καὶ ἐξεστηκότα τὸν πάσχοντα ἀπεργαζόμενον· λογικῆς καὶ ἀλόγου οὐσίας ἐν ἐφέσει διηνεκεῖ μεμεθυσμένον, οὗ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι, οὐκ ἂν ἐσώσθη πᾶσα ψυχὴ, τὴν πηλὸν ταύτην τὴν αἵματι καὶ χυμῷ ῥυπαρῷ συγκεκραμένην, ἠμφιεσμένη. Πῶς γάρ; Διότι πᾶν τὸ γεγονὸς, τῆς συγγενείας τῆς ἑαυτοῦ ἐμφίεται [al. ὀρέγεται]ἀπλήστως.
Τὸ αἷμα αἵματος, καὶ ὁ σκώληξ σκώληκος, καὶ ἡ πηλὸς πηλοῦ· οὐκ οὖν καὶ ἡ σὰρξ σαρκός; Κἂν μεθοδείαις αὐτὴν τὴν ἀπατεῶνα ἀπατᾷν δοκιμάζωμεν, οἱ τῆς φύσεως καὶ τῆς βασιλείας βιασταὶ καὶ ἐπιθυμηταί· τοῦ μὲν προειρημένου πολέμου, οἱ μὴ (885.) πειρασθέντες, μακάριοι. Εὐξώμεθα εἰς ἅπαν τῆς αὐτοῦ τοιαύτης λυτρωθῆναι πείρας· οἱ γὰρ ἐν τῷ προειρημένῳ κατολισθήσαντες βόθρῳ τῷν ἐκείνῃ τῇ κλίμακι ἀνερχομένων, καὶ κατερχομένων μακρὰν ἀποπίπτουσι, καὶ πρὸς τὴν ἐκεῖθεν ἀνάβασιν ἱδρώτων πολλῶν μετὰ λιμοῦ δέονται ἀκροτάτου. Σκοπήσωμεν μήπως ἐπὶ τῶν νοερῶν ἐχθρῶν ἡμῶν, ὥσπερ ἐν αἰσθητῷ πολέμῳ, ἐν τῇ παρατάξει αὐτῶν τῇ πρὸς ἡμᾶς οἰκείαν τινὰ ἕκαστος αὐτῶν τὴν ἐγχείρησιν μετέρχεσθαι τέτακται· ὅπερ θαῦμα ἐπεσημηνάμην ἐν τοῖς πειραζομένοις· καὶ ἑώρακα πτώματα πτωμάτων χαλεπώτερα· καὶ ἔχων νοῦν ἀκούειν ἀκουέτω.
Εἴθισται τῷ δαίμονι καὶ μάλιστα ἐν τοῖς ἀγωνιζομένοις, καὶ τὸν μονήρη βίον μετερχομένοις πολλάκις πᾶσαν αὐτοῦ τὴν ὁρμὴν, καὶ τὴν σπουδὴν καὶ μηχανὴν, καὶ πανουργίαν, καὶ ἐπίνοιαν, ἐν τοῖς παρὰ φύσιν μόνον [μᾶλλον], καὶ οὐκ ἐν τοῖς κατὰ φύσιν αὐτοὺς παρασκευάζειν πολεμεῖσθαι· ὅθεν καὶ πολλάκις τῷ θήλει συνδιάγοντες, πρὸς αὐτὸ εἰς ἐπιθυμίαν, ἢ ἔννοιαν ὅλως μὴ πολεμούμενοι, ἑαυτοὺς μεμακαρίκασιν, ἀγνοήσαντες οἱ τάλανες ὅτι ὅπου μείζων ὁ ὄλεθρος, ἐκεῖ τοῦ ἐλάττονος χρεία οὐ καθέστηκεν. Οἶμαι δυοῖν τούτων αἰτιῶν οἱ φόνιοι ἡμᾶς τοὺς ἀθλίους οἱ πανάθλιοι ἐν τοῖς παρὰ φύσιν ἐπορθεῖν πεφύκασιν, ὡς τῆς ὕλης τοῦ πτώματος πανταχοῦ ἡμῶν εὐπορούντων· καὶ ὡς μείζονα τὴν τιμωρίαν κεκτημένων. Οἶδε τὸ εἰρημένον ὁ τῆς ὀνάγροις πρώην μὲν ἐπιτρέπων· ἔσχατον δὲ ὑπὸ τῶν ἀγρίων ὀνάγρων ἐλεεινῶς ἐπιτραπεὶς καὶ ἐμπαιχθεὶς, καὶ οὐρανίῳ τρεφόμενος ἄρτῳ, ὕστερον δὲ τοῦ καλοῦ στερηθεὶς, καὶ τὸ δὴ θαυμαστότερον, ὅτι καὶ μετὰ μετάνοιαν Στύλος μὲν μέγας ἔπεσεν, ὀδυνώμενος πικρῶς ὁ καθηγητὴς ἡμῶν ἔφησεν Ἀντώνιος· τὸν δὲ τρόπον τῆς πτώσεως ὁ σοφὸς ἀπέκρυψεν· ἐγίνωσκε γὰρ εἶναι πορνείαν σωματικῶς, καὶ ἐκτὸς ἑτέρου σώματος· ἔστι τις θάνατος ἐν ἡμῖν καὶ ἀπώλεια πτώματος ἐν ἡμῖν, καὶ μεθ᾿ ἡμῶν ἀεὶ συμπεριφερόμενος, ἐν νεότητι μάλιστα· ὃν ἔγωγε γραφῇ παραδοῦναι οὐ τετόλμηκα· ἐπέσχε γάρ μου τὴν χεῖρα ὁ εἰρηκώς· Τὰ γὰρ κρυφῇ γινόμενα ὑπό τινων, αἰσχρόν ἐστι καὶ λέγειν, καὶ γράφειν, καὶ ἀκούειν. Τὴν μὲν ἐμὴν ταύτην καὶ οὐκ ἐμὴν ἐχθρὰν φίλην σάρκα, Παῦλος μὲν θάνατον προσηγόρευσε· Τίς με γὰρ, φησὶ, ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Ἕτερος δὲ θεολόγος ἐμπαθῆ καὶ δούλην καὶ νυκτερινήν· τίνος δὲ, τίνος χάριν τοιαύταις πρὸς αὐτὴν προσηγορίαις ἐχρήσαντο, μαθεῖν ἐδίψων. Εἰ θάνατος, ὡς προλέλεκται, σὰρξ, ὁ ταύτην νικήσας πάντως οὐκ ἀποθνήσκει· καὶ τίς ἐστιν ἄρα ὁ ἄνθρωπος ἐκεῖνος, ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον μολυσμοῦ σαρκὸς αὐτοῦ; Ζητητέον (888.) δυσωπῶ, τίς μείζων· ὁ θανὼν καὶ ἀναστὰς, ἢ ὁ μηδ᾿ ὅλως θανών· καὶ ὁ μὲν τὸν δεύτερον μακαρίσας, ἔψευσται θανὼν γὰρ ὁ Χριστὸς, ἀνέστη· ὁ δὲ τὸν πρῶτον, μηδεμίαν παρὰ τοῖς θνήσκουσι, μᾶλλον δὲ πίπτουσι τὴν ἀπόγνωσιν εἶναι δυσωπεῖ· φιλάνθρωπον γὰρ τὸν Θεὸν ὁ ἀπάνθρωπος ἐχθρὸς ὁ τῆς πορνείας προστάτης λέγει· καὶ πολλὴν συγγνώμην τῷ πάθει τούτῳ ὡς φυσικῷ παρέχοντα· ἐπιτηρήσωμεν δὲ δόλους δαιμόνων, καὶ μετὰ τὴν πρᾶξιν δικαιοκρίτην αὐτὸν, καὶ ἀσυγχώρητον εὑρήσομεν αὐτοὺς ὀνομάζοντας· ἐκεῖ μὲν γὰρ ἵνα ἐπὶ τὴν ἁμαρτίαν προτρέψωνται, οὕτως ἐχρήσαντο· νῦν δὲ λοιπὸν, ἵνα ἐπὶ τὴν ἀπόγνωσιν ἡμᾶς καταποντίσωσι. Τῆς μὲν λύπης καὶ ἀπογνώσεως συνισταμένης, ἑαυτοὺς ἐπὶ τῷ πταίσματι ἐκδιδόναι πάλιν οὐ πεφύκαμεν· ταύτης δὲ κατασβεσθείσης, πάλιν ὁ τῆς φιλανθρωπίας ἡμᾶς τύραννος διαδέχεται. Καθόσον ἄφθαρτος καὶ ἀσώματος ὁ Κύριος, κατὰ τοσοῦτον τῇ ἁγνείᾳ καὶ τῇ ἀφθαρσίᾳ τοῦ σώματος ἡμῶν εὐφραίνεται, οὐδενὶ οὕτως ἑτέρῳ ὡς τῇ δυσωδίᾳ τῆς πορνείας τινές φασιν ἐπιχαίρειν τοὺς δαίμονας· οὐκ οὖν οὐδὲ πάθει ἑτέρῳ, ὡς τῷ τοῦ σώματος μολυσμῷ.
Ἁγνεία Θεοῦ οἰκείωσις καὶ ὁμοίωσις κατὰ τὸ δυνατὸν ἀνθρώποις. Μήτηρ μὲν γλυκύτητος, γῆ καὶ δρόσος· μήτηρ δὲ ἁγνείας ἡσυχία σὺν ὑπακοῇ· ἡ μὲν ἐξ ἡσυχίας κατορθουμένη τοῦ σώματος ἀπάθεια, κόσμῳ πολλάκις πλησιάζουσα οὐκ ἀσάλευτος διέμεινεν· ἡ δὲ ἐξ ὑπακοῆς προσγινομένη, πανταχοῦ δόκιμος καὶ ἀκράδαντος· εἶδον ὑπερηφανίαν ταπεινοφροσύνης πρόξενον, καὶ τοῦ λέγοντος ἐμνημόνευσα· Τίς ἔγνω νοῦν Κυρίου; λάκκος καὶ κύημα τύφου, πτῶμα· πτῶμα δὲ πολλάκις ἐν τοῖς βουλομένοις ταπεινοφροσύνης ὑπόθεσις. Ὁ μετὰ γαστριμαργίας καὶ κόρου τὸν τῆς πορνείας νικῆσαι βουλόμενος δαίμονα, ὅμοιός ἐστι τῷ μετὰ ἐλαίου σβεννύοντι ἐμπρησμόν. Ὁ μετὰ ἐγκρατείας καὶ μόνης πόλεμον δοκιμάσας καταπαῦσαι, ὅμοιός ἐστι τῷ μιᾷ χειρὶ νηχομένῳ, καὶ πελάγους λυτροῦσθαι φιλονεικοῦντι. Σύζευξον ἐγκρατείᾳ ταπείνωσιν· ἐκτὸς γὰρ τῆς δευτέρας ἡ προτέρα ἀνωφελὴς εὑρίσκεται. Ὅστις ἑαυτὸν ὑπό τινος πάθους πλεονεκτούμενον θεάσεται, κατ᾿ αὐτοῦ καὶ μόνου πρὸ πάντων ὁπλισάτω ἑαυτὸν, καὶ μάλιστα τοῦ ἐμφυλίου ἐχθροῦ. Τούτου γὰρ μὴ καθαιρεθέντος, οὐδὲν ἐκ τῆςτῶν λοιπῶν νίκης ὠφελούμεθα. Τὸν δὲ Αἰγύπτιον τοῦτον, καὶ ἡμεῖς πατάξαντες πάντως ἐν τῇ βάτῳ τῆς ταπεινώσεως τὸν Θεὸν ὀψόμεθα. ᾘσθόμην ἐγὼ πειραζόμενος τὸν λύκον τοῦτον, χαρὰν ἄλογον, καὶ δάκρυα, καὶ παράκληξιν τῇ ψυχῇ ἀπατηλῶς ποιοῦντα, καὶ ἐδόκουν νηπιώδης καρπὸν καὶ οὐ φθορὰν κατέχειν. Εἰ πᾶσα ἁμαρτία ἣν ἂν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον (889.) σῶμα ἁμαρτάνει, πάντως διὰ τοῦτο, ἐπειδὴ αὐτὴν τὴν τῆς σαρκὸς οὐσίαν μολύνειν τῇ ῥοῇ πεφύκαμεν· ὅπερ ἐπ᾿ ἄλλης ἁμαρτίας γίνεσθαι ἀδύνατον· ζητῶ δὲ ἐγὼ πῶς ἐπὶ πάσης ἁμαρτίας σφαλλομένους τοὺς ἀνθρώπους, καὶ μόνον, σεσυνηθίκαμεν λέγειν· ἐπὰν δέ τινα πεπορνευκότα ἀκούσωμεν, ὀδυνηρῶς λέγομεν [βοῶμεν]· Ὁ δεῖνα πέπτωκεν. Φεύγει ἄγκιστρον ἰχθὺς ὀξέως, καὶ φιλήδονος ψυχὴ ἀποστρέφεται ἡσυχίαν. Ὅταν πρὸς ἀλλήλους τινὰς ὁ διάβολος δεσμὸν αἰσχρὸν δῆσαι βούλεται, τὰ ἑκάτερα μέρη δοκιμάσας, ἐκεῖθεν τοῦ πυρὸς ἄρχεται.
Πολλάκις οἱ περὶ τὸ φιλήδονον ῥέποντες, συμπαθεῖς καὶ ἐλεήμονες, καὶ συνδάκρυες, καὶ κόλακες εἶναι πεφύκασιν· οἱ δὲ ἁγνείας ἐπιμελούμενοι οὐχ οὕτως τὰ τοιάδε κέκτηται [κέκτηνται]. Γνωστικός με ἀνὴρ φοβερὸν ἐπηρώτησε πρόβλημα, Ποία, φήσας, ἁμαρτία, φόνου καὶ ἀρνήσεως χωρὶς, βαρυτέρα πάντων καθέστηκε; Κἀμοῦ, τὸ εἰς αἵρεσιν πεσεῖν εἰρηκότος· Καὶ πῶς, φησὶν, αἱρετικοὺς Ἐκκλησία μὲν καθολικὴ δεχομένη σὺν τῷ γνησίῳ τῆς οἰκείας αἱρέσεως ἀναθεματισμῷ τῆς τῶν μυστηρίων αὐτοὺς ἀξιοῖ μεταλήψεως· τὸν δὲ πεπορνευκότα ἐξομολογούμενον, καὶ τῆς ἁμαρτίας παυόμενον εἰσδεχομένη ἐπὶ χρόνους αὐτὸν τῶν ἀχράντων μυστηρίων ἀφορίζειν παρὰ τῶν ἀποστολικῶν ὑποτρέπεται κανόνων; Κἀμοῦ τῇ ἀπορίᾳ καταπλαγέντος, τὸ ἄπορον μεμένηκεν ἄπορον καὶ ἀδιάλυτον. Ἐρευνήσωμεν καὶ μετρήσωμεν, καὶ τηρήσωμεν ποία μὲν ἐν τῇ ψαλμῳδίᾳ ἐκ τοῦ τῆς πορνείας δαίμονος ἡδύτης ἡμῖν προσγίνεται· ποία δὲ ἐκ τῶν λόγων τοῦ Πνεύματος καὶ τῆς ἐν αὐτοῖς ὑπαρχούσης χάριτος καὶ δυνάμεως. Μὴ λάθῃς σεαυτὸν, ὦ νέε. Εἶδον γὰρ ἐκ ψυχῆς τινας τοῖς ἑαυτῶν προσφιλέσι προσευχομένους, καὶ ἐκ πορνείας κινούμενοι, ἐδόκουν μνήμην καὶ θεσμὸν ἀγάπης ἐκτελεῖν. Ἔστι δι᾿ ἁφῆς σωματικῶς μολύνεσθαι· οὐδὲν γὰρ βαρύτερον ταύτης τῆς αἰσθήσεως· μέμνησο τοῦ συμπλέξαντος τῇ χειρὶ τὸ θέριστρον, καὶ νάρκα χεῖρα ἐπὶ φυσικῶν, καὶ οὐ φυσικῶν, οἰκείου τε καὶ ἀλλοτρίου σώματος. Οἶμαι μὴ λέγεσθαί τινα τὸ παράπαν ἅγιον φερωνύμως, εἰ μὴ πρότερον τὴν γῆν ταύτην εἰς ἁγιασμὸν μεταποιήσῃ, εἴπερ καὶ ἔνεστι μεταμορφῶσαι. Ἐν τῇ στρωμνῇ ἀναπεσόντες, τότε νήψωμεν· διότι ὁ νοῦς τότε χωρὶς τοῦ σώματος συμπαλαίει τοῖς δαίμοσι· κἂν εὑρεθῇ φιλήδονος, προδότης ἡδέως γίνεται. Μνήμη θανάτου πάντως συγκοιμηθήτω σοι, καὶ συναναστήτω σοι, καὶ μονολόγιστος Ἰησοῦ εὐχή· οὐδὲν γὰρ ὡς ταῦτα ἐν τῷ ὕπνῳ εὑρήσεις βοηθήματα. Τινὲς ἐκ βρωμάτων μόνων τοὺς πολέμους καὶ τὰς ἐκκρίσεις εἶναι δοκιμάζουσιν· ἐγὼ δὲ ἐσχάτως νοσοῦντας, καὶ εἰς ἄκρον νηστεύοντας, ταύταις ἰσχυρῶς μολυνομένουςτεθέαμαι. Ἠρώτησά ποτέ τινα περὶ τούτων τῶν δοκιμωτάτων διακριτικῶν μοναχῶν· καὶ ἐδίδαξεν ὁ (892.) μακάριος μάλα σαφῶς. Ἔστι, φησὶν ὁ ἀοίδιμος καθ᾿ ὕπνους ἔκκρισις ἐκ πλήθους βρωμάτων καὶ ἀνέσεως· ἑτέρα ἐξ ὑπερηφανίας, ὅταν ἐν τῇ χρονίᾳ ἡμῶν τυφώμεθα ἀῤῥευστίᾳ· καὶ ἔστιν ἐκ τοῦ τὸν πλησίον κατακρίνειν· καὶ αἱ μὲν δύο, φησὶ, δύνανται καὶ τοῖς ἀσθενοῦσι ἐπισυμβαίνειν· νομίζω δὲ καὶ αἱ τρεῖς. Εἰ δέ τις ἑαυτὸν πασῶν τῶν προειρημένων αἰτιῶν καθαρεύοντα ψηλαφήσειε, μακάριος τῆς τοιαύτης ἀπαθείας ἐργάτης, ἐκ φθόνου δαιμόνων, καὶ μόνον τὸ συμβὰν πεπονθὼς τοῦτο τοῦ Θεοῦ ἐν αὐτῷ συγχωρήσαντος γενέσθαι ἐκ χρόνου, ἵνα δι᾿ ἀναμαρτήτου συμφορᾶς ὑψηλοτάτην κτήσηται τὴν ταπείνωσιν. Μηδεὶς τὰ καθ᾿ ὕπνους φαντάσματα πρὸς ἑαυτὸν μεθ᾿ ἡμέραν λογίζεσθαι θελήσειεν· σκοπὸς γὰρ καὶ οὗτος τοῖς δαίμοσιν, ἵνα ἐξ ἐνυπνίων χρηγοροῦντας ἡμᾶς μολύνωσιν. Ἀκούσωμεν καὶ ἄλλην τῶν ἐχθρῶν ἡμῶν πανουργίαν. Ὥσπερ τὰ τὸ σῶμα βλάπτοντα βρώματα μετὰ χρόνον, ἢ ἡμέραν τὴν νόσον ἡμῖν ποιεῖν πεφύκασιν, οὕτω πολλάκις καὶ ἐπὶ τῶν τὴν ψυχὴν μολυνόντων αἰτίων ἑώρακα τρυφῶντας, καὶ παραυτίκα μὴ πολεμουμένους· καὶ ἑώρακα γυναιξὶ συνεσθίοντας, καὶ συνδιατρίβοντας· καὶ μηδεμίαν πονηρὰν ἔννοιαν παρ᾿ αὐτὰ λογιζομένους· καὶ μέντοι θαῤῥήσαντες οἱ ἀπατώμενοι, ὅταν ἔδοξαν εἰρήνην καὶ ἀσφάλειαν ἔχειν, ἐν τῇ ἑαυτῶν κέλλῃ αἰφνίδιον ἔπαθον ὄλεθρον. Τίς δὲ ὁ ὄλεθρος, ὁ κατὰ μόνας μόνοις ἡμῖν σωματικῶς καὶ ψυχικῶς γινόμενος, ὁ μὲν πειρασθεὶς ἐπίσταται· ὁ δὲ μὴ πειρασθεὶς, γνῶναι οὐ δεῖται.
Τῷ καιρῷ ἐκείνῳ καλὸν ἡμῖν βοήθημα σάκκος, σποδὸς, στάσις παννύχιος· ἐπιθυμία ἄρτου· γλῶσσα φλεγομένη, καὶ μετρίως δροσιζομένη, σορῶν οἴκησις, καὶ πρὸ πάντων ταπείνωσις καρδίας, καὶ εἰ δυνατὸν, πατὴρ, ἢ ἀδελφὸς σπουδαῖος, γηραιὸς τῷ φρονήματι εἰς βοήθειαν. Θαυμάζω γὰρ εἰ μόνος τις ἐκ πελάγους ναῦν διασῶσαι δύναται. Τὸ αὐτὸ πτῶμα πολλάκις ἑκατονταπλάσιον τοῦ ἑτέρου πραχθέντος κρῖμα κέκτηται, ἐκ τρόπου, ἐκ τόπου, ἐκ προκοπῆς, καὶ ἐξ ἄλλων πολλῶν. Παράδοξόν μοί τις καὶ ἀκρότατον ἁγνείας ὅρον ὑφηγήσατο. Κάλλος γὰρ, φησὶν, τις θεασάμενος, τὸν Ποιητὴν μεγάλως ἐξ ἐκείνου ἐδόξασε· καὶ ἀπὸ μόνης τῆς θέας εἰς ἀγάπην Θεοῦ καὶ δακρύων πηγὴν κατεφέρετο· καὶ ἦν θάμβος ἰδέσθαι τὸν ἑτέρου βόθρον, ἄλλῳ στέφανον γενόμενον ὑπὲρ φύσιν.
Εἰ πάντοτε ὁ τοιοῦτος ἐν τοῖς τοιούτοις αἴσθησιν καὶ (893.) ἐργασίαν κέκτηται, ἀνέστη ἄφθαρτος πρὸ τῆς κοινῆς ἀναστάσεως. Τῷ αὐτῷ κανόνι, καὶ ἐπὶ τῶν μελῳδικῶν καὶ ᾀσμάτων χρησόμεθα. Οἱ μὲν γὰρ φιλόθεοι, εἰς ἱλαρότητα καὶ θείαν ἀγάπην, καὶ δάκρυα, καὶ ἐκ τῶν ἔξωθεν, καὶ ἐκ τῶν πνευματικῶν ᾠδῶν κινεῖσθαι πεφύκασιν· οἱ δὲ φιλήδονοι, τὸ ἐναντίον.
Τινὲς, καθὼς καὶ φθάσαντες εἴπομεν, ἐν τοῖς ἡσυχαστικοῖς τόποις, πολλῷ πλέον πολεμεῖσθαι πεφύκασι· καὶ οὐ θαῦμα, φιλοχωροῦσι γὰρ ἐκεῖ πολλῷ πλέον οἱ δαίμονες ὑπὸ τοῦ Κυρίου ἐν ταῖς ἐρήμοις, καὶ ἐν τῇ ἀβύσσῳ ἐξορισθέντες πρὸς σωτηρίαν ἡμῶν. Πολεμοῦσιν ἡσυχαστῇ χαλεπῶς οἱ τῆς πορνείας δαίμονες· ἵνα ὡς μηδὲν ὠφελούμενον ἐκ τῆς ἐρήμου πρὸς τὸν κόσμον διώξωσιν· ἀναχωροῦσιν ἐξ ἡμῶν ἐν τῷ κόσμῳ διαγόντων, ἵνα ὡς μὴ πολεμούμενοι τοῖς κοσμικοῖς συναπομείνωμεν. Ὅπου πολεμούμεθα, ἐκεῖ πάντως τῷ ἐχθρῷ χαλεπῶς πολεμοῦμεν. Μὴ πολεμούμενος γὰρ ἐξ ἡμῶν, φίλος ἐχθρῶν καὶ αὐτὸς εὑρίσκεται. Σκεπόμεθα τῇ χειρὶ τοῦ Κυρίου ἐν τῷ κόσμῳ κατά τινα χρείαν διάγοντες, ἴσως ἐξ εὐχῆς τοῦ πατρὸς πολλάκις, ἵνα μὴ καὶ ὁ Κύριος βλασφημηθῇ δι᾿ ἡμᾶς· ἐστι δὲ ὅτε καὶ ἐξ ἀναλγησίας, καὶ τοῦ ἐν πολλῇ πείρᾳ, καὶ κόρῳ, τῶν θεωμένων, καὶ λαλουμένων προϋπάρχειν· ἢ καὶ τῶν δαιμόνων ὑποχωρούντων ἑκουσίως, καὶ καταλιμπανόντων ἡμῖν τὸν τῆς οἰήσεως δαίμονα τὸν τόπον πάντων ἀναπληροῦντα.
Ἀκούσατε τοῦ ἀπατεῶνος τούτου μηχανὴν καὶ πανουργίαν, πάντες οἱ ἁγνείαν ἐξασκεῖν προαιρούμενοι, καὶ φυλάξασθε.
Διηγήσατό μοί τις τῶν ἐν πείρᾳ τοῦ δόλου γεγονότων, ὡς πλειστάκις ὁ τῶν σωμάτων δαίμων ὑποστέλλει ἑαυτὸν εἰς τέλος, εὐλάβειαν ἀκροτάτην τῷ μοναχῷ ὑποτιθέμενος, καὶ δακρύων ἴσως πηγὴν κατὰ τὸν καιρὸν ἡνίκα γυναιξὶ συγκάθηται, ἢ διαλέγεται περὶ μνήμης τε θανάτου, καὶ κρίσεως, καὶ σωφροσύνης, αὐτὸν ταύτας νουθετεῖν ὑποβάλλων, ἵνα διὰ τοῦ λόγου, καὶ τῆς ἐπιπλάστου εὐλαβείας προσδράμωσιν ὡς ποιμένι τῷ λύκῳ αἱ ἄθλιαι, καὶ συνηθείας, καὶ παῤῥησίας λοιπὸν γενομένης, τότε τὸ πτῶμα ὁ πανάθλιος ὑποστήσεται. Φεύγοντες φεύγωμεν τοῦ μὴ βλέπειν, μηδὲ ἀκούειν καρποῦ οὗ μὴ γεύσασθαι λοιπὸν συνεταξάμεθα. Θαυμάζω γὰρ [ὅτι] τοῦ Δαυῒδ τοῦ προφήτου ἰσχυροτέρους ἑαυτοὺς λογιζόμεθα, ὅπερ ἀμήχανον. Οὕτως ὑψηλὸν καὶ μέγα τὸ τῆς ἁγνείας ἐγκώμιον, ὡς τολμῆσαί τινας τῶν Πατέρων ἀπάθειαν αὐτὴν προσαγορεῦσαι. Τινές φασιν ἀμήχανον λοιπὸν μετὰ γεῦσιν ἁμαρτίας, ἁγνὸν ὀνομάζεσθαι. Ἐγὼ δὲ αὐτοὺς ἀνατρέπων ἔφασκον· δυνατὸν καὶ ῥᾴδιον τῷ βουλομένῳ ἀγριέλαιον εἰς καλλιέλαιον μετεγκεντρίσαι. Εἰ μὲν παρθένῳ τῷ σώματι αἱ κλεῖς τῶν ἄνω ἐπιστεύθησαν, δίκαια ἴσως οἱ προλεχθέντες ἐδογμάτιζον· αἰσχυνέτω (896.) αὐτοὺς ὁ πενθερὰν κτησάμενος, καὶ ἁγνὸς γενόμενος, καὶ τὰς κλεῖς τῆς βασιλείας ἐπιφερόμενος. Πολύμορφος ὁ τῶν σωμάτων ὄφις· τοῖς μὲν ἀπείροις ἐνσπείρων τὸ ἐν πείρᾳ, καὶ γενέσθαι, καὶ παύσασθαι τοῖς δὲ ἐμπείροις ἐκ τῆς μνήμης πρὸς τὴν πεῖραν αὖθις προτρέπεται ὁ δείλαιος [δόλιος]. Πολλοὶ τῶν προτέρων ἐκ τῆς τοῦ κακοῦ ἀγνωσίας ἀπολέμητοι ὑπάρχουσι. Τῶν δὲ δευτέρων ὡς ἐν πείρᾳ τοῦ μύσους τούτου γεγονότες, ὀχλήσεις λοιπὸν, καὶ πολέμους ὑφίστανται πλὴν καὶ τοὐναντίον πολλάκις ἐστίν.
Ὅτε ἐκ τῶν ὕπνων ἀγαθοὶ καὶ εἰρηνικοί τινες ἀνιστάμεθα, ὑπὸ ἁγίων ἀγγέλων τοῦτο λεληθότως ὑπομένομεν, καὶ μάλιστα ὅταν μετὰ πολλῆς εὐχῆς καὶ νήψεως κοιμηθέντες τυγχάνωμεν· ἔστι δὲ ὅτε [καὶ ἔστιν ὅτε, σκυθρωποὶ] καὶ οὐκ ἀγαθοὶ τῶν ὕπνων ἀνιστάμεθα, ὑπὸ πονηρῶν ἐνυπνίων τοῦτο [al. ἔστι δ᾿ ὅτε οὐκ ἀγαθοὶ, ἀλλὰ πικροί τινες τῶν ὕπνων ἀνιστάμεθα ὑπὸ πονηρῶν ἐνυπνίων, καὶ θεαμάτων τοῦτο] παθόντες [al. πάσχοντες]. Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενον, καὶ ταρασσόμενον, καὶ μαινόμενον ἐν ἐμοὶ, ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον δι᾿ ἐγκρατείας· καὶ ἰδοὺ οὐκ ἦν ὡς τὸ πρὶν ὁ θυμὸς αὐτοῦ· καὶ ἐζήτησα αὐτὸν ταπεινώσας μου τὸν λογισμὸν, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ὁ τόπος αὐτοῦ, ἢ τὸ ἴχνος αὐτοῦ. Ὅστις σῶμα ἐνίκησεν, οὗτος φύσιν ἐνίκησεν· ὁ δὲ τὴν φύσιν νικήσας, πάντως ὑπὲρ φύσιν ἐγένετο· ὁ δὲ οὗτος γενόμενος ἠλαττώθη βραχύ τι παρ᾿ ἀγγέλοις, ἵνα μὴ εἴπω, οὐδέν. Οὐ θαῦμα τῷ ἀΰλῳ τὸν ἄϋλον μάχεσθαι· θαῦμα δὲ, ὄντως θαῦμα, τὸ ἔνυλον κατὰ τῆς ἐχθρᾶς ταύτης καὶ ἐπιβούλου ὕλης τοὺς ἀΰλους ἐχθροὺς τροπώσασθαι. Πολλὴν περὶ ἡμᾶς ὁ ἀγαθὸς Κύριος ποιούμενος καὶ ἐν τούτῳ τὴν ἐπιμέλειαν, τὴν τοῦ θήλεος ἀναισχυντίαν, ὥσπερ χαλινῷ τινι τῇ αἰδοῖ ἐπεστόμισεν. Εἰ γὰρ ἐκεῖνο πρὸς τὸ ἄῤῥεν ηὐτομόλει, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. Ἄλλο προσβολὴ, καὶ ἄλλο συνδυασμὸς, καὶ ἄλλο συγκατάθεσις, καὶ ἄλλο αἰχμαλωσία, καὶ ἕτερον πάλη, καὶ ἄλλο τὸ λεγόμενον πάθος ἐπὶ τῆς ψυχῆς, παρὰ τοῖς τῶν πατέρων διακριτικοῖς εἶναι ὁρίζεται. Προσβολὴν μὲν γὰρ οἱ μακάριοι εἶναι ὁρίζονται λόγον ψιλὸν, ἢ εἰκόνα τοῦ τυχόντος νεοφανῶς ἐν τῇ καρδίᾳ ἐμφερομένην· συνδυασμὸν δὲ, τὸ συλλαλῆσαι τῷ φανέντι μετὰ πάθους, ἢ ἀπαθῶς· συγκατάθεσιν δὲ νεῦσιν ἐνήδονον τῆς ψυχῆς πρὸς τὸ ὀφθὲν γινομένην· αἰχμαλωσίαν δὲ βιαίαν καὶ ἀκούσιον τῆς καρδίας ἀπαγωγὴν, ἢ ἐπίμονον καὶ τῆς ἀρίστης ἡμῶν καταστάσεως ἀφανιστικὴν συνουσίαν πρὸς τὸ τυχόν. Πάλην δὲ ὁρίζονται εἶναι ἰσοσθενῆ πρὸς τὸν μαχόμενον δύναμιν, ἑκουσίως ἢ νικῶσαν, ἢ τὴν ἧτταν ὑπομένου(897.) σαν· πάθος δὲ κυρίως εἶναι λέγουσιν τὸ χρόνῳ μακρῷ ἐν τῇ ψυχῇ ἐμπαθῶς ἐμφωλεῦον, καὶ ὥσπερ εἰς ἕξιν αὐτὴν λοιπὸν ἐν τῇ πρὸς αὐτὸ συνηθείᾳ ἀγαγὸν, καὶ αὐθαιρέτως λοιπὸν ἐν αὐτῷ καὶ οἰκείως αὐτομολοῦσαν.
Τούτων πάντων τὸ μὲν πρῶτον ἀναμάρτητον, τὸ δὲ δεύτερον οὐ πάντως, τὸ δὲ τρίτον πρὸς τὴν τοῦ ἀγωνιζομένου κατάστασιν· ἡ δὲ πάλη ἣ στεφάνων, ἢ τιμωριῶν αἴτιος. Ἡ γὰρ αἰχμαλωσία ἑτέρως ἐν καιρῷ προσευχῆς, καὶ ἑτέρως ἐν ἑτέρῳ καιρῷ, καὶ ἄλλως ἐπὶ μέσοις, καὶ ἄλλως ἐπὶ πονηροῖς ἐνθυμήμασι κρίνεται· τὸ δὲ πάθος ἀναμφιβόλως ἐν πᾶσιν, ἢ ἀντιζύγῳ μετανοίᾳ, ἢ τῇ μελλούσῃ κολάσει ὑπόκειται· ὁ τοίνυν τὸ πρῶτον ἀπαθῶς λογιζόμενος, πάντα τὰ ἔσχατα ὑφ᾿ ἓν περιέκοψεν. Ἔστι παρὰ τοῖς ἀκριβεστάτοις τῶν γνωστικῶν Πατέρων, καὶ ἑτέρα τις τούτων λεπτοτέρα ἔννοια, ὅπερ παραῤῥιπισμὸν νοός τινες ὀνομάζεσθαι λέγουσιν, ὅστις χρόνου χωρὶς, καὶ λόγου καὶ εἰκόνος ὀξυτέρως τὸ πάθος τῷ πάσχοντι σημαίνειν πέφυκε. Θᾶττον οὐδὲν τοῦ [ἐπὶ] τῶν σωμάτων, ὀξύτερον ἢ ἀφανέστερον ἐν πνεύμασιν εἶναι πέφυκε, μνήμῃ ψιλῇ καὶ ἀσυνδιάστῳ, ἀχρόνῳ τε καὶ ἀφράστῳ [al. ἀφθάρτῳ], παρά τισι δὲ καὶ ἀγνώστῳ τὴν ἑαυτοῦ ἐν τῇ ψυχῇ παρουσίαν ποιοῦντος [ἐμφαῖνον, al. ποιοῦν]. Εἴ τις τοίνυν τὴν τοιαύτην αὐτοῦ λεπτότητα διὰ πένθους καταλαβεῖν ἠδυνήθη, οὗτος ἡμᾶς διδάξαι δύναται, πῶς τέ ἐστι καὶ ὀφθαλμῷ μόνῳ, ψιλῇ τε θέᾳ καὶ ἁφῇ χειρὸς, καὶ μέλους ἀκροάσει ἐκτὸς πάσης ἐννοίας, καὶ λογισμοῦ πορνεύων ψυχὴν ἐμπαθῶς. Τινές φασιν ἐκ τῶνλογισμῶν τῆς καρδίας τὸ σῶμα εἰς πάθη ἔρχεσθαι· τινὲς δὲ πάλιν τὸ ἔμπαλιν, ἐκ τῶν τοῦ σώματος αἰσθήσεων τοὺς πονηροὺς ἀποτίκτεσθαι λογισμούς· καὶ οἱ μὲν πρότεροί φασιν, ἐὰν μὴ ὁ νοῦς προδράμῃ, οὐκ ἂν τὸ σῶμα ἐπακολουθήσειν· οἱ δὲ δεύτεροι τὴν τοῦ σωματικοῦ πάθους κακουργίαν εἰς οἰκείαν συνηγορίαν φέρουσι λέγοντες· Πολλάκις ἐξ ἡδίστης ὄψεως ἢ χειρὸς ἁφῆς, ἢ εὐώδους ὀσφρήσεως, ἢ ἀκοῆς ἡδυφωνίας οἱ λογισμοὶ ἐν τῇ καρδίᾳ τὴν εἴσοδον λαμβάνουσιν. Περὶ τούτων ὁ δυνάμενος ἐν Κυρίῳ διδάξει. Πάνυ γὰρ τὰ τοιαῦτα τοῖς διὰ γνώσεως τὴν πρακτικὴν μετερχομένοις ἀναγκαῖα καὶ ὠφέλιμα.
Τοῖς γὰρ ἐν ἁπλότητι καρδίας ἐργάταις τούτων λόγος οὐδείς· οὐ γὰρ πάντων ἡ γνῶσις, οὐδὲ πάντων ἡ μακαρία ἁπλότης. ὁ θώραξ πρὸς τοὺς τῶν πονηρῶν δόλους· ἔνια μὲν τῶν παθῶν ἐκ τῶν ἐντὸς ἐπὶ τὸ σῶμα προέρχονται· τινὰ δὲ πάλιν τὸ ἔμπαλιν καὶ ἐν τοῖς μὲν ἐν κόσμῳ τὸ δεύτερον· ἐν δὲ τοῖς μονήρη βίον μετιοῦσι τὸ πρότερον διὰ τὴν τῶν ὑλῶν ἀπορίαν.
Ἐγὼ δὲ περὶ τούτου ἐκεῖνο λέγω· Ζητήσεις παρὰ κακοῖς σύνεσιν, καὶ οὐχ εὑρήσεις. Ὅταν πολλὰ πρὸς (900.) τὸν τῆς πηλοῦ σύζυγον δαίμονα ἀγωνισάμενοι, τοῦτον ἐκ τῆς ἡμετέρας καρδίας διὰ λίθων νηστείας, καὶ ξίφους ταπεινώσεως βασανίσαντες ἐξελάσωμεν, τότε λοιπὸν ἐν τῷ σώματι ὥσπερ σκώληξ τις ἐγκαθήμενος εἰς ἀλόγους τινὰς κινήσεις καὶ ἀκαίρους ἡμᾶς γαργαλίζων ὁ δείλαιος μολύνειν βιάζεται. Τοῦτο δὲ μάλιστα πάσχειν εἰώθασι οἱ τῷ τῆς κενοδοξίας δαίμονι πειθόμενοι, διότι ἐν καρδίᾳ μηκέτι λογισμοὺς πορνικοὺς συνεχῶς λογιζόμενοι, τῇ κενοδοξίᾳ προσεπέλασεν. Καὶ ὅτι τὸ εἰρημένον ἀψευδὲς, ὁπόταν ἡσυχίας τινὸς οὗτοι ἐπιλάβωνται, νουνεχῶς ἑαυτοὺς ἀνακρινάτωσαν· καὶ πάντως εὑρίσκουσι λογισμόν τινα κατὰ βάθους τῆς καρδίας αὐτῶν, ὥσπερ τινὰ ὄφιν ἐν κόπρῳ κρυπτόμενον, καὶ ἐξ οἰκείας σπουδῆς καὶ προθυμίας τὸ κατόρθωμα τὸ τῆς καρδιακῆς ποσῶς ἁγνείας κατορθωκότας [al. κατορθωκέναι]ὑποτιθέμενον, μὴ νοοῦντες οἱ τάλανες τό· Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες δωρεὰν, ἢ ἐκ Θεοῦ, ἢ ἐξ ἑτέρων συνεργίας καὶ εὐχῆς; Σκοπείτωσαν τοίνυν, καὶ πάσῃ σπουδῇ τὸν προειρημένον ὄφιν τῆς ἑαυτῶν καρδίας διὰ ταπεινοφροσύνης πολλῆς νεκρώσαντες ἀποπεμπέσθωσαν, ὅπως τούτου ἀπαλλοτριωθέντες, δυνήσωνται ἴσως ποτὲ καὶ οὗτοι τοὺς δερματίνους χιτῶνας ἐκδύσασθαι, καὶ τὸν ἐπινίκιον τῆς ἁγνείας, εἴς ποτε τὰ ἁγνὰ νήπια, ὕμνον τῷ Κυρίῳ ᾆσαι· εἴπερ ἐκδυσάμενοι οὐ γυμνοὶ τῆς ἐκείνων ἀκακίας καὶ ταπεινώσεως φυσικῆς εὑρεθήσονται. Ἐπιτηρεῖ καὶ αὐτὸς οὗτος ὁ δαίμων, καὶ πολλῷ πλέον τῶν ἄλλων τοὺς καιροὺς, ὅταν μάλιστα οὐ δυνάμεθα σωματικῶς κατ᾿ αὐτοῦ εὔξασθαι· καὶ τότε πολεμεῖν ἡμᾶς δοκιμάζει ὁ ἀνόσιος.
Συνέρχεται τοῖς μήπω κεκτημένοις προσευχὴν καρδίας ἀληθῆ ὁ ἐν τῇ σωματικῇ εὐχῇ σκυλμὸς, λέγω δὴ, ἔκτασις χειρῶν, στήθους τύψις, εἰς οὐρανοὺς εἰλικρινὴς ἀνάβλεψις, στεναγμῶν θόρυβος, γονάτων συνεχὴς κλίσις, ἄπερ ποιεῖν διὰ τοὺς παρόντας οὐ δύναται πολλάκις. Διόπερ τότε πολεμεῖν οἱ δαίμονες δοκιμάζουσιν· οἱ δὲ μὴ ἰσχύοντες ἀκμὴν τῇ τοῦ νοὸς ἐμβριθείᾳ, καὶ ἀοράτῳ δυνάμει προσευχῆς ἀνθίστασθαι ἐξ ἀνάγκης ἴσως ὑποχαλῶσι τοῖς πολεμοῦσιν αὐτούς·ἀποπήδησον, εἰ δυνατὸν, συντόμως, ἀποκρύβητι μικρὸν ἀγνώστως· ἀνάνευσον ὄμματι, εἰ δυνατὸν ψυχικῷ· εἰ δὲ μὴ, κἂν ἐξωτικῷ· σταύρωσον χεῖρας ἀκινήτως, ἵνα δὴ διὰ τοῦ τύπου τὸν Ἀμαλὴκ αἰσχύνῃς καὶ νικήσῃς· βόησον πρὸς τὸν δυνάμενον σῶσαι, μὴ ἐν σεσοφισμένοις ῥήμασιν, ἀλλ᾿ ἐν ταπεινοῖς φθέγμασι πρὸ πάντων· Ἐλέησόν με, ὅτι ἀσθενής εἰμι, προοιμιαζόμενος. Τότε πειρασθήσῃ Ὑψίστου δυνάμεως· καὶ ἀοράτως ἀοράτους διώξεις δι᾿ ἀοράτου βοηθείας. Ὁ οὕτως σεσυνηθικὼς πολεμεῖν, ταχέως καὶ τῇ ψυχῇ μόνῃ τοὺς ἐχθροὺς ἐκδιώκειν ἄρξεται· ἀντίδωρον γὰρ τοῦ προτέρου τὸ δεύτερον παρὰ Θεοῦ τοῖς ἐργάταις, καὶ δικαίως.
(901.) Ἐν συναθροίσει που εὑρεθεὶς, ἐπεσημηνάμην σπουδαῖον ἀδελφὸν ὑπὸ πονηρῶν λογισμῶν ὀχληθέντα· καὶ τόπου ἁρμοδίου μὴ εὑρεθέντος εἰς ἀπόκρυφον προσευχῆς, εἰς τὴν τῆς γαστρὸς χρείαν εἰσπεπηδηκὼς ὡς ὑπ᾿ αὐτῆς νενυγμένος, εὐτόνῳ εὐχῇ κατὰ τῶν πολεμίων ἐχρήσατο· ἐμοῦ δὲ ἐπὶ τῇ τοῦ τόπου ἀνοικειότητι αὐτὸν ἐπιμεμψαμένου, Ὑπὲρ ἀκαθάρτων, φησὶν, λογισμῶν διώξεως ἐν ἀκαθάρτῳ τόπῳ προσηυξάμην καθαρισθῆναι ῥύπου. Πάντες μὲν οἱ δαίμονες σκοτοῦν τὸν νοῦν δοκιμάζουσιν· ἶθ᾿ οὕτως, τὰ αὐτοῖς φίλα ὑποβάλλουσιν. Εἰ μὴ γὰρ ἐκεῖνος καμμύσει, οὐ συληθήσεται ὁ θησαυρός. Ὁ δὲ τῆς πορνείας πολλῷ πλέον πάντων. Οὗτος πολλάκις τὸν ἡγεμόνα νοῦν συλλήσας, καὶ ἐπὶ ἀνθρώπων ποιεῖν προτρέπεται, καὶ παρασκευάζει, ἅπερ οἱ ἐξεστηκότες μόνοι ἐργάζονται. Ὅθεν μετὰ καιρὸν τοῦ νοὸς ἐκνήφοντος οὐ μόνον τοὺς θεασαμένους, ἀλλὰ καὶ ἑαυτοὺς ἐπὶ ταῖς ἑαυτῶν ἀσέμνοις πράξεσι, καὶ ὁμιλίαις ἢ σχήμασιν αἰσχυνόμεθα, καὶ τὴν πρώτην ἡμῶν πώρωσιν ἐκθαμβούμεθα. Τοίνυν τινὲς πολλάκις ἐκ τῆς τοιαύτης διακρίσεως τοῦ κακοῦ ἐπαύσαντο. Ἀποστρέφου τὸν πολέμιον τὸν μετὰ τὴν πρᾶξιν προσεύχεσθαί σε, ἢ θεοσεβεῖν, ἢ ἀγρυπνεῖν ἀνακόπτοντα· μνημονεύων τοῦ εἰπόντος· Διὰ τὸ τοὺς κόπους μοι παρέχειν τὴν ὑπὸ τῶν προλήψεων τυραννουμένην ψυχὴν, ποιήσω τὴν ἐκδίκησιν αὐτῆς ἐκ τῶν ἐχθρῶν αὐτῆς. Τίς σῶμα ἐνίκησεν; Ὅστις καρδίαν συνέτριψεν. Τίς δὲ καρδίαν συνέτριψεν; Ὃς ἑαυτὸν ἠρνήσατο. Πῶς γὰρ οὐ συνετρίβη, ὃς θελήματι τέθνηκεν; Ἔστιν ἐμπαθὴς ἐμπαθοῦς ἐμπαθέστερος, καὶ αὐτὴν τὴν τῶν ἑαυτοῦ μολυσμῶν ἐξαγόρευσιν μετὰ ἡδυπαθείας ἐνηδόνως ποιούμενος. Οἱ ἐν καρδίᾳ ἀκάθαρτοι καὶ αἰσχροὶ λόγοι ἐκ τοῦ ἀπατεῶνος τῆς καρδίας τοῦ τῆς πορνείας δαίμονος πεφύκασι τίκτεσθαι· οὒς ἰᾶται ἐγκράτεια καὶ τὸ τούτους εἰς οὐδὲν ὅλως λογίζεσθαι· ποίῳ δὲ ἐγὼ ἤθει καὶ τρόπῳ τὸν ἐμὸν τοῦτον φίλον δήσας κατὰ τὴν ἀκολουθίαν τῶν λοιπῶν δικάσω, οὐκ ἐπίσταμαι· πρὶν γὰρ δήσω, λύεται· καὶ πρὶν δικάσω, διαλλάσσομαι· καὶ πρὶν τιμωρήσω, κατακάμπτομαι. Πῶς μισήσω ὃν φύσει ἀγαπᾷν πέφυκα; Πῶς ἐλευθερωθῶ ᾧ εἰς αἰῶνας συνδέδεμαι;
Πῶς καταργήσω τὸ καὶ σὺν ἐμοὶ ἀνιστάμενον; Πῶς δείξω ἄφθαρτον τὸ φθαρτὴν εἰληφὸς φύσιν; Τί εὔλογον εἴπω τῷ τὰ εὔλογα κεκτημένῳ διὰ τῆς φύσεως;
Ἂν δήσω νηστείᾳ τοῦτον, κατακρίνας τὸν πλησίον, αὐτῷ πάλιν παραδίδομαι. Ἂν τὸ κρίνειν παύσας τοῦτον νικήσω, ὑψωθεὶς τῇ καρδίᾳ κατηνέχθην ἐντούτῳ. Καὶ γὰρ καὶ σύνεργός ἐστι καὶ πολέμιος, καὶ βοηθὸς καὶ ἀντίδικος, καὶ ἀντιλήπτωρ καὶ ἐπίβουλος· θεραπευόμενος πολεμεῖ, καὶ τηκόμενος ἀτονεῖ, ἀναπαυόμενος ἀτακτεῖ, καὶ σαινόμενος οὐ φέρει· ἂν λυπήσω, ὅλως κινδυνεύσω· ἂν πλήξω, οὐκ ἔχω διὰ τίνος τὰς ἀρετὰς κτήσομαι· τὸν αὐτὸν καὶ (904.) ἀποστρέφομαι καὶ περιπτύσσομαι. Τί τὸ περὶ ἐμὲ μυστήριον; Τίς ὁ λόγος τῆς ἐμῆς συγκράσεως; Πῶς ἑαυτῷ ἐχθρὸς καὶ φίλος καθέστηκα; Λέγε μοι σύ, λέγε μοι, ὦ ἡ ἐμὴ σύζυγος, ὦ ἡ ἐμὴ φύσις· οὐ γὰρ παρ᾿ ἄλλου μαθεῖν περὶ σοῦ δεήσομαι· πῶς ἐκ σοῦ μείνω ἄτρωτος; πῶς δυνηθῶ τὸν φυσικὸν ἐκφυγεῖν κίνδυνον, ἐπειδὴ λοιπὸν ἐχθραίνειν πρός σε Χριστῷ συντέταγμαι; Πῶς σου τὴν τυραννίδα νικήσω, ἐπειδὴ βιαστής σου γενέσθαι προῄρηται; Ἡ δὲ πρὸς τὴν ἑαυτῆς ψυχὴν ἀποκρινομένη ἔλεγεν· Οὐ μή σοι μέντοι φράσω, ὃ καὶ σὺ οὐκ ἐπίστασαι, ἀλλ᾿ ὃ ἅμα τῇ γνώσει κατέχομεν. Ἐγὼ ἐν ἐμοὶ ἀγάπησιν πατέρα ἔχω, τῆς μὲν ἔξωθεν πυρώσεως τὴν ἐμὴν θεραπείαν καὶ καθολικῶς ἄνεσιν, τῆς δὲ ἔσωθεν κινήσεως ἐκ προλαβούσης ἀνέσεως, καὶ γεγονότων πράξεων.
Ἐγὼ συλλαβοῦσα τίκτω πτώματα· ἐκεῖνα δὲ τεχθέντα πάλιν θάνατον δι᾿ ἀπογνώσεως τίκτουσιν· ἂν γνῷς τὴν ἐμὴν καὶ σὴν ἐναργῆ καὶ βαθεῖαν ἀσθένειαν, ἔδησάς μου τὰς χεῖρας· ἂν τὸν λαιμὸν βασανίσῃς, ἔδησάς μοι τοὺς πόδας τοῦ μὴ πόῤῥω βαδίζειν· ἂν ζευχθῇς ὑπακοῇ, ἐμοῦ ἀπεζεύχθης· ἂν κτήσῃ ταπείνωσιν, ἐμοῦ τὴν κεφαλὴν ἀπέκοψας.
Πεντεκαιδέκατον ἔπαθλον, ὁ ἐν σαρκὶ ὢν, καὶ τοῦτο εἰληφὼς ἀπέθανε, καὶ ἀνέστη· καὶ τῆς μελλούσης ἀφθαρσίας τὸ προοίμιον ἤδη ἀπ᾿ ἐντεῦθεν ἐγνώρισεν.

ΛΟΓΟΣ ΙϚ´

Περὶ φιλαργυρίας.

(924.) Πλεῖστοι ὅσοι τῶν σοφῶν διδασκάλων πεφύκασι μετὰ τὸν προγεγραμμένον τύραννον τὸν παρόντα μυριοκέφαλον δαίμονα φιλαργυρίας ἐντάττειν.
Ἵνα μὴ οὖν τὴν τάξιν τῶν σοφῶν οἱ ἄσοφοι ἡμεῖς ἐναλλάξαιμεν, τούτῳ ὅρῳ καὶ κανόνι ἐξηκολουθήσαμεν. Διὸ περὶ τῆς νόσου, εἰ δοκεῖ, μικρὰ, εἶθ᾿ οὕτως περὶ τῆς ὑγείας βραχέα διαλάβωμεν. Φιλαργυρία ἐστὶν εἰδώλων προσκύνησις, ἀπιστίας θυγάτηρ, ἀσθενειῶν προφασίστρια, γήρως μάντις, λιμῶν προμηνυτὶς ἀβροχίας ὑποβολεύς. Φιλάργυρός ἐστιν Εὐαγελίων μυκτηριστὴς, καὶ ἑκούσιος παραβάτης. Ὁ κτησάμενος ἀγάπην, διεσκόρπισε χρήματα· ὁ δὲ τοῖς δύο λέγων συζῇν, ἑαυτὸν ἠπάτησεν.
Ὁ πενθῶν ἑαυτὸν καὶ τὸ σῶμα ἠρνήσατο· καὶ καιροῦ καλοῦντος, οὐδὲ τούτου ἐφείσατο. Μὴ λέγε συνάγειν τῶν πτωχῶν ἕνεκα· δύο γὰρ λεπτὰ τὴν βασιλείαν ἠγόρασαν. Φιλόξενος καὶ φιλάργυρος ἑαυτοῖς ὑπήντησαν· ὁ δὲ δεύτερος τὸν πρότερον ἀδιάκριτον ὠνόμασεν· ὁ νικήσας τὸ πάθος, μερίμνας περιέκοψεν· ὁ δὲ δεδεμένος οὐδέποτε καθαρῶς προσεύξεται.
Ἀρχὴ φιλαργυρίας ὑπόθεσις ἐλεημοσύνης, τέλος δὲ (925.) ταύτης μῖσος πρὸς πένητας. Ἕως οὗ συνάξῃ, ἐλεήμων γίνεται· τῶν χρημάτων δὲ παρόντων, τὰς χεῖρας ἀπέσφιγξεν. Εἶδον πένητας τοῖς χρήμασιν ἐν τῇ τῶν πτωχῶν τῷ πνεύματι πολιτείᾳ πλουτήσαντας· καί γε τῆς προτέρας αὐτῶν πενίας ἐπελάθοντο· Φιλοχρήμων μοναχὸς ἀκηδίας ἀλλότριος, τοῦ ἀποστολικοῦ λόγου καθ᾿ ὥραν μνημονεύων· Ὁ ἀργὸς μηδὲ ἐσθιέτω. Καί· Αἱ χεῖρές μου διηκόνησαν ἐμοὶ, καὶ τοῖς σὺν ἐμοί.
Ἑκκαιδεκάτη πάλη· ἣν ὁ νικήσας ἢ ἀγάπην κέκτηται, ἢ μέριμναν περιέκοψεν.

ΛΟΓΟΣ ΙΖʹ

Περὶ ἀκτημοσύνης [τῆς οὐρανοδρόμου].

(928.) Ἀκτημοσύνη ἐστὶ φροντίδων ἀπόθεσις, ἀμεριμνία βίου, ὁδοιπόρος ἀνεμπόδιστος, πίστις ἐντολῶν, λύπης ἀλλότριος· ἀκτήμων μοναχὸς δεσπότης κόσμου, τῷ Θεῷ τὴν φροντίδα πιστεύων, καὶ διὰ πίστεως πάντας δούλους κεκτημένος· οὐκ ἐρεῖ ἀνθρώπῳ περὶ χρείας αὐτοῦ· τὰ δὲ ἐρχόμενα ὡς ἐκ χειρὸς Κυρίου δέξεται. Ἀκτήμων ἐργάτης, ἀπροσπαθείας υἱὸς, τὰ προσόντα αὐτῷ ὡς μὴ ὄντα λογιζόμενος, ἀναχωρήσεως καταλαβούσης ἡγήσατο πάντα σκύβαλα Εἰ δὲ λυπεῖται ἔν τινι, οὔπω ἀκτήμων γέγονεν. Ἀκτήμων ἀνὴρ ἐν προσευχῇ καθαρὸς, ὁ δὲ φιλοκτήμων εἰκόνας ὕλης προσεύχεται· οἱ ἐν ὑποταγῇ διατρίβοντες, φιλαργυρίας ἀλλότριοι· ὅπου γὰρ καὶ τὸ σῶμα ἐξέδωκαν, τί λοιπὸν κέκτηται ἴδιον; Ἓν οἱ τοιοῦτοι ἀδικεῖσθαι πεφύκασιν, εἰς μετάβασιν εὐχερεῖς καὶ ἕτοιμοι ὑπάρχοντες. Εἶδον ὕλην ὑπομονὴν μοναχοῖς ἐν τόπῳ γεννήσασαν. Ἐκείνων δὲ ἐγὼ τοὺς διὰ Κύριον πελαζομένοις πλέον ἐμακάρισα. Ὁ γευσάμενος τῶν ἄνω, εὐχερῶς καταφρονεῖ τῶν κάτω· ὁ δὲ ἐκείνων ἄγευστος, ἐπὶ κτήμασιν ἀγάλλεται.
Ἄλογος ἀκτήμων δύο ἀδικεῖται· τῶν παρόντων ἀπεχόμενος, καὶ τῶν μελλόντων στερούμενος. Μὴ οὖν φανῶμεν, ὦ μοναχοὶ, τῶν πετεινῶν ἀπιστότεροι.
Οὐ γὰρ μεριμνῶσιν, οὐδὲ συνάγουσιν· μέγας γὰρ ὁ ἀποκτώμενος εὐσεβῶς χρήματα· ἅγιος δὲ ὁ ἀποκτώμενος τὸ ἑαυτοῦ θέλημα. Ὁ μὲν ἑκατονταπλασίονα ἢ (929.) διὰ χρημάτων, ἢ διὰ χαρισμάτων λήψεται· ὁ δὲ ζωὴν αἰώνιον κληρονομήσει· οὐκ ἐκλείψει κύματα θάλασσαν, οὐδὲ φιλάργυρον ὀργὴ καὶ λύπη. Ὁ καταφρονήσας ὕλης, ἐλυτρώθη δικαιολογίας καὶ ἀντιλογίας· ὁ δὲ φιλοκτήμων ὑπὲρ ῥαφίδος ἕως θανάτου πυκτεύει· πίστις ἀκλινὴς περικόψει φροντίδας· θανάτου δὲ μνήμη ἀπαρνεῖται καὶ σῶμα. Οὐκ ἦν ἐν τῷ Ἰὼβ φιλαργυρίας ἴχνος· διὸ καὶ στερηθεὶς, ἀθόρυβος ἔμεινε. Ῥίζα πάντων τῶν κακῶν ἐστι καὶ λέγεται ἡ φιλαργυρία· μῖσος γὰρ, καὶ κλοπὰς, καὶ φθόνους, καὶ χωρισμοὺς, καὶ ἔχθρας, καὶ ζάλας, καὶ μνησικακίας, καὶ ἀσπλαγχνίας, καὶ φόνους αὕτη ἐποίησε. Διὰ μικροῦ πυρός τινες πολλὴν ὕλην κατέκαυσαν, καὶ διὰ μικρᾶς ἀρετῆς ὅλα τὰ παρόντα, καὶ τὰ εἰρημένα ἔφυγον πάθη· αὕτη καλεῖται ἀπροσπάθεια. Ταύτην δὲ ἔτεκε πεῖρα καὶ γεῦσις γνώσεως Θεοῦ, καὶ φροντὶς ἀπολογίας ἐξόδου. Οὐκ ἠγνόηται μὲν τῷ μετὰ προσοχῆς ἀνεγνωκότι πάσης τῆς μητροκάκου ὁ λόγος. Φησὶ γὰρ ἐν τῇ πονηρᾷ αὐτῆς καὶ ἐπαράτῳ τεκνογονίᾳ, δεύτερον αὐτῆς εἶναι ἀπόγονον, τὸν ἀναισθησίας λίθον· κεκώλυκε δέ με τὴν οἰκείαν αὐτῷ τάξιν ἀπονεῖμαι ὁ πολυκέφαλος τῆς εἰδωλολατρίας ὄφις. Τρίτην πῶς οὐκ οἶδα λαχὼν παρὰ τοῖς διακριτικοῖς τῶν πατέρων ἐν τῇ τῶν ὀκτὼ ἀλύσει· ὃν συμμέτρως ἀποπεράναντες λέγειν λοιπὸν περὶ ἀναισθησίας βουλόμεθα, ὡς τρίτης ὑπαρχούσης τῆςἐν γενέσει δευτέρας, μεθ᾿ ἣν λοιπὸν καὶ περὶ ὕπνου καὶ ἀγρυπνίας· οὐ μὴν δὲ ἀλλὰ καὶ περὶ τῆς νηπιώδους καὶ ἀνάνδρου δειλίας, βραχέα διαλάβωμεν· εἰσαγωγικῶν γὰρ τὰ τοιαῦτα νοσήματα. Ἑπτακαιδέκατον ἆθλον ὁ κτησάμενος, πρὸς οὐρανὸν ἀΰλως ὁδοιπορεῖ.

ΛΟΓΟΣ ΙΗʹ

Περὶ ἀναισθησίας ἤγουν νεκρώσεως ψυχῆς, καὶ θανάτου νοὸς πρὸ θανάτου σώματος

(932.) Ἀναισθησία καὶ ἐπὶ σωμάτων καὶ ἐπὶ πνευμάτων ἐστὶν νενεκρωμένη αἴσθησις, ἐκ χρονίας νόσου, καὶ ἀμελείας εἰς ἀναισθησίαν καταλήξασα.
Ἀναλγησία ἐστὶ πεποιωμένη ἀμέλεια, ναρκῶσα ἔννοια· προλήψεως γέννημα, προθυμίας παγὶς, ἀνδρείας βρόχος· κατανύξεως ἄγνοια· ἀπογνώσεως θύρα, λήθης μήτηρ, καὶ μετὰ τόκον μητρὸς οἰκείας μήτηρ, διάκρισις φόβου· ἀνάλγητός ἐστιν ἄφρων φιλόσοφος αὐτοκατάκριτος ἐξηγητής· αὐτεναντίος φιλολόγος, τυφλὸς διδάσκαλος τοῦ βλέπειν· περὶ τῆς τοῦ τραύματος ὑγιείας διαλέγεται, καὶ τοῦτο ἐπικνήθων οὐ παύεται, κατὰ τοῦ πάθους φθέγγεται· καὶ τὰ βλάπτοντα ἐσθίων οὐ παύεται· κατ᾿ αὐτοῦ προσεύχεται, καὶ εὐθέως ἐπὶ τὴν αὐτοῦ ἐργασίαν πορεύεται· ἐπὶ τῇ τούτου ἐργασίᾳ κατ᾿ αὐτοῦ ὀργίζεται· καὶ τοὺς ἑαυτοῦ λόγους οὐκ αἰσχύνεται ὁ τάλας. Κακῶς πράττω, βοᾷ, καὶ προθύμως ἐπίκειται· τὸ στόμα κατ᾿ αὐτοῦ προσεύχεται, καὶ τὸ σῶμα ὑπὲρ αὐτοῦ ἀγωνίζεται. Περὶ θανάτου φιλοσοφεῖ, καὶ ὡς ἀθάνατος διάκειται. Περὶ χωρισμοῦ στενάζει, καὶ ὡς αἰώνιος νυστάζει. Περὶ ἐγκρατείας διαλέγεται, καὶ περὶ γαστριμαργίας ἀγωνίζεται. Περὶ κρίσεως ἀναγινώσκει, καὶ μειδιᾷν ἄρχεται περὶ κενοδοξίας, καὶ ἐν αὐτῇ τῇ ἀναγνώσει κενοδοξεῖ· περὶ ἀγρυπνίας ἐκστηθίζει, καὶ τῷ ὕπνῳ εὐθέως ἑαυτὸν καταβαπτίζει· τὴν προσευχὴν ἐγκωμιάζει, καὶ ὡς ἀπὸ μάστιγος ταύτης φεύγει· τὴν ὑπακοὴν μακαρίζει, καὶ πρῶτος αὐτὸς παρακούει. Τοὺς ἀπροσπαθεῖς ἐπαινεῖ, καὶ διὰ ῥάκος μνησικακῶν, καὶ πολεμῶν οὐκ αἰσχύνεται. Ὀργιζόμενος πικραίνεται, καὶ ἐπὶ τῇ πικρίᾳ πάλιν ὀργίζεται, καὶ τῇ ἥττῃ ἧτταν προστιθεὶς οὐκ αἰσθάνεται· κορεσθεὶς μεταμελεῖται, καὶ μικρὸν προβὰς, πάλιν τῷ κόρῳ προσέθηκε. Τὴν σιωπὴν μακαρίζει, καὶ διὰ πολυλογίας αὐτὴν ἐγκωμιάζει. Περὶ πραότητος διδάσκει, καὶ ἐν αὐτῇ τῇ διδασκαλίᾳ πολλάκις ὀργίζεται, καὶ ἐπὶ τῇ πικρίᾳ πάλιν ὀργίζεται· ἀνανήψας ἐστέναξε, καὶ τὴν κεφαλὴν κινήσας πάλιν τοῦ πάθους ἔχεται. Τὸν γέλωτα ψέγει, καὶ μειδιῶν περὶ πένθους διδάσκει. Ἑαυτὸν ὡς κενόδοξον ἐπί τινων καταμέμφεται, καὶ διὰ τοῦ ψόγου δόξαν ἑαυτῷ πραγματεύεται. Ἐμπαθῶς εἰς πρόσωπον βλέπει, καὶ (933.) περὶ σωφροσύνης διαλέγεται. Τοὺς ἡσυχάζοντας ἐν κόσμῳ διατρίβων ἐπαινεῖ, καὶ ἑαυτὸν αἰσχύνων οὐ κατανοεῖ. Τοὺς ἐλεήμονας δοξάζει, καὶ τοὺς πτωχοὺς ὀνειδίζει. Πάντοτε ἑαυτοῦ κατήγορος γίνεται, καὶ εἰς συναίσθησιν ἐλθεῖν οὐ βούλεται, ἵνα μὴ εἴπω οὐ δύναται.
Ἑώρακα ἐγὼ τοιούτους πολλοὺς περὶ ἐξόδου καὶ φοβερῶν κριτηρίων ἀκηκοότας καὶ δακρύοντας, καὶ ἔτι τῶν δακρύων ἐν ὀφθαλμοῖς ὑπαρχόντων σπουδαίως ἐπὶ τὴν τράπεζαν ἐβάδιζον. Καὶ τεθαύμακα πῶς καὶ πένθος αὕτη ἡ δέσποινα καὶ ὀζοθήκη τροπώσασθαι ἠδυνήθη ἐξ ἀναλγησίας πολλῆς κρατυνομένη. Κατὰ τὴν δύναμιν τὴν ψιλὴν τὴν προσοῦσάν μοι τῆς λιθώδους ταύτης, καὶ ἀκροτόμου μαινάδος, καὶ μωρᾶς τοὺς δόλους, καὶ μώλωπας γεγύμνωκα.
Ἐπὶ πολὺ γὰρ φιλολογεῖν πρὸς αὐτὴν οὐκ ἀνέχομαι· ὁ δὲ δυνάμενος ἐν Κυρίῳ ἐκπειρασθῆναι τοῖς μώλωψι τὰ φάρμακα, μὴ κατοκνήσει· οὐ γὰρ αἰσχύνομαι πρὸς ταῦτα ἀδυναμίαν προβαλλόμενος ὡς ὑπὸ ταύτης ἰσχυρῶς κατεχόμενος, οὐδέ γε τοὺς δόλους αὐτῆς καὶ μηχανὰς ἐξ ἑαυτοῦ καταλαβέσθαι ἴσχυσα, εἰ μή γε αὐτήν που κατειληφὼς βίᾳ κεκράτηκε. Καὶ τὰ προλεχθέντα βασανίσας αὐτὴν ὁμολογῆσαι πεποίηκα, μάστιγι φόβου Κυρίου, καὶ ἀδιαλείπτου προσευχῆς μαστιγώσας αὐτήν. Διὸ καὶ ἔλεγεν ἡ τυραννὶς καὶ κακοῦργος· Οἱ ἐμοὶ ὑπόσπονδοι νεκροὺς ὁρῶντες γελῶσιν· ἐν προσευχῇ παριστάμενοι, λιθώδεις ὅλοι καὶ σκληροὶ καὶ σκοτεινοὶ τυγχάνουσι· πρὸς τὴν ἱερὰν τράπεζαν παριστάμενοι ἀναισθητοῦσι τοῦ δώρου μεταλαμβάνοντες ὡς ψιλοῦ ἄρτου ἐπιγεύσει διάκεινται· ἐγὼ κατανυσσομένους ὁρῶσα μυκτηρίζω.
Πάντα τὰ τικτόμενα ἐξ ἀνδρείας καὶ πόθου ἀγαθὰ ἐγὼ ἀποκτείνειν ὑπὸ τοῦ ἐμὲ γεγεννηκότος πατρὸς μεμάθηκα. Ἐγὼ γέλωτος μήτηρ· ἐγὼ ὕπνου τροφός· ἐγὼ κόρου φίλη· ἐγὼ ψευδευλαβείᾳ συμπλέκομαι· ἐγὼ ἐλεγχομένη οὐ πονῶ· ἐγὼ οὖν ὁ τάλας τῆς μαινάδος τὸ λόγιον θαμβηθεὶς, ἠρώτων τοῦ ταύτην γεγεννηκότος τὸ ὄνομα μανθάνειν θέλων. Ἡ δέ· Γέννησιν μίαν οὐ κέκτημαι· μικτὴ δέ πως καὶ ἄστατος ἡ ἐμὴ καθέστηκα κύησις· ἐμὲ κρατύνει κόρος, ἐμὲηὔξησε χρόνος, ἐμὲ πεπαγίωκε συνήθεια πονηρὰ, ἐκείνην ὁ κατέχων οὐκ ἐλευθερωθήσεταί μου.
Ἐπίμενε μελετῶν ἐν ἀγρυπνίᾳ πολλῇ κρίσιν αἰωνίαν, ἴσως μικρὸν ὑποχαλάσω σοι. Ὅρα τὴν ἐμὴν αἰτίαν πόθεν ἐν σοὶ τίκτομαι· καὶ κατὰ τῆς ἐμῆς ἀγωνίζου μητρός· οὐ γὰρ μίαν ἐν πᾶσι κέκτημαι.
Ἐν σοροῖς προσεύχου πυκνά· εἰκόνα τούτων ἀνεξάλειπτον ζωγραφῶν ἐν σῇ καρδίᾳ· ταύτης γὰρ μὴ γραφείσης γραφείῳ νηστείας, οὐ μή με νικήσῃς εἰς τὸν αἰῶνα.

ΛΟΓΟΣ ΙΘʹ

Περὶ ὕπνου καὶ προσευχῆς, καὶ τῆς ἐν συνοδίᾳ ψαλμῳδίας.

(937.) Ὕπνος ἐστὶ φύσεως ποσῶς σύστασις εἰκὼν θανάτου, αἰσθήσεων ἀργία. Εἷς μὲν ὁ ὕπνος, πλείστας δὲ τὰς ὑποθέσεις, ὡς καὶ ἡ ἐπιθυμία ἔχει.
Λέγω δὲ ἐκ φύσεως, ἐκ βρωμάτων, ἐκ δαιμόνων, ἢ τάχα που καὶ ἐξ ἄκρας ἐπιτεταμένης νηστείας· ἐξ ἧς ἐξασθενοῦσα ἡ σὰρξ, δι᾿ ὕπνου λοιπὸν ἑαυτὴν παραμυθεῖσθαι βούλεται, ὥσπερ ἡ πολυποσία συνηθείᾳ ἤρτηται· οὕτως καὶ ἡ πολυϋπνία· διὸ ἐν ἀρχαῖς μάλιστα τῆς ὑποταγῆς κατ᾿ αὐτῆς ἀγωνισώμεθα. Χαλεπὸν γὰρ συνήθειαν μακρὰν ἰάσασθαι· Ἐπιτηρήσωμεν καὶ εὑρήσομεν τῆς πνευματικῆς σάλπιγγος σημαινούσης ὁρατῶς μὲν ἀθροιζομένους ἀδελφοὺς, ἀοράτως δὲ συναγομένους τοὺς ἐχθρούς· διὸ οἱ μὲν ἐπὶ τὴν κλίνην ἐπιστάντες μετὰ τὴν ἀνέγερσιν, πάλιν ἡμᾶς ἐπὶ ταύτην ἀνακλιθῆναι ὑποτίθενται Μεῖνον, λέγοντες, ἄχρι συμπληρώσεως τῶν προοιμιακῶν ὕμνων, εἶθ᾿ οὕτως ἐν τῇ ἐκκλησίᾳ πορεύσῃ. Οἱ δὲ ἐν τῇ προσευχῇ παρισταμένους τῷ ὕπνῳ καταβαπτίζουσιν. Ἕτεροι τὴν γαστέρα παρὰ τὴν συνήθειαν ἐπιτεταμένως νύττουσιν· ἄλλοι συντυχίας ποιεῖν ἐν τῷ Κυριακῷ προτρέπονται· ἄλλοι τὸν νοῦν εἰς λογισμοὺς αἰσχροὺς ὑποσύρουσιν· ἕτεροι δὲ τῷ τοίχῳ ἡμᾶς, ὡς ἐξατονήσαντας ἀνακλίνουσιν· ἔστι δὲ ὅτε καὶ χάσμαις πλείοσι περιβάλλουσι· τινὲς μὲν αὐτῶν γέλωτα πολλάκις ἐν τῷ τῆς προσευχῆς καιρῷ γενέσθαι ἐποίησαν, ἵνα δι᾿ ἐκείνου τὸν Θεὸν καθ᾿ ἡμῶν εἰς ἀγανάκτησιν διεγείρωσιν· ἄλλοι σπεύδειν ἡμᾶς ἐν τῇ ἐκ ῥᾳθυμίας βιάζονται· ἄλλοι σχολαιότερον ψάλλειν ἐκ φιληδονίας προτρέπονται. Ἔστι δὲ ὅτε καὶ τῷ στόματι παρακαθήμενοι, κεκλεισμένον τοῦτο καὶ δυσάνοικτον ἀπεργάζονται.
Ὁ Θεῷ παρίστασθαι λογιζόμενος, ἐν αἰσθήσει καρδίας, ἐν προσευχῇ στύλος ἀκίνητος εὑρεθήσεται, ὑπ᾿ οὐδενὸς τῶν προειρημένων ἐμπαιζόμενος. Ὁ ὄντως ὑπήκοος, πολλάκις ἐξαίφνης ἐπὶ προσευχὴν ὅλως φωτεινὸς καὶ ἀγαλλιώμενος γίνεται. Προπαρεσκευασμένος γὰρ ἦν διὰ τῆς ἀνοθεύτου διακονίας καὶ προπεπυρωμένος ὁ πύκτης. Πᾶσι μὲν δυνατὸν μετὰ πλήθους προσεύχεσθαι, τοῖς πολλοῖς δὲ ἁρμόδιον μεθ᾿ ὁμοψύχου μόνου. Ὀλίγων γὰρ λίαν ἡ μεμονωμένη προσευχή· μετὰ πλήθους ὑμνῶν, οὐ δυνήσῃ ἀΰλως προσεύξασθαι. Ἔστω δέ σοι εἰς ἐργασίαν νοὸς ἡ τῶν λεγομένων λογίων θεωρία, ἢ πάλιν ὡρισμένη εὐχὴ ἐν τῇ ἀναμονῇ τοῦ στίχου τοῦ πλησίον. Οὐδενὶ πρέπον ἐν προσευχῇ πάρεργον, μᾶλλον δὲ κάτεργον.
Τοῦτο γὰρ σαφῶς ἐπαίδευσεν ὁ κατὰ τὸν μέγαν Ἀντώνιον ἄγγελος. Δοκιμάζει μὲν γὰρ κάμινος χρυσὸν, προσευχῆς δὲ παράστασις σπουδὴν καὶ ἀγάπην πρὸς Θεὸν μοναχῶν. (940.) Ἐπαινετὸν ἔργον ὁ κτησάμενος, καὶ Θεῷ πλησιάζει, καὶ δαίμονας δραπετεύει.

ΛΟΓΟΣ Κʹ

Περὶ ἀγρυπνίας σωματικῆς, πῶς διὰ ταύτης γίνεται ἡ τοῦ πνεύματος, καὶ πῶς δεῖ ταύτην μετιέναι.

(940.) Τοῖς ἐπὶ γῆς βασιλεῦσιν οἱ μὲν ἄοπλοί τινες καὶ γυμνοὶ, οἱ δὲ ῥάβδους κατέχοντες, οἱ δὲ θυρεοὺς, οἱ δὲ μαχαίρας παρίστανται· πολλὴ δέ τις ἡ διαφορὰ τῶν πρωτευόντων παρὰ τοὺς ἐσχάτους καὶ ἀσύγκριτος. Οὗτοι γὰρ καὶ συγγενεῖς κυρίως, καὶ οἰκεῖοι τοῦ βασιλέως εἶναι πεφύκασι. Καὶ ταῦτα μὲν ἐν τούτοις· φέρε δὴ λοιπὸν καὶ ἡμεῖς ἴδωμεν πῶς τὴν ἡμετέραν παράστασιν πρὸς τὸν Θεὸν καὶ βασιλέα ποιούμεθα, ἔν τε ταῖς ἑσπεριναῖς, καὶ ἡμεριναῖς, καὶ νυκτεριναῖς παραστάσεσι καὶ εὐχαῖς. Τινὲς μὲν γὰρ ἐν τῇ ἑσπερινῇ διανυκτερεύσει ἄϋλοι, καὶ γυμνοὶ πάσης φροντίδος, ἐπὶ προσευχὴν τὰς χεῖρας ἐκτείνουσιν· ἕτεροι δὲ, μετὰ ψαλμῳδίας ἐν ταύταις παρίστανται· ἄλλοι, τῇ ἀναγνώσει μᾶλλον προσκαρτεροῦσι· τινὲς δὲ, διὰ τοῦ ἔργου τῶν χειρῶν ἐξ ἀσθενείας ἀνδρείως τῷ ὕπνῳ μάχονται· ἄλλοι, τῇ τοῦ θανάτου ἐννοίᾳ προσασχολούμενοι, διὰ ταύτης κατάνυξιν προσλαβέσθαι βούλονται. Τούτων πάντων οἱ πρῶτοι καὶ ἔσχατοι θεοφιλεῖ προσκαρτεροῦσι διανυκτερεύσει· οἱ δὲ δεύτεροι, μοναχικῇ· οἱ δὲ τρίτοι ἐσχατωτέραν βαδίζουσιν ὁδόν· πλὴν κατὰ τὸν λογισμὸν καὶ τὴν δύναμιν ὁ Θεὸς τὰ δῶρα δέχεταικαὶ λογίζεται· ἄγρυπνον ὄμμα ἥγνισεν νοῦν. Πλῆθος δὲ ὕπνου ἐπώρωσε ψυχήν· ὁ δὲ ὑπνώδης, ταύτης σύζυγος· ἀγρυπνία πυρώσεων θραῦσις· ἐνυπνιασμῶν λύτρωσις· κάθυγρος ὀφθαλμὸς, ἡπαλυμένη καρδία, λογισμῶν φυλακὴ, βρωμάτων χωνευτήριον, πνευμάτων δαμαστήριον, γλώττης κολαστήριον, φαντασιῶν φυγαδευτήριον. Μοναχὸς ἄγρυπνος, ἁλιευτὴς λογισμῶν, ἐν γαλήνῃ νυκτὸς εὐχερῶς τούτους κατανοεῖν, καὶ ἀγρεύειν (941.) δυνάμενος· μοναχὸς φιλόθεος σάλπιγγος προσευχῆς σημαινούσης λέγει· Εὖγε, εὖγε! Ὁ δὲ ῥᾴθυμος λέγει.
Οἴμοι, οἴμοι!Τραπέζης ἑτοιμασία ἐδοκίμασε γαστριμάργους· καὶ προσευχῆς ἐργασία ἐδοκίμασε φιλοθέους· ὁ μὲν πρότερος ἰδὼν ἐκείνην, σκιρτᾷ, ὁ δὲ δεύτερος σκυθρωπάζει· λήθης πρόξενος ὕπνος πολύς· ἀγρυπνία δὲ μνήμην ἐκκαθαίρει· πλοῦτος γεωργοῖς ἐν ἅλωνι καὶ ληνῷ συνάγεται· πλοῦτός τε καὶ γνῶσις μοναχοῖς ἐν ἑσπεριναῖς, καὶ νυκτεριναῖς παραστάσεσι, καὶ ἐργασίαις νοός· ὕπνος πολὺς σύμβιος ἄδικος· τὸ ἥμισυ τῆς ζωῆς τῶν ῥᾳθύμων ἀφαρπάζων ἀπ᾿ αὐτῶν, ἢ καὶ πλέον. Ἀδόκιμος μοναχὸς ἐν συντυχίαις ἄγρυπνος, καὶ ὥρας εὐχῆς καταλαβούσης, τοὺς ὀφθαλμοὺς ἐβαρήθη· μοναχὸς χαῦνος ἐν πολυλογίαις δόκιμος, καὶ ἀναγνώσεως ἐνεχθείσης, ἐμβλέπειν ἀπὸ τοῦ ὕπνου οὐ δύναται. Σάλπιγγος γινομένης νεκρῶν ἀνάστασις, καὶ ἀργολογίας καταλαβούσης κοιμωμένων ἀνάνηψις· δόλιος φίλος τοῦ ὕπνου ὁ τύραννος· κορεσθέντων ἡμῶν πολλάκις ὑποχωρεῖ· καὶ ἐν πείνῃ καὶ ἐν δίψῃ ἰσχυρῶς πολεμεῖ· ἔργον χειρῶν ἐν ταῖς εὐχαῖς βαστάζειν ὑποτίθεται·ἄλλως γὰρ τὴν προσευχὴν τῶν ἀγρυπνούντων ἀφανίζειν οὐ δύναται· τοῖς εἰσαγωγικοῖς πρῶτον ἐν τῷ πολέμῳ ὑπεισέρχεται, ἵνα ῥᾳθυμῆσαι ἐκ προοιμίων ποιήσῃ, ἢ ἵνα τῷ τῆς πορνείας προευτρεπίσῃ δαίμονι.
Ἕως οὗ τούτου ἐλευθερωθῶμεν, μετὰ πλήθους ψάλλειν μὴ παραιτησώμεθα· πολλάκις γὰρ αἰδούμενοι, οὐ νυστάζομεν· ἐχθραίνει τοῖς λαγωοῖς ὁ κύων, καὶ τῷ ὕπνῳ ὁ τῆς κενοδοξίας δαίμων. Μετὰ μὲν τὴν ἡμέραν ὁ πράτης· μετὰ δὲ τὴν ψαλμῳδίαν ὁ ἐργάτης καθεσθεὶς τὸ κέρδος ψηφίζει· ἔκδεξαι μετὰ προσευχὴν νηφόντως· καὶ τότε ὄψει ὁρμαθοὺς δαιμόνων ὡς πολεμηθέντας ὑφ᾿ ἡμῶν μετὰ τὴν προσευχὴν ταῖς ἀτόποις ἡμᾶς φαντασίαις περιπείρειν δοκιμάζοντας· καθεσθεὶς τήρει, καὶ ὄψει τοὺς σεσυνηθικότας τὰς ἀπαρχὰς ἀφαρπάζειν τῆς ψυχῆς· ἔστι μὲν μετὰ τοὺς ὕπνους ἐκ συνεχείας μελετᾷν τὰ τῶν ψαλμῶν λόγια· ἔστι δὲ ὅτε οἱ δαίμονες ἡμῖν ταῦτα ὑποτίθενται, ἵνα πρὸς ὑπερηφανίαν ἀνεπάρωσι. Τὸ δὲ τρίτον λέγειν οὐκ ἤθελον, πλήν τίς με λέγειν βεβίακε.
Ψυχὴ λόγον Κυρίου ἀδιαλείπτως μεθ᾿ ἡμέραν μελετῶσα, καὶ τῷ ὕπνῳ ἐν τούτῳ ἐμφιλοχωρεῖν πέφυκεν. Ἀντιμισθία γὰρ κυρίως τοῦ προτέρου τὸ δεύτερον πρὸς ἀποτροπὴν πνευμάτων καὶ φαντασμάτων. Βαθμὸς εἰκοστός· ὁ τοῦτον εἰληφὼς, φῶς ἐδέξατο [al. ἔλαμψεν]ἐν τῇ καρδίᾳ αὑτοῦ.

ΛΟΓΟΣ ΚΑʹ

Περὶ τῆς ἀνάνδρου δειλίας.

(945.) Εἰ μὲν ἐν κοινοβίοις ἢ ἐν συνοδίαις τὴν ἀρετὴν μετέρχῃ, οὐ πάνυ ὑπὸ δειλίας πολεμεῖσθαι πέφυκας.
Εἰ δὲ ἐν ἡσυχαστικωτέροις τόποις ἀγωνίζῃ, μή σου κυριεύσῃ τὸ τῆς κενοδοξίας γέννημα, καὶ ἀπιστίας θυγάτηρ· δειλία ἐστὶ νηπιῶδες ἦθος ἐν γηραλέᾳ κενοδόξῳ ψυχῇ· δειλία ἐστὶν ἐκτροπὴ πίστεως ἐπὶ προσδοκίᾳ ἀδοκήτων· φόβος ἐστὶ προμελετώμενος κίνδυνος. Ἢ πάλιν· φόβος ἐστὶ σύντρομος αἴσθησις καρδίας περὶ ἀδήλων συμφορῶν κλονουμένη, καὶ ἀσχάλλουσα· φόβος ἐστὶ πληροφορίας στέρησις.
Ὑπερήφανος ψυχή ἐστι δειλίας δούλη ἐφ᾿ ἑαυτῇ πεποιθυῖα, καὶ κτύπους κτισμάτων καὶ σκιὰς δεδιῶσα. Οἱ μὲν πενθοῦντες καὶ ἀπηλγηκότες, δειλίαν οὐ κέκτηνται· ἔκστασιν δὲ πολλάκις δειλαινόμενοι ὑπομεμενήκασι· καὶ εἰκότως. Δικαίως γὰρ τοὺς ὑπερηφάνους ἐγκαταλιμπάνει Κύριος, ἵνα καὶ οἱ λοιποὶ παιδευθῶμεν μὴ ἐπαίρεσθαι· πάντες μὲν οἱ δειλιῶντες κενόδοξοι. Οὐ πάντες δὲ οἱ μὴ δειλιῶντες ταπεινόφρονες, ἐπεὶ καὶ λῃσταὶ καὶ τυμβωρύχοι οὐ δειλιαίνονται ὡς ἔτυχεν. Ἐν οἷς ἐκδειματοῦσθαι εἴωθας τόποις, ἀωρίᾳ μὴ ὄκνει παραγίνεσθαι. Εἰ δὲ ὑποχαλάσεις ὀλίγον, συγγηράσει σοι τοῦτο τὸ νηπιῶδες πάθος καὶ γελοῖον. Πορευόμενος, προσευχῇ ὁπλίζου· καταλαβὼν, τὰς χεῖρας διαπέτασον, Ἰησοῦ ὀνόματι μάστιζε πολεμίους· οὐ γάρ ἐστιν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ γῆς ἰσχυρότερον ὅπλον· ἀπαλλαγεὶς τῆς νόσου ἀνύμνει τὸν λυτρωσάμενον· εὐχαριστούμενος γὰρ εἰς αἰῶνα σκεπάσει σε· οὐδέποτε δυνήσῃ τὴν γαστέρα ὑφ᾿ ἓν ἐμπλῆσαι· ὥσπερ οὐδὲ δειλίαν νικῆσαι· κατὰ τὸ μέτρον τοῦ πένθους θᾶττον ὑποχωρήσει, καὶ κατὰ τὴν ἐκείνου ἔλλειψιν δειλοὶ διαμένομεν· Ἔφριξάν μου τρίχες, καὶ σάρκες, ὁ Ἐλιφὰζ ἔφησε, τὴν τοῦ δαίμονος πανουργίαν διηγούμενος. Ποτὲ μὲν ἡ ψυχὴ, ποτὲ δὲ τὸ σῶμα προεδειλίασε· καὶ τῷ ἑτέρῳ τοῦ πάθους μετέδωκεν. Ὅταν τῆς σαρκὸς δειλανθείσης, ἐν τῇ ψυχῇ ὁ φόβος ὁ ἄκαιρος οὐκ εἰσέδυσε, πλησίον ἡ τῆς νόσου ἀπαλλαγή· ὅταν δὲ ὄντως δειλίας ἠλευθερώθημεν, οὐ τόπων σκοτία καὶ ἐρημία ἐνισχύει καθ᾿ ἡμῶν τοὺς δαίμονας, ἀλλὰ ψυχῆς ἀκαρπία· ἔστι δὲ (948.) ὅτε καὶ ἡ οἰκονομικὴ παίδευσις. Ὁ δοῦλος Κυρίου γενόμενος τὸν οἰκεῖον Δεσπότην καὶ μόνον φοβηθήσεται· ὁ δὲ τοῦτον οὔπω φοβούμενος, τὴν ἑαυτοῦ σκιὰν πολλάκις πεφόβηται, ἐπιστάντος μὲν ἀοράτου πνεύματος φοβεῖται τὸ σῶμα· ἐπιστάντος δὲ ἀγγέλου ἀγάλλεται ταπεινῶν ἡ ψυχή. Διὸ ἐκ τῆς ἐνεργείας τὴν παρουσίαν νοήσαντες, θᾶττον εἰς προσευχὴν ἀναπηδήσωμεν, συμπροσεύξασθαι γὰρ ἡμῖν ὁ ἀγαθὸς ἡμῶν φύλαξ ἐλήλυθεν.

ΛΟΓΟΣ ΚΒʹ

Περὶ τῆς πολυμόρφου κενοδοξίας.

(948.) Τινὲς μὲν ἰδιαιρέτῳ τάξει καὶ λόγῳ τὴν κενοδοξίαν παρὰ τὴν ὑπερηφανίαν φιλοῦσιν ὁρίζειν· ὅθεν καὶ ὀκτὼ τοὺς τῆς κακίας λογισμοὺς πρωτεύοντας καὶ (949.) ἐπιτρόπους λέγουσιν εἶναι. Ὁ δὲ θεολόγος Γρηγόριος, καὶ ἕτεροι ἑπτὰ πάλιν τούτους ἐξέδωκαν· οἷς ἔγωγε μάλιστα συντίθεσθαι πείθομαι. Τίς γὰρ κενοδοξίαν νικήσας ὑπερηφανίαν κέκτηται; Τοσαύτην δὲ μόνον πρὸς ἀλλήλας τὴν διαφορὰν κέκτηνται, ὅσην ἔχει τῇ φύσει ὁ παῖς παρὰ τὸν ἄνδρα, καὶ ὁ σῖτος παρὰ τὸν ἄρτον· ἀρχὴ μὲν γὰρ τὸ πρότερον, τέλος δὲ τὸ δεύτερον. Οὐκοῦν περὶ ἀρχῆς καὶ πληρώματοςπαθῶν τῆς ἀνοσίου οἰήσεως καιροῦ καλέσαντος, εἴπωμεν συντόμως. Ὁ γὰρ διὰ μήκους περὶ τούτων φιλοσοφεῖν ἐπιχειρῶν, ὅμοιός ἐστι τῷ περὶ ἀνέμων σταθμοῦ πολυπραγμονοῦντι εἰκῆ. Κενοδοξία ἐστὶ κατὰ μὲν τὸ εἶδος φύσεως ἐναλλαγὴ, καὶ ἠθῶν διαστροφὴ, καὶ παρατήρησις μέμψεως· κατὰ δὲ τὴν ποιότητα, καμάτων σκορπιστήριον, ἱδρώτων ἀπώλεια, θησαυροῦ ἐπιβουλὴ, ἀπιστίας ἔκγονος, ὑπερηφανίας πρόδρομος, ἐν λιμένι ναυάγιον, ἐν ἅλωνι μύρμηξ, λεπτὸς μὲν ὑπάρχων, παντὶ δὲ καμάτῳ καὶ καρπῷ ἐπιβουλεύων· ἀναμένει μύρμηξ τελεσθῆναι τὸν σῖτον, καὶ κενοδοξία συναχθῆναι τὸν πλοῦτον. Ὁ μὲν γὰρ χαίρει ἵνα κλέψῃ, ἡ δὲ ἵνα σκορπίσῃ· πνεῦμα ἀπογνώσεως χαίρει θεωροῦν πληθυνομένην κακίαν· πνεῦμα δὲ κενοδοξίας πληθυνομένην ἀρετήν· θύρα γὰρ τοῦ προτέρου τὰ πλήθη τῶν τραυμάτων· τοῦ δὲ δευτέρου, ὁ πλοῦτος τῶν καμάτων. Ἐπιτήρει, καὶ μέχρι μνήματος τὴν ἀνοσίαν ἀνθοῦσαν εὑρήσεις, ἐν ἱματίοις, καὶ μύροις, καὶ προπομπῇ, καὶ ἀρώμασι, καὶ ἑτέροις. Πᾶσιν ἀφθόνως λάμπει ὁ ἥλιος, καὶ πᾶσιν ἐπιτηδεύμασιν ἐπιχαίρει κενοδοξία· οἷόν τι λέγω, νηστεύων κενοδοξῶ, καὶ καταλύων ἵνα μὴ γνωσθῶ, ὡς φρόνιμος πάλιν κενοδοξῶ. Λαμπρὰ περιβεβλημένος, ἡττῶμαι ταύτῃ, καὶ εὐτελῆ ἐξαλλάσσων, πάλιν κενοδοξῶ· λαλῶν ἡττῶμαι, καὶ σιωπῶν πάλιν ἡττήθην.
Ὡς ἂν ῥίψῃς ταύτην τὴν τρίβολον, ὀρθὸν τὸ κέντρον ἵσταται. Κενόδοξός ἐστιν εἰδωλολάτρης πιστὸς, Θεὸν μὲν τῷ δοκεῖν σεβόμενος, ἀνθρώποις δὲ, καὶ οὐ Θεῷ, ἀρέσκειν βουλόμενος. Κενόδοξός ἐστι πᾶς φιλενδείκτης· κενοδόξου νηστεία ἄμισθος, καὶ προσευχὴ ἄκαιρος· δι᾿ ἔπαινον γὰρ ἀνθρώπων ἀμφότερα ἐργάζεται· κενόδοξος ἀσκητὴς ἀδικεῖται διπλῶς· καὶ τὸ σῶμα κατατήκων, καὶ μισθὸν μὴ λαμβάνων· τίς μὴ γελάσῃ τὸν τῆς κενοδοξίας ἐργάτην, ἐν ταῖς ψαλμῳδίαις ἱστάμενον, καὶ ὑπὸ ταύτης κινούμενον; Ποτὲ μὲν γελᾷν, ποτὲ δὲ ἐπὶ πάντων κλαίειν παρασκευάζει. Κρύπτει Κύριος ἐξ ὀφθαλμῶν ἡμῶν πολλάκις, καὶ ἅπερ κεκτήμεθα καλά. Ἀνὴρ δὲ ἐπαινέτης, μᾶλλον δὲ πλανήτης, διὰ τοῦ ἐπαίνου τοὺς ὀφθαλμοὺς ἡμῶν ἀνέῳξε. Τούτων δὲ ἀνοιγέντων ἄφαντος ὁ πλοῦτος ἐγένετο ἀφ᾿ ἡμῶν· κολακευτής ἐστι δαιμόνων διάκονος, ὑπερηφανίας χειραγωγὸς, κατανύξεως ἐξολοθρευτὴς, καλῶν ἀφανιστὴς, πλάνος ὁδοῦ· Οἱ γὰρ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, φησὶν ὁ προφήτης.
(952.) Ὑψηλῶν μὲν, τὸ ὑπενεγκεῖν γενναίως καὶ ἀσμένως ὕβριν. Ἁγίων δὲ καὶ ὁσίων, τὸ ἀβλαβῶς παρελθεῖν τὸν ἔπαινον. Εἶδον πενθοῦντας ἐπαινεθέντας, καὶ εἰς ὀργὴν ἐξαφθέντας, καὶ ὡς ἐν πανηγύρει πάθος συναλλάξαντας. Οὐδεὶς γινώσκει τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου. Αἰσχυνέσθωσαν οὖν καὶ φιμούσθωσαν οἱ ἐπὶ πρόσωπον μακαρίζειν ἐπιχειροῦντες. Ὅταν ἀκούσῃς ὅτι ὁ πλησίον σου καὶ ὁ φίλος ἐλοιδόρησέ σε ἀπόντα, ἢ παρόντα, τότε τὴν ἀγάπην ἔνδειξαι ἐπαινέσας αὐτόν· μέγα τὸ ἀποσείσασθαι ἐκ τῆς ψυχῆς ἔπαινον ἀνθρώπων· μεῖζον δὲ, ἔπαινον δαιμόνων. Ταπεινοφροσύνην ἔδειξεν, οὐχὶ ἑαυτὸν εὐτελίζων (πῶς γὰρ ἑαυτὸν οὐ βαστάσει;)ἀλλ᾿ ὁ παρ᾿ ἑτέρου ὀνειδισθεὶς, καὶ τὴν ἀγάπην αὐτοῦ μὴ μειώσας. Ἐπεσημεινάμην τὸν τῆς κενοδοξίας δαίμονα λογισμοὺς ἀδελφῷ ὑποβάλλοντα, καὶ ἑτέρῳ τούτους ἀποκαλύψαντα, κἀκείνῳ τὰ ἐγκάρδια αὐτοῦ εἰπεῖν παρασκευάσαντα, καὶ ὡς προγνώστην λοιπὸν τοῦτον μακαρίζοντα. Ἔστι δὲ ὅτε καὶ αὐτῶν τῶν τοῦ σώματος μελῶν ἐφαπτόμενος παλμοὺς ποιεῖν ὁ ἀνόσιος πέφυκεν. Μὴ παραδέξῃ αὐτὸν, ἐπισκοπήν σοι, καὶ ἡγουμενείαν, καὶ διδασκαλίαν ὑποβάλλοντα. Κόπος γὰρ κύνα ἀπὸ μακελλικῆς τραπέζης διῶξαι. Ἐπὰν μικρόν τι εἰρηνικὴν ἴδῃ ἔχοντας κατάστασιν, εὐθὺς ἐκ τῆς ἐρήμου εἰς τὸν κόσμον παραγενέσθαι προτρέπεται, Ἄπελθε, λέγων, εἰς σωτηρίαν ἀπολλυμένων ψυχῶν. Ἄλλη μορφὴ Αἰθιόπων, καὶ ἑτέρα ἀνδριάντων· καὶ ἄλλος ὁ τῆς τῶν ἐν κοινοβίῳ διατριβόντων κενοδοξίας τρόπος, παρὰ τὸν τῶν ἐν ἐρήμοις ὄντων. Κοσμικῶν ἐπιδημίας προλαμβάνει κενοδοξία, καὶ τοὺς κουφοτέρους εἰς ἀπαντὴν τῶν ἐρχομένων μοναχοὺς προτρέπεται ἐξελθεῖν, πρὸ τῶν ποδῶν ἐκείνων παρασκευάζει προσπίπτειν, καὶ ταπείνωσιν ὑποδύεται ἡ ὑπερηφανίας ἀνάπλεως· ἦθος καὶ φωνὴν καταστέλλει, καὶ πρὸς τὰς χεῖρας τῶν ἐπιδημησάντων πρὸς τὸ λαβεῖν ἀποβλέπει, δεσπότας καλεῖ καὶ προστάτας, καὶ μετὰ Θεὸν τὴν ζωὴν χαριζομένους· εἰς τὴν τράπεζαν καθεσθέντας ἐγκρατεύεσθαι προτρέπεται· καὶ τοῖς κατωτέροις ἀνηλεῶς ἐπιπλήττει· ἐν ψαλμῳδίᾳ σταθέντας τοὺς ῥᾳθύμους ἀνδρείους ἐποίησε· τοὺς ἀφώνους καλλιφώνους, καὶ τοὺς νυστακτὰς ἀγρύπνους. Τὸν ἐπὶ τοῦ κανόνος θωπεύει· καὶ τὰ πρωτεῖα αὐτῷ χαρίσασθαι δυσωπεῖ,πατέρα καὶ διδάσκαλον καλεῖ, ἄχρι τῆς τῶν ξένων ἀποδημίας· προτιμωμένους ὑπερηφάνους κατέστησε· καὶ καταφρονουμένους μνησικάκους ἔδειξε. Κενοδοξία ἀντὶ τιμῆς πολλάκις ἀτιμίας ἐγένετο πρόξενος· ὀργισθεῖσι γὰρ τοῖς αὐτῆς μαθηταῖς αἰσχύνην μεγάλην προσήγαγεν. Κενοδοξία τοὺς ὀξεῖς ἐπὶ ἀνθρώπων πραεῖς εἰργάσατο· φυσικοῖς χαρίσμασιν ἐπιπηδᾷ μεγάλως Εἶδον δαίμονα τὸν ἑαυτοῦ ἀδελφὸν λυπήσαντα καὶ (953.) διώξαντα· ὀργιζομένου γάρ ποτέ τινος ἀδελφοῦ ἐν τῷ μεταξὺ κοσμικῶν παρουσία κατέλαβε, καὶ τῇ κενοδοξίᾳ ἐξ ὀργῆς μετεπράθη ὁ ἄθλιος· ὁμοθυμαδὸν γὰρ αὐταῖς δουλεῦσαι οὐκ ἠδύνατο. Ὁ κενοδοξίᾳ ἀπεμποληθεὶς διπλοῦν τὸν βίον κέκτηται· ἐν μοναχοῖς μὲν διατρίβων τῷ σχήματι, ἐν κόσμῳ δὲ τῷ φρονήματι καὶ τῷ ἐνθυμήματι. Ἐὰν πρὸς τὴν ἄνω εὐαρέστησιν τρέχειν ἐπειγώμεθα, τῆς ἄνω δόξης πάντως καὶ γευσόμεθα. Ἐκείνης δὲ ὁ γευσάμενος πάσης τῆς ἐπιγείου καταφρονήσει. Θαυμάζω γὰρ εἰ μὴ τῆς προτέρας τις γευσάμενος, πάσης τῆς δευτέρας κατεφρόνησε. Πολλάκις ὑπὸ κενοδοξίας συληθέντες, στραφέντες ἡμεῖς εὐφυεστέρως αὐτὴν ἐσυλήσαμεν. Εἶδόν τινας ἐργασίας πνευματικῆς ἐκ κενοδοξίας ἀπαρξαμένους, καὶ τῆς ἀρχῆς καταβληθείσης μωμητῆς, τὸ τέλος γέγονεν ἐπαινετὸν, διὰ τὸ μετενεχθῆναι τὴν ἔννοιαν. Ὁ ἐπὶ φυσικοῖς πλεονεκτήμασι, λέγω δὴ ἀγχινοίᾳ, εὐμαθείᾳ, ἀναγνώσει, προφορᾷ εὐφυΐᾳ, καὶ τοῖς τοιούτοις πᾶσι τοῖς ἀπόνως προσοῦσιν ἡμῖν ἐπαιρόμενος, οὐδέποτε τῶν ὑπὲρ φύσιν ἀγαθῶν ἐντεύξεται· Ὁ γὰρ ἐν ὀλίγῳ ἄπιστος, καὶ ἐν πολλῷἄπιστος, καὶ κενόδοξος· δι᾿ ἀπάθειαν ἀκροτάτην, καὶ πλοῦτον χαρισμάτων, καὶ θαυμάτων ἐνέργειαν, καὶ προγνώσεως δύναμιν, τινὲς τὰ ἑαυτῶν σώματα εἰκῆ κατατρίβουσι· λαθόντες οἱ τάλανες, ὡς οὐ πόνοι, ἀλλὰ μᾶλλον ταπείνωσις τῶν τοιούτων μήτηρ καθέστηκεν. Ὁ δὲ χρεώστην ἑαυτὸν λογιζόμενος, ἀπροσδόκητον πλοῦτον καὶ αἰφνίδιον λήψεται. Μὴ πείθου τῷ λικμήτορι τῷ πρὸς ὠφέλειαν τῶν ἀκουόντων τὰς ἀρετὰς θριαμβεύειν ὑποβάλλοντι· Τί γὰρ ὠφελήσει ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, ἑαυτὸν δὲ ζημιωθῇ; Οὐδὲν οὕτως ὡς ταπεινὸν, καὶ ἀνόθευτον ἦθος, καὶ λόγος τοὺς ὁρῶντας οἰκοδομῆσαι δύναται· γίνεται γὰρ καὶ ἑτέροις ἐφόδιον τοῦ μηδέποτε ἐπαίρεσθαι· οὗ τί ἂν ὠφελείας μεῖζον καθέστηκεν;
Ἐπεσημήνατό τις τῶν ὁρᾷν δυναμένων, καὶ διηγεῖτο βλέπων· Ὅτιπερ, φησὶν, ἐν συνεδρίῳ μου καθημένου ἐληλυθότες οἱ τῆς κενοδοξίας καὶ τῆς ὑπερηφανίας δαίμονες ἐξ ἑκατέρωθέν μου ἐκάθηντο, καὶ ὁ μὲν ἔνυττέ. μου τὴν πλευρὰν τῷ δακτύλῳ αὐτοῦ τῷ κενοδόξῳ προτρεπόμενός με λέγειν τινὰ θεωρίαν ἢ ἐργασίαν, ἣν πεποίηκα ἐν τῇ ἐρήμῳ. Ὡς δὲ τοῦτον ἀπεσεισάμην εἰπών· Ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ λογιζόμενοί μοι κακά· θᾶττον ὁ ἐξ εὐωνύμων πρὸς τὸ ἐμὸν οὖς ἔλεγεν· Εὖγε, εὖγε πεποίηκας· καὶ μέγας γέγονας, τὴν ἐμὴν ἀναιδεστάτην μητέρα νενικηκώς.
Πρὸς ὃν ἐγὼ εὐθυβόλως τὸ ἑξῆς τοῦ στίχου ἀναλαβὼν εἴρηκα· Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· Εὖγε, εὖγε πεποίηκας.Ἐρωτήσαντί μοι τὸν αὐτὸν πῶς ἡ κενοδοξία μήτηρ ὑπερηφανίας, ἀπεκρίνατο· Οἱ μὲν ἔπαινοι ὑψοῦσι (956.) καὶ φυσιοῦσιν· ὑψωθείσης δὲ τῆς ψυχῆς, τότε αὐτὴν ἡ ὑπερηφανία λαβοῦσα ἀναφέρει ἕως τῶν οὐρανῶν, καὶ καταφέρει ἕως τῶν ἀβύσσων. Ἔστι δόξα ἐκ Κυρίου προ[σ]γινομένη· Τοὺς γὰρ δοξάζοντάς με δοξάσω, φησίν· καὶ ἔστιν ἐκ διαβολικῆς παρασκευῆς ἐπακολουθοῦσα. Οὐαὶ γὰρ, φησὶν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. Ἐπιγνώσῃ σαφῶς τὴν προτέραν, ὁπόταν αὐτὴν ὡς βλάβην λογιζόμενος πάσῃ μηχανῇ ταύτην ἀποστρέφῃ. Καὶ ὅπου δ᾿ ἂν πορεύῃ τὴν σεαυτοῦ πολιτείαν ἀποκρύπτῃς τὴν δὲ δευτέραν, ὁπόταν κἂν τὸ τυχὸν πρὸς τὸν θεαθῆναι τοῖς ἀνθρώποις ἐργάζῃ σχηματίζεσθαι ἡμᾶς τὴν οὐ προσοῦσαν ἡμῖν ἀρετὴν ἡ μιαρὰ ὑποτίθεται. Οὕτως γὰρ, φησὶν, λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, ὑποβάλλουσα.
Πολλάκις ὁ Κύριος τοὺς κενοδόξους δι᾿ ἀτιμίας ἐπισυμβαινούσης εἰς ἀκενοδοξίαν κατέστησεν. Ἀρχὴ ἀκενοδοξίας φυλακὴ στόματος, καὶ ἀτιμίας ἀγάπη· μεσότης δὲ ἀνακοπὴ πάντων τῶν νοουμένων τῆς κενοδοξίας ἐπιτηδευμάτων· τέλος δὲ (εἴπερ ἄρα καὶ ἔστι τῇ ἀβύσσῳ τέλος) τὸ τὰ πρὸς ἀτιμίαν συντελοῦντα ἐπὶ πλήθους ἐπιτηδεύειν ἀνεπαισθήτως. Μὴ κρύπτε σὴν αἰσχύνην διὰ τὸ δοκεῖν μὴ διδόναι πρόσκομμα· λοιπὸν δὲ καὶ πρὸς τὸ εἶδος τοῦ σφάλματος, οὐ τῇ αὐτῇ ἐμπλάστρῳ ἴσως χρήσασθαι χρή. Ὁπόταν ἡμεῖς τὴν δόξαν προσκαλούμεθα, καὶ ὅταν ἀκλήτως ὑφ᾿ ἑτέρων προπεμπομένη πρὸς ἡμᾶς παραγίνηται. Ὅταν πρὸς κενοδοξίαν ἐπιτηδεύματά τινα ποιεῖν ἐπιχειρήσωμεν, τοῦ ἑαυτῶν πένθους [μνημονεύσωμεν], καὶ τῆς ἐν τῇ ἰδιαζούσῃ ἡμῶν προσευχῇ ἐμφόβου παραστάσεως ἐννοηθῶμεν συντόμως, καὶ πάντως ἐντρέψομεν τὴν ἀναιδῆ, εἴπερ ἄρα καὶ προσευχῆς ἀληθινῆς ἐπιμελούμεθα· εἰ δὲ οὒ, τῆς ἑαυτῶν ἐξόδου συντόμως ἔννοιαν λάβωμεν. Εἰ δὲ μὴ, κἂν τὴν ἐπακολουθοῦσαν αἰσχύνην τῇ κενοδοξίᾳ φοβηθῶμεν· Ὁ γὰρ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται πάντως, καὶ ἐνταῦθα [καὶ] πρὸ τοῦ μέλλοντος αἰῶνος· ὅταν οἱ ἐπαινέται, μᾶλλον δὲ πλανῆται, ἐπαινεῖν ἡμᾶς ἄρξωνται, τοῦ πλήθους τῶν ἀνομιῶν ἡμῶν κατὰ νοῦν συντόμως μνημονεύσωμεν, καὶ εὑρήσομεν ἑαυτοὺς ἀναξίους τῶν λεγομένων ἢ πραττομένων. Εἰσὶ πάντως καὶ κενόδοξοι ἔν τισιν αἰτήμασιν αὐτῶν εἰσακουσθῆναι παρὰ τοῦ Θεοῦ ὀφείλοντες, ὧν ὁ Κύριος προκαταλαμβάνειν τὰς εὐχὰς καὶ τὰς δεήσεις πέφυκεν· ἵνα μὴ δι᾿ εὐχῆς εἰληφότες τῇ ἑαυτῶν οἰήσει προσθήσουσιν· οὐ πάνυ οἱ ἁπλούστεροι τῷ ἰῷ τούτῳ περιπίπτειν πεφύκασι. Κενοδοξία γάρ ἐστιν ἁπλότητος ἀποβολὴ, καὶ ἐπίπλαστος διαγωγή· σκώληξ πολλάκις αὐξηθεὶς πτεροφυήσας ἀνηνέχθη εἰς ὕψος, καὶ κενοδοξία τελεσθεῖσα ὑπερηφανίαν ἔτεκε, τὴν πάντων τῶν κακῶν ἀρχηγὸν καὶ τελειωτήν.
(957.) Ὁ τῆς νόσου ταύτης ἐκτὸς, ἔγγιστα τῆς σωτηρίας· ὁ δ᾿ οὒ, πόῤῥω φανήσεται τῆς ἁγίων δόξης. Βαθμὸς κβʹ. Ὁ ταύτῃ μὴ ἁλοὺς, οὐ μὴ περιπέσῃ τῇ ἐχθραινούσῃ Θεῷ ἀκεφάλῳ ὑπερηφανίᾳ.

ΛΟΓΟΣ ΚΓʹ

Περὶ τῆς ἀκεφάλου ὑπερηφανίας, ἐν ᾧ καὶ περὶ ἀκαθάρτων λογισμῶν τῆς βλασφημίας.

(965.) Ὑπερηφανία ἐστὶ Θεοῦ ἄρνησις, δαιμόνων εὕρημα, ἐξουδένωσις ἀνθρώπων, κατακρίσεως μήτηρ, ἐπαίνων ἀπόγονος, ἀκαρπίας τεκμήριον, βοηθείας Θεοῦ φυγαδευτήριον, ἐκστάσεως πρόδρομος, πτωμάτων πρόξενος, ἐπιληψίας ὑπόθεσις, θυμοῦ πηγὴ, ὑποκρίσεως θύρα, δαιμόνων στήριγμα, ἁμαρτημάτων φύλαξ, ἀσπλαγχνίας πρόξενος, συμπαθείας ἄγνοια, λογοθέτης πικρὸς, δικαστὴς ἀπάνθρωπος, Θεοῦ ἀντίπαλος, βλασφημίας ῥίζα, ἀρχὴ ὑπερηφανίας, τέλος κενοδοξίας· μεσότης δὲ ἐξουδένωσις τοῦ πλησίον, πόνων ἰδίων ἀναιδὴς ἐκπόμπευσις, ἔπαινος ἐν καρδίᾳ, ἐλέγχου μῖσος· τέλος ἄρνησις Θεοῦ βοηθείας, καὶ οἰκείας σπουδῆς ἔπαρσις. δαιμονιῶδες ἦθος. Ἀκούσωμεν πάντες οἱ τὸν βόθρον ἐκφυγεῖν βουλόμενοι, ἐξ εὐχαριστίας πολλάκις τὸ πάθος τὴν νομὴν φιλεῖ προσλαμβάνεσθαι· ἀναιδῶν γὰρ ἐκ προοιμίων Θεὸν ἀρνεῖσθαι οὐχ ὑποτίθεται.
Εἶδον εὐχαριστοῦντας τῷ Θεῷ στόματι, καὶ μεγαλαυχοῦντας τῷ φρονήματι· καὶ μαρτυρεῖ τοῦτο σοφῶς ὁ Φαρισαῖος ἐκεῖνος εἰρηκώς· Ὁ Θεὸς, εὐχαριστῶ σοι. Ὅπου πτῶμα κατέλαβεν, ἐκεῖ ὑπερηφανία προεσκήνωσε· μηνυτὴς γὰρ τοῦ προτέρου τὸ δεύτερον. Ὑπόθου μοι εἶναι δώδεκα πάθη τῆς ἀτιμίας. Τινὸς τετιμημένου ἀκήκοα φήσαντος· Ἐὰν ἓν τούτων (λέγω δὴ τὴν οἴησιν) ἀγαπήσης θελήματι, ἐκεῖνο ἀναπληρώσει τὸν τόπον τῶν ἕνδεκα. Ὑψηλόφρων μοναχὸς ἀντιλέγει σφοδρῶς. Ὁ δὲ ταπεινόφρων οὐδαμῶς ἀντιλέγειν ἐπίσταται. Οὐχ ὑποκλίνει κυπάρισσος εἰς γῆν περιπατεῖν· οὐδὲ μοναχὸς ὑψηλοκάρδιος ὑπακοὴν κτήσασθαι. Ἀνὴρ ὑψηλοκάρδιος τοῦ ἄρχειν ὀρέγεται· ἄλλως γὰρ, ὡς ἔτυχεν, ἀπολέσθαι εἰς τέλος οὐ δύναται· μᾶλλον δὲ οὐ βούλεται. Ὑπερηφάνοις Κύριος ἀντιτάσσεται. Τίς λοιπὸν τούτους ἐλεῆσαι δύναται; Ἀκάθαρτος παρὰ (968.) Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Καὶ τίς λοιπὸν τὸν τοιοῦτον ἀποκαθᾶραι δύναται; Παίδευσις μὲν ὑπερηφάνῳ πτῶμα· σκόλοψ δὲ δαίμων· ἐγκατάλειψις δὲ ἔκτασις. Καὶ τὰ μὲν πρότερα πολλάκις καὶ ἄνθρωποι ὑπὸ τῶν ἀνθρώπων ἐθεραπεύθησαν· τὸ δὲ ἔσχατον παρ᾿ ἀνθρώποις ἀνίατον. Ὁ ἀποσειόμενος ἔλεγχον, τὸ πάθος ἐσήμανεν· ὁ δὲ προσδραμὼν, τοῦ δεσμοῦ λέλυται· εἰ χωρὶς ἑτέρου πάθους τις διὰ τούτου καὶ μόνου τῶν οὐρανῶν κατέπεσε, ζητητέον μήπως καὶ δίχα ἀρετῆς ἑτέρας ἐκ ταπεινώσεως εἰς οὐρανοὺς ἀναβαίνειν ἐνδέχεται. Ὑπερηφανία ἐστὶ πλούτου καὶ ἱδρώτων ἀπώλεια· ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων, πάντως, ὅτι μεθ᾿ ὑπερηφανίας· ἐκέκραξαν πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, πάντως, ὅτι τὰς αἰτίας καθ᾿ ὧν ηὔχοντο, οὐκ ἀπέκοπτον. Ἀδελφὸν ὑπερηφανευόμενον γέρων γνωστικώτατος πνευματικῶς ἐνουθέτησεν, ὁ δὲ τυφλώττων φησί· Συγχώρησον, πάτερ, οὐκ εἰμὶ ὑπερήφανος. Ὁ δὲ πάνσοφος γέρων πρὸς αὐτόν· Καὶ ποίαν, φησὶ, τέκνον, ἀπόδειξιν σαφεστέραν ταύτης παρέχεις ἡμῖν τοῦ πάθους, ἀλλ᾿ ἢ τὸ εἰπεῖν· Οὐκ εἰμὶ ὑπερήφανος; Πάνυ τοῖς τοιούτοις συνέρχεται ἡ ὑποταγὴ, καὶ παχυτέρα καὶ ἀτιμοτέρα διαγωγή· καὶ ἡ τῶν ὑπὲρ φύσιν τῶν πατέρων κατορθωμάτων ἀνάγνωσις· ἴσωςκἂν οὕτως ἔσται τοῖς νοσοῦσι μικρὰ σωτηρίας ἐλπίς. Αἰσχύνη ἐπ᾿ ἀλλοτρίῳ κόσμῳ ἐπαίρεσθαι· ἄνοια δὲ ἐσχάτη, ἐπὶ χαρίσμασι Θεοῦ φαντάζεσθαι.
Ὅσα σοι κατορθώματα πρὸ τῆς σῆς γεννήσεως γεγόνασιν, ἐπὶ τούτοις μόνοις ἐπαίρου· τὰ γὰρ μετὰ γέννησιν ὁ Θεὸς ἐδωρήσατο, ὥσπερ καὶ τὴν γέννησιν· ὅσας ἐκτὸς τοῦ νοὸς ἀρετὰς κατώρθωκας, αὗται καὶ μόναι σοῦ τυγχάνουσι· τὸν γὰρ νοῦν Θεὸς ὁ δωρησάμενος. Ὅσα ἐκτὸς τοῦ σώματος ἐπεδείξω ἔπαθλα, ἐκ σῆς σπουδῆς καὶ μόνον γεγόνασι· τὸ γὰρ σῶμα, οὐ σὸν, ἀλλὰ τοῦ Θεοῦ ποίημα· μὴ θάρσει ἕως τὴν ἀπόφασιν δέξῃ, ὁρῶν ἐκεῖνον καὶ μετὰ τὴν ἐν τῷ νυμφῶνι κατάκλισιν χεῖρας καὶ πόδας δεσμούμενον, καὶ εἰς τὸ σκότος τὸ ἐξώτερον ἐξοριζόμενον· μὴ ὑψαυχένει, γήϊνος ὤν· πολλοὶ γὰρ καὶ ἐξ οὐρανῶν ἐῤῥίφησαν ἅγιοι καὶ ἄϋλοι τυγχάνοντες. Ὅταν χώραν ἐν τοῖς ἑαυτοῦ ἐργάταις ὁ δαίμων λήψεται· τότε ἂν τοῖς κατὰ τοὺς ὕπνους, ἢ καὶ καθ᾿ ὕπαρ ὡς ἐν σχήματι δῆθεν ἁγίου ἀγγέλου, ἢ καὶ μάρτυρός τινος ἐπιφαινόμενος, μυστηρίων αὐτοῖς ἀποκάλυψιν, ἢ χαρισμάτων δωρεὰν ἐπιδίδωσιν, ἵνα ἀπατηθέντες οἱ τάλανες τελείως τῶν φρενῶν ἐκπέσωσιν. Εἰ καὶ μυρίους θανάτους ὑπὲρ Χριστοῦ ὑπομείνωμεν, οὐδὲ οὕτως τὸ δέον ἀνεπληρώσαμεν· ἄλλο γὰρ αἷμα Θεοῦ, καὶ ἕτερον αἷμα δούλων, κατὰ τὸ ἀξίωμα, καὶ οὐ κατὰ τὴν οὐσίαν· συζητοῦντες ἑαυτοὺς ἀεὶ, καὶ ἀνακρίνοντες πρὸς (969.) τοὺς πρὸ ἡμῶν πατέρας καὶ φωστῆρας, μὴ παυσώμεθα, καὶ τότε εὑρήσομεν ἑαυτοὺς μηδὲ ὅλως ἴχνος ἀκριβοῦς πολιτείας πατήσαντας· μηδὲ τὸ ἐπάγγελμα ὁσίως τηρήσαντας· ἀλλ᾿ ἔτι ἐν τῇ κοσμικῇ καταστάσει διατρίβοντας.
Μοναχὸς κυρίως ἐστὶν ἀμετεώριστον ὄμμα ψυχῆς, καὶ ἀκίνητος σώματος αἴσθησις. Μοναχός ἐστιν ὁ τοὺς πολεμίους, δίκην θηρῶν, προσκαλούμενος, καὶ ἐρεθίζων ἐν τῷ φεύγειν ἀπ᾿ αὐτοῦ. Μοναχός ἐστιν ἀδιάστατος ἔκστασις, καὶ λύπη ζωῆς.
Μοναχός ἐστιν ὁ ποιωθεὶς ταῖς ἀρεταῖς, ὡς ἄλλος ταῖς ἡδοναῖς. Μοναχός ἐστιν ἄληκτον φῶς ἐν ὀφθαλμῷ καρδίας. Μοναχός ἐστιν ἄβυσσος ταπεινώσεως, ἐν αὐτῇ πᾶν πνεῦμα κρημνίσας καὶ ἀποπνίξας. Λήθην πταισμάτων τύφος ἐργάζεται· ἐκείνων γὰρ μνήμη ταπεινοφροσύνης πρόξενος. Ὑπερηφανία ἐστὶν ἐσχάτη πενία ψυχῆς· πλοῦτον ἐν σκοτείᾳ οἰομένη οὐ μόνον προβαίνειν οὐκ ἐᾷ ἡ μιαρὰ, ἀλλὰ καὶ τοῦ ὕψους ἀποῤῥίπτει. Ὑπερηφανία ἐστὶ ῥοιὰ ἔσωθεν σεσηπυῖα, ἔξωθεν δὲ τῇ ὥρᾳ ἀποστίλβουσα. Μοναχὸς ὑπερήφανος οὐ δεηθήσεται δαίμονος· αὐτὸς γὰρ λοιπὸν ἑαυτῷ δαίμων καὶ πολέμιος γέγονεν· ἀλλότριον μὲν τοῦ φωτὸς τὸ σκότος· ἀλλότριος δὲ καὶ ὑπερήφανος παντοίας ἀρετῆς. Ἐν ὑπερηφάνων καρδίαις γεννηθήσονται βλασφημίας ῥήματα· ἐν ταπεινῶν δὲ ψυχαῖς, οὐράνια θεωρήματα. Βδελύττεται ἥλιον κλέπτης, ὑπερήφανος δὲ πραεῖς ἐξουδενώσει. Ἔλαθον, πῶς οὐκ οἶδα, ἑαυτοὺς ὑπερηφάνων πλεῖστοι· καὶ δόξαντες ἀπαθεῖς εἶναι, τὴν οἰκείαν πενίαν ἐν ἐξόδῳ ἑωράκασιν. Ὁ ταύτῃ ἁλοὺς Κυρίου δεηθήσεται· ματαία γὰρ παρ᾿ ἐκείνῳ σωτηρία ἀνθρώπων. Κατείληφά που τὴν ἀκέφαλον πλανῆτιν πέλουσαν ἐν τῇ ἐμῇ καρδίᾳ, καὶ ἐπὶ τῶν ὤμων τῆςοἰκείας μητρὸς ὀχουμένην· ἃς παγιδεύσας δεσμῷ ὑπακοῆς, καὶ μάστιγι εὐτελείας μαστιγώσας, τὴν ἐν ἐμοὶ αὐτῶν εἴσοδον ἐξήταζον λέγειν· διὸ καὶ μαστιζόμεναι ἔλεγον· Ἡμεῖς ἀρχὴν οὐκ ἔχομεν, οὐδὲ γέννησιν· ἄρχουσαι γὰρ καὶ γεννήτριαι πάντων τῶν παθῶν καθεστήκαμεν· πολεμεῖ δὲ ἡμᾶς οὐ μετρίως συντριμμὸς καρδίας ἐν ὑποταγῇ τικτόμενος· ἄρχεσθαι γὰρ ὑπ᾿ οὐδενὸς σεσυνηθίκαμεν. Διὸ καὶ ἐν οὐρανοῖς ἄρχουσαι γεγονυῖαι, ἐκεῖθεν ἀπεστατήσαμεν· διὸ καὶ πάντων συλλήβδην εἰπεῖν, τῶν ἀντιπραττόντων τῇ ταπεινοφροσύνῃ, ἡμεῖς γεννήτριαι· πάντα γὰρ τὰ ἐκείνῃ συνεργοῦντα, ἡμῖν ἀντίκεινται. Πλὴν ἐν οὐρανῷ ἰσχύσαμεν, καὶ ποῦ ἀπὸ προσώπου ἡμῶν φεύξῃ; Ἡμεῖς πολλάκις ἐπ᾿ ἀτιμίαις, καὶ ὑπακοῇ, καὶ ἀοργησίᾳ, καὶ ἀμνησικακίᾳ, καὶ διακονίᾳ ἐπακολουθεῖν πεφύκαμεν· ἡμῶν ἔκγονα πτώματα πνευματικῶν· ὀργὴ, καταλαλιὰ, πικρία, θυμὸς, κραυγὴ, βλασφημία, ὑπόκρισις, μῖσος, φθόνος, ἀντιλογία, ἰδιορυθμία, ἀπείθεια. Ἕν ἐστι καὶ μόνον ἐν ᾧ ἐπιχειρεῖν οὐκ ἔχομεν δύναμιν· καὶ τοῦτό σοι μαστιζόμεναι λέγομεν· Ἐὰν ἑαυτὸν ἐνώπιον Κυρίου εἰλικρινῶς καταμέμψῃ, ἡμᾶς ὡς ἀράχνην λελογίσῃ.
Ἵππος μὲν γὰρ, ὡς ὁρᾷς, ὑπερηφανίας κενοδοξία, ἐφ᾿ ἣν ἐπιβέβηκα· ἡ δὲ ὁσία ταπείνωσις, καὶ (972.) αὐτομεμψία καταγελάσονται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ· τὴν ἐπινίκιον ᾠδὴν ἐνηδόνως ᾄδουσαι· ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν, καὶ ἄβυσσον ταπεινώσεως. Εἰκοστὸς τρίτος βαθμός· ὁ ἀναβεβηκὼς ἴσχυσεν, εἴπερ ἄρα καὶ ἀναβεβηκέναι δεδύνηται.

ΛΟΓΟΣ ΚΔʹ

Περὶ πραότητος, καὶ ἁπλότητος, καὶ ἀκακίας, καὶ πονηρίας σεσοφισμένων, καὶ οὐ φυσικῶν.

(980.) Προτρέχει μὲν τοῦ ἡλίου τὸ πρωϊνὸν φῶς, πάσης δὲ ταπεινοφροσύνης πραΰτης πρόδρομος· διὸ καὶ τοῦ φωτὸς ἀκούσωμεν, οὕτως αὐτὰς τῷ βαθμῷ κατατάττοντος· Μάθετε γὰρ ἀπ᾿ ἐμοῦ, φησὶ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὐκοῦν θέμις πρὸ ἡλίου περὶ φωτὸς φωτισθῆναι· εἶθ᾿ οὕτως τῷ ἡλίῳ ἐναντενίσαι τρανῶς. Οὐκ ἔστι γὰρ, οὐκ ἔστι τὸν μὴ τοῦτο προγνόντα, ἐκεῖνον θεάσασθαι, ὡς ἡ τῶν λεγομένων [al. γεγονότων] διδάσκει ἀληθὴς κατάστασις. Πραΰτης ἐστὶν ἀμετάθετος νοὸς κατάστασις, ἐν τιμαῖς καὶ ἀτιμίαις ὡσαύτως ἔχουσα. Πραΰτης ἐστὶν ἐν ταραχαῖς τοῦ πλησίον ἀνεπαισθήτως καὶ εἰλικρινῶς ὑπὲρ αὐτοῦ προσεύχεσθαι. Πραΰτης ἐστὶν ὑπερκειμένη τῆς τοῦ θυμοῦ θαλάττης πέτρα, πάντα τὰ προσρήσσοντα κύματα διαλύουσα, καὶ οὐδαμῶς κλόνον ὑπομένουσα. Πραΰτης ἐστὶν ὑπομονῆς στήριγμα, ἀγάπης θύρα, μᾶλλον δὲ μήτηρ, διακρίσεως ὑπόθεσις· Διδάξει γὰρ, φησὶ, Κύριος πραεῖς ὁδοὺς (981.) αὐτοῦ· ἀφέσεως πρόξενος· παῤῥησία ἐν προσευχῇ· Πνεύματος ἁγίου χωρίον· Ἐπὶ τίνας γὰρ ἐπιβλέψω, ἀλλ᾿ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον; Πραΰτης ὑπακοῆς συνεργὸς, ἀδελφότητος ὁδηγὸς, μαινομένων χαλινὸς, θυμουμένων ἐκκοπὴ, καὶ χαρᾶς χορηγὸς, Χριστοῦ μίμημα, ἀγγέλων ἰδίωμα, δαιμόνων δεσμὸς, καὶ πικρίας θυρεός. Ἐν καρδίαις πραέων ἐπαναπαύσεται Κύριος· ψυχὴ δὲ ταραχώδης διαβόλου καθέδρα. Οἱ πραεῖς κληρονομήσουσι γῆν· μᾶλλον δὲ κατακυριεύσουσι γῆς· μεμηνότες δὲ ἄνδρες ἐκπορθοῦνται ἀπὸ γῆς αὐτῶν. Ψυχὴ πραεῖα θρόνος ἁπλότητος· νοῦς δὲ ὀργίλος δημιουργὸς πονηρίας. Ψυχὴ ἠπία χωρήσει λόγους σοφίας, Ὁδηγήσει γὰρ Κύριος πραεῖς ἐν κρίσει, μᾶλλον δὲ ἐν διακρίσει. Ψυχὴ εὐθὴς σύμβιος ταπεινώσεως· ἡ δὲ πονηρὰ ὑπερηφανίας νεανίας. Ψυχαὶ πραέων πλησθήσονται γνώσεως· θυμώδης δὲ νοῦς σκότους καὶ ἀγνωσίας σύνοικος. Θυμώδης καὶ εἴρων ἀλλήλοις ὑπήντησαν· καὶ οὐκ ἦν εὑρεῖν λόγον εὐθῆ ἐν διαλέξει αὐτῶν. Ἀναπτύξας τὴν καρδίαν τοῦ προτέρου, εὑρήσεις μανίαν, τὴν δὲ τοῦ δευτέρου ψυχὴν ἐρευνήσας, θεωρήσεις πονηρίαν. Ἁπλότης ἐστὶν ἕξις ψυχῆς ἀποίκιλος, πρὸς κακόνοιαν γενομένη ἀκίνητος. Πονηρία ἐστὶν ἐπιστήμη, μᾶλλον δὲ ἀσχημοσύνη δαιμονιώδης, ἀληθείας ἀποστερηθεῖσα, καὶ τοὺς πολλοὺς λανθάνειν δοκοῦσα. Ὑπόκρισίς ἐστι σώματος καὶ ψυχῆς ἐναντία κατάστασις ἐπινοίαις ἁπάσαις ἐμπεπλεγμένη· ἀκακία ἐστὶν ἱλαρὰ ψυχῆς κατάστασις ἐπινοίας πάσης ἀπηλλαγμένη. Εὐθύτης ἐστὶν ἀπερίεργος ἔννοια, ἀνόθευτον ἦθος, ἄπλαστος καὶ ἀπροκατασκεύαστος λόγος· ἀπόνηρός ἐστι καθαρὰ φύσις ψυχῆς, ὡς πέφυκε κτισθεῖσα τὰς ἐντεύξεις πρὸς πάντας ποιουμένη. Πονηρία ἐστὶν εὐθύτητος ἐναλλαγὴ, πεπλανημένη ἔννοια· οἰκονομίας ψευδομένη· κεκολασμένοι ὅρκοι, συμπεπλεγμένοι λόγοι· βυθὸς καρδίας, ἄβυσσος δόλου, πεποιωμένον ψεῦδος, φυσικὴ λοιπὸν οἴησις, ταπεινώσεωςἀντίπαλος, μετανοίας ὑπόκρισις, πένθους μικρυσμὸς, ἐξομολογήσεως ἔχθρα, ἰδιογνωμόρυθμος, πτωμάτων πρόξενος, ἀναστάσεως ἀντίθετος, ὕβρεων μειδιασμὸς, μεμωραμμένη κατήφεια, ἐπίπλαστος εὐλάβεια, δαιμονιώδης βίος.
Πονηρός ἐστι διαβόλου συνώνυμος καὶ συνόμιλος.
Διὸ καὶ Κύριος οὕτως αὐτὸν ἡμᾶς ὀνομάζειν ἐδίδαξε λέγοντας· Ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Φύγωμεν ἀπὸ κρημνοῦ ὑποκρίσεως, καὶ ἀπὸ λάκκου ὑπουλότητος, ἀκούοντες τοῦ λέγοντος ὅτι οἱ (984.) πονηρευόμενοι ἐξολοθρευθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. Οἱ γὰρ τοιοῦτοι βοσκὴ δαιμόνων. Ὥσπερ ἀγάπη ὁ Θεὸς ὀνομάζεται, οὕτως καὶ εὐθύτης. Διὸ ὁ σοφὸς ἐν τοῖς ᾌσμασί φησι πρὸς τὴν καθαρὰν καρδίαν· Εὐθύτης ἠγάπησέ σε. Καὶ πάλιν ὁ τούτου πατήρ· Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος. Καὶ τοὺς συνωνύμους αὐτοῦ σώζεσθαι λέγει· φησὶ γάρ· Τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Καὶ πάλιν· Εὐθύτητας ψυχῶν εἶδε, καὶ ἐπεσκέψατο τὸ πρόσωπον αὐτοῦ. Πρῶτον ἰδίωμα τῆς τῶν παίδων αὐξήσεως, ἁπλότης ἀποίκιλος, ἣν ἕως εἶχεν Ἀδὰμ ἐκεῖνος, οὐκ εἶδε γύμνωσιν ψυχῆς αὐτοῦ· οὐδὲ ἀσχημοσύνην σαρκὸς αὐτοῦ. Καλὴ μὲν καὶ ἡ φύσει τισὶν ἐνυπάρχουσα ἁπλότης, καὶ μακαρία· οὐχ οὕτως δὲ, ὡς ἡ ἐκ πονηρίας δι᾿ ἱδρώτων κατεγκεντρισθεῖσα· ἡ μὲν γὰρ ἀπὸ πολλῆς ποικιλίας καὶ παθῶν σκέπεται· ἡ δὲ ὑψηλοτάτης ταπεινοφροσύνης καὶ πραότητος γίνεται πρόξενος· καὶ τῇ μὲν οὐ πολὺς ὁ μισθὸς, τῇ δὲ ὑπερύμνητος. Πάντες οἱ τὸν Κύριον ἑαυτοῖς ἐπισπάσασθαι βουλόμενοι,ἁπλῶς καὶ ἀπλάστως, καὶ ἀποικίλως, καὶ ἀπονήρως ὡς διδασκάλῳ ἐν τοῖς μαθήμασιν ἀπεριέργως προσέλθωμεν. Ἁπλοῦς γὰρ ὢν, καὶ ἀσύνθετος, ἁπλᾶς τινας καὶ ἀκεραίους τὰς ἑαυτῷ προσερχομένας ψυχὰς εἶναι βούλεται. Οὐκ ἔστι γὰρ ἁπλότητα ἀπηλλαγμένην ταπεινώσεως θεάσασθαί ποτε. Πονηρός ἐστι προβλέπτης, ψευδὴς ἐκ λόγων τοὺς λογισμοὺς, καὶ ἐκ σχημάτων τὰ ἐγκάρδια λαμβάνειν φανταζόμενος· εἶδον εὐθεῖς ἐκ πονηρῶν πονηρεύεσθαι μεμαθηκότας, καὶ πεφάντασμαι πῶς καὶ φύσεως ἰδίωμα καὶ προτέρημα οὕτως ταχέως ἀπολέσαι ἴσχυσαν.
Ὅσα οἱ εὐθεῖς εὐχερῶς μεταπίπτουσι, τοσούτῳ δυσχερῶς οἱ ἐναντίοι μεταποιηθῆναι δύνανται. Ξενιτεία ἀληθὴς καὶ ὑποταγὴ, καὶ φυλακὴ χειλέων πολλὰ πολλάκις ἴσχυσαν καὶ μετεποίησαν παραδόξως ἀνίατα. Εἰ ἡ γνῶσις φυσιοῖ τοὺς πλείονας· μή πως ἡ ἰδιωτεία, καὶ ἡ ἀμαθία ταπεινοῦν συμμέτρως πέφυκεν. Ἀπόδειξις καὶ ὅρος ἐναργὴς καὶ τύπος ἡμῖν τῆς μακαρίας ἁπλότητος ὁ τρισμακάριος Παῦλος γέγονεν ὁ ἁπλοῦς. Οὐδεὶς γὰρ, οὐδεὶς οὐδαμοῦ τοιαύτην προκοπὴν ἐν ὀλίγῳ οὐδὲ εἶδεν, οὐδὲ ἤκουεν, οὐδὲ ἰδεῖν δύναται πώποτε. Ἁπλοῦς μοναχὸς, ἄλογον λογικὸν, ὑπήκοον, τὸ οἰκεῖον φορτίον τελείως τῷ ἄγοντι ἀποθέμενος. Οὐκ ἀντείπει ζῶον τῷ δεσμοῦντι· οὐδὲ ψυχὴ εὐθὴς τῷ ἐπιστατοῦντι· ἕπεται τῷ ἕλκοντι ὡς βούλεται, καὶ μέχρι θύσεως ἀντιλέγειν οὐκ ἐπίσταται.
Δυσκόλως πλούσιοι εἰς βασιλείαν, καὶ φρόνιμοι ἄφρονες εἰς ἁπλότητα εἰσελεύσονται. Πτῶμα πολλάκις δεινοὺς ἐσωφρόνισεν, ἀκούσιον αὐτοῖς σωτηρίαν καὶ ἀκακίαν κεχαρισμένον. Πάλαιε πλανᾷν σου τὴν φρόνησιν, καὶ οὕτως ποιῶν εὑρήσεις σωτηρίαν, καὶ εὐθύτητα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.

ΛΟΓΟΣ ΚΕʹ

Περὶ τῆς τῶν παθῶν ἀπωλείας τῆς ὑψίστου ταπεινοφροσύνης, ἀοράτῳ αἰσθήσει ἐγγινομένης· ὃς ἀνάβασιν ἴσχυσεν, θαρσείτω, τὸν διδάσκαλον γὰρ Χριστὸν μιμησάμενος σέσωσται.

(988.) Ὁ ἀγάπης Κυρίου κυρίως, καὶ ταπεινοφροσύνης πρέποντως, καὶ μακαρίας ἁγνείας ἀληθῶς, καὶ ἐλλάμψεως Θεοῦ ἐναργῶς, καὶ φόβου αὐτοῦ ἀψευδῶς, καὶ πληροφορίας καρδίας εἰλικρινῶς αἴσθησιν καὶ ἐνέργειαν διὰ λόγου ὁρατοῦ διηγεῖσθαι βουλόμενος, καὶ τοὺς ταύτης ἀγεύστους ἐν ἐξηγήσεσι περὶ τῶν τοιούτων φωτίζειν δοκῶν, ὅμοιόν τι ποιεῖ ἀνδρὶ, τῷ τοὺς μὴ γευσαμένους μέλιτος πώποτε τὴν τούτου γλυκύτητα διὰ λόγων, καὶ ὑποδειγμάτων διδάσκειν θέλοντι. Ἀλλ᾿ ὁ μὲν δεύτερος εἰς μάτην φιλολογεῖ, ἵνα μὴ εἴπω βαττολογεῖ· ὁ δὲ πρότερος, ἢ ἄπειρος τῆς ἑαυτοῦ διηγήσεως κατέστηκεν, ἢ ὑπὸ κενοδοξίας ὀξέως ἐμπαίζεται. Προέθηκεν ὁ λόγος θησαυρὸν εἰς βάσανον ἐν ὀστρακίνοις σκεύεσι, μᾶλλον δὲ σώμασι, κατησφαλισμένον ὑπάρχοντα, παντὶ λόγῳ τῇ ποιότητι ἀγνώριστον διαμένοντα, μόνην δὲ τὴν ἄνωθεν ἐπιγραφὴν ἀκατάληπτον περικείμενον πολλὴν καὶ ἀπέραντον τοῖς λόγῳ ζητοῦσι τὴν ἔρευναν, καὶ τὸν μόχθον [κόπον] παρέχουσαν. Εἶχε δὲ ἡ λέξις οὕτως· Ἡ ἁγία ταπείνωσις. Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοι ἡμῖν εἰς τὸ νοερὸν τοῦτο καὶ πάνσοφον συνεισιέτωσαν συνέδριον, πλάκας γνώσεως θεογράφους σὺν αὐτοῖς μετὰ χεῖρας νοερὰς ἐπιφερόμενοι· καὶ συνεληλύθαμεν καὶ συνεζητήκαμεν, καὶ βεβασανίκαμεν τῆς τιμίας ἐπιγραφῆς τὴν δύναμιν. Καὶ ὁ μὲν ἔλεγε λήθην τῶν κατορθουμένων προσεχῆ· ἕτερος δὲ τὸ πάντων ἐσχατώτερον καὶ ἁμαρτωλότερον ἑαυτὸν λογίζεσθαι· ἄλλος ἐπίγνωσιν νοὸς τῆς οἰκείας ἀσθενείας καὶ ἀδυναμίας· ἕτερος, τὸ προκαταλαμβάνειν τὸν πλησίον ἐν παροργισμοῖς καὶ λύειν πρῶτον τὴν μῆνιν· ἕτερος πάλιν χάριτος Θεοῦ καὶ συμπαθείας ἐπίγνωσιν· ἄλλος συντετριμμένης ψυχῆς αἴσθησιν, καὶ θελήματος οἰκείου ἄρνησιν. Ἐγὼ δὲ πάντων ἀκηκοὼς, καὶ ἐν ἑαυτῷ ταῦτα ἐπεσκεμμένως τε καὶ νηφάντως βεβασανικὼς, τὴν μακαρίαν ἐκείνης αἴσθησιν δι᾿ ἀκοῆς μανθάνειν οὐ δεδύνημαι. Διόπερ καὶ ἔσχατος πάντων ὡς κύων ἐκ ψιχίων τραπέζης τῶν γνωστικῶν καὶ μακαρίων ἐκπιπτόντων αὐτῶν τοῦ στόματος συλλελεχὼς περὶ ταύτης ὁριζόμενος εἶπον· (989.) Ταπεινοφροσύνη ἐστὶ ἀνώνυμος χάρις ψυχῆς, μόνοις εὐώνυμος· τοῖς τὴν πεῖραν εἰληφόσιν, ἄφραστος πλοῦτος Θεοῦ ὀνομασία, καὶ χορηγία. Μάθετε γὰρ, φησὶν, οὐκ ἀπ᾿ ἀγγέλου, οὐκ ἀπ᾿ ἀνθρώπου, οὐκ ἀπὸ δέλτου, ἀλλ᾿ ἀπ᾿ ἐμοῦ, τοῦτ᾿ ἔστιν, ἐκ τῆς ἐμῆς ἐν ὑμῖν ἐνοικειώσεως καὶ ἐλλάμψεως, καὶ ἐνεργείας· ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ τῷ λογισμῷ, καὶ τῷ φρονήματι, καὶ εὑρήσετε ἀνάπαυσιν πολέμων, καὶ κουφισμὸν λογισμῶν ταῖς ψυχαῖς ὑμῶν. Ἄλλη τῆς ὁσίας ταύτης ἀμπέλου ἡ θέα ἐν χειμῶνι παθῶν ἔτι, καὶ ἄλλη ἐν ἔαρι λοιπὸν τῶν καρπῶν· καὶ ἑτέρα ἡ ἐν θέρει τῶν ἀρετῶν, εἰ καὶ εἰς μίαν πᾶσαι αὐτῆς αἱ θεωρίαι συντρέχουσιν τὴν εὐφροσύνην καὶ καρποφορίαν· ὅθεν καὶ οἰκεῖα ὡσπερεὶ τὰ σύμβολα καὶ τὰ τεκμήρια τῶν καρπῶν κέκτηνται. Ὅταν μὲν γὰρ ἐν ἡμῖν ὁ τῆς ὁσίας ταύτης ἐπανθεῖν βότρυς ἄρξηται, μισοῦμεν εὐθέως μετὰ πόνου πᾶσαν ἀνθρωπίνην δόξαν καὶ εὐφημίαν· θυμὸν καὶ ὀργὴν ἐξ ἑαυτῶν ἐξορίζοντες. Προκοπτούσης δὲ λοιπὸν τῆς βασιλίδος ταύτης τῶν ἀρετῶν τῇ πνευματικῇ ἡλικίᾳ ἐν τῇ ψυχῇ, εἰς οὐδὲν, μᾶλλον εἰς βδέλυγμα, πάντα τὰ παρ᾿ ἡμῶν ἐκτελούμενα ἀγαθὰ λογιζόμεθα, πᾶσαν ἡμέραν προστιθέναι μᾶλλον τῷ φορτίῳ ἐν ἀγνώστῳ σκορπισμῷ ὑπολαμβάνοντες· τὴν δὲ τῶν ἐν ἡμῖν ἐπιδημούντων θείων χαρισμάτων περιουσίαν, ὡς προσθήκην πλείονος κολάσεως, ὡς οὐκ ἀξίοις αὐτῶν ὑποπτεύομεν. Διὸ τότε καὶ μένει ὁ νοῦς ἄσυλος ἐν βαλαντίῳ μετριότητος ἑαυτὸν κατασφαλισάμενος, τοὺς κτύπους μόνον καὶ τὰ ἀθύρματα τῶν κλεπτῶν ἀκούων, καὶ ὑπ᾿ οὐδενὸς τούτων ἐπηρεασθῆναι δυνάμενος, εἴπερ μετριότης ἐστὶν ταμεῖον ἀνεπιχείρητον. Περὶ μὲν οὖν τῆς ἀνθηφορίας καὶ προκοπῆς βραχείας τοῦ ἀειθαλοῦς καρποῦ διὰ μικρολογίας φιλοσοφεῖν τετολμήκαμεν· τί δὲ λοιπὸν τὸ τέλειον ἔπαθλον τῆς ἱερᾶς, τὸν Κύριον οἱ τοῦ Κυρίου οἰκεῖοι ἐρωτήσατε. Περὶ μὲν οὖν τῆς ποσότητος τῆς οὐσίας ταύτης λέγειν οὐ δυνατόν· περὶ δὲ τῆς ποιότητος ἀδυνατώτερον φράσαι. Πλὴν δὲ περὶ τῆς ἰδιότητος κατὰ τὴν ὑπεισελθοῦσαν ἡμῖν ἔννοιαν λέγειν ἐπιχειρήσομεν.
Μετάνοια, μεμεριμνημένη μέντοι, καὶ πένθος ἀφηγνισμένον πάσης κηλῖδος, καὶ ἡ πανόσιος εἰσαγομένων ταπείνωσις, τοσαύτην ἀπ᾿ ἀλλήλων τὴν διαφορὰν, καὶ τὴν διάκρισιν κέκτηνται, ὅσην ἔχει παρὰ τὸν ἄρτον ἡ ζύμη καὶ ὁ ἄλευρος. Συντρίβεται μὲν γὰρ ψυχὴ καὶ λεπτύνεται διὰ μετανοίας ἐναργοῦς· ἑνοῦται δέ πως, καὶ ἵν᾿ οὕτως εἴπω συμφύρεται Θεῷ δι᾿ ὕδατος πένθους ἀψευδοῦς· ἐξ οὗ καὶ ἐξάψασα πῦρ Κυρίου ἀρτοποιεῖται καὶ στερεοῦται ἡ μακαρία ταπείνωσις ἡ ἄζυμος καὶ ἄτυφος· ὅθεν καὶ ὡς εἰς μίαν δύναμιν, καὶ ἐνέργειαν, καὶ συνθέουσα ἑαυτῇ ἡ πανόσιος αὕτη τρίσειρος ἅλυσις, (992.) μᾶλλον δὲ ἴρις, οἰκείας πως καὶ τὰς ἐργασίας, καὶ ἰδιότητας κέκτηται· καὶ ὅπερ ἂν θατέρας εἴποις ὑπάρχειν σύμβολον, τοῦτο καὶ τῆς ἑτέρας εὕροις ἂν γινόμενον γνώρισμα. Διὸ καὶ ἐν συντόμῳ τὸ εἰρημένον δι᾿ ἀποδείξεως κυρῶσαι πειράσομαι. Ἰδίωμα μὲν γὰρ τῆς καλῆς ταύτης καὶ ἀξιαγάστου Τριάδος πρῶτον καὶ ἐξαίρετον ἀτιμίας ὑποδοχὴ ἀσμενεστάτη, ὑπτίαις χερσὶ ψυχῆς προσδεχομένης καὶ περιπτυσσομένης ταύτην ὡς καταπαύουσαν καὶ καταφλέγουσαν νόσους ψυχῆς, καὶ ἁμαρτίας μεγάλας· δεύτερον δὲ ἀπ᾿ ἐκείνου θυμοῦ παντὸς ἀπώλεια [θνῆσις], καὶ μετριότης ἐν τῇ τούτου κατευνάσει· τρίτος δὲ βαθμὸς κάλλιστος, τῶν οἰκείων καλῶν ἀπιστία πιστὴ, καὶ διηνεκὴς μαθήσεως ὄρεξις. Τέλος μὲν νόμου καὶ προφητῶν, Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι· τέλος δὲ παθῶν ἀκαθάρτων κενοδοξία καὶ ὑπερηφανία παντὶ τῷ μὴ προσέχοντι· ὧν καθαιρέτις οὖσα ἡ νοερὰ αὕτη ἔλαφος φυλάττει τὸν ἑαυτῆς σύμβιον παντὸς ἰοῦ θανατηφόρου ἀνεπίδηκτον. Ποῦ γὰρ ἐν αὐτῇ ὑποκρίσεως ἰὸς ἐμφανίζεται; ποῦ καταλαλιᾶς; ποῦ ὄφις ἐν φωλεᾷ κρύπτεται; καὶ οὐχὶ μᾶλλον ἐκ τῆς γῆς τῆς καρδίας δημοσιευόμενος θανατοῦται καὶ ἀναλίσκεται· οὐκ ἔστιν ἐν τῇ ταύτῃ συναφείᾳ μίσους ἐμφάνεια, οὐκ ἀντιλογίας εἶδος, οὐκ ἀπειθείας ὀσμὴ, εἰ μή που ὁ λόγος περὶ πίστεως. Ὁ ταύτῃ νυμφικῶς ἑνωθεὶς, ἤπιος, προσηνὴς, εὐκατάνυκτος, συμπαθὴς, ὑπὲρ ἅπαντα γαληνὸς, φαιδρὸς, εὐήνιος, ἄλυπος, ἄγρυπνος, ἄοκνος πέλει· καὶ τί δεῖ πολλὰ λέγειν, ἀπαθὴς, εἴπερ Ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν, καὶ τῶν παθῶν, καὶ τῶν μολυσμῶν ἡμῶν. Μοναχὸς ταπεινόφρων οὐ πολυπραγμονήσει ἄῤῥητα· ὁ δὲ ὑπερήφανος πολυπραγμονήσει κρίματα. Τινὰ τῶν γνωστικωτάτων ἀδελφῶν ὀφθαλμοφανῶς οἱ δαίμονες ἐμακάρισαν ἐπιστάντες· ὁ δὲ πάνσοφός φησι πρὸς αὐτούς· Εἰ μὲν τοῦ ἐπαινεῖν με ἐν τῇ ἐμῇ ψυχῇ ἐπαύσασθε, ἐκ τῆς ὑμῶν ὑποχωρήσεως μέγαν εἶναι ἑαυτὸν νενόηκα [ἡγήσομαι]· εἰ δὲ ἐπαινοῦντες οὐ παύεσθε, ἐκ τοῦ ὑμῶν ἐπαίνου τὴν ἑαυτοῦ ἀκαθαρσίαν στοχάσομαι. Ἀκάθαρτος γὰρ παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Ἢ οὖν ὑποχωρεῖτε, καὶ ἰδοὺ μέγας γέγονα, ἢ ἐπαινεῖτε, καὶ δι᾿ ὑμῶν ταπείνωσιν κτῶμαι· καὶ καταπλαγέντες τὴν ἀπορίαν ἄφαντοι γεγόνασι.
Μὴ ἔστω ἡ ψυχὴ λάκκος τοῦ ζωοποιοῦ τούτου νάματος, ποτὲ μὲν τοῦτο βρύουσα, ποτὲ δὲ πάλιν λήγουσα ὑπὸ καύσωνος δόξης καὶ ἐπάρσεως· ἀλλὰ πηγὴ ἀπαθείας, ποταμὸν πτωχείας ἐξ αὐτῆς διὰ παντὸς ἀναφέρουσα. Γίνωσκε, ὦ φιλότης, ὡς αἱ κοιλάδες πληθύνουσι σῖτον καὶ καρπὸν πνευματικὸνἐν αὐταῖς. Κοιλάς ἐστι ψυχὴ τεταπεινωμένη ἀνὰ μέσον ὀρέων, πόνων καὶ ἀρετῶν, ἄτυφος ἀεὶ καὶ ἀκίνητος μένουσα. Οὐ νενήστευκα, οὐκ ἠγρύπνικα, οὐκ ἐχαμεύνικα, ἀλλ᾿ ἐταπεινώθην, καὶ ἔσωσέ με συντόμως ὁ Κύριος. Ἡ μὲν μετάνοια ἀνιστᾷ· τὸ (993.) δὲ πένθος εἰς οὐρανοὺς κρούει· ἡ δὲ ὁσία ταπείνωσις ἀνοίγει. Ἐγὼ δὲ λέγω, καὶ προσκυνῶ Τριάδα ἐν μονάδι, καὶ μονάδα ἐν Τριάδι. Πάντα μὲν τὰ ὁρώμενα φωτίζει ὁ ἥλιος· πάντα δὲ τὰ λόγῳ πραττόμενα κρατύνει ταπείνωσις. Μὴ παρόντος φωτὸς, πάντα ζοφώδη· καὶ μὴ παρούσης ταπεινοφροσύνης, πάντα ἡμῶν ἕωλα. Εἷς ἐν πάσῃ τῇ κτίσει χῶρος ἅπαξ τεθέαται ἥλιον· καὶ εἶς λογισμὸς πολλάκις ταπείνωσιν τέτοκε. Μιᾷ καὶ μόνῃ ἡμέρᾳ πᾶς ὁ κόσμος ἠγαλλίαται· καὶ μία αὕτη ἐστὶν ἀρετὴ τοῖς δαίμοσι ἀμίμητος. Ἄλλο τὸ ἐπαίρεσθαι· καὶ ἕτερον τὸ μὴ ἐπαίρεσθαι, καὶ ἄλλο τὸ ταπεινοῦσθαι· ὁ μὲν γὰρ κρίνει πᾶσαν ἡμέραν· ὁ δὲ οὐ κρίνει· οὐ μέντοι καὶ ἑαυτὸν κατακρίνει· ὁ δὲ ἀκαταδίκαστος ὢν διὰ παντὸς ἑαυτὸν καταδικάζει. Ἄλλο τὸ ταπεινοφρονεῖν· καὶ ἄλλο τὸ ἀγωνίζεσθαι ταπεινοφρονεῖν· καὶ ἕτερον τὸ ἐπαινεῖν τὸν ταπεινόφρονα. Τὸ μὲν πρῶτον τελείων· τὸ δὲ δεύτερον ὑποτακτικῶν ἀληθινῶς· τὸ δὲ τρίτον, πάντων πιστῶν. Ὁ τὰ ἔσω τεταπεινωκὼς, ὑπὸ χειλέων οὐ κλέπτεται· ὃ γὰρ οὐκ ἔχει ὁ θησαυρὸς, οὐ προφέρει ἡ θύρα. Μεμονωμένος ἵππος πολλάκις τρέχειν δοκεῖ, συναγελαζόμενος δὲ τότε τὴν ἑαυτοῦ ἐπέγνω νωθρότητα. Ἐὰν μηκέτι ἐν τοῖς φυσικοῖς ὁ λογισμὸς ἐναβρύνηται, ἀρχῆς ὑγείας τεκμήριον· ἕως δὲ τῆς ὀζωδίας ἐκείνης ἐπαισθάνεται,ὀσμῆς μύρου οὐκ αἰσθάνεται. Οὐκ ἔτι πλήξει, οὐ δικάσει, οὐκ ἄρξει, οὐ σοφισθήσεται ὁ ἐμὸς ἐραστὴς, ἡ ὁσία ἔφησεν, ἄχρις ἂν ἐμοὶ συναφθῇ. Μετὰ γὰρ τὴν ἐμὴν συνάφειαν τούτῳ λοιπὸν νόμος οὐ κεῖται. Τινὶ τῶν ἐπὶ τὴν μακαρίαν ταύτην σπουδαζόντων, ἀνδρὶ ἀγωνιστῇ ἔπαινον ἐν καρδίᾳ οἱ ἀνόσιοι ὑπέσπειραν δαίμονες· ὁ δὲ μηχανᾶται ἐκ θείας ἐμπνεύσεως πνευμάτων πονηρίαν νικῆσαι εὐσεβεῖ μεθοδείᾳ· καὶ δὴ ἀναστὰς κατατάττει ἐν τῷ τοίχῳ τῆς ἑαυτοῦ κέλλης τὰς τῶν ὑψηλοτάτων ἀρετῶν προσηγορίας· λέγω δὲ τῆς τελείας ἀγάπης, τῆς ἀγγελικῆς ταπεινοφροσύνης, τῆς καθαρᾶς προσευχῆς, τῆς ἀφθάρτου ἁγνείας, καὶ τῶν τοιούτων. Ἡνίκα οὖν αὐτὸν οἱ λογισμοὶ ἐπαινεῖν ἤρχοντο, ἔλεγεν αὐτοῖς· Ἄγωμεν ἐπὶ τὸν ἔλεγχον, καὶ ἐρχόμενος λοιπὸν τὰς προσηγορίας ἀνεγίνωσκε· καὶ ἐβόα αὐτῷ· Ὁπηνίκα ταύτας κτήσῃ, γνῶθι ὅτι μακρὰν εἶ ἔτι ἀπὸ τοῦ Θεοῦ. Τίς μὲν ἡ τοῦ ἡλίου δύναμις καὶ οὐσία, εἰπεῖν ἡμεῖς οὐ δυνάμεθα· ἐκ τῶν δὲ ἐνεργειῶν αὐτοῦ λοιπὸν καὶ ἰδιωμάτων τὴν ἐνοῦσαν αὐτῷ οὐσίαν πεφανερώκαμεν. Ταπεινοφροσύνη ἐστὶ σκέπη θεία, ἐπὶ ἀβλεψίᾳ τῶν οἰκείων κατορθωμάτων.
Ταπεινοφροσύνη ἐστὶν ἄβυσσος εὐτελείας πᾶσι κλέπταις οὖσα ἀνεπιχείρητος. Ταπεινοφροσύνη ἐστὶ πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς, μᾶλλον δὲ λογισμὸς, ἀνομίαν οὐ προσθήσει τοῦ κακῶσαι αὐτὸν, καὶ συγκόψαι ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσεται.
(996.) Ἄλλα τὰ τῷ κτήτορι τούτῳ τῷ μεγάλῳ τοῦ οἰκείου πλούτου ἐν τῇ ψυχῇ γνωριζόμενα ἰδιώματα, παρὰ πάντα τὰ προδεδηλωμένα. Ἐκεῖνα γὰρ ἅπαντα, ἄτερ ἑνὸς, τοῖς ὁρῶσίν εἰσι τοῦ πλούτου σημαντικά· γνώσῃ καὶ οὐκ ἀπατηθήσῃ ἐν σεαυτῷ προσοῦσάν σοι τὴν ὁσίαν ταύτην οὐσίαν, ἐν πλήθει φωτὸς ἀῤῥήτου, καὶ προσευχῆς ἔρωτι ἀμυθήτῳ προκαταλήψεως τούτων, ἀλοιδόρητος καρδία ἐν πταίσμασιν ἀλλοτρίοις. Πρόδρομον [al. πρόδρομος] τῆς λεχθείσης κενοδοξίας πάσης μῖσος. Ὁ ἑαυτὸν ἐπιγνοὺς ἐν πάσῃ αἰσθήσει ψυχῆς, ἐπὶ τὴν γῆν ἔσπειρεν· οὐκ ἔστι γὰρ μὴ οὕτως σπείραντας ταπεινοφροσύνην ἀνθῆσαι· ὁ ἑαυτὸν ἐπιγνοὺς κατείληφε φόβου Κυρίου ἔννοιαν, διὰ δὲ ταύτης βαδίσας εἰς πύλην ἀγάπης ἔφθασε. Ταπείνωσίς ἐστι βασιλείας πύλη, τοὺς πλησιάζοντας εἰσάγουσα. Διὰ ταύτης οἶμαι τὸν Κύριον εἰρηκέναι τὸν εἰσιόντα, ὅτι καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται ἀφόβως ἐκ τοῦ βίου, καὶ νομὴν εὑρήσει, καὶ χλόην ἐν τῷ παραδείσῳ· πάντες ὅσοι ἦλθον δι᾿ ἑτέρας ἐν τῷ σχήματι, κλέπται εἰσὶ τῆς ἑαυτῶν ζωῆς καὶ λῃσταί. Συζητοῦντες ἑαυτοὺς οἱ καταλαβεῖν βουλόμενοι, μὴ διαλίπωμεν, κἂν ἐν αἰσθήσει ψυχῆς τὸν πλησίον πάντα προὔχειν ἡμῶν οἰώμεθα ἐγγὺς τὸ ἔλεος. Ἀδύνατον ἐκ χιόνος προϊέναι φλόγα· ἀμηχανώτερον δὲ ἐν ἑτεροδόξῳ ταπεινοφροσύνην ὑπάρχειν. Πιστῶν καὶ εὐσεβῶν τὸ κατόρθωμα, καὶ τοῦτο τοῖς λοιπὸν κεκαθαρμένοις [τῶν κεκαθαρμένων]. Οἱ πλείους μὲν ἑαυτοὺς ἁμαρτωλοὺς καὶ λέγομεν ἴσως καὶ ἔχομεν· ἀτιμία δὲ καρδίαν ἐδοκίμασεν· οὐ παύσεται ὁ ἐπειγόμενος ἐπὶ τὸν λιμένα τοῦτον τὸν ἀκύμαντον, τρόπους, καὶ λόγους, καὶ ἐννοίας, καὶ ἐπινοίας, καὶ ζητήσεις, καὶ ἐκζητήσεις, καὶ ἀγωγὰς, καὶ μηχανὰς, καὶ εὐχὰς, καὶ προσευχὰς ποιῶν, καὶ νοῶν, καὶ ἐπινοῶν, ἄχρις οὗ διὰ Θεοῦ συνεργίας καὶ ταπεινοτέρων καὶ ἀτιμοτέρων ἀγωγῶν, τῆς ἀειχειμάστου οἰήσεως θαλάσσης ἐλευθερώσῃ τὸ τῆς οἰκείας ψυχῆς σκάφος· ὁ γὰρ ταύτης ἀπαλλαγεὶς, ἐπὶ πᾶσι τοῖς λοιποῖς ἁμαρτήμασιν εὐαπολόγητος τελώνης γίνεται. Τινὲς γὰρ τὰ προγεγονότα κακὰ, καὶ μετὰ τὴν ἄφεσιν τούτων εἰς ὑπόθεσιν ταπεινοφροσύνης, ἕως τέλους ἐσχήκασι, δι᾿ ἐκείνων τὸ μάταιον οἴημα κολαφίζοντες. Ἕτεροι δὲ τὸ τοῦ Χριστοῦ ἐννοοῦντες πάθος, ἑαυτοὺς ἀεὶ χρεώστας λογίζονται. Ἄλλοι διὰ τῶν καθημερινῶν ἐλλείψεων ἑαυτοὺς εὐτελίζουσιν. Ἄλλοι ἐκ συμβατικῶν πειρασμῶν, καὶ νόσων, καὶ πτωμάτων, τὴν τῶν χαρισμάτων μητέρα ᾠκειώσαντο. Εἰσὶ δέ τινες· εἴπερ καὶ νῦν εἰσιν, οὐκ ἔχω λέγειν· οἱ δι᾿ αὐτῶν τῶν τοῦ Θεοῦ δωρεῶν κατὰ πρόσβασιν τούτων ἑαυτοὺς ταπεινοῦντες, ἀναξίους ἑαυτοὺς τοῦ τοιούτου πλούτου λογιζόμενοι, καὶ ὡς καθημέραν τῷ ἑαυτοῦ χρέει προστιθέντες οὕτως διακείμενοι. (997.) Τοῦτο ταπείνωσις, τοῦτο ἡ μακαριότης· τοῦτο τὸ τέλειον ἔπαθλον. Ὁπόταν τινὰ ἴδῃς ἢ ἀκούσῃς ἐν ὀλίγοις ἔτεσιν ὑψηλοτάτην ἀπάθειαν κτησάμενον, καὶ μὴ ἄλλην, ἀλλὰ ταύτην αὐτὸν τὴν μακαρίαν σύντομον ὁδὸν πεζοπορήσαντα ὑπολάμβανε. Ἡ ἱερὰ ξυνωρὶς, ἀγάπη καὶ ταπείνωσις· ἡ μὲν γὰρ ὑψοῖ, ἡ δὲ τοὺς ὑψωθέντας κρατοῦσα οὐδέποτε πίπτει. Ἄλλο συντριμμὸς, καὶ ἄλλο ἐπίγνωσις, καὶ ἄλλο ταπείνωσις. Συντριμμός ἐστι πτώματος γέννημα. Ὁ γὰρ πίπτων συντρίβεται καὶ ἀπαῤῥησίαστος ἐν προσευχῇ μετ᾿ ἐπαινουμένης ἀναιδείας παρίσταται, ῥάβδῳ ἐλπίδος ὡς συντεθλασμένος ἐπιστηριζόμενος, καὶ ἐν αὐτῇ τὸν κύνα τῆς ἀπογνώσεως διώκων. Ἐπίγνωσίς ἐστιν ἀσφαλὴς τῶν οἰκείων μέτρων, καὶ ψιλῶν πταισμάτων ἀρέμβαστος μνήμη καὶ κατάληψις. Ταπείνωσίς ἐστι διδαχὴ Χριστοῦ νοερὰ νοητῶς τοῖς καταξιουμένοις ἐν τῷ ταμιείῳ τῆς ψυχῆς θαλαμευομένη, καὶ λόγοις αἰσθητοῖς οὖσα ἀπρόσιτος. Ὁ ὅλως ὀσμῆς τοῦ τοιούτου μύρου ἐν ἑαυτῷ αἰσθέσθαι λέγων, καὶ ἐν καιρῷ ἐπαίνων, κἂν πρὸς βραχὺ τὴν καρδίαν κινούμενος· ἢ τὴν τῶν λόγων δύναμιν ἐπιστάμενος, μὴ πλανηθῇ πεπλάνηται· Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἐν αἰσθήσει ψυχῆς τινος ἀκήκοα λέγοντος· ἀλλ᾿ ἢ τῷ ὀνόματί σου δὸς δόξαν. Ἐγίνωσκε γὰρ τὴν φύσιν, μὴ ὡς ἔτυχεν ἐξ ἑαυτῆς ἀβλαβῆ διαμένειν. Παρὰ σοὶ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, ἐν τῷ μέλλοντι. Πρὸ γὰρ ἐκείνου, ταύτην [εὐφημίαν]ἀκινδύνως φέρειν οὐ δύναμαι. Εἰ τοῦτο ὄρος, καὶ λόγος, καὶ τρόπος ἐσχάτης ὑπερηφανίας καθέστηκε, τὸ τὰς μὴ προσούσας ἀρετὰς, δόξης χάριν, ὑποκρίνεσθαι, οὐκ οὖν τοῦτο τεκμήριον βαθυτάτης ταπεινοφροσύνης καθέστηκε τὸ τὰς μὴ προσούσας ἡμῖν αἰτίας ἐπί τινων εὐτελείας χάριν σχηματίζεσθαι. Οὕτως ὁ τὸν ἄρτον καὶ τὸν τυρὸν μετὰ χεῖρας εἰληφὼς πεποίηκεν· οὕτως ὁ τὴν ἑαυτοῦ ἐσθῆτα ἐκδυσάμενος, καὶ ἀπαθῶς ὁ τῆς ἁγνείας ἐργάτης τὴν πόλιν περιπολήσας· οὐ μεριμνῶσιν οἱ τοιοῦτοι ἀνθρωπίνουπροσκόμματος, λοιπὸν εἰληφότες δύναμιν διὰ προσευχῆς ἀοράτως πάντας πληροφορῆσαι. Ὁ τοῦ προτέρου ἐπιμελούμενος, τοῦ δευτέρου ἔνδειαν ἐσήμανεν. Ὅπου γὰρ Θεὸς πρὸς αἴτησιν ἕτοιμος, πάντα ποιεῖν δυνάμεθα. Θέλε μᾶλλον ἀνθρώπους, καὶ μὴ Θεὸν λυπεῖν· χαίρει γὰρ ὁρῶν ἡμᾶς ἀτιμίᾳ προστρέχοντας, ἵνα τὴν ματαίαν οἴησιν θλίψωμεν καὶ πλήξωμεν, καὶ ἀπολέσωμεν. Χενιτεία ἀκροτάτη τῶν τοιούτων ἄθλων πρόξενος· μεγάλων γὰρ ὄντως ἐξ οἰκείων φέρειν ἐμπαίζεσθαι. Μὴ θαμβηθῇς ἐπὶ τοῖς εἰρημένοις· οὐδεὶς γὰρ κλίμακα ὑφ᾿ ἕν ποτε ἀνελθεῖν δεδύνηται. Ἐν τούτῳ γνώσονται πάντες, ὅτι Θεοῦ μαθηταί ἐσμεν, οὐχ ὅτι τὰ δαιμόνια ἡμῖν ὑπακούουσιν, ἀλλ᾿ ὅτι τὰ ὀνόματα ἡμῶν γέγραπται (1000.) ἐν τῷ οὐρανῷ τῆς ταπεινώσεως. Ἡ μὲν ἀκαρπία φύσει εἰς ὕψος τοὺς τῶν λεγομένων κίτρων κλάδους ἀνυψοῦν πέφυκε· κατακαμφθέντες δὲ θᾶττον καρποφόροι γίνονται. Ὁ νουνεχῶς γνοὺς ἐπίσταται.
Κέκτηται ὁ τῆς ὁσίας ταύτης παρὰ Θεῷ βαθμὸς ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατὸν τὴν ἀνάβασιν, καὶ ἐν τῷ ἐσχάτῳ οἱ ἀπαθεῖς, ἐν δὲ τῷ μέσῳ οἱ ἀνδρεῖοι. Ἐν δὲ τῷ πρώτῳ πάντες ἀνελθεῖν δύνανται· ὁ γνοὺς ἑαυτὸν οὐδέποτε ἐμπαιχθεὶς ἐν τοῖς ὑπὲρ ἑαυτὸν ἐπιχειρήσειεν· ἀλλὰ βέβηκε λοιπὸν τὸν πόδα ἐπὶ τὴν μακαρίαν ταύτην τρίβον. Δεδείκασιν [al. δεδοίκασιν]ὄρνεις ἱέρακος εἶδος, ἐργάται δὲ ταύτης ἀντιλογίας ἦχον. Ἄνευ μὲν προῤῥήσεων, καὶ ἐλλάμψεων, καὶ σημείων, καὶ τεράτων πολλοὶ τῆς σωτηρίας τετυχήκασιν· ἄνευ δὲ ταύτης οὐδεὶς ἐν τῷ νυμφῶνι εἰσελεύσεται. Τῶν μὲν γὰρ προτέρων ἡ δευτέρα φύλαξ· ταύτης δὲ πολλάκις τὰ πρότερα, ἐν τοῖς κουφοτέροις ἀναιρετικὰ γεγόνασιν. ᾨκονόμησεν ὁ Κύριος πρὸς τὸ ἡμᾶς καὶ μὴ θέλοντας ταπεινοῦσθαι καὶ τοῦτο· οὐδεὶς γὰρ τοὺς ἑαυτοῦ μώλωπας, ὡς ὁ πλησίον ὁρᾷν δύναται· διόπερ ἀνάγκη ἡμᾶς, μὴ ἑαυτοῖς. ἀλλ᾿ ἐκείνῳ τὴν τῆς ὑγιείας χάριν, καὶ Θεῷ διδόναι· ὁ ταπεινόνους πάντοτε τὸ ἑαυτοῦ θέλημα ὡς πλάνον βδελύττεται· καὶ ἐν τοῖς αἰτήμασιν αὐτοῦ τοῖς πρὸς Κύριον, πίστει ἀδιστάκτῳ τὰ προσήκοντα μανθάνειν, καὶ ὑπακούειν πέφυκεν· οὐ τῇ πολιτείᾳ προσέχων τῶν διδασκάλων· ἀλλὰ Θεῷ ἀναθεὶς τὴν μέριμναν, τῷ καὶ δι᾿ ὄνου ἐπὶ τοῦ Βαλαὰμ τὰ χρειώδη διδάξαντι. Κἂν ἅπαντα ὁ τοιοῦτος ἐργάτης κατὰ Θεὸν καὶ ποιῇ, καὶ νοῇ, καὶ φθέγγηται, οὐδ᾿ οὕτως ἑαυτῷ ἀποδίδωσι· σκόλοψ καὶ βάρος τῷ ταπεινῷ τὸ οἰκειόπιστον· ὥσπερ τῷ ὑπερηφάνῳ τὸ ἑτερόλεκτον. Ἐμοὶ δοκεῖ ἀγγέλου, τὸ μὴ κλέπτεσθαι ἐφ᾿ ἁμαρτήμασιν εἶναι, ἀκούοντι τοῦ ἐπιγείου ἀγγέλου λέγοντος· Οὐδὲν ἐμαυτῷ σύνοιδα· ἀλλ᾿ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με, Κύριός ἐστιν· ὅθεν ὀφείλομεν διηνεκῶς ἑαυτοὺς κατακρίνειν καὶ μέμφεσθαι, ἵνα διὰ τῆς ἑκουσίου εὐτελείας, τὰς ἀκουσίους ἁμαρτίας ἀπολογηθησώμεθα [al. ἀποῤῥίψωμεν]· εἰ δὲ μὴ, πάντως ἐν τῇ ἐξόδῳ χαλεπῶς ὑπὲρ αὐτῶν λογοθετησόμεθα. Ὁ παρὰ τὴν ἑαυτοῦ ἀξίαν τὰ ἐκ Θεοῦ αἰτήματα αἰτούμενος, πάντως τῶν ὑπὲρ ἑαυτὸν τεύξεται· καὶ τοῦτο τελώνης μαρτυρεῖ, ἄφεσιν μὲν αἰτησάμενος, δικαιοσύνην δὲ κομισάμενος· μνήμην μόνην ὁ λῃστὴς ἐκεῖνος ἐν τῇ βασιλείᾳ ᾐτήσατο, καὶ ὅλον τὸν παράδεισον πρῶτος ἐκληρονόμησεν· Οὐκ ἔστιν ἐν τῇ κτίσει μικρὸν καὶ μέγα πῦρ θεάσασθαι τὴν φύσιν· καὶ οὐκ ἔστι ἐν τῇ ἀνοθεύτῳ ταπεινοφροσύνῃ ὕλης εἶδος ἐναπομεῖναι τὸ σύνολον. Ἕως οὗ ἑκουσίως πταίωμεν, τοῦτο ἐν ἡμῖν οὐ πρόσεστι, καὶ τοῦτο τὸ σημεῖον τῆς παρουσίας αὐτοῦ. Γινώσκων ὁ Δεσπότης τῇ ἔξωθεν διαγωγῇ συσχηματίζεσθαι τὴν τῆς ψυχῆς ἀρετὴν, λαβὼν λεντίον ὑπέδειξεν ἡμῖν μέθοδον ὁδοῦ (1001.) ταπεινώσεως· τοῖς γὰρ τοῦ σώματος ἐπιτηδεύμασιν ἐξομοιοῦται ἡ ψυχὴ, καὶ πρὸς ἃ πράττει, τυποῦται, καὶ πρὸς αὐτὰ σχηματίζεται. Ἀρχὴ ἀγγέλων τινὶ γέγονεν ὑψηλοφροσύνης ὑπόθεσις, οὐ διὰ τοῦτο κομισαμένῳ αὐτήν. Ἄλλως ὁ ἐπὶ θρόνου, καὶ ἄλλως ὁ ἐπὶ κοπρίας καθήμενος διάκειται. Καὶ ἴσως διὰ τοῦτο ὁ μέγας ἐκεῖνος δίκαιος ἐν τῇ κοπρίᾳ ἔξω τῆς πόλεως ἐκαθέζετο. Τότε γὰρ τὴν τελείαν ταπεινοφροσύνην κτησάμενος, εἶπεν ἐν αἰσθήσει ψυχῆς· Ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. Εὑρίσκω Μανασσῆν ἐκεῖνον ἐν ἀνθρώποις ὡς οὐδέν᾿ ἕτερον [al. οὐδένα τούτων]ἁμαρτήσαντα, καὶ τὸν ναὸν τοῦ Θεοῦ ἐν εἰδώλοις, καὶ πᾶσαν τὴν θρησκείαν μολύναντα· ὑπὲρ οὗ εἰ πᾶς ὁ κόσμος νενήστευκεν, οὐδὲν ἂν ἄξιον ἀντεισενεγκεῖν ἠδύνατο, ἀλλ᾿ ἴσχυσεν ἡ ταπείνωσις ἀνίατα ἰάσασθαι ἐν αὐτῷ· Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, τῷ Θεῷ, φησὶν ὁ Δαυῒδ, ὁλοκαυτώματα, σώματα διὰ νηστείας, οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, καὶ τὸ ἑξῆς νενόηται πᾶσιν. Ἡμάρτηκα τῷ Κυρίῳ, ποτὲ ἡ μακαρία ταπείνωσις πρὸς Θεὸν ὑπὲρ μοιχείας καὶ φόνου ἐβόησε, καὶ θᾶττον ἤκουσε· Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου.
Ὁδὸν μὲν ταύτης καὶ ὑπόθεσιν τοὺς σωματικοὺς κόπους οἱ ἀείμνηστοι ὡρίσαντο Πατέρες· ἐγὼ δὲ λέγω ὑπακοὴν καὶ εὐθύτητα καρδίας, αἳ καὶ φυσικῶς τῇ οἰήσει ἀντίκεινται· εἰ ἐξ ἀγγέλων δαίμονάς τινας αὕτη πεποίηκε, πάντως ἐκείνη καὶ ἐκ δαιμόνων ἀγγέλους ποιῆσαι δύναται· διὸ οἱ πεσόντες θαρσείτωσαν. Σπεύσωμεν πάσῃ δυνάμει, ἐπὶ τὴν ταύτης κορυφὴν ἀναβῆναι. Εἰ δὲ μὴ, κἂν ἐποχηθῆναι τοῖς ὤμοις. Εἰ δέ τι ὀκλάζομεν, τῶν ἀγκαλῶν γοῦν αὐτῆς μὴ ἀποπέσωμεν· ὁ γὰρ ἐκεῖθεν ἀποπίπτων, θαυμάζω εἰ ἐπιτεύξεταί τινος αἰωνίου δωρεᾶς· νεῦρα ταύτης καὶ ὁδοὶ, οὐ μέντοι καὶ σύμβολα, ἀκτημοσύνη, ξενιτεία, ἀφανὴς σοφίας ἀποκρυφὴ, προφορὰ ἀποίκιλος, ἐλεημοσύνης ζήτησις, κρύψις εὐγενείας, παῤῥησίας ἐξορισμὸς, πολυλογίας μακρυσμός· οὐδὲν γὰρ οὕτως ὡς πτωχὴ κατάστασις καὶ προσαιτῶν δίαιτα, ψυχὴν ταπεινῶσαι δεδύνηται πώποτε· τότε γὰρ, τότε φιλόσοφοι καὶ φιλόθεοι δεικνύμεθα, ὅτε δυνάμενοι ὑψοῦσθαι τὸ ὕψος ἀποφεύγομεν ἀνεπιστρόφως· εἰ ὁπλίζῃ ποτὲ κατά τινος πάθους τοῦ οἵου δήποτε, ταύτην σύμμαχον ἐπίσπασαι· Ἐπὶ ἀσπίδα γὰρ καὶ βασιλίσκον (1004.) ἐπιβήσεται, καὶ καταπατήσει λέοντα καὶ δράκοντα· ἐγὼ δὲ λέγω, ἐπὶ ἁμαρτίαν καὶ ἀπόγνωσιν, καὶ τὸν διάβολον, καὶ τὸν δράκοντα τοῦ σώματος. Ταπεινοφροσύνη ἐστὶ σίφων οὐράνιος ἐξ ἀβύσσου ἁμαρτημάτων εἰς οὐρανὸν ἀνενέγκαι ψυχὴν δυνάμενος· ἑώρακέ πού τις ἐν τῇ ἑαυτοῦ καρδίᾳ ταύτης κάλλος· καὶ θάμβει ληφθεὶς ἠρώτα τοῦ τεκόντος μαθεῖν τὴν προσηγορίαν· ἡ δὲ φαιδρὸν αὐτῷ καὶ γαληνὸν ὑπομειδιάσασα, φησί· Καὶ πῶς τοῦ ἐμὲ γεγεννηκότος τὸ ὄνομα μαθεῖν ἐπείγῃ, καὶ οὗτός ἐστι ἀνώνυμος; Οὐ μή σοι τοῦτο λέξω, ἕως οὗ Θεὸν κτήσῃ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πηγῆς μὲν μήτηρ ἄβυσσος καθέστηκε· διακρίσεως δὲ πηγὴ ταπείνωσις.

ΛΟΓΟΣ ΚϚ´

Περὶ διακρίσεως λογισμῶν, καὶ παθῶν, καὶ ἀρετῶν.

(1013.) Διάκρισίς ἐστιν ἐν μὲν τοῖς εἰσαγομένοις, ἡ τῶν καθ᾿ ἑαυτοὺς ἀληθὴς ἐπίγνωσις· ἐν τοῖς δὲ μέσοις ἡ τὸ κυρίως ἀγαθὸν ἐκ τοῦ φυσικοῦ, καὶ τοῦ ἐναντίου ἀπταίστως διακρίνουσα νοερὰ αἴσθησις· ἐν τοῖς δὲ τελείοις, ἡ διὰ θείας ἐλλάμψεως ἐνυπάρχουσα γνῶσις, ἥτις καὶ τὰ ἐν ἄλλοις σκοτεινῶς ἐνυπάρχοντα τῷ ἑαυτῆς λύχνῳ καταφωτίζειν ἰσχύουσα.
Ἢ τάχα καθολικῶς τοῦτο καὶ ἔστι, καὶ γνωρίζεται διάκρισις, ἡ τοῦ θείου θελήματος ἀσφαλὴς κατάληψις ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ πράγματι, ἥτις ἐνυπάρχει μόνοις τοῖς καθαροῖς τῇ καρδίᾳ, καὶ τῷ σώματι, καὶ τῷ στόματι. Ὁ μὲν τοὺς τρεῖς εὐσεβῶς καθελὼν συγκαθεῖλε, καὶ τοὺς πέντε· ὁ δὲ ἐκείνων ἀμελῶν οὐδέτερον νικήσει. Διάκρισίς ἐστι συνείδησις ἀμόλυντος, καὶ καθαρὰ αἴσθησις· μηδεὶς ἐν τῇ μοναδικῇ πολιτείᾳ ὑπὲρ φύσιν τινὰ ἀκούων ἢ ὁρῶν, ἐξ ἀγνωσίας εἰς ἀπιστίαν περιπέσοι· ὅπου γὰρ ἐνδημήσει ὁ ὑπὲρ φύσιν Θεὸς, ὑπὲρ φύσιν λοιπὸν τὰ πλεῖστα τῶν πραγμάτων γίνονται. Ἐν τρισὶ τούτοις γενικωτάτοις τρόποις πᾶς πόλεμος δαιμονιώδης ἐν ἡμῖν συνίσταται, ἢ ἐξ ἀμελείας, ἢ ἐξ ὑπερηφανίας, ἢ ἐκ φθόνου τῶν δαιμόνων· καὶ ἐλεεινὸς μὲν ὁ πρῶτος· πανάθλιος ὁ δεύτερος· ὁ δὲ τρίτος τρισμακάριστος. Σκοπῷ καὶ κανόνι τῷ ἡμετέρῳ κατὰ Θεὸν συνειδότι πρὸς πάντα χρησώμεθα, ἵνα γνόντες τὴν τῶν ἀνέμων πνοὴν πόθεν ἔρχεται, πρὸς αὐτὸ λοιπὸν, καὶ τὰ ἱστία ἀνατείνωμεν. Ἐν πάσαις ἡμῶν ταῖς κατὰ Θεὸν ἐργασίαις τρεῖς ἡμῖν βοθύνους οἱ δαίμονες ὀρύσσουσι. Καὶ πρῶτον μὲν παλαίουσιν, ἵνα τὸ ἀγαθὸν κωλύσωσι γενέσθαι· δεύτερον δὲ μετὰ τὴν πρώτην αὐτῶν ἧτταν, ἵνα μὴ κατὰ Θεὸν τὸ τυχὸν γένηται. Ὅταν δὲ καὶ τούτου οἱ κλέπται τοῦ σκοποῦ ἀποτύχωσι, τότε λοιπὸν ἡσυχίως ἐπιστάντες ἐν τῇ ἡμετέρᾳ ψυχῇ μακαρίζουσιν ἡμᾶς, ὡς κατὰ Θεὸν ἐν πᾶσιν πολιτευομένους. Τοῦ μὲν προτέρου ἐχθρὸς, σπουδὴ καὶ μέριμνα θανάτου· τοῦ δὲ δευτέρου, ὑποταγὴ καὶ ἐξουδένωσις· τοῦ δὲ τρίτου, τὸ ἑαυτὸν διηνεκῶς καταμέμφεσθαι. Τοῦτο κόπος ἐστὶν ἐνώπιον ἡμῶν, ἕως οὗ εἰσέλθῃ εἰς τὸ ἁγιαστήριον ἡμῶν τὸ πῦρ τὸ τοῦ Θεοῦ. Οὐκ ἔσονται γὰρ λοιπὸν τότε προλήψεων ἐν ἡμῖν ἀνάγκαι.
Ὁ γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκον πᾶσαν πύρωσιν καὶ κίνησιν, καὶ πρόληψιν, καὶ πώρωσιν, τὴν ἐντὸς καὶ ἐκτὸς ὁρωμένην τε καὶ νοουμένην. Οἱ δαίμονες τὸ ἐναντίον πάλιν τῶν εἰρημένων ποιεῖν πεφύκασιν. Ἐπὰν γὰρ τῆς ψυχῆς περιγένωνται, καὶ τὸ τοῦ νοὸς φῶς περιτρέψωσιν, οὐκ ἔτι ἔσται ἐν ἡμῖν τοῖς ἀθλίοις, οὐ νῆψις, οὐ διάκρισις, οὐκ ἐπίγνωσις, οὐκ ἐντροπή· ἀλλ᾿ ἀναλγησία, καὶ ἀναισθησία, καὶ ἀδιακρισία, καὶ ἀβλεψία.
Οἴδασι γὰρ τὰ εἰρημένα εὖ μάλα σαφῶς οἱ ἐκ πορνείας ἀνανήψαντες, καὶ ἐκ παῤῥησίας (1016.) ὑποσταλέντες, καὶ οἱ ἐξ ἀναιδείας εἰς συναίσθησιν ἐληλυθότες· πῶς τε μετὰ τὴν νῆψιν τοῦ νοὸς, καὶ τῆς πωρώσεως, μᾶλλον δὲ πηρώσεως αὐτοῦ διάλυσιν, καὶ ἑαυτοὺς κατὰ νοῦν αἰδοῦνται, ἐφ᾿ οἷς πρώην ἐλάλουν καὶ ἔπραττον ἐν τυφλώσει διάγοντες. Εἰ μὴ ὀψίσει καὶ σκοτάσει πρῶτον ἐν τῇ ἡμέρᾳ τῆς ψυχῆς, οὐ μὴ οἱ κλέπται κλέψωσι, καὶ θύσωσι, καὶ ἀπολέσωσι.
Κλοπή ἐστιν ἄγνωστος αἰχμαλωσία ψυχῆς· θυσία ψυχῆς ἐστι λογικοῦ νοὸς θνῆσις ἐν πράξεσιν ἀτόποις περιπεσόντος· ἀπώλεια δὲ ἡ μετὰ τὴν ἀνομίαν ἑαυτοῦ ἀπόγνωσις. Μηδεὶς ἐπὶ ταῖς εὐαγγελικαῖς ἐντολαῖς ἀδυναμίαν προβάληται· εἰσὶ γὰρ ψυχαὶ αἳ καὶ ὑπὲρ τὴν ἐντολὴν διεπράξαντο. Πείσει σε πάντως τὸ εἰρημένον ὁ ὑπὲρ ἑαυτὸν τὸν πλησίον ἀγαπήσας, καὶ ὑπὲρ τούτου τὴν ψυχὴν προθέμενος, καίπερ ἐπιταγὴν Κυρίου εἰς τοῦτο μὴ κομισάμενος. Θαρσείτωσαν οἱ τεταπεινωμένοι ἐμπαθεῖς· εἰ γὰρ καὶ ἐν πᾶσι τοῖς βοθύνοις περιπέσωσι, καὶ ἐν πάσαις ταῖς παγίσι βροχισθῶσι, καὶ πᾶσαν νόσον νοσήσωσιν· ἀλλά γε μετὰ τὴν ὑγείαν πᾶσι φωστῆρες, καὶ ἰατροὶ, καὶ λύχνοι, καὶ κυβερνῆται γίνονται, ἑκάστης νόσου τοὺς τρόπους διδάσκοντες, καὶ τοὺς μέλλοντας πίπτειν, ἐκ τῆς οἰκείας πείρας διασώζοντες· εἰ μὲν ἐκ προγεγενημένων προλήψεων τυραννοῦνταί τινες καὶ διδάσκειν κἀν ψιλῷ λόγῳ δύνανται, διδάξωσιν. Ἴσως γάρ ποτε κἂν τοὺς οἰκείους λόγους αἰσχυνθέντες τῆς πρακτικῆς ἄρξωνται (μὴ μέντοι καὶ ἄρξωσι), καὶ γενήσεται καὶ ἐν αὐτοῖς ὅπερ ἐπίτινων ἐν βορβόρῳ κυλιομένων εἶδον γινόμενον· ἐμπεπηλωμένοι γὰρ ὑπάρχοντες τὸν τρόπον τῆς ἐκεῖσε αὐτῶν καταποντίσεως τοὺς παρερχομένους ἐδίδασκον ὑπὲρ τῆς σωτηρίας αὐτῶν τοῦτο πραγματευόμενοι, ὅπως μὴ κἀκεῖνοι τῇ αὐτῇ ὁδῷ πέσωσι· καὶ μέντοι διὰ τὴν ἑτέρων σωτηρίαν, καὶ αὐτοὺς ὁ παντοδύναμος τοῦ πηλοῦ ἐλυτρώσατο. Εἰ δέ γε οἱ ἐμπαθεῖς ἑκουσίως ἑαυτοὺς ταῖς ἡδοναῖς ἐπιῤῥίπτουσι, σιωπῇ τὴν διδασκαλίαν ἐνδείξονται. Ὧν χάριν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν.
Χαλεπὸν, ὄντως χαλεπὸν περαιούμεθα, ὦ μοναχοὶ ταπεινοὶ, πέλαγος καὶ πολλῶν πνευμάτων, καὶ σπιλάδων, καὶ ἰλίγγων, καὶ πειρατῶν, καὶ σιφώνων, καὶ βραχῶν, καὶ θηρίων, καὶ κυμάτων πεπληρωμένον.
Σπιλάδα μὲν ἐπὶ ψυχῆς, τὸν ἄγριον θυμὸν καὶ αἰφνίδιον νοήσωμεν· ἴλιγγα δὲ τὴν ἀνελπιστείαν τὴν περικυκλοῦσαν τὸν νοῦν, καὶ τοῦτον αὐτὸν ἐν βυθῷ ἀπογνώσεως κατενέγκαι σπουδάζουσαν· βράχος δὲ τὴν ἄγνοιαν, τὴν τὸ κακὸν ὡς καλὸν κατέχουσαν· θηρία δὲ, τὸ βαρὺ τοῦτο καὶ ἄγριον σῶμα· πειρατὰς δὲ τοὺς τῆς κενοδοξίας χαλεπωτάτους ὑπουργοὺς τοὺς τὸν φόρτον ἡμῶν, καὶ τὸν κάματον τῶν ἀρετῶν ἀφαρπάζοντας· κῦμα δὲ τὴν πεφυσημένην καὶ ὀγκουμένην κοιλίαν, τὴν ἐκ τῆς ἰδίας ὁρμῆς τῷ θηρίῳ παραπέμπουσαν· σίφωνα δὲ, τὴν ἐκ τοῦ (1017.) οὐρανοῦ ῥιφεῖσαν ὑπερηφανίαν, τὴν ἀναφέρουσαν ἡμᾶς λοιπὸν καὶ καταφέρουσαν ἕως τῶν ἀβύσσων.
Γνώριμα καθεστήκασι τοῖς γράμματα παιδευομένοις, ποῖα μὲν εἰσαγομένων, ποῖα δὲ μέσων, ποῖα δὲ διδασκάλων τυγχάνουσι τὰ μαθήματα. Πρόσχωμεν νουνεχῶς, μήπως ἐν τῇ μαθήσει χρονίσαντες ἔτι ἐν τοῖς εἰσαγωγικοῖς διατρίβωμεν ἐπαγγέλμασι· ὅπερ αἰσχύνῃ πᾶσι γνωρίζεται γηραλέον ἰδέσθαι εἰς παιδευτήριον πορευόμενον.
Ἀρίστη πᾶσιν ἀλφάβητος αὕτη. Α ὑπακοὴ, Β νηστεία, Γ σάκκος, Δ σποδὸς, Ε δάκρυα, Ζ ἐξομολόγησις, Η σιωπὴ, Θ ταπείνωσις, Ι ἀγρυπνία, Κ ἀνδρεία, Λ ψύχος, Μ κόπος, Ν ταλαιπωρία, Ξ ἐξουδένωσις, Ο συντριβὴ, Π ἀμνησικακία, Ρ συναδελφία, Σ ἠπιότης, Τ πίστις ἁπλῆ καὶ ἀπερίεργος, Υ ἀμεριμνία κόσμου, Φ μῖσος ἄμισον γονέων, Χ ἀπροσπάθεια, Ψ ἁπλότης σὺν ἀκακίᾳ, Ω ἑκούσιος εὐτέλεια. [Καλὴ τάξις ὅροι μέσων.] Κατάληψις καὶ ψῆφος προκοπτόντων, ἀκενοδοξία, ἀοργησία, εὐελπιστία, ἡσυχία, διάκρισις, κρίσεως μνήμη παγία, εὐσπλαγχνία, φιλοξενία, νουθεσία σύμμετρος, προσευχὴ ἀπαθὴς, ἀφιλαργυρία. Οὗτος ὅρος, λόγος τε καὶ νόμος πνευμάτων καὶ σωμάτων ἐν σαρκὶ εὐσεβῶς τελειουμένων· ἀναιχμαλώτιστος Α καρδία, Β τετελειωμένη ἀγάπη, Γ ταπεινοφροσύνης πηγὴ, νοὸς Δ ἐκδημία Χριστοῦ, Ε ἐνδημία φωτὸς, καὶ Ζ προσευχῆς ἀσυλία, ἐλλάμψεως Η Θεοῦ περιουσία, πόθος Θ θανάτου, μῖσος Ι ζωῆς, φυγὴ Κ σώματος, κόσμου Λ πρέσβυς, Θεοῦ Μ βιαστὴς, ἀγγέλων Ν συλλειτουργὸς, γνώσεως Ξ ἄβυσσος, μυστηρίων Ο οἶκος, ἀῤῥήτων Π φύλαξ, ἀνθρώπων Ρ σωτὴρ, δαιμόνων Σ Θεὸς, παθῶν Τ Κύριος, Δεσπότης Υ σώματος, φύσεως Φ ἐπίτροφος, ἁμαρτίας Χ ξένος, ἀπαθείας Ψ οἶκος, μιμητὴς Ω Δεσπότου, ἐκ βοηθείας Δεσπότου, οὐ μικρᾶς ἡμῖν, ὅτε τὸ σῶμα νοσεῖ, χρείατῆς νήψεως. Χαμαὶ γὰρ οἱ δαίμονες θεασάμενοι ἡμᾶς καὶ [κειμένους] μὴ δυναμένους τέως ἐκ τῆς ἀτονίας ἀσκήσει καθ᾿ ἑαυτὸν χρήσασθαι, χαλεπῶς τότε πολεμοῦν δοκιμάζουσιν. Ἐν μὲν τοῖς κατὰ κόσμον ὁ τοῦ θυμοῦ, ἔστι δὲ ὅτε καὶ τῆς βλασφημίας ὁ δαίμων ἐν τοῖς νοσοῦσι παρέπεται. Ἐν δὲ τοῖς ἔξω κόσμου, εἰ μὲν τῶν χρειῶν εὐποροῦσιν, ὁ τῆς γαστριμαργίας καὶ πορνείας· εἰ δὲ ἐν ἀπαρακλήτοις τισὶ καὶ ἀθλητικοῖς διατρίβουσι τόποις, ὁ τῆς ἀκηδίας καὶ ἀχαριστίας παρεδρεύει τύραννος· ἐπεσημηνάμην τὸν τῆς πορνείας λύκον ὀδύνας προστιθέντα τῷ κάμνοντι· καὶ ἐν αὐταῖς ταῖς ὀδύναις κινήσεις αὐτῷ καὶ ἐκκρίσεις ποιοῦντα· καὶ ἦν ἔκπληκτόν τι γινόμενον ἰδέσθαι ἐν ἀλγηδόσι σφοδραῖς τὴν σάρκα σφριγῶσαν καὶ μαινομένην.
Καὶ ἐπέστρεψα καὶ εἶδον κατακειμένους, καὶ ἐπὶ τῆς κλίνης αὐτῆς ὑπὸ τῆς θείας ἐνεργείας, ἢ ὑπὸ κατανύξεως παρακαλουμένους· καὶ μέντοι διὰ τῆς παρακλήσεως τὰς ὀδύνας διεκρούοντο· ὡς οὕτως διακεῖσθαι, ὡς μὴ θέλειν αὐτοὺς τῆς νόσου ἀπαλλαγῆναί ποτε. Καὶ ἐπέστρεψα, καὶ εἶδον κεκακωμένους, καὶ διὰ τῆς νόσου ὡς δι᾿ ἐπιτιμίου τινὸς (1020.) πάθους ψυχικοῦ ἀπαλλαγέντας, καὶ ἐδόξασα τὸν διὰ τῆς πηλοῦ πηλὸν ἐκκαθάραντα.
Νοῦς νοερὸς πάντως καὶ νοερὰν αἴσθησιν περιβέβληται, ἵν᾿ ἐν ἡμῖν, καὶ οὐκ ἐν ἡμῖν οὖσαν ἐκζητοῦντες μὴ παυσώμεθα· ἐκείνης γὰρ φανερωθείσης, αἱ ἐκτὸς πάντως, τὰ οἰκεῖα ἐνεργεῖν οἰκείως παύσονται. Καὶ τοῦτό ἐστιν, ὃ γινώσκων τις σοφὸς ἔφησε, Καὶ θείαν αἴσθησιν εὑρήσεις. Βίος μοναδικὸςἐν αἰσθήσει καρδίας γινέσθω, ἐν ἔργοις καὶ λόγοις καὶ ἐνθυμήμασι, καὶ κινήμασι. Εἰ δὲ μὴ, οὐ μοναδικὸς, ἵνα μὴ λέγω, ἀγγελικός. Ἄλλο πρόνοια Θεοῦ, καὶ ἄλλο ἀντίληψις, καὶ ἄλλο φυλακὴ, καὶ ἕτερον ἔλεος Θεοῦ, καὶ ἄλλο παράκλησις. Καὶ τὸ μὲν ἐν πάσῃ τῇ φύσει, τὸ δὲ ἐν πιστοῖς καὶ μόνον, τὸ ἕτερον ἐν πιστοῖς, πιστοῖς ἀληθῶς· τὸ τέταρτον ἐν τοῖς δουλεύουσιν αὐτῷ· τὸ δὲ ἔσχατον, ἐν τοῖς ἀγαπῶσιν αὐτὸν ἐνδείκνυται. Ἔστιν ὅτε τὸ ἑτέρου φάρμακον, ἑτέρου δηλητήριον γίνεται· ἔστι δὲ ὅτε καὶ τὸ αὐτὸ τῷ αὐτῷ ἐν μὲν τῷ οἰκείῳ καιρῷ προσφερόμενον, φάρμακον γίνεται· ἐν οὐ καιρῷ δὲ πάλιν δηλητήριον γίνεται. Εἶδον ἀφυῆ ἱατρὸν, ἄῤῥωστον συντεθλασμένον ἀτιμάσαντα, καὶ μηδὲν πλέον, εἰ μὴ τὴν ἀπόγνωσιν αὐτῷ προξενήσαντα.
Καὶ εἶδον εὐφυῆ, πεφυσημένην καρδίαν δι᾿ ἀτιμίας χειρουργήσαντα, καὶ πᾶσαν αὐτῆς τὴν ὀζωδίαν κενώσαντα. Ἑώρακα τὸν αὐτὸν ἄῤῥωστον, ποτὲ μὲν διὰ κάθαρσιν ῥύπου πιόντα ὑπακοῆς ἴαμα καὶ κινούμενον, καὶ περιπατοῦντα καὶ μὴ ὑπνοῦντα· ποτὲ δὲ τὸν ὀφθαλμὸν τῆς ψυχῆς νοσοῦντα καὶ ἀκίνητον καὶ ἡσυχάζοντα, καὶ ἐν σιωπῇ διατελοῦντα. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Τινὲς, πόθεν οὐκ οἶδα (οὐδὲ γὰρ οἰήσει Θεοῦ δῶρα ζητεῖν καὶ πολυπραγμονεῖν μεμάθηκα), φύσει, ἵν᾿ οὕτως εἴπω, περὶ τὸ ἐγκρατὲς, ἢ περὶ τὸ ἡσυχαστικὸν, ἢ καὶ ἁγνὸν, ἢ ἀπαῤῥησίαστον, ἢ πρᾶον, ἢ εὐκατάνυκτον ἐπιῤῥεπῶς ἔχουσι. Καί εἰσιν ἕτεροι αὐτὴν σχεδὸν τὴν ἑαυτῶν φύσιν πρὸς ταῦτα αὐτοῖς ἀντιπράττουσαν ἔχοντες, καὶ κατὰ δύναμιν ἑαυτοὺς βιαζόμενοι· εἰ καὶ ἐν καιρῷ ἡττῶνται, ἀλλ᾿ ὅμως ὡς βιαστὰς τῆς φύσεως, αὐτοὺς τῶν προτέρων μᾶλλον ἀποδέχομαι. Μὴ μεγαλαύχει ἐπὶ ἀπόνῳ πλούτῳ, ἄνθρωπε· τὴν γὰρ πολλήν σου βλάβην, καὶ ἀσθένειαν, καὶ ἀπώλειαν προγνοὺς ὁ δωροδότης τοῖς πλεονεκτήμασιν αὐτοῦ ἐκείνοις τοῖς ἀμίσθοις κἂν ποσῶς σε διέσωσε. Καὶ αἱ ἐκ νηπίου παιδεῖαι, καὶ ἀνατροφαὶ, καὶ τὰ ἐπιτηδεύματα συνέρχονται, ἢ καὶ ἀντιπράττουσιν, ἡμῖν αὐξήσασι πρὸς τὴν ἀρετήν τε καὶ πρὸς τὴν μοναδικὴν πολιτείαν· φῶς μὲν μοναχοῖς ἄγγελοι· φῶς δὲ πάντων ἀνθρώπων μοναδικὴ πολιτεία. Οὐκοῦν ἐν πᾶσι τύπος ἀγαθὸς γίνεσθαι ἀγωνιζέσθωσαν, μηδενὶ πρόσκομμα ἐν μηδενὶ διδόντες, ἐν οἷς ἂν ἐργάζωνται, ἢ (1021.) ἀποφθέγγωνται. Εἰ γὰρ τὸ φῶς σκότος γίνεται, τὸ σκότος, ἤγουν, οἱ κατὰ κόσμον, πόσον σκοτισθήσονται;
Εἰ ἄρα ἐμοὶ πείθεσθε, οἱ πειθόμενοι, μᾶλλον δὲ οἱ βουλόμενοι, καλὸν ἡμᾶς μὴ ποικίλλειν ἑαυτοὺς, καὶ τὴν ἀθλίαν ἡμῶν ψυχὴν διαμερίζειν, καὶ πολεμεῖν χιλίαις χιλιάσι, καὶ μυρίαις μυριάσιν ἐχθρῶν· οὐ γὰρ ἐξαρκέσομεν πάσας αὐτῶν τὰς πανουργίας καταμαθεῖν, ἢ ὅλως εὑρεῖν. Τῇ Τριάδι· τῇ ἁγίᾳ κατὰ τῶν τριῶν, διὰ τῶν τριῶν ὁπλισώμεθα. Εἰ δὲ μὴ, πολλοὺς κόπους ἑαυτοῖς προξενήσομεν· ὄντως ἐὰν καὶ ἐν ἡμῖν γένηται, ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, διαβήσεται πάντως καὶ ὁ ἡμῶν Ἰσραὴλ, ἤγουν νοῦς ὁρῶν Θεὸν, αὐτὴν ἀκυμάντως, καὶ ὄψεται τοὺς Αἰγυπτίους ἐν τῷ ὕδατι τῶν δακρύων ἀποπνιγέντας· ἐκείνου δὲ ἐν ἡμῖν μὴ ἐνδημοῦντος, ἤχους κυμάτων αὐτῆς, ἤγουν τῆς σαρκὸςταύτης τίς ὑποστήσεται; Ἐὰν ἀναστῇ ἐν ἡμῖν ὁ Θεὸς διὰ πράξεως, διασκορπισθήσονται οἱ ἐχθροὶ αὐτοῦ, καὶ ἐὰν διὰ θεωρίας προσπελάσωμεν αὐτῷ, Φεύξονται οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ καὶ ἡμῶν. Ἱδρῶτι μᾶλλον, καὶ μὴ ψιλῷ λόγῳ, τὰ θεῖα μανθάνειν σπουδάσωμεν.
Οὐ γὰρ λόγους, ἀλλ᾿ ἔργα ἐν καιρῷ ἐξόδου χρεία ἐνδείξασθαι. Οἱ θησαυρὸν κεκρυμμένον ἀκούσαντες ἐν τῷ τόπῳ, ζητοῦσι, καὶ ἐκ τῆς ζητήσεως τὸ εὑρεθὲν μετὰ πόνου φυλάττουσιν· οἱ γὰρ ἀπόνως πλουτήσαντες σκορπίζουσι. Δυσχερὲς μὲν τὸ τῶν προλήψεων εὐχερῶς περιγενέσθαι· οἱ δὲ ἔτι ταύταις προστιθέναι μὴ παυόμενοι, ἢ ἑαυτῶν ἀπεγνώκασιν, ἣ οὐδὲν ἐκ τῆς ὑποταγῆς ὠφελήθησαν. Πλὴν οἶδα, ὅτι ὁ Θεὸς πάντα δύναται· ἀδυνατεῖ δὲ αὐτῷ οὐδέν.
Δυσδιάκριτόν μοί τινες θεώρημα ἐπηπόρησαν, καὶ τοὺς κατ᾿ ἐμὲ πάντας ὑπερβαῖνον, οὐδενὶ δὲ τῶν εἰς ἐμὲ ἐληλυθότων δέλτων περιεχόμενον λέγοντες. Ποῖοι τῶν ὀκτὼ λογισμῶν ἰδιαιρέτως ἀπόγονοι τυγχάνουσι; ἢ ποῖος τοιούτων πέντε ἐκ τῶν τριῶν τῶν προστατῶν γεννήτωρ καθέστηκεν; Ἐγὼ δὲ πρὸς τὴν ἀπορίαν ἐπαινέτην ἄγνοιαν προβαλόμενος, παρὰ τῶν πανοσίων ἀνδρῶν ἔμαθον οὕτως.
Μήτηρ μὲν πορνείας γαστριμαργία, ἀκηδίας δὲ κενοδοξία· λύπη δὲ τῶν τριῶν τούτων γέννημα, ὥσπερ καὶ ὀργή· ὑπερηφανίας δὲ μήτηρ κενοδοξία. Ἐγὼ δὲ πάλιν πρὸς τοὺς ἀειμνήστους ἐκείνους ἀποκρινόμενος ἔφασκον, λιπαρῶν μανθάνειν λοιπὸν καὶ τῶν ὀκτὼ γεννήματα, καὶ ποῖον ποίου ὑπάρχει κύημα. Ἐδίδασκον δὲ εὐμενῶς οἱ ἀπαθεῖς λέγοντες, μὴ εἶναι τάξιν ἢ σύνεσιν ἐν ἀσυνέτοις· πᾶσαν δὲ ἀταξίαν καὶ ἀκαταστασίαν· καὶ πιθόντες οἱ μακάριοι πιθανοῖς ὑποδείγμασιν ἔλεγον, εἰς μέσον προενεγκόντες πιθανὰς ἀποδείξεις καὶ πλείονας, ἐξ ὧν τινα ἐν τῷ παρόντι λόγῳ συντάττομεν, ἵνα ἐξ ἐκείνων λοιπὸν καὶ περὶ τῶν λοιπῶν φωτισθῶμεν. Οἷόν τι λέγω· Ὁ γέλως, ὁ ἄκαιρος, ποτὲ μὲν ἐκ πορνείας (1024.) δαίμονος τίκτεται, ποτὲ δὲ ἐκ κενοδοξίας, ὅταν τις ἐφ᾿ ἑαυτῷ ἔνδοθεν σεμνύνηται ἀσέμνως· ποτὲ δὲ ἐκ τρυφῆς, ὁ ὕπνος ὁ πολύς. Ποτὲ μὲν ἐκ τρυφῆς, ποτὲ δὲ ἐκ νηστείας, ὅταν οἱ νηστεύοντες ἐπαίρωνται· ποτὲ δὲ ἐξ ἀκηδίας, ποτὲ δὲ καὶ ἐκ φύσεως. Ἡ πολυλογία ποτὲ μὲν ἀπὸ γαστριμαργίας, ποτὲ δὲ ἀπὸ κενοδοξίας· ἡ ἀκηδία ποτὲ μὲν ἀπὸ τρυφῆς, ποτὲ δὲ ἐξ ἀφοβίας Θεοῦ· ἡ βλασφημία ἔστιν μὲν κυρίως κύημα ὑπερηφανίας· πολλάκις δὲ καὶ ἐκ τοῦ κρῖναι ἐν τῷ αὐτῷ τὸν πλησίον, ἢ καὶ ἀπὸ φθόνου ἀκαίρου τῶν δαιμόνων· ἡ σκληροκαρδία ἐστὶν ὅτε ἀπὸ κόρου, ἀπὸ ἀναισθησίας, ἀπὸ προσπαθείας· πάλιν δὲ ἡ προσπάθεια ἔστι μὲν ὅτε ἀπὸ πορνείας, ἢ φιλαργυρίας, ἢ γαστριμαργίας, ἢ κενοδοξίας, καὶ ἐξ ἑτέρων πολλῶν· ἡ πονηρία πάλιν ἀπὸ οἰήσεως καὶ ὀργῆς. Ἡ ὑπόκρισις ἐξ αὐταρκείας καὶ ἰδιορυθμίας· τὰ δὲ τούτων ἐναντία ἐκ τῶν ἐναντίων γεννητόρων αὐτῶν ἀποτίκτονται. Καὶ ἵνα μὴ πολλὰ λέγω, ἐπιλείψει με γὰρ ὁ χρόνος, ἤπερ τὸ καθ᾿ ἓν ἐξετάζειν βούλομαι· κυρίως πάντων τῶν προειρημένων παθῶν ἀναιρέτις ἐστὶν ἡ ταπεινοφροσύνη, ἣν οἱ κτησάμενοι πάντα νενικήκασι. Γενήτρια [al. γεννήτρια] πάντων τῶν κακῶν, ἡδονὴ καὶ πονηρία, ἃ ὁ κατέχων οὐκ ὄψεται τὸν Κύριον· οὐδὲν δὲ ἡμᾶς ἐκ τῆς προτέρας ἀποχὴ ἐκτὸς τῆς δευτέρας ὀνήσειε.
Φόβου Κυρίου ὑπόδειγμα ἐξ ἀρχόντων καὶ θηρίων ληψώμεθα. Πόθου δὲ τοῦ πρὸς Θεὸν ὑπόδειγμα ὁ τῶν σωμάτων ἔρως τύπος γενέσθω σοι· οὐδὲν γὰρ τὸ κωλύον, καὶ ἐκ τῶν ἐναντίων ποιεῖσθαι ἡμᾶς τὰ τῶν ἀρετῶν ὑποδείγματα.
Πεπονήρευται χαλεπῶς ἡ παροῦσα γενεὰ, καὶ ὅλη οἰήσεως καὶ ὑποκρίσεως πεπλήρωται· κόπους μὲν σωματικοὺς κατὰ τοὺς ἀρχαίους πατέρας ἡμῶν ἴσως ἐπιδεικνυμένη· τῶν δὲ χαρισμάτων αὐτῶν οὐκ ἀξιουμένη, καίπερ οἶμαι, οὔποτε ὡς νῦν ἡ φύσις χαρισμάτων ἐδέετο· καὶ εἰκότως πεπόνθαμεν· οὐ γὰρ κόποις, ἀλλ᾿ ἁπλότητι καὶ ταπεινώσει ὁ Θεὸς ἐμφανίζεται. Εἰ καὶ ἡ δύναμις Κυρίου ἐν ἀσθενείᾳ τελειοῦται, ὅμως οὐ κωλύσει Κύριος ἐργάτην ταπεινόφρονα.
Ὁπόταν τινὰ τῶν ἀθλητῶν ἡμῶν κακούμενον σωματικῶς θεασώμεθα, μὴ ἐκ πονηρίας τὸ κρῖμα τῆς αὐτοῦ ἀσθενείας μανθάνειν σπουδάσωμεν· μᾶλλον δὲ ἁπλῇ καὶ ἀπονήρῳ ἀγάπῃ, ὡς οἰκεῖον μέλος, καὶ ὡς στρατιώτην ἐκ τοῦ πολέμου πληγέντα δεξάμενοι θεραπεύσωμεν. Ἔστιν ἀσθένεια διὰ καθαρισμὸν πταισμάτων, καὶ ἔστι διὰ τὸ ταπεινωθῆναι τὸ φρόνημα. Ὁ ἀγαθὸς ἡμῶν καὶ πανάγαθος Δεσπότης καὶ Κύριος, ὁπόταν πολλάκις τινὰς ὀκνηροτέρους περὶ τὴν ἄσκησιν θεάσηται, δι᾿ ἀσθενείας λοιπὸν, ὥσπερ δι᾿ ἀνετωτέρας ἀσκήσεως τὴν σάρκα ταπεινοῖ· ἔστι δὲ ὅτε καὶ τὴν ψυχὴν λογισμῶν πονηρῶν καὶ παθῶν ἐκκαθαίρει. Πάντα ἡμῖν τὰ (1025.) συμβαίνοντα, ἤτε ὁρατὰ, ἤτε ἀόρατα, ἔστι καὶ καλῶς, καὶ ἐμπαθῶς, καὶ μέσως καταδέξασθαι. Εἶδον τρεῖς ἀδελφοὺς ζημιωθέντας· καὶ ὁ μὲν ἠγανάκτει, ὁ δὲ ἔμεινεν ἄλυπος, ὁ δὲ πολλὴν τὴν χαρὰν προσελάβετο. Εἶδον παρὰ γεωργοῖς ἓν σπέρμα παρ᾿ ἀμφοτέροις καταβαλλόμενον, ἀλλὰ σκοπὸν οἰκεῖον ἕκαστος ἐκέκτητο· ὁ μὲν, ἵνα τὰ ἑαυτοῦ ἀποδώσει χρέη· ὁ δὲ ἵνα πλοῦτον ἑαυτῷ θησαυρίσῃ· ὁ δὲ ἵνα δώροις τὸν Δεσπότην τιμήσῃ· ὁ δὲ ἕτερος, ἵνα ἐπὶ τῇ καλοεργίᾳ τὸν παρὰ τῶν παρερχομένων ἐν τῇ ὁδῷ τοῦ βίου ἔπαινον θηράσῃ· ὁ δὲ ἵνα αὐτὸν ἑαυτοῦ ἐχθρὸν ζηλώσαντα θλίψῃ· ὁ δὲ, ἵνα μὴ ὡς ἀργὸς παρὰ τῶν ἀνθρώπων ὀνειδίζηται. Αὗται αἱ τῶν γεωργῶν τοῦ σπόρου προσηγορίαι· νηστεία, ἀγρυπνία, ἐλεημοσύνη, διακονίαι, καὶ τὰ ὅμοια. Τοὺς δὲ σκοποὺς προθύμως ἐν Κυρίῳ οἱ ἀδελφοὶ βασανίσουσιν, ὥσπερ ὕδωρ ἐκ πηγῶν ἀπαντλοῦντες, ἔστιν ὅτε λεληθότως, καὶ τὸν λεγόμενον βάτραχον συνηντλήσαμεν. Οὕτως καὶ τὰς ἀρετὰς μετερχόμενοι πολλάκις συμπεπλεγμένας αὐταῖς ἀφανῶς τὰς κακίας μετερχόμεθα· οἷόν τι λέγω· τῇ ξενοδοξία ἡ γαστριμαργία συμπέπλεκται· τῇ ἀγάπῃ ἡ πορνεία· τῇ διακρίσει ἡ δεινότης· τῇ φρονήσει ἡ πονηρία· τῇ πραΰτητι ἡ ὑπουλότης, καὶ νωθρότης, καὶ ὀκνηρία, καὶ ἀντιλογία, καὶ ἰδιορυθμία, καὶ ἀνηκοΐα· τῇ σιωπῇ τῆς διδασκαλίας ὁ ὄγκος· τῇ χαρᾷ οἴησις· τῇ ἐλπίδι ἡ ὀκνηρία· τῇ ἀγάπῃ πάλιν τὸ κατακρίνειν· τῇ ἡσυχίᾳ ἡ ἀκηδία καὶ ὀκνηρία· τῇ ἁγνείᾳ ἡ πικρία· τῇ ταπεινοφροσύνῃ ἡ παῤῥησία· τούτοις δὲ πᾶσιν, ὥσπερκοινὸν κολούριον, μᾶλλον δὲ δηλητήριον ἡ κενοδοξία συνέπεται. Μὴ λυπηθῶμεν αἰτούμενοι τὸν Κύριον αἰτήματα, καὶ ἐπὶ χρόνους μὴ εἰσακουόμενοι. Ἐβούλετο γὰρ Κύριος πάντας ἀνθρώπους ἐν μιᾷ καιροῦ ῥοπῇ ἀπαθεῖς γενέσθαι. Πάντες οἱ αἰτούμενοι ἐκ Θεοῦ τὰ αἰτήματα, καὶ μὴ λαβόντες, διὰ μίαν τούτων τῶν αἰτιῶν πάντως οὐ κομίζονται, ἢ ὅτι πρὸ καιροῦ αἰτοῦσιν, ἢ ὅτι ἀναξίως αἰτοῦσι, καὶ κενοδόξως, ἢ ὅτι λαμβάνοντες ἐπαρθῆναι ἔμελλον, ἢ ἀμελεῖν λοιπὸν μετὰ τὸν τοῦ αἰτήματος κτῆσιν. Ὅτι μὲν ἀναχωροῦσιν οἱ δαίμονες, καὶ τὰ πάθη ἐκ τῆς ψυχῆς, ἢ καιρῷ τινι, ἢ διηνεκῶς, οὐδεὶς ἀμφιβάλλει, οἶμαι. Τὸ δὲ ἐκ πόσων τρόπων ἡ τούτων ἀναχώρησις ἐξ ἡμῶν γίνεται ὀλίγοι ἐπίστανται. Ἀνεχώρησαν τὰ πάθη ἔκ τινων οὐ μόνον πιστῶν, ἀλλὰ καὶ ἀπίστων, ἐκτὸς ἑνὸς, ἐκεῖνο μόνον καταλιπόντα αὐτοῖς ὡς κακόν τι πρωτεῦον, καὶ τὸν τόπον πάντων ἀναπληροῦν, εἴπερ τοιαύτην κέκτηται τὴν βλάβην, ὡς καὶ ἐξ οὐρανοῦ κατενέγκαι. Ἀναλίσκεται ὕλη πυρὶ θείῳ δαπανωμένη, καὶ τῆς ψυχῆς ἐκριζουμένη. Ὑποχωροῦσι δαίμονες ἑκουσίως, ἀμεριμνῆσαι παρασκευάζοντες, καὶ αἰφνίδιον τὴν ἀθλίαν ψυχὴν ἁρπάζοντες, καὶ εἰς ἄκρον ποιωθῆναι τοῖς πάθεσι παρασκευάζοντες, ὡς ἐντεῦθεν αὐτεπίβουλον οὖσαν λοιπὸν καὶ αὐτοπολέμιον. Οἶδα καὶ ἄλλην ὑποχώρησιν τῶν θηρίων μετὰ τὸ τελείως συνηθίσαι τὴν ψυχὴν, καὶ ὑπόδειγμα τοῦ εἰρημένου τὰ νήπια· μετὰ γὰρ τὴν μακρὰν συνήθειαν, καὶ χωρὶς μαζοῦ, ἐκ τῶν οἰκείων δακτύλων θηλάζουσιν. Οἶδα καὶ πέμπτην ἐν τῇ ψυχῇ (1028.) ἀπάθειαν, ἔτι ἐξ ἁπλότητος πολλῆς καὶ ἀκεραιότητοςἐπαινουμένους συνισταμένη. Δικαία γὰρ ἡ βοήθεια τοῖς τοιούτοις παρὰ Θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ, καὶ ἀνεπαισθήτως αὐτοὺς τῶν κακῶν ἀπαλλάττοντες· εἴπερ καὶ τὰ νήπια ἐκδυθέντα οὐ πάνυ γινώσκουσι. Κακία μὲν, ἢ πάθος φυσικῶς ἐν τῇ φύσει οὐ πέφυκεν οὐκ ἔστι γὰρ κτιστὴς παθῶν ὁ Θεός· ἀρεταὶ δὲ φύσει καὶ πολλαὶ ἐν ἡμῖν παρ᾿ αὐτοῦ γεγόνασιν, ἐξ ὧν εἰσι καὶ αὗται σαφῶς· ἡ ἐλεημοσύνη, εἴπερ καὶ Ἕλληνες συμπαθοῦσιν· ἡ ἀγάπη, εἴπερ καὶ τὰ ἄλογα ζῶα πολλάκις ἐπὶ τῇ στερήσει ἀλλήλων ἐδάκρυσαν. Ἡ πίστις· πάντες γὰρ ἐξ ἑαυτῶν ταύτην ἀποτίκτομεν· ἐλπὶς, ἐπεὶ καὶ δανειζόμενοι, καὶ πλέοντες, καὶ σπείροντες πλουτῆσαι ἐλπίζομεν.
Εἰ τοίνυν, ὡς ἀποδέδεικται, ἡ ἀγάπη φύσει καὶ ἀρετὴ ἐν ἡμῖν καθέστηκε, σύνδεσμος δὲ καὶ πλήρωμα νόμου αὕτη, οὐκοῦν οὐ πόῤῥω τῆς φύσεως αἱ ἀρεταὶ καθεστήκασι, καὶ αἰσχυνθείησαν οἱ ἀδυναμίαν ἐπὶ τῇ τούτων ἐργασίᾳ προβαλλόμενοι. Ὑπὲρ φύσιν ἁγνεία, ἀοργησία, ταπεινοφροσύνη, προσευχὴ, ἀγρυπνία, νηστεία, κατάνυξις διηνεκής. Τούτων τῶν μὲν ἄνθρωποι, τῶν δὲ ἄγγελοι, τῶν δὲ αὐτὸς ὁ Θεὸς Λόγος καθέστηκε διδάσκαλος καὶ δοτήρ· συγκρίσει κακῶν δεῖ ἡμᾶς τὸ κουφότερον ἐκλέξασθαι. Οἷον πολλάκις ἐν προσευχῇ παρισταμένων ἡμῶν, πρὸς ἡμᾶς ἀδελφοὶ παρεγένοντο· καὶ δυοῖν θάτερον, ἢ τὴν προσευχὴν καταλιπεῖν, ἢ τὸν ἀδελφὸν ἀναπόκριτον ἀπελθόντα λυπῆσαι. Μείζων ἀγάπη προσευχῆς· ἡ μὲν γὰρ μερικὴ, ἡ δὲ περιεκτικὴ πασῶν καθέστηκε.
Πάλαι ἐν πόλει ἢ κώμῃ παραγενόμενός ποτε, ἔτινέος ὢν, ὑπὸ λογισμῶν γαστριμαργίας καὶ κενοδοξίας ὁμοθυμαδὸν ἐπὶ τραπέζης καθήμενος κατελήφθην, καὶ μέντοι τὴν ἀπόγονον τῆς κοιλιομανίας δεδοικὼς, τῇ κενοδοξίᾳ ἡττήθην μᾶλλον. Ἔγνων ἐγὼ τὸν τῆς γαστριμαργίας δαίμονα πολλάκις, τὸν τῆς κενοδοξίας νικήσαντα ἐν τοῖς νέοις· καὶ εἰκότως· παρὰ μὲν τοῖς ἐν κόσμῳ ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία, παρὰ δὲ μοναχοῖς ἡ γαστριμαργία· ἔστι παρὰ τοῖς πνευματικοῖς πολλάκις τινὰ εὐτελέστατα πάθη ἐκ Θεοῦ οἰκονομικῶς καταλιμπανόμενα· ἵνα δι᾿ εὐτελῶν τινων, καὶ ἀναμαρτήτων ἑαυτοὺς λίαν καταμεμφόμενοι, πλοῦτον ἄσυλον ταπεινοφροσύνης κτήσωνται· οὐκ ἔστι ἐν προοιμίοις ταπείνωσιν κτήσασθαι ἀνυποτάκτως διάγοντα, εἴπερ πᾶς ὁ ἰδιορύθμως τέχνην μεμαθηκὼς φαντάζεται. Ἐν δυσὶν ἁπάσαις γενικωτάταις ἀρεταῖς οἱ Πατέρες τὴν πρακτικὴν ὁρίζονται, καὶ εἰκότως. Ἡ μὲν γὰρ ἀναιρετικὴ τῶν ἡδονῶν καθέστηκεν· ἡ δὲ τὴν (1029.) ἀναίρεσιν ταπεινοφροσύνη κατησφαλίσατο. Διὰ τοῦτο τὸ πένθος διπλοῦν, ὡς τῆς ἁμαρτίας ἀναιρετικὸν, καὶ τῆς ταπεινοφροσύνης ποιητικόν· εὐσεβῶν μὲν, τὸ παντὶ αἰτοῦντι διδόναι, εὐσεβεστέρων δὲ καὶ τῷ μὴ αἰτοῦντι. Τὸ δὲ ἀπὸ τοῦ αἴροντος μὴ ἀπαιτεῖν δυναμένους μάλιστα, τάχα τῶν ἀπαθῶν καὶ μόνων ἴδιον καθέστηκεν.
Ἐν πᾶσι τοῖς πάθεσι καὶ ταῖς ἀρεταῖς ἑαυτοὺς ἐκζητοῦντες μὴ παυσώμεθα, ποῦ τυγχάνομεν ἐν ἀρχῇ, ἐν μεσότητι, ἢ ἐν τέλει. Πάντες οἱ πρὸς ἡμᾶς δαιμόνων πόλεμοι, ἐκ τριῶν τούτων αἰτιῶν συνίστανται· ἐκ φιληδονίας, ἢ ἐκ ὑπερηφανίας, ἢ ἐκ φθόνουαὐτῶν. Οἱ μὲν ἔσχατοι μακάριοι· οἱ δὲ μέσοι πανάθλιοι· οἱ δὲ πρότεροι ἀχρεῖοι ἕως τέλους τυγχάνουσι.
Ἔστι τις αἴσθησις, μᾶλλον δὲ ἕξις, φερέπονος λεγομένη, ὑφ᾿ ἧς ὁ ἁλοὺς οὐκ ἔτι δειλιάσει, ἢ ἀποστραφεῖ πόνου ποτέ· ταύτῃ τῇ ἀοιδίμῳ αἱ τῶν μαρτύρων ψυχαὶ κρατηθεῖσαι τῶν βασάνων εὐχερῶς κατεφρόνησαν. Ἄλλο φυλακὴ λογισμῶν, καὶ ἕτερον νοὸς τήρησις, καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, κατὰ τοσοῦτον ὑψηλοτέρα τῆς προτέρας ἡ δευτέρα, εἰ καὶ μοχθηροτέρα ὑπάρχοι. Ἄλλο προσεύχεσθαι κατὰ λογισμῶν, καὶ ἄλλο ἀντιφθέγγεσθαι τούτοις· καὶ ἕτερον ἐξουθενεῖν, καὶ ὑπερτίθεσθαι τούτους. Καὶ τῷ μὲν προτέρῳ τρόπῳ μαρτυρεῖ ὁ εἰπών· Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες, καὶ τὰ ὅμοια. Τῷ δὲ δευτέρῳ ὁ φήσας· Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδιζουσίν μοι λόγον ἀντιῤῥητικόν. Καὶ πάλιν· Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν.
Τοῦ δὲ τρίτου μάρτυς ὁ μελῳδήσας· Ἐκωφώθην, καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, καὶ ἐθέμην αὐτῷ φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. Καὶ πάλιν· Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα· ἀπὸ δὲ τῆς σῆς θεωρίας ἐγὼ οὐκ ἐξέκλινα. Τούτων ὁ μὲν μέσος τῷ προτέρῳ πολλάκις κέχρηται, διὰ τὸ ἀπαρασκεύαστον· ὁ δὲ πρότερος οὔπω τῷ δευτέρῳ τρόπῳ ἰσχύει τοὺς ἐχθροὺς ἀπώσασθαι· ὁ δὲ τρίτος εἰς ἅπαν δαιμόνων κατέπτυσεν.
Ἀμήχανον φυσικῶς τὸ ἀσώματον ὑπὸ τοῦ σώματος ὁρίζεσθαι· πάντα δὲ δύνατα τῷ κτισαμένῳ Θεῷ.
Ὥσπερ οἱ τῇ αἰσθήσει τῆς ὀσφρήσεως ὑγιῶς διακείμενοι τὸν ἀρώματα λεληθότως κατέχοντα ἐπιγινώσκειν δύνανται· οὕτως καὶ ψυχὴ καθαρὰ τὴν εὐωδίαν, ἣν καὶ αὐτὴ ἐκ Θεοῦ προσεκτήσατο, τήν τε δυσωδίαν, ἧς ἀπαλλαγεῖσα τελείως καθέστηκεν, ἐν ἑτέροις ὑπάρχουσαν γνωρίζειν, ἀνεπαισθήτως ἑτέρων, πέφυκεν. Οὐ πάντες μὲν ἀπαθεῖς γενέσθαι δυνατόν· πάντες δὲ σωθῆναι καὶ Θεῷ διαλλαγῆναι οὐκ ἀδύνατον. Μή σου κατακυριεύσωσιν οἱ ἀλλόφυλοι ἐκεῖνοι, οἱ τὰς τοῦ Θεοῦ ἀῤῥήτους οἰκονομίας ἢ ὀπτασίας ἐν τοῖς ἀνθρώποις γινομένας πολυπραγμονεῖν βουλόμενοι, καὶ προσωπολήπτην τὸν Κύριον εἶναι λεληθότως ὑποβάλλοντες· οἰήσεως γὰρ ἀπόγονοι καὶ εἰσὶ καὶ γνωρίζονται. Ἔστι δαίμων φιλαργυρίας πολλάκις ταπείνωσιν ὑποκρινόμενος· καὶ ἔστι (1032.) δαίμων κενοδοξίας πρὸς ἐλεημοσύνην προτρεπόμενος, ὥσπερ καὶ φιληδονίας. Ἐὰν ἀμφοτέρων τοίνυν καθαρεύσωμεν, ἐν παντὶ τόπῳ ἐλεεῖν μὴ παυσώμεθα. Τινὲς μὲν ἔφησαν δαίμονας δαίμοσιν ἀντιπράττειν· ἐγὼ δὲ ἔγνωκα πάντας τὴν ἡμῶν ζητοῦντας ἀπώλειαν.
Πάσης πνευματικῆς ἐργασίας ὁρωμένης τε καὶ νοουμένης προηγεῖται πρόθεσις οἰκεία, καὶ πόθος ἄριστος, μετὰ συνεργίας Θεοῦ γινόμενα. Τῶν γὰρ προτέρων μὴ καταβληθέντων, τὸ δεύτερον ἐπακολουθεῖν οὐ πέφυκεν. Εἰ καιρὸς ἐν παντὶ πράγματι τῶν ὑπὸ τὸν οὐρανὸν, καθώς φησιν ὁ Ἐκκλησιαστὴς, ἐν τοῖς πᾶσι δὲ καὶ τὰ τῆς ἡμετέρας πολιτείας ἱερᾶς καθεστήκασι πράγματα· οὐκοῦν σκοπήσωμεν, εἰ δοκεῖ, καὶ ἐν ἑκάστῳ καιρῷ τὰ τῷ καιρῷ οἰκεῖα ζητήσωμεν· καιρὸς γὰρ πάντως ἐν τοῖς ἀγωνιζομένοις ἐστὶν ἀπαθείας, διὰ τὴν τῶν ἀγωνιζομένων λέγωνηπιότητα. Καιρὸς δακρύων, καὶ καιρὸς σκληροκαρδίας· καιρὸς ὑποταγῆς, καὶ καιρὸς τοῦ ἐπιτάττειν· καιρὸς νηστείας, καὶ καιρὸς μεταλήψεως· καιρὸς πολέμου, σώματος ἐχθροῦ, καὶ καιρὸς θανάτου πυρώσεως· καιρὸς χειμῶνος ψυχῆς, καὶ καιρὸς γαλήνης νοός· καιρὸς λύπης καρδιακῆς, καὶ καιρὸς χαρᾶς πνευματικῆς· καιρὸς διδασκαλίας, καὶ καιρὸς ἀκροάσεως· καιρὸς μολυσμῶν, ἴσως διὰ τὴν οἴησιν, καιρὸς καθάρσεως, διὰ τὴν ταπείνωσιν· καιρὸς πάλης, καὶ ἀσφαλοῦς ἀνέσεως· καιρὸς ἡσυχίας, καὶ καιρὸς ἀπερισπάστου περισπασμοῦ· καιρὸς προσευχῆς ἀεννάου, καὶ καιρὸς διακονίας ἀνυποκρίτου. Μὴ τοίνυν πρὸ καιροῦ ἐξ ὑπερηφάνου προθυμίας ἀπατώμενοι τὰ τοῦ καιροῦ ζητήσωμεν· μὴ ἐν χειμῶνι τὰ τοῦ θέρους· μὴ ἐν σπόρῳ τὰ τῶν δραγμάτων, ἐπειδὴ καιρὸς τοῦ σπεῖραι πόνους, καὶ καιρὸς τοῦ θερίσαι τὰς χάριτας τὰς ἀῤῥήτους. Εἰ δὲ μή γε, οὐδὲ ἐν τῷ καιρῷ τὰ τοῦ καιροῦ οἰκεῖα κομισόμεθα. Τινὲς πρὸ τῶν καμάτων, τινὲς ἐν τοῖς καμάτοις, τινὲς μετὰ τοὺς καμάτους, τινὲς ἐν τῷ θανάτῳ τὰς ὁσίας ἀμοιβὰς παρὰ τοῦ Θεοῦ τῶν οἰκείων κόπων κατ᾿ οἰκονομίαν ἄῤῥητον ἐκομίσαντο. Ζητητέον τίς τούτων τοῦ ἑτέρου ταπεινότερος καθέστηκεν.
Ἔστιν ἀπόγνωσις ἐκ πλήθους ἁμαρτημάτων, καὶ συνειδότος βάρους, καὶ ἀφορήτου λύπης διὰ τὸ ὑπερβαπτισθῆναι τῷ πλήθει τῶν τραυμάτων τὴν ψυχὴν, καὶ τῷ βάρει αὐτῶν, εἰς τὸν ἀπογνώσεως βυθὸν καταποντίζεσθαι· καὶ ἔστιν ἀπόγνωσις ἐξ ὑπερηφανίας καὶ οἰήσεως ἡμῖν ἐπισυμβαίνουσα, λογιζόμενον ἑαυτὸν ὡς ἀνάξιον ὄντα τοῦ συμβεβηκότος πτώματος· τοῦτο δὲ ὁ παρατηρῶν ἐν ἀμφοτέροις εὑρήσει τὸ ἰδίωμα· τὸν μὲν ἐν ἀδιαφορίᾳ ἑαυτὸν λοιπὸν ἐκδεδωκότα· τὸν δὲ τῆς ἀσκήσεως ἐν ἀπογνώσει ἐχόμενον, ὅπερ ἀσύμφωνον· ἀλλὰ τὸν (1033.) μὲν ἐγκράτεια, καὶ εὐελπιστία· τὸν δὲ ταπείνωσις, καὶ τὸ μηδένα κρίνειν ἰατρεύειν πεφύκασιν. Οὐ δεῖ θαμβεῖσθαι ἡμᾶς ἢ ξενίζεσθαι ὁρῶντας πονηρὰ μέν τινας ἐργαζομένους ἔργα, ἀγαθοὺς δὲ λόγους προφέροντας· ἐπεὶ καὶ τὸν ἐν τῷ παραδείσῳ ὄφιν ἐκεῖνον ἡ οἴησις ἀπώλεσεν ὑψώσασα, τύπος σοι καὶ κανὼν ἔστω οὗτος ἐν πάσαις σου ταῖς ἐγχειρήσεσι, καὶ πολιτείαις, ὑποτακτικαῖς τε καὶ ἀνυποτάκτοις, ὁρωμέναις τε καὶ νοουμέναις, εἰ κατὰ Θεὸν κυρίως καθεστήκασι· λέγω δὴ, ὁπόταν τὸ οἱονοῦν ἐπιτηδεύωμεν, οἱ εἰσαγόμενοι λέγω, ἐγχείρημα, καὶ μὴ ἐκ τῆς τούτου ἐργασίας ταπείνωσιν, ἧς κεκτήμεθα, προσλαμβάνωμεν πλέον ἐν ψυχῇ, οὐ δοκεῖ μοι κατὰ Θεὸν ἡμᾶς αὐτὸ κατεργάζεσθαι, εἰ μικρὸν ἢ μέγα καθέστηκεν. Ἐν μὲν γὰρ ἡμῖν τοῖς νηπιωδεστέροις αὕτη ἡ τοῦ Κυριακοῦ θελήματος πληροφορία· ἐν δὲ μέσοις, ἡ τῶν πολέμων ἴσως ἀναχώρησις· ἐν δὲ τελείοις, ἡ τοῦ θείου φωτὸς προσθήκη καὶ περιουσία. Τὰ μὲν μικρὰ παρὰ τοῖς μεγάλοις, ἴσως οὐ μικρά· τὰ δὲ μεγάλα παρὰ τοῖς μικροῖς οὐ πάντως τέλεια. Ἀὴρ μὲν καθαρθεὶς νεφελῶν, φαιδρὸν ὑπέδειξεν ἥλιον· καὶ ψυχὴ προλήψεων ἀφέσεως ἀξιωθεῖσα πάντως θεῖον φῶς ἑώρακεν. Ἄλλο ἁμαρτία, καὶ ἄλλο ἀργία, καὶ ἄλλο ἀμέλεια· καὶ ἕτερον πάθος, καὶ ἄλλο πτῶμα. Ὁ δυνάμενος ἐν Κυρίῳ ζητεῖν, ζητείτω σαφῶς. Τινὲςτὸ θαυματουργικὸν καὶ ὁρώμενον ἐν τοῖς πνευματικοῖς χαρίσμασιν ὑπὲρ πάντα μακαρίζουσιν, ἀγνοοῦντες πολλὰ εἶναι τούτου ὑπέρτερα καὶ ἀπόκρυφα· διὸ καὶ μένουσιν ἄπτωτα. Ὁ μὲν τελείως καθαρθεὶς, αὐτὴν, ἢ καὶ οὐκ αὐτὴν τὴν ψυχὴν, ἐν ποίοις διάκειται τοῦ πλησίον ὁρᾷ. Ὁ δὲ προκόπτων ἔτι, διὰ τοῦ σώματος ταύτην τεκμαίρεται. Πῦρ μικρὸν πολλάκις πᾶσαν τὴν ὕλην ἐκάθηρεν, ὥσπερ καὶ ὀπὴ μικρὰ ὅλον τὸν κόπον διέφθειρεν. Ἔστιν ἀνάπαυσις τῇ ἐχθρᾷ τὴν τοῦ νόου δύναμιν διυπνίζουσα, καὶ πύρωσιν μὴ διεγείρουσα· καὶ ἔστι πολλὴ κατάτηξις ἴσως, καὶ τὰς κινήσεις κινήσασα, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾿ ἑαυτοῖς, ἀλλ᾿ ἐπὶ τῷ ἀγνώστως τὴν ζῶσαν θανατοῦντι. Ὅταν τινὰς ἡμᾶς κατὰ Κύριον ἀγαπῶντας ὀψόμεθα, ἐν ἐκείνοις μάλιστα τὸ ἀπαῤῥησίαστον φυλάξωμεν· οὐδὲν γὰρ οὕτως διαλύει ἀγάπην, ὡς ἡ παῤῥησία πέφυκε, καὶ μῖσος ἐργάζεσθαι.
Νοερὸν καὶ λίαν περικαλλὲς τὸ τῆς ψυχῆς ὄμμα, καὶ πᾶσαν ἰδέαν μετὰ τὰς ἀσωμάτους οὐσίας ὑπεραῖρον· ὅθεν καὶ ἐμπαθεῖς πολλάκις τὰ ἐν ἑτέραις ψυχαῖς ἐξ ἀγάπης πολλῆς τῆς πρὸς αὐτὰς νοήματα ἐπιγνῶναι ἠδυνήθησαν· καὶ μάλιστα ὅτε ὑπὸ τῆς πηλοῦ μὴ καταποντίζονται ῥυπούμενοι· εἰ οὐδὲν τῷ ἀΰλῳ φύσει ὡς τὸ ἔνυλον ἀνθέστηκεν· ὁ ἀναγινώσκων νοείτω· αἱ παρατηρήσεις ἐν μὲν τοῖς κατὰ κόσμον ἀνθεστήκασι τῇ τοῦ Θεοῦ προνοίᾳ· ἐν ἡμῖν δὲ τῇ νοερᾷ γνώσει. Οἱ μὲν τῇ ψυχῇ ἀσθενεῖς ἐκ τῶν τοῦ σώματος περιστάσεων, καὶ κινδύνων, καὶ τῶν ἐκτὸς περισπασμῶν, τὴν πρὸς αὐτοὺς ἐπίσκεψιν τοῦ (1036.) Κυρίου γνωριζέτωσαν· οἱ δὲ τέλειοι ἐκ τῆς τοῦ Πνεύματος παρουσίας, καὶ τῆς τῶν χαρισμάτων προσθήκης· ἔστι δαίμων ἐπὰν ἐν τῇ κλίνῃ ἀναπέσωμεν, πρὸς ἡμᾶς παραγενόμενος, καὶ πονηραῖς ἡμᾶς καὶ ῥυπαραῖς κατατοξεύων ἐνθυμήσεσιν, ἵνα τῇ ὀκνηρίᾳ εἰς προσευχὴν τότε κατ᾿ αὐτοῦ μὴ ὁπλισάμενοι ἐν ῥυπαραῖς ἐννοίαις ἀφυπνώσαντες, ῥυπαρὰ καὶ τὰ ἐνύπνια κτησώμεθα. Ἔστιν πνευμάτων, πρόδρομος καλούμενος, ἐξ ὕπνου ἡμᾶς εὐθέως δεχόμενος, καὶ τὴν πρωτόνοιαν ἡμῶν καταμολύνων.
Δίδου σῆς ἡμέρας ἀπαρχὰς Κυρίῳ. Τοῦ γὰρ προποιοῦντος ἔσται. Ἀξιάκουστόν μοι λόγον ἐργάτης ἄριστος ἔφρασεν.
Ἐξ αὐτῆς γὰρ, μοὶ ἔφη, τῆς πρωΐας τὸν ἅπαντά μου δρόμον τῆς ἡμέρας προεπίσταμαι. Πολλαὶ καὶ τῆς εὐσεβείας καὶ ἀπωλείας αἱ ὁδοιπορίαι· διόπερ πολλάκις ὁ τῷ ἑτέρῳ ἀντιτασσόμενος, ἄλλῳ γνησίως συνέρχεται, καὶ ὁ τῶν ἀμφοτέρων σκοπός ἐστι Κυρίῳ εὐάρεστος. Παλαίουσι μὲν οἱ δαίμονες ἐπὶ τοῖς συμβαίνουσιν ἡμῖν πειρασμοῖς ἢ λέξαι ἡμᾶς ἢ πράξαι ἄτοπον. Καὶ ὅταν μὴ ἰσχύσωσιν, ἠρέμα ἐπιστάντες ὑπερήφανον ἡμῖν εὐχαριστίαν πρὸς Θεὸν ὑποτίθενται· οἱ μὲν τὰ ἄνω φρονήσαντες, χωριζόμενοι ἄνω μερικῶς ἀνέρχονται· οἱ δὲ τὰ κάτω, κάτω πάλιν πορεύονται· τῶν γὰρ χωριζομένων οὐδὲν λοιπὸν μέσον ἵσταται. Ἓν τῶν κτισμάτων ἐν ἑτέρῳ καὶ οὐκ ἐν ἑαυτῷ τὸ εἶναι εἴληφε· καὶ θαῦμα πῶς ἐκτὸς τοῦ ἐν ᾧ τὸ εἶναι ἐκομίσατο, συνίστασθαι πέφυκε. Τὰς μὲν εὐσεβεῖς θυγατέρας αἱ μητέρες τίκτουσι, τὰς δὲ μητέρας ὁ Κύριος, καὶ ἐπὶ τῶν ἐναντίων τῷ προειρημένῳ κανόνι ὁρίσαι οὐκ ἄσοφον. Δειλὸς εἰς πόλεμον μὴ ἐξιέτω, Μωυσῆς, μᾶλλον δὲ Θεὸς παρακελεύεται, μήπως γένηται ἡ ἐσχάτη πλάνη τῆς ψυχῆς ὑπὲρ τὴν πρώτην πτῶσιν τοῦ σώματος, καὶ εἰκότως. Φῶς μὲν τῶν τοῦ σώματος πάντων ἄρθρων οἱ αἰσθητοὶ ὀφθαλμοί· φῶς δὲ νοερὸν ἀρετῶν τῶν θείων διάκρισις.
(1056.) Περὶ διακρίσεως εὐδιακρίτου. Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος φλεγομένη τὰ νάματα, οὕτως παρὰ μοναχοῖς ἐπιποθεῖται ἡ τοῦ θείου καὶ ἀγαθοῦ θελήματος κατάληψις· οὐ μὴν δὲ ἀλλὰ καὶ τοῦ συγκεκραμένου, ἔτι δὲ καὶ τοῦ ἐναντίου ἡ ἐπίγνωσις. Περὶ ὧν πολὺ ἡμῖν ὄντως ὁ λόγος (1057.) καὶ δυσερμήνευτος· καὶ ποῖά τε τῶν πραγμάτων, καθ᾿ ἡμᾶς ἀνυπερθέτως ὀφείλουσι γίνεσθαι· καὶ πάσης ἀναμονῆς ὀξυτέρως, κατὰ τὸν λέγοντα· Οὐαὶ ὁ ἀναβαλλόμενος ἡμέραν ἐξ ἡμέρας, καὶ καιρὸν ἐκ καιροῦ. Ποῖα δὲ πάλιν μετὰ ἐπιεικείας καὶ περισκέψεως· ὡς παραινεῖ ὁ εἰρηκώς, Μετὰ κυβερνήσεως γίνεται πόλεμος, καὶ πάλιν· Πάντα εὐσχημόνως, καὶ κατὰ τάξιν γινέσθω. Οὐκ ἔστι γὰρ, οὐκ ἔστι τῶν τυχόντων τὰ τοιάδε δυσδιάκριτα θᾶττον εὐκρινῶς διαγνῶναι, εἴπερ καὶ ὁ θεοφόρος, καὶ τὸ πνεῦμα ἐν ἑαυτῷ λαλοῦν ἔχων, τοῦτο πολλάκις φαίνεται προσευχόμενος· καὶ ποτὲ μὲν λέγων· Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· ποτὲ δὲ πάλιν· Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου· καὶ πάλιν· Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἀπὸ πάσης μερίμνης βιωτικῆς, καὶ πάθους τὴν ψυχήν μου ἦρα καὶ ὕψωσα. Ὅσοι τὸ τοῦ Κυρίου μαθεῖνἠβουλήθησαν θέλημα, ἐν αὐτοῖς θανεῖν κεχρεωστήκασιν [al. τὸ ἑαυτὸν πρότερον θανατῶσαι]· πίστει τοίνυν καὶ ἀπονήρῳ [al. ἑαυτοὺς ἀπαρνούμενοι πίστει, etc.]ἁπλότητι προσευξάμενοι, καὶ ψυχὰς πατέρων ἢ καὶ ἀδελφῶν ἐν ταπεινώσει καὶ ἀνενδοιάστῳ καρδίᾳ ἐρωτήσαντες, ὡς ἐκ Θεοῦ στόματος τὰ παρ᾿ αὐτῶν συμβουλευόμενα δεχέσθωσαν· εἰ καὶ ἐναντία τῷ ἑαυτῶν σκοπῷ τὰ εἰρημένα τυγχάνουσιν, εἰ καὶ μὴ πάνυ πνευματικοὶ οἱ ἐρωτηθέντες καθεστήκασιν· οὐκ ἔστι γὰρ ἄδικος ὁ Θεὸς ψυχὰς πίστει καὶ ἀκακίᾳ ἑαυτὰς τῇ τοῦ πλησίον συμβουλῇ καὶ κρίσει ταπεινωσάσας ἀπατῆσαι, κἂν ἄλογοι οἱ ἐρωτηθέντες τυγχάνωσιν· ἀλλ᾿ ὁ λαλῶν ἄϋλος καὶ ἀόρατος.
Πολλῆς ταπεινοφροσύνης ἀνάπλεοι καθεστήκασιν, οἱ τῷ προειρημένῳ ἡμῖν ἀνενδοιάστως στοιχοῦντες κανόνι. Εἰ γὰρ ἐν ψαλτηρίῳ τὸ ἑαυτοῦ τις ἤνοιγε πρόβλημα, πόσον οἴεσθε λογικὸν νοῦν καὶ ψυχὴν νοερὰν ἀψύχου διαφέρειν ἀποφθέγματος; Πολλοὶ οἱ μήπω τὸ τέλειον τοῦτο καὶ κοῦφον ἀγαθὸν τὸ προειρημένον ἐξ αὐταρεσκείας κατειληφότες· ἀλλ᾿ ἐξ ἑαυτῶν καὶ ἐν ἑαυτοῖς τὸ τοῦ Κυρίου καταλαβεῖν εὐάρεστον ἐπιχειρήσαντες, ποικίλας ἡμῖν λίαν καὶ πλείστας τὰς περὶ τούτου κρίσεις ὑφηγήσαντο. Ἀπέστησάν τινες τῶν συζητητῶν πάσης προσπαθείας, τὸν ἑαυτὸν λογισμὸν ἐπὶ ταῖς ἑκατέραις βουλαῖς τῆς ψυχῆς, λέγω δὴ τῇ ἐπιχειρουμένῃ καὶ τῇ ἀντιλεγούσῃ, καὶ γυμνὸν τὸν ἑαυτὸν νοῦν οἰκείου θελήματος ἐν ζεούσῃ δεήσει ἐπὶ ῥητὰς ἡμέρας παραστήσαντες τῷ Κυρίῳ τῆς ἐπιγνώσεως τοῦ θελήματος αὐτοῦ ἐπέτυχον· ἢ νοὸς νοεροῦ νοερῶς τῷ ἡμετέρῳ νοῒ συλλαλήσαντος, ἢ τῆς μιᾶς ἐννοίας τελέως τῆς ψυχῆς ἐξαφανισθείσης. Ἄλλοι ἐκ τῆς ἐπακολουθείσης τῷ ἐγχειρήματι θλίψεως καὶ διασκεδασμοῦ τοῦτο θεῖον εἶναι κατέλαβον κατὰ τὸν εἰπόντα· Ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἅπαξ, καὶ δὶς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. Ἕτεροι τὸ ἐναντίον πάλιν (1060.) ἐκ τῆς ἀπροσδοκήτου ἐν τῷ πράγματι συνεργίας τοῦτο Θεῷ εὐαπόδεκτον ᾔσθοντο, λέξαντες ἐκεῖνο, τὸ, Παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν συνεργεῖ ὁ Θεός.
Ὁ Θεὸν ἐν ἑαυτῷ διὰ φωτισμοῦ κτησάμενος, καὶ ἐν τοῖς κατεπείγουσι, καὶ ἐν τοῖς ἀναμένουσι πράγμασι τῷ δευτέρῳ τρόπῳ οὐ μέντοι χρόνῳ πληροφορεῖσθαι πέφυκε. Τὸ ἐνδοιάζειν ἐν ταῖς κρίσεσι, καὶ ἀπληροφόρητον ἐπὶ πολὺ διαμένειν, ἀφωτίστου καὶ φιλοδόξου ψυχῆς τεκμήριον. Οὐκ ἔστιν ὁ Θεὸς ἄδικος, ὡς τοῖς μετὰ ταπεινώσεως κρούουσιν ἀποκλείσασθαι· ὁ σκοπὸς ἐν πᾶσι ζητεῖται παρὰ Κυρίου, καὶ ἐν τοῖς κατεπείγουσι, καὶ ἐν τοῖς ἀναβάλλεσθαι ὀφείλουσι. Πάντα γὰρ τὰ καθαρὰ προσπαθείας καὶ παντὸς μολυσμοῦ, κυρίως διὰ Κύριον, καὶ οὐ δι᾿ ἕτερόν τινα γινόμενα, εἰ καὶ οὐ πάντως ἀγαθὰ, ἀλλ᾿ ὅμως καὶ εἰς ἀγαθὸν ἡμῖν λογισθήσονται. Ἡ γὰρ ὑπὲρ ἑαυτῶν ζήτησις, οὐκ ἀκίνδυνον κέκτηται τέλος.
Ἄῤῥητον τὸ περὶ ἡμᾶς τοῦ Κυρίου κρῖμα. Πολλάκις γὰρ τὸ ἑαυτοῦ θέλημα οἰκονομικῶς ἐξ ἡμῶν ἀποκρύψαι βούλεται, ἐπιστάμενος, ὡς καὶ μαθόντες αὐτὸ τούτου παρηκούομεν· καὶ λοιπὸν πλείους πληγὰς ληψόμεθα. Ἀπήλλακται εὐθὴς καρδία ποικιλίας πραγμάτων, ἀκινδύνως πλέουσα ἐν πλοίῳ ἀκακίας.
Εἰσὶν ἀνδρεῖαι ψυχαὶ ἔρωτι καὶ ταπεινότητι καρδίας ἐν ταῖς ὑπὲρ ἑαυτοὺς ἐργασίαις ἐπιχειροῦσαι· καὶ εἰσὶν ὑπερήφανοι καρδίαι τὸ αὐτὸ διαπράττουσαι.
Σκοπὸς γὰρ πολλάκις τοῖς ἐχθροῖς ἡμῶν τὰ ὑπὲρ δύναμιν ἡμῖν ὑποτίθεσθαι· ἵνα δι᾿ ἐκείνων κατολιγωρήσαντες, καὶ τῶν κατὰ δύναμιν ἀποπέσωμεν, καὶ ποιήσωμεν γελοῖον τοῖς ἐχθροῖς ἡμῶν ἑαυτοὺς μέγιστον. Εἶδον καὶ ἀσθενεῖς ψυχὰς καὶ σώματα διὰ πλῆθος πταισμάτων ἐν τοῖς ὑπὲρ ἑαυτὰς ἐπιχειρησάσας, καὶ μὴ ὑπενεγκάσας, αἷς ἔγωγε ποσότητι ταπεινώσεως, καὶ οὐ καμάτων, τὴν μετάνοιαν παρὰ Θεῷ ἔφρασα κρίνεσθαι. Ἔστιν ὅταν ἡ ἀνατροφὴ τῶν ἐσχάτων κακῶν αἴτιος τυγχάνει· ἔστιν ὅτε καὶ ἡ συνδιαγωγή· πλὴν πολλάκις καὶ ἡ διεστραμμένη ψυχὴ αὐταρκεῖ ἑαυτῇ πρὸς ἀπώλειαν. Ὁ χωρισθεὶς, τῶν δύο, καὶ τοῦ τρίτου ἴσως ἀπήλλακται. Ὁ δὲ τὸ τρίτον ἔχων, ἐν παντὶ τόπῳ ἀδόκιμος· οὐδεὶς γὰρ τόπος τοῦ οὐρανοῦ ἀσφαλέστερος. Ἐν τοῖς μὲν κακοθελῶς ἡμῖν μαχομένοις ἀπίστοις, ἢ κακοπίστοις μετὰ πρώτην καὶ δευτέραν νουθεσίαν παυσώμεθα.
Ἐν δὲ τοῖς τὴν ἀλήθειαν μαθεῖν βουλομένοις, τὸ καλὸν ποιοῦντες ἕως αἰῶνος μὴ ἐκκακῶμεν. Πλὴν καὶ πρὸς τὸν στηριγμὸν ἡμῶν τῆς καρδίας ἐν ἀμφοτέροις χρησώμεθα. Ἄλογος λίαν ὁ ὑπὲρ φύσιν ἐν τοῖς ἁγίοις ἀκούων ἀρετὰς, καὶ ἑαυτοῦ ἀπολεγόμενος.
Μᾶλλον δὲ δυοῖν θάτερόν σε ἀρίστως παιδεύουσιν, ἢ πρὸς πολλὴν σεαυτοῦ ἐπίγνωσιν· καὶ τῆς ἐνούσης σοι ἀσθενείας φανέρωσιν ἐπιστρέψουσι διὰ τῆς τρισοσίου ταπεινώσεως. Εἰσὶν ἀκάθαρτοι πονηρῶν πονηρότεροι δαίμονες, οἳ τὴν ἁμαρτίαν ἡμᾶς κατεργάζεσθαι μόνους οὐ συμβουλεύουσιν· ἀλλὰ κοινωνοὺς (1061.) ἡμᾶς πρὸς τὸ κακὸν, καὶ ἑτέρους ἔχειν συμβουλεύουσιν, ἵνα χαλεπωτέραν ἡμῖν τὴν κόλασιν ποιήσωσιν.
Ἑώρακα συνήθειαν πονηρὰν ἐξ ἑτέρου μεμαθηκότα ἕτερον· καὶ μέντοι ὁ μὲν διδάξας εἰς συναίσθησιν ἐληλυθὼς μετανοεῖν ἤρξατο, καὶ τοῦ κακοῦ ἐπαύσατο· διὰ δὲ τῆς τοῦ μαθητοῦ ἐργασίας ἀνίσχυρος αὐτοῦ ἡ μετάνοια γέγονε. Πολλὴ, ὄντως πολλὴ καὶ δυσκατάληπτος ἡ τῶν πνευμάτων πονηρία, καὶ ὀλίγοις ὁρατή· οἶμαι δὲ οὐδὲ ὀλίγοις πᾶσα. Πῶς δὲ τρυφῶντες καὶ κορεννύμενοι ἀγρυπνοῦμεν νηφόντως.
νηστεύοντες δὲ καὶ ταλαιπωροῦντες τῷ ὕπνῳ ἐλεεινῶς καταφερόμεθα, ἢ ἡσυχάζοντες σκληρυνόμεθα, καὶ συνδιάγοντες κατανυσσόμεθα; Λιμώττοντες καθ᾿ ὕπνους πειραζόμεθα, καὶ ἐμφορούμενοι ἀπείραστοι διαμένομεν· ἐν ἐνδείᾳ σκοτεινοί τινες καὶ ἀκατάνυκτοι γιγνόμεθα· ἐν οἰνοποσίᾳ δὲ ἱλαροὶ καὶ εὐκατάνυκτοι; πρὸς ταῦτα ὁ δυνάμενος ἐν Κυρίῳ φωτίσει ἀφωτίστους. Ἡμεῖς γὰρ ἀφώτιστοι πρὸς τὰ τοιάδε τυγχάνομεν· πλὴν ἐκεῖνο λέγομεν, ὅτι οὐ πάντοτε ἐκ δαιμόνων ἡ τοιαύτη μεταβολὴ γίνεται. Ἀλλ᾿ ἔστιν ὅτε καὶ ἐκ τῆς συγκράσεως τῆς δοθείσης μοι ταύτης, καὶ περιδεθείσης μοι, πῶς οὐκ οἶδα, ῥυπαρᾶς καὶ λιχνώδους παχύτητος. Περὶ τοῦ δυσδιακρίτου τῆς τυχούσης τῶν προειρημένων μεταπτώσεως εἰλικρινῶς καὶ ταπεινῶς τὸν Κύριον δυσωπήσωμεν· κἂν μετὰ τὴν ἱκεσίαν, καὶ τὸν ταύτης χρόνον ὡσαύτως εὕρωμεν ἐνεργοῦν τὸ γινόμενον, γνωσόμεθα ὡς οὐκ ἐκ δαιμόνων, ἀλλὰ φύσεώς ἐστι τὸ γινόμενον. Πολλάκις δὲ καὶ θεία οἰκονομία διὰ τῶν ἐναντίων εὐεργετεῖν ἡμᾶς βούλεται, διὰ πάντων τὴν οἴησιν ἡμῶν καταστέλλουσα. Χαλεπὸν μὲν τὸν περὶ κριμάτων βυθὸν περιεργάζεσθαι· ἐν πλοίῳ γὰρ οἰήσεως περίεργοι πλέουσιν.
Ἤρετό τίς τινα τῶν βλέπειν δυναμένων, τί δήποτε γινώσκων ὁ Θεός τινων τὰ πταίσματα, τούτους χαρίσμασι καὶ τέρασι κατεκόσμησεν. Ὁ δέ φησιν· Ἵνα καὶ λοιποὺς πνευματικοὺς ἀσφαλίσηται· καὶ τὸ αὐτεξούσιον δείξῃ καὶ ἀναπολογήτους ἐν τῇ κρίσει τοὺς πεπτωκότας ποιήσῃ. Ὁ μὲν νόμος ὡς ἀτελὴς, Πρόσεχε σεαυτῷ. Ὁ δὲ Κύριος ὡς ὑπερτελὴς, καὶ τὴν τοῦ ἀδελφοῦ ἡμῖν διόρθωσιν προσπεφώνηκεν εἰπών· Ἐὰν ἁμαρτήσει ὁ ἀδελφός σου, καὶ τὰ ἑξῆς. Εἰ μὲν καθαρός σου ὁ ἔλεγχος καὶ ταπεινὸς, μᾶλλον δὲ ὑπόμνησις, τὸ τοῦ Κυρίου ποιεῖν μὴ παραιτήσῃ, καὶ μάλιστα ἐν τοῖς δεχομένοις· εἰ δὲ οὔπω πέφθακας, κἂν τὴν νομικὴν ἄσκει λατρείαν.
Μὴ θαμβοῦ καὶ τοὺς σοὺς προσφιλεῖς ἐχθραίνοντάς σοι θεώμενος· δαιμόνων γὰρ ἐργαλεῖα οἱ κουφότεροι, καὶ μάλιστα ἐν τοῖς ἐχθροῖς αὐτῶν. Θαυμάζειν μοι ἐφ᾿ ἑνὶ τῶν ἐν ἡμῖν λίαν ὑπέρχεται· πῶς τε (1064.) ἐπὶ ταῖς ἀρεταῖς Θεὸν τὸν παντοδύναμον, καὶ ἀγγέλους, καὶ ἁγίους εἰς συνεργίαν ἔχοντες, ἐπὶ δὲ τοῖς ἐναντίοις τὸν πονηρὸν, καὶ μόνον δαίμονα, εὐπρεπεστέρως καὶ ὀξυτέρως πρὸς τὰ πάθη καμπτόμεθα.
Περὶ μὲν τούτου ἐγὼ εἰς ἀκρίβειαν λέγειν οὐ δύναμαι, οὐδὲ βούλομαι. Τὰ μὲν γεγονότα πάντα, εἰ οὕτω καθ᾿ ὃ γεγόνασι φύσεως ἔχουσι, πῶς τε εἰκών εἰμι τοῦ Θεοῦ, καὶ τῇ πηλῷ συμφύρομαι; ὥς φησιν ὁ μέγας Γρηγόριος. Εἰ δὲ ἑτέρως πώς τινα τῶν κτισθέντων παρ᾿ ὃ γέγονε καθέστηκε, πάντως τῆς ἑαυτοῦ συγγενείας ἀπλήστως ὀρέγεται; Ἐν πάσῃ τις μηχανῇ χρησάτω, ἵν᾿ οὕτως εἴπω, ὅπως ἐν τῷ θρόνῳ τοῦ Θεοῦ τὴν πηλὸν ἀνενέγκας ἐνθρονιάσῃ.
Οὐκοῦν μηδεὶς πρὸς τὴν ἀνάβασιν προφασιζέσθω· ἡ γὰρ ὁδὸς καὶ ἡ θύρα ἠνέῳκται· ἡ μὲν τῶν κατορθωμάτων τῶν πνευματικῶν πατέρων ἀκρόασις τὸν νοῦν καὶ τὴν ψυχὴν πρὸς ζῆλον διυπνίζουσιν· ἡ δὲ διδασκαλικὴ ἀκρόασίς ἐστι σκοτίας λύχνος, πεπλανημένων ἐπάνοδος, μυωπαζόντων φωτισμός. Διακριτικός ἐστιν ὑγιείας εὑρετὴς, καὶ νόσου καθαιρέτης. Κατὰ δύο τρόπους πάντες οἱ λεγόμενοι μικροθαύμαστοι τοῦτο πάσχειν πεφύκασι· ἢ ἀγνωσίας ἐσχάτης χάριν, ἢ σκοπῷ ταπεινοφροσύνης τὰ τοῦ πλησίον μεγαλύνοντες καὶ ἐπαίροντες. Ἀγωνισώμεθα μὴ μόνον παλαίειν, ἀλλὰ πολεμεῖν τοὺς δαίμονας· ὁ μὲν γὰρ ποτὲ μὲν βάλλει, ποτὲ δὲ βάλλεται. Οἱ δὲ πάντοτε τὸν ἐχθρὸν διώκουσιν. Ὁ νικήσας τὰ πάθη τιτρώσκει δαίμονας· τὰ πάθη μὲν ὑποκρινόμενος ἔχειν, διὰ τούτου δὲ ἀπατῶν τοὺς ἐχθροὺς αὐτοῦ, καὶ μένων ἀπολέμητος ἐξ αὐτῶν. Ἠτιμάσθη ποτέ τις τῶν ἀδελφῶν, καὶ μηδ᾿ ὅλως κινηθεὶς τῇ καρδίᾳ, κατὰ νοῦν προσευξάμενος· εἶθ᾿ οὕτως ἀποδύρεσθαι ἐπὶ ταῖς ἀτιμίαις ἤρξατο δι᾿ ἐπιπλάστου πάθους τὴν ἑαυτοῦ ἀπάθειαν ἀποκρυψάμενος. Ἕτερος τῶν ἀδελφῶν εἰς προκαθεδρίαν ὢν εἰς ἅπαν ἀνόρεκτος, ὑπὲρ ταύτης τὸν πονοῦντα ὑπεκρίνατο. Πῶς δέ σοι φράσω τὴν ἐκείνου ἁγνείαν, τοῦ ἐν πορνείῳ τῷ δοκεῖν ἁμαρτίας ἕνεκα εἰσπηδήσαντος, τὴν δὲ πόρνην πρὸς ἄσκησιν ἀνασπάσαντος; Τίνι πάλιν τῶν ἡσυχαζόντων βότρυν τις προσκεκόμικε πρωῒ λίαν· ὁ δὲ μετὰ τὴν τοῦ προσαγηοχότος ἄφιξιν ὀξείᾳ ὁρμῇ τινι ἀνορέκτως τοῦτον βέβρωκε, τοῖς δαίμοσι γαστρίμαργον ἑαυτὸν ἐμφανίζων; ἄλλος πάλιν μικρὰ ἀπολωλεκὼς θαλλία, ἅπασαν τὴν ἡμέραν ἐποίει ἑαυτὸν ἀλγυνόμενον· πολλὴ τοῖς τοιούτοις νήψεως χρεία καθέστηκε, μήπως ἐμπαίζειν ἐπιχειρήσαντες, εἰς ἐμπαιγμὸν καταλήξωσιν. Οὗτοι γὰρ ὄντως περὶ ὧν τις ἔφησεν, Ὡς πλάνοι τυγχάνουσι καὶ ἀληθεῖς.
(1065.) Εἵ τις σῶμα στῆσαι βούληται ἁγνὸν τῷ Κυρίῳ, καὶ καρδίαν καθαρὰν ἐπιδείξασθαι αὐτῷ, τηρησάτω ἀοργησίαν καὶ ἐγκράτειαν· τούτων γὰρ χωρὶς, πᾶς κόπος ἡμῶν ἀνόνητος. Ὥσπερ διάφορα τῶν ὀφθαλμῶν τὰ φῶτα, οὕτως πολλαὶ καὶ διάφοροι τοῦ νοητοῦ ἡλίου αἱ ἐν ψυχῇ γινόμεναι ἐπισκιάσεις· ἄλλη μὲν γὰρ, ἡ διὰ τῶν σωματικῶν δακρύων, καὶ ἄλλη ἡ διὰ τῶν ψυχικῶν· ἑτέρα ἡ διὰ τῶν τοῦ σώματος ὀφθαλμῶν, καὶ ἑτέρα διὰ τῶν νοερῶν· ἄλλη ἡ ἐξ ἀκοῆς λόγου, καὶ ἑτέρα ἡ ἰδιαιρέτως κινουμένη ἐν τῇ ψυχῇ ἀγαλλίασις· ἄλλη ἡ ἐξ ἡσυχίας, καὶ ἑτέρα ἡ ἐξ ὑπακοῆς. Πρὸς τούτοις πᾶσιν ἄλλη ἡ δι᾿ ἐκστάσεως τὸν νοῦν ἐν φωτὶ τῷ Χριστῷ παριστῶσα ἀῤῥήτως καὶ ἀφράστως. Εἰσὶν ἀρεταὶ καὶ εἰσὶ μητέρες ἀρετῶν. Ὁ ἐχέφρων τοίνυν ἐπὶ τῇ τῶν μητέρων μᾶλλον ἀγωνίζεται κτήσει· τῶν μὲν μητέρων Θεὸς αὐτὸς ἐν ἰδίᾳ ἐνεργείᾳ διδάσκαλος· τῶν δὲ θυγατέρων πλεῖστοι. Πρόσχωμεν μήπως τὴν τῆς τρυφῆς ἔνδειαν διὰ πολυυπνίας ἀναπληρῶμεν· ἔργον γὰρ ἀφρόνων τοῦτο, ὥσπερ καὶ τὸ ἔμπαλιν.
Εἶδον ἐργάτας κατά τινα περίστασιν μικρὸν τῇ γαστρὶ ὑποχαλάσαντας· θᾶττον δὲ οἱ ἀνδρεῖοι διὰ παννυχίου στάσεως τὴν τάλαιναν ἐβασάνισαν, καὶ τὸν κόρον τοῦ λοιποῦ μετὰ χαρᾶς ἀποστρέφεσθαι ἐπαίδευσαν. Παλαίει μὲν ὁ τῆς φιλαργυρίας [δαίμων]ὀξέως τοῖς ἀκτήμοσιν· ὅταν δὲ μὴ ἰσχύσῃ, τότε λοιπὸν τοὺς πτωχοὺς εἰς ἀφορμὴν προβαλλόμενος, ὑλικοὺς πάλιν τοὺς ἀΰλους ἀνέπεισε γενέσθαι. Ἀθυμοῦντες μὲν, τῆς πρὸς τὸν Πέτρον ἐντολῆς τοῦ Κυρίου ἐννοοῦντες μὴ παυσώμεθα, τοῦ συγχωρεῖν ἑβδομηκοντάκις ἑπτὰ τῷ ἁμαρτάνοντι. Ὃς γὰρ ἑτέρῳ ἐνετείλατο, πάντως καὶ αὐτὸς πολλῷ πλέον ποιήσειεν.
Ἐπαιρόμενοι δὲ, τὸ σύμπαν τοῦ εἰρηκότος μὴ παυσώμεθα ἐννοούμενοι. Ὅστις τελέσει πάντα τὸν πνευματικὸν νόμον, πταίσει δὲ ἐν ἑνὶ πάθει, τοῦτ᾿ ἔστι, ἐν ὑψηλοφροσύνῃ, γέγονε πάντων ἔνοχος. Εἰσί τινες πνευματικῶν πονηρῶν καὶ φθονερῶν καταστάσεις ἑκουσίως τῶν ἁγίων ὑποχωροῦσαι, ἵνα μὴ ἐπὶ τοῖς ἀνικήτοις πολέμοις πρόξενοι στεφάνων τοῖς ὀχλουμένοις γένωνται. Μακάριοι μὲν οἱ εἰρηνοποιοὶ, καὶ οὐδεὶς ὁ ἀντιλέγων. Ἐγὼ δὲ ἑώρακα καὶ ἐχθροποιοὺς μακαρίους· δύο τινὲς πρὸς ἀλλήλους σχέσιν πορνικὴν ἐκέκτηντο· τῶν δὲ γνωστικωτάτων τις ἀνὴρ δοκιμώτατος, διάκονος πρὸς ἑκατέρους μίσους ἐγένετο, ἐκείνῳ μὲν, τοῦτον διαβάλλων ὡς λοιδοροῦντα αὐτόν· τούτῳ δὲ πάλιν ἐκεῖνον ὁμοίως· καὶ ἠδυνήθη ὁ σοφὸς δαιμόνων κακίαν ἀνθρωπίνῃ πανουργίᾳ διακρούσασθαι, καὶ μῖσος ἐργάσασθαι πορνείαν λῦον. Ἔστιν ὁ διὰ ἐντολὴν, ἐντολὴν παρακρουόμενος. Εἶδον γὰρ κατὰ Θεὸν νέους ἑαυτοῖςπροσκειμένους· καὶ μέντοι διὰ τὴν ἑτέρων βλάβην καὶ συνείδησιν, ἀλλήλους πληροφορήσαντες, πρὸς χρόνον ἐμάκρυναν. Ὡς ἐναντία γάμος καὶ ἐξόδιον, οὕτως ἀσύμφωνα ὑπερηφανία καὶ ἀπόγνωσις. Καὶ ἔστιν ἐξ ἀκαταστασίας δαιμόνων, ἀμφότερα ὁμοθυμαδὸν θεάσασθαι. Εἰσί τινες τῶν ἀκαθάρτων δαιμόνων τὴν τῶν θείων Γραφῶν ἑρμηνείαν ἐν (1068.) προοιμίοις ἡμῖν ὑφηγούμενοι· τοῦτο δὲ μάλιστα φιλοῦσι ποιεῖν ἐν ταῖς τῶν κενοδόξων καρδίαις, καὶ μάλιστα τῶν τὴν ἔξω παίδευσιν ἐξησκημένων, ἵνα κατὰ μικρὸν αὐτοὺς ἀπατῶντες εἰς αἱρέσεις καὶ βλασφημίας καταγάγωσιν. Ἐκ τῆς ἐν τῇ ψυχῇ κατὰ τὸν καιρὸν τῆς ὑφηγήσεως, ταραχῆς καὶ χαρᾶς διακεχυμένης καὶ ἀσέμνου τὴν τῶν δαιμόνων θεολογίαν, μᾶλλον δὲ θεομαχίαν ἐπιγνωσόμεθα.
Τάξιν μὲν καὶ ἀρχὴν, τινὰ δὲ καὶ τέλος παρὰ τοῦ πεποιηκότος τὰ γεγονότα ἐσχήκασιν, ἡ δὲ ἀρετὴ ἀπέραντον τὸ πέρας κέκτηται· Πάσης γὰρ, φησὶν ὁ Ὑμνῳδὸς, συντελείας εἶδον πέρας· πλατεῖα δὲ καὶ ἀπέραντος ἡ ἐντολή σου σφόδρα. Εἰ πορεύσονταί τινες καλοὶ ἐργάται ἐκ δυνάμεως πρακτικῆς εἰς δύναμιν θεωρίας, καὶ ἡ ἀγάπη οὐδέποτε λήγει· καὶ Ὁ Κύριος φυλάξει τὴν εἴσοδον τοῦ φόβου σου, καὶ τὴν ἔξοδον τῆς ἀγάπης σου, οὐκοῦν ἀπέραντος τὸ ταύτης πέρας, ἐν ᾗ προκόπτοντες οὐδέποτε καταλήξομεν· οὐ κατὰ τὸν παρόντα, οὐ κατὰ τὸν μέλλοντα αἰῶνα φωτὶ φῶς γνώσεως προσλαμβάνοντες· εἰ καὶ ξένον πως τοῖς πολλοῖς τὸ λεγόμενον, ὅμως κατὰ τὴν προλεχθεῖσαν ἡμῖν ἀπόδειξιν, ὦ μάκαρ, οὐδὲ γὰρ τὰς νοερὰς οὐσίας ἔγωγε ἀπροκόπους εἶναι εἴποιμι ἂν, δόξαν δὲ μᾶλλον δόξῃ ἀεὶ προσλαμβανούσας, καὶ γνῶσιν ἐπὶ γνώσει ὁρίζομαι. Μὴ θαυμάσῃς εἴπερ καὶ ἀγαθὰ ἡμῖν οἱ δαίμονες πολλάκις νοήματα ὑποβάλλουσι καὶ τούτοις νοερῶς ἀντιλέγουσι· σκοπὸς γὰρ τοῖς ἐχθροῖς ἡμῶν ἐν τούτῳ πεῖσαι ἡμᾶς, ὡς καὶ τὰ ἐγκάρδια ἡμῶν ἐνθυμήματα γινώσκουσι. Μὴ θέλε εἶναι πικρὸς δικαστὴς τῶν λόγῳ μεγάλα διδασκόντων, ὁρῶν αὐτοὺς τὴν πρακτικὴν ὀκνηροτέρους διακειμένους· πολλάκις γὰρ τὴν τοῦ ἔργου ἔλλειψιν ἀνεπλήρωσεν ἡ τοῦ λόγου ὠφέλεια. Οὐ πάντες πάντως πάντα ἐπίσης κεκτήμεθα· ἐν ἐνίοις μὲν γὰρ ὁ λόγος τὸ ἔργον· ἐν ἑτέροις δὲ πάλιν τὸ δεύτερον τὸ πρῶτον πλεονεκτεῖ. Κακὸν μὲν ὁ Θεὸς οὔτε πεποίηκεν, οὔτε δεδημιούργηκεν. Ἠπατήθησαν δέ τινες φήσαντες φυσικὰ εἶναί τινα τῶν παθῶν ἐν ψυχῇ, ἀγνοήσαντες ὅτι τὰ συστατικὰ τῆς φύσεως ἰδιώματα ἡμεῖς εἰς πάθη μετηνέγκαμεν. Οἷον, φύσει ἐν ἡμῖν ἡ σπορὰ διὰ τὴν τεκνογονίαν, μετεποιήσαμεν δὲ ἡμεῖς αὐτὴν εἰς πορνείαν.
Φύσει ὁ θυμὸς ἐν ἡμῖν κατὰ τοῦ ὄφεως, κεχρήμεθα δὲ αὐτῷ ἡμεῖς κατὰ τοῦ πλησίον. Ἐν ἡμῖν ὁ ζῆλος διὰ τὸ τὰς ἀρετὰς ζηλοῦν, ἡμεῖς δὲ ἐπὶ τῷ κακῷ ζηλοῦμεν. Φύσει τῇ ψυχῇ τὸ τῆς δόξης ἐπιθυμεῖν, ἀλλὰ τῆς ἄνω· φύσει τὸ ὑπερηφανεύεσθαι, ἀλλὰ κατὰ τῶν δαιμόνων. Ὁμοίως ἡ χαρὰ, ἀλλὰ διὰ τὸν Κύριον καὶ τὴν τοῦ πλησίον εὐπραγίαν· εἰλήφαμεν καὶ μνησικακίαν, ἀλλὰ κατὰ τῶν ἐχθρῶν τῆς ψυχῆς.
Εἰλήφαμεν ἔφεσιν τροφῆς, οὐ μέντοι ἀσωτίας. (1069.) Ἄοκνος ψυχὴ ἐξήγειρε καθ᾿ ἑαυτῆς δαίμονας, πληθυνθέντων δὲ πολέμων, ἐπληθύνθησαν καὶ στέφανοι.
Ὁ μὴ πληττόμενος ὑπὸ πολεμίων, οὐ πάντως στεφανωθήσεται. Ὁ δὲ ἐπὶ τοῖς συμβατικοῖς πτώμασι μὴ ἀποκάμνων, ὑπὸ ἀγγέλων ὡς πολεμιστὴς εὐφημηθήσεται. Τρεῖς μέν τις νύκτας ἐν γῇ πεποιηκὼς ἀνεβίω εἰς ἅπαν· ὁ δὲ τρεῖς ὥρας νενικηκὼς οὐκ ἀποθανεῖται λοιπόν. Ἐὰν κατ᾿ οἰκονομικὴν παίδευσιν, μετὰ τὴν ἀνατολὴν αὐτοῦ ἐν ἡμῖν, Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ, πάντως ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ λοιπὸν διελεύσονται πρὸς ἡμᾶς οἱ πρώην ἀναχωρήσαντες ἄγριοι σκύμνοι, καὶ πάντα τὰ θηρία τοῦ δρυμοῦ τῶν ἀκανθωδῶν παθῶν, ὠρυόμενοι ἁρπάσαι τὴν ἐν ἡμῖν ἐλπίδα, καὶ ζητοῦντες παρὰ τοῦ Θεοῦ τῶν παθῶν βρῶσιν αὐτοῖς, ἢ δι᾿ ἐννοίας, ἢ διὰ πράξεως, ἀνέτειλεν ἡμῖν διὰ σκοτεινῆς ταπεινώσεως πάλιν ὁ ἥλιος· καὶ πρὸς ἑαυτὰ τὰ θηρία συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν, ἤγουν φιληδόνους καρδίας καταστήσονται, καὶ οὐκ ἐν ἡμῖν. Τότε ἐροῦσιν ἐν τοῖς δαίμοσιν· Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ᾿ αὐτῶν ἔλεος πάλιν· ἡμεῖς δὲ πρὸς αὐτούς· Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ᾿ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. Ὑμεῖς δὲ διωκόμενοι· Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, πάντως ψυχῆς γηΐνης πάσης ἐπιθυμίας ὑψωθείσης, καὶ ἥξει εἰς Αἰγυπτίαν, καρδίαν τὴν πρώην ἐσκοτισμένην, καὶ σεισθήσονται τὰ χειροποίητα εἴδωλα, καὶ ἐνθυμήματα τοῦ νοός. Εἰ Χριστὸς ἀπὸ Ἡρώδου σωματικῶς φεύγει, καίπερ πάντα δυνάμενος, παιδευέσθωσαν οἱ προπετεῖς, μὴ ἑαυτοὺς τοῖς πειρασμοῖς ἐπιῤῥίπτειν· Μὴ δῴης γὰρ, φησὶν, εἰς σάλον τὸν πόδα σου, καὶ οὐ νυστάξει ὁ φυλάσσων σε ἄγγελος. Συμπλέκεται τῇ ἀνδρείᾳ ἡ τύφωσις, ὥσπερ ὁ λεγόμενος σμίλαξ τῇ κυπαρίσσῳ. Ἔργον ἡμῖν ἔστω ἀένναον, μὴ ψιλῇ ἐννοίᾳ λογίζεσθαι ἡμᾶς τὸ οἱονοῦν κεκτῆσθαι ἀγαθόν· ἀλλὰ τοῦτο ἀκριβῶς ἐκζητοῦν ἰδίωμα σκοπήσωμεν, εἰ ἐν ἡμῖν ἐστι. Καὶ τότε πάντως ἐλλείποντας ἑαυτοὺς νοήσομεν· ζήτει καὶ τῶν παθῶν ἀπαύστως τὰ τεκμήρια, καὶ τότε πολλὰ ἐνόντα σοι συνήσεις, ἅπερ ἐν νόσοις μὲν ὄντες διαγνῶναι οὐ δυνάμεθα, ἢ δι᾿ ἀσθένειαν, ἢ διὰ βαθεῖαν προκατάληψιν.
Πρόθεσιν κρίνει ὁ Θεός. Ἐν δὲ τοῖς κατὰ δύναμιν τὴν ἐργασίαν φιλανθρώπως μέντοι ζητεῖ.
Μέγας ὁ μηδὲν κατὰ δύναμιν ἐλλείπων· μείζων δὲ ὁ ἐν ταπεινώσει ἐν τοῖς ὑπὲρ δύναμιν ἐπιχειρῶν.
Πολλάκις οἱ δαίμονες τὰ κουφότερα, καὶ συμφέροντα (1072.) ἡμᾶς κωλύουσι διαπράττεσθαι, τὰ δὲ μοχθηρότερα μετελθεῖν μᾶλλον προτρέπονται. Εὑρίσκω Ἰωσὴφ ἐκεῖνον δι᾿ ἀποστροφὴν ἁμαρτίας, καὶ οὐ δι᾿ ἔνδειξιν ἀπαθείας μακαριζόμενον. Ζητητέον ἡμῖν ἐν ποίαις καὶ πόσαις ἁμαρτίαις ἡ ἀποστροφὴ στέφανον κέκτηται. Ἄλλο τὸ ἀποστρέφεσθαι τὴν σκιάν· ὑψηλότερον δὲ τὸ προστρέχειν τῷ ἡλίῳ. Τὸ σκοτοῦσθαι αἴτιον τοῦ προσκόπτειν· τὸ δὲ προσκόπτειν τοῦ πίπτειν· τὸ δὲ πίπτειν τοῦ θνήσκειν. Ἐξ οἴνου οἱ σκοτισθέντες, ἐνίψαντο πολλάκις ὕδατι· οἱ δὲ ἐκ παθῶν σκοτισθέντες, ἐνίψαντο δάκρυσιν. Ἄλλο θόλωσις, καὶ ἄλλο ἐπίχυσις, καὶ ἕτερον τύφλωσις· καὶ τὴν μὲν προτέραν ἰάσατο ἐγκράτεια· τὴν δὲ δευτέραν ἡσυχία· τὴν δὲ τρίτην ὑπακοὴ, καὶ ὁ Θεὸς ὑπήκοος γεγονώς. Ἡμεῖς ἐκ δύο τῶν τὰ κάτω καθαιρόντων προσφυῶς τὰ δύο τῶν τὰ ἄνω φρονούντων, ὡς ἐν ὑποδείγμασιν ὑπειλήφαμεν. Κναφεῖον μὲν τὸ κατὰ Κύριον κοινόβιον· τὸ τὸν ῥύπον, καὶ τὴν παχύτητα, καὶ τὴν ἀμορφίαν τῆς ψυχῆς ἀποξέον, εἰρηκότες. Βαφεῖον δ᾿ ἂν εἴη ἡ ἀναχώρησις τοῖς τὴν λαγνείαν, καὶ μνησικακίαν, καὶ θυμὸν ἀποθεμένοις, καὶ ἐξ ἐκείνου λοιπὸν πρὸς ἡσυχίαν μετερχομένοις. Τινὲς τὸ τοῖς αὐτοῖς περιπίπτειν πτώμασιν ἐξ ἐλλείψεως τῆς ἁρμοζούσης, καὶ ἀντισηκούσης μετανοίας τῷ προτέρῳ φασί. Ζητητέον δὲ εἰ πᾶς ὁ μὴ πεσὼν τῷ ἑαυτῷ εἴδει, ἄρα καὶ ἀξίως μετενόησε. Πεπτώκασι τοῖς αὐτοῖς τινες, ἢ τῶν προτέρων ἐν λήθης βυθῷ καταχωσθέντες, ἢ τὸν Θεὸν ἐκ φιληδονίας φιλάνθρωπον ὑπολαμβάνοντες· ἢ τῆς ἑαυτῶν σωτηρίας ἀπολεγόμενοι. Οὐκ οἶδα εἰ μήπω μέ τις καταμέμφεσθαι ἤμελλεν, ἐπεὶ ἂν εἶπον, ὅτιπερ τὸν ἐχθρὸν τοῦτον λοιπὸν δῆσαι μὴ ἰσχύοντες, τῇ τῆς συνηθείας ἰσχύϊ τυραννοῦντα αὐτούς. Ἐρευνητέον πῶς ἀσώματος οὖσα ἡ ψυχὴ, τοὺς πρὸς αὐτὴν ὁμοουσίους ἐπιδημοῦντας, ὡς ἔχουσι φύσεως ὁρᾷν οὐ πέφυκε· μήπως ἄρα διὰ τὴν ζεῦξιν, ἣν ὁ δήσας μόνος ἐπίσταται; Βουλομένῳ μαθεῖν φράζε δὴ, φράζε, τίς με γνωστικὸς ἐπύθετο, ποῖοι τῶν πνευμάτων ταπεινοῦν, ποῖοι δὲ ὑψοῦν ἐπὶ ταῖς ἁμαρτίαις πεφύκασι τὸν νοῦν. Κἀμοῦ πρὸς τὸ σκέμμα δυσχεράνατος, καὶ τὴν ἄγνοιαν βεβαιωσαμένου ὅρκῳ, ὁ μανθάνων ἐδίδαξεν. Ἐν ὀλίγοις, φησὶ, διακρίσεως ζύμην σοι δεδωκὼς καταλείψω ζητεῖν ἐμπόνως· ὁ τῶν σωμάτων, καὶ ὁ τῆς ὀργῆς, καὶ ὁ τῆς κοιλιομανίας· ὁ τῆς ἀκηδίας, ὁ ὕπνου οὐ πεφύκασί πωςἐπαίρειν τὸ τοῦ νοὸς κέρας. Ὁ δὲ τῆς φιλαργυρίας, φιλαρχίας τε καὶ πολυλογίας, καὶ ἕτεροι πλείους κακῷ κακὸν εἰώθασιν ἐπισυνάπτειν. Διὸ καὶ ὁ τοῦ κρίνειν, τούτοις παραπλήσιος καθέστηκεν. Εἴ τις πρὸς κοσμικοὺς ἢ παρεγένετο, ἢ ἐδέξατο, καὶ ἐπὶ τῷ αὐτῶν μετὰ τὴν ὥραν ἢ ἡμέραν χωρισμῷ λύπης βέλος ἐδέξατο, καὶ μὴ μᾶλλον χαρᾶς ὡς ἐμποδίου παγίδος ἀπαλλαγεὶς, οὗτος ἢ ὑπὸ κενοδοξίας ἢ ὑπὸ πορνείας ἐμπαίζεται. Τὸ πόθεν ὁ ἄνεμος πνεῖ πρὸ πάντων (1073.) ζητήσωμεν· μήπως εὑρεθῶμεν ἐναντίως τὰ ἱστία ἐκτείνοντες· παρακάλει ἐξ ἀγάπης γέροντας πρακτικοὺς οἵτινες κατέτριψαν τὰ σώματα αὐτῶν ἐν ἀσκήσει, μικρὰν ἀνάπαυσιν αὐτοῖς παρεχόμενος.
Ἀνάγκαζε νέους ἐγκρατεύεσθαι, οἵτινες κατέτριψαν τὰς ψυχὰς αὐτῶν ἐν ἁμαρτίαις, μνήμην κολάσεως αὐτοῖς διηγούμενος. Τῶν οὐκ ἐνδοχομένων ἐστὶν, ὅπερ ἐν ἑτέρῳ εἰρήκαμεν, εὐθέως ἐν προοιμίοις εἰς ἅπαν γαστριμαργίας καὶ κενοδοξίας ἡμᾶς καθαρεύειν· ἀλλὰ μὴ θελήσωμεν διὰ τρυφῆς τῇ κενοδοξίᾳ μάχεσθαι· ἧττα γὰρ γαστριμαργίας κενοδοξίαν, τοῖς εἰσαγωγικοῖς λέγω, ἀποτίκτει. Μᾶλλον δὲ δι᾿ ἐνδείας κατ᾿ αὐτῆς πρεσβεύσωμεν. Ἐλεύσεται γὰρ ὥρα, καὶ νῦν ἐστι τοῖς βουλομένοις, ἵνα ὑποτάξῃ Κύριος καὶ ταύτην ὑπὸ τοὺς πόδας ἡμῶν. Οὐ τοῖς αὐτοῖς οἱ νέοι καὶ οἱ γεγηρακότες προσερχόμενοι πολεμοῦνται πάθεσι. Πολλάκις γὰρ εἰς ἅπαν ἐναντίας τὰς νόσους κέκτηνται. Διὰ τοῦτο μακαρία, ἡ μακαρία ταπείνωσις, ὅτι νέοις καὶ γεγηρακόσιν ἀσφαλὴς καὶ δυνατὴ γίγνεται μετάνοια. Μὴ θορυβήσω ἐν τῷ λέγειν ἔρχομαι. Σπάνιοι γὰρ, πλὴν εἰσὶ ψυχαὶ εὐθεῖς καὶ ἀπόνηροι, κακίας, καὶὑποκρίσεως, καὶ κακεντρεχείας ἀπηλλαγμέναι, αἷς πάντη ἡ τῶν ἀνθρώπων συνδιατριβὴ ἀντίκειται δυναμέναις μετὰ τοῦ ὁδηγοῦντος ἐκ τῆς ἡσυχίας, ὥσπερ ἐκ λιμένος, εἰς οὐρανὸν ἀνέρχεσθαι, καὶ τῶν κοινοβιακῶν θορύβων, καὶ σκανδάλων διαμεῖναι ἀνενδεεῖς καὶ ἀπείρατοι. Λάγνους μὲν ἄνθρωποι, πονηροὺς δὲ ἄγγελοι, ὑπερηφάνους δὲ Θεὸς ἰάσασθαι πέφυκεν. Εἶδος ἀγάπης πολλάκις ἴσως γέγονε καὶ τοῦτο, τὸ τῷ πλησίον καταλιμπάνειν παραβάλλοντι πρὸς ἡμᾶς ποιεῖν, καθὼς βούλεται, ἐν ἅπασιν, ἡμῶν μέντοι ἱλαρότητα πᾶσαν ἐπιδεικνυμένων, ζητητέον πῶς καὶ ἕως τίνος, καὶ πότε, καὶ ἢ ἄρα ἀναλυτικὴ ἡ μεταμέλεια τῶν καλῶν, ὥσπερ τῶν κακῶν. Διακρίσει πολλῇ χρησώμεθα, πότε μὲν ἵστασθαι, καὶ ἐν ποίοις, καὶ ἕως τίνος προσπαλαίειν ταῖς τῶν παθῶν ὕλαις ὀφείλομεν. Ἔστι γὰρ καὶ φυγεῖν προκρῖναι διὰ τὴν ἀσθένειαν, ἵνα μὴ ἀποθάνωμεν. Ἴδωμεν καὶ φυλάξωμεν (ἴσως γὰρ καὶ ἐν καιρῷ διὰ πικρίας χολὴν κενῶσαι δυνάμεθα), ποῖοι μὲν τῶν δαιμόνων ὑψοῦσι, ποῖοι δὲ ταπεινοῦσι, καὶ ποῖοι σκληρύνουσι, ποῖοι δὲ παρακαλοῦσι, καὶ ποῖοι μὲν σκοτίζουσι, ποῖοι δὲ πάλιν φωτισμὸν ὑποκρίνονται, καὶ ποῖοι μὲν νωθροὺς, ποῖοι δὲ κακεντρεχεῖς, ποῖοι δὲ σκυθρωποὺς, καὶ ποῖοι ἱλαροὺς ἡμᾶς ἀπεργάζονται. Μὴ θαμβηθῶμεν ἐν τῷ σταδίῳ ἐν προοιμίοις ἑαυτοὺς ἐμπαθεστέρους τῆς ἐν τῷ κόσμῳ ἡμῶν διαγωγῆς ὁρῶντες. Δεῖ γὰρ τὰ αἴτια πάντα κινηθῆναι. Εἶθ᾿ οὕτως τὴν ὑγείαν ἡμῖν προσγενέσθαι, εἰ καὶ τάχα που τὰ θηρία κρυπτόμενα οὐκ ἐβλέποντο. Ὅτε κατά τινα σύμβασιν λοιπὸν οἱ τελειότητι πλησιάζοντες, ἔντινι ψιλῷ τοῖς δαίμοσι ἡττηθῶσι, πάσῃ μηχανῇ χρῶνται συντόμως τοῦτο ἐξ αὐτῶν ἑκατονταπλάσιον ἀφαρπάσασθαι. Ὥσπερ οἱ ἄνεμοι, ποτὲ μὲν τὴν ἐπιπολὴν, διὰ τὸ γαληνὸν, ποτὲ δὲ τὸν βυθὸν τῆς θαλάσσης ταράττειν εἰώθασιν· οὕτως μοι νόει καὶ ἐπὶ τῶν σκοτεινῶν ἀνέμων, τῶν μὲν γὰρ ἐμπαθῶν αὐτὴν τὴν τῆς καρδίας αἴσθησιν ταράσσειν πεφύκασι· τῷν δὲ ἤδη προκοψάντων, τὴν ἐπιπολὴν τοῦ νοός.
(1076.) Διὸ οὗτοι καὶ θᾶττον τῆς οἰκείας γαλήνης ἐπαισθάνονται, ἀμολύντου διαμεινάσης. Τελείων τὸ ἐπιγνῶναι ἀεὶ ἐν τῇ ψυχῇ, ποία μὲν τοῦ συνειδότος, ποία δὲ Θεοῦ, καὶ ποία δαιμόνων ἔννοια. Οὐ γὰρ πάντα ἐναντία ἐκ προοιμίων ὑποτίθενται οἱ δαίμονες. Διὸ καὶ σκοτεινὸν ὄντως τὸ πρόβλημα.
Ἐν δυσὶν ὄμμασιν αἰσθητοῖς φωτίζεται τὸ σῶμα, καὶ ἐν νοητῇ, καὶ ὁρατῇ διακρίσει ὀφθαλμοὶ τῆς καρδίας λαμπρύνονται.
(1084.) Ἀνακεφαλαίωσις ἐν ἐπιτομῇ τῶν προειρημένων λόγων αὐτοῦ.
Πίστις βεβαία ἀποταγῆς μήτηρ· τὸ δὲ ἐναντίον πρόδηλον.
Ἐλπὶς ἀκλινὴς ἀπροσπαθείας θύρα· τὸ δὲ ἐναντίον πρόδηλον.
Ἀγάπη Θεοῦ, ξενιτείας ὑπόθεσις· τὸ δὲ ἐναντίον πρόδηλον.
Ὑποταγὴν ἔτεκεν ἑαυτοῦ κατάγνωσις, καὶ ὑγείας ὄρεξις.
Ἐγκράτεια μήτηρ ὑγείας· ἐγκρατείας μήτηρ, θανάτου ἔννοια καὶ μνήμη παγία χολῆς καὶ ὄξους Δεσπότου καὶ Θεοῦ.
Σωφροσύνης βοηθός ἐστι, καὶ ὑπόθεσις ἡσυχία· πυρώσεως θραῦσις νηστεία.
Λογισμῶν τε πονηρῶν καὶ αἰσχρῶν συντριμμὸς διανοίας ἀντίπαλος· πίστις καὶ ξενιτεία θάνατος φιλαργυρίας.
Συμπάθεια δὲ καὶ ἀγάπη προέδωκαν σῶμα.
Προσευχὴ ἐκτενὴς, ὄλεθρος ἀκηδίας· Μνήμη δὲ κρίσεως προθυμίας πρόξενος.
Θυμοῦ ἴαμα, ἀτιμίας ἀγάπη· ὑμνῳδία δὲ καὶ συμπάθεια καὶ ἀκτημοσύνη λύπης πνιγμοσύνη.
Ἀπροσπάθεια δὲ αἰσθητῶν, θεωρία νοητῶν.
(1085.) Σιωπὴ καὶ ἡσυχία κενοδοξίας πολέμιοι. Εἰ δὲ μέσος ὑπάρχεις, ἀτιμίαν μέτελθε.
Ὑπερηφανίαν ὁρωμένην ἰάσονται σκυθρωπαὶ καταστάσεις· ἀόρατον δὲ ὁ πρὸ αἰώνων ἀόρατος.
Πάντων θηρίων αἰσυητῶν ἀναιρετικὴ ἔλαφος, νοητῶν δὲ, ἡ ταπείνωσις.
Ἔνεστι διὰ τῶν κατὰ φύσιν πάντων ἡμῶν ἐναργῶς τὰ νοητὰ παιδεύεσθαι. Ὥσπερ ὄφιν ἀδύνατον τὴν ἑαυτοῦ παλαιότητα ἐκδύσασθαι, μὴ ἐν στενῇ ὀπῇ εἰσδύντα· οὕτως καὶ ἡμᾶς τὰς παλαιὰς προλήψεις, καὶ τὴν τῆς ψυχῆς παλαιότητα, καὶ τὸν τοῦ παλαιοῦ ἀνθρώπου χιτῶνα, οὐ μὴ ἀποβάλωμεν, ἐὰν μὴ τῆς στενῆς, καὶ τεθλιμμένης νηστείας, καὶ ἀτιμίας ὁδὸν παρέλθωμεν.
Ὥσπερ τὰ πολύσαρκα τῶν ὀρνίθων εἰς οὐρανὸν πετασθῆναι ἀδύνατον· οὕτω καὶ τὸν τὴν ἑαυτοῦ σάρκα θεραπεύοντα.
Ξηρανθεὶς βόρβορος οὐκ ἔτι χοίρους θεραπεύει, καὶ μαρανθεῖσα σὰρξ οὐκ ἔτι δαίμονας ἀναπαύει.
Ὥσπερ σχιδάκων πλῆθος πολλάκις συμπνίγει φλόγα, καὶ ἀποσβέννυσι, πλῆθος καπνοῦ ἐργασάμενον· οὕτω πολλάκις καὶ λύπη ὑπέρμετρος καπνώδη καὶ σκοτεινὴν τὴν ψυχὴν ἐργάζεται, καὶ τὸ ὕδωρ τῶν δακρύων ἀποξηραίνει.
Ὥσπερ τυφλὸς τοξότης ἀδόκιμος· οὕτως μαθητὴς ἀντίλογος ἀπόλλυται.
Ὥσπερ σίδηρος δόκιμος, καὶ τὸν ἀδόκιμον ὀξῦναι δύναται· οὕτως ἀδελφὸς πρόθυμος τὸν ῥᾴθυμον πολλάκις ἔσωσεν.
Ὥσπερ τὰ ὠὰ ἐν κόλπῳ θαλπόμενα ζωογονοῦνται· οὕτως καὶ λογισμοὶ μὴ φανερούμενοι, εἰς ἔργα προφαίνουσι.
Ὥσπερ ἵπποι τρέχοντες ἀλλήλοις ἁμιλλῶνται· οὕτως συνοδία ἀγαθὴ ἑαυτὴν διεγείρει.
Ὥσπερ αἱ νεφέλαι ὑποκρύπτουσι τὸν ἥλιον· οὕτως αἱ πονηραὶ ἔννοιαι σκοτίζουσι, καὶ ἀπολλύουσι τὸν νοῦν.
Ὥσπερ ὁ τὴν ἀπόφασιν εἰληφὼς, καὶ πρὸς τὴν καταδίκην πορευόμενος, οὐ λαλεῖ περὶ θεάτρων· οὕτως οὐδὲ ὁ ἐν ἀληθείᾳ πενθῶν, γαστέρα θεραπεύσει ποτέ.
Ὥσπερ πένητες θησαυροὺς βασιλικοὺς ὁρῶντες ἐπὶ πλεῖον τὴν ἑαυτῶν πτωχείαν ἐπιγινώσκουσιν· οὕτως καὶ ψυχὴ τὰς μεγάλας τῶν πατέρων ἀρετὰς ἀναγινώσκουσα, πάντως ταπεινότερον ποιεῖται τὸ ἑαυτῆς φρόνημα.
Ὥσπερ καὶ μὴ βουλόμενος ὁ σίδηρος ὑπακούει τῷ μαγνίτῃ [al. μαγνήτιδι]· οὕτω καὶ οἱ ποιωθέντες ταῖς προλήψεσι, τυραννοῦνται ὑπ᾿ αὐτῶν.
Ὥσπερ τὸ ἔλαιον καὶ μὴ βουλομένην ἡμεροῖ τὴν θάλασσαν· οὕτως καὶ ἡ νηστεία, καὶ ἀκουσίας κατασβεννύει τὰς τοῦ σώματος πυρώσεις.
Ὥσπερ στενούμενον ὕδωρ εἰς ὕψος ἀνατρέχει· οὕτω πολλάκις καὶ ψυχὴ ὑπὸ κινδύνων στενωθεῖσα (1088.) πρὸς Θεὸν διὰ μετανοίας ἀνῆλθε καὶ ἐσώθη.
Ὥσπερ ὁ ἀρώματα βαστάζων, καὶ μὴ θέλων ἐκ τῆς ὀσμῆς ἐλέγχεται· οὕτως καὶ ὁ Πνεῦμα Κυρίου ἔχων, ἐκ τῶν αὐτοῦ λόγων καὶ τῆς ταπεινώσεως γνωρίζεται.
Ὥσπερ τὰ πνεύματα ταράσσουσιν ἄβυσσον· οὕτω καὶ ὁ θυμὸς πλέον πάντων ταράττει τὴν διάνοιαν.
Ὥσπερ ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ σφοδρῶς ἐξ ἀκοῆς ἐπιθυμεῖ γεύσασθαι· οὕτως καὶ οἱ ἁγνοὶ τῷ σώματι, πολὺν ἐκ τούτου κουφισμὸν κέκτηνται.
Ὥσπερ ὅπλα βασιλικὰ ἐν τόπῳ κείμενα ὁρῶντες οἱ κλέπται, οὐχ, ὡς ἔτυχεν, ἐκεῖ ἐπιβαίνουσιν· οὕτως καὶ ὁ τῇ καρδίᾳ προσευχὴν προσάψας, οὐχ, ὡς ἔτυχεν, ὑπὸ τῶν νοητῶν λῃστῶν κλέπτεται.
Ὥσπερ οὐ τίκτει πῦρ χιόνα· οὕτως οὐδὲ ὁ τὴν ἐνταῦθα ζητῶν τιμὴν, τῆς ἐκεῖθεν ἀπολαύσει.
Ὥσπερ εἷς σπινθὴρ πολλάκις πυρὸς πολλὴν ὕλην κατέκαυσεν· οὕτως καὶ ἓν ἀγαθὸν εὑρίσκεται πλῆθος πταισμάτων μεγάλων ἐξαλεῖψαι.
Ὡς οὐκ ἔστι χωρὶς ὅπλου θηρία ἀπολέσαι, οὕτως οὐδὲ χωρὶς ταπεινώσεως ἀοργησίαν κτήσασθαι.
Ὡς οὐκ ἔστι ζῇν κατὰ φύσιν ἄνευ βρώσεως, οὕτως οὐκ ἔστιν ἕως ἐξόδου κἂν πρὸς ῥοπὴν ἀμελῆσαι.
Ὥσπερ ἀκτὶς ἡλίου δι᾿ ὀπῆς εἰσελθοῦσα ἐν οἴκῳ πάντα φωτίζει, ὡς καὶ τὸν λεπτότατον ὁρᾷν τότε κονιορτὸν πετόμενον· οὕτως καὶ ὁ φόβος Κυρίου ἐν καρδίᾳ γενόμενος πάντα αὐτῇ τὰ αὐτῆς ἁμαρτήματα ὑποδείκνυσιν.
Ὥσπερ οἱ λεγόμενοι καρκῖνοι εὐεπιχείρητοι τυγχάνουσιν, διὰ τὸ, ποτὲ μὲν ἔμπροσθεν βαίνειν, ποτὲ δὲ ὄπισθεν· οὕτως καὶ ψυχὴ, ποτὲ μὲν γελῶσα, ποτὲ δὲ πενθοῦσα, ποτὲ δὲ τρυφῶσα, οὐδὲν ὠφελῆσαι δύναται.
Ὥσπερ οἱ ὑπνώττοντες εὐχερῶς συλῶνται· οὕτως καὶ οἱ πλησίον κόσμου τὴν ἀρετὴν μετερχόμενοι.
Ὥσπερ ὁ λέοντι μαχόμενος ἐὰν ῥεφθῇ τὸ ὄμμα, εὐθέως ἀπόλλυται· οὕτως καὶ ὁ τῇ ἑαυτοῦ σαρκὶ μαχόμενος ἐὰν ταύτην ἀναπαύσῃ.
Ὥσπερ οἱ εἰς κλίμακα ἀναβαίνοντες σαθρὰν κινδυνεύουσιν· οὕτως πᾶσα τιμὴ, καὶ δόξα, καὶ δυναστεία τῇ ταπεινοφροσύνῃ ἀντίκεινται.
Ὡς ἀδύνατον τὸν πεινῶντα μὴ μνημονεύειν ἄρτου· οὕτως ἀμήχανον σωθῆναι τὸν ἐξόδου καὶ κρίσεως μὴ μνημονεύοντα.
Ὥσπερ τὸ ὕδωρ τὰ γράμματα· οὕτως τὸ δάκρυον τὰ πταίσματα ἐξαλείφειν δύναται.
Ὥσπερ τινὰ τῶν γραμμάτων, ἀποροῦντες ὕδατος, δι᾿ ἑτέρων τρόπων ἀπαλείφομεν· οὕτως εἰσὶ καὶ ψυχαὶ ἀποροῦσαι δακρύων, καὶ διὰ λύπης, καὶ στεναγμοῦ, καὶ σκυθρωπότητος πολλῆς ταῦτα ἐκλεαίνουσι, καὶ ἀποξέουσιν.
Ὥσπερ πλῆθος κόπρου πλῆθος σκωλήκων ἐργάζεται· οὕτως πλῆθος βρωμάτων πλῆθος πτωμάτων, καὶ πονηρῶν λογισμῶν, καὶ ἐνυπνίων ἐργάζεται.
(1089.) Ὥσπερ ὁ τοὺς πόδας πεδηθεὶς βαδίζειν εὐχερῶς οὐ δύναται· οὕτως καὶ οἱ θησαυρίζοντες χρήματα, εἰς οὐρανὸν ἀνελθεῖν οὐκ ἰσχύουσιν.
Ὥσπερ ζεούσης τῆς πληγῆς εὐΐατος καθέστηκεν· οὕτως τὰ χρόνια τραύματα τῆς ψυχῆς τοὐναντίον πάσχουσι, καὶ δυσκόλως ἰῶνται ὅτε καὶ ἰαθήσονται.
Ὡς οὐ δυνατὸν τὸν ἀποθνήσκοντα βαδίζειν, οὕτως ἀδύνατον ἀπογνόντα σωθῆναι.
Ὁ πίστιν μὲν ὀρθὴν κεκτῆσθαι λέγων, ἁμαρτίας δὲ διαπραττόμενος, ὅμοιός ἐστι προσώπῳ ὀφθαλμοὺς μὴ ἔχοντι.
Ὁ πίστιν μὴ ἔχων, καλὰ δὲ ἴσως τινὰ ἐργαζόμενος, ὅμοιός ἐστι τῷ ὕδωρ ἀντλοῦντι, καὶ εἰς πίθον τετρημένον βάλλοντι.
Ὥσπερ πλοῖον, ἀγαθὸν κυβερνήτην ἔχων ἀκινδύνως εἰς λιμένα, Θεοῦ συνεργοῦντος, εἰσέρχεται· οὕτως καὶ ψυχὴ ἀγαθὸν ποιμένα ἔχουσα εὐχερῶς εἰς οὐρανὸν ἀνέρχεται, καὶ πολλὰ κακὰ διαπραξαμένη καθέστηκεν.
Ὥσπερ μὴ ἔχων ὁδηγὸν εὐχερῶς ἐν τῇ ὁδῷ πλανᾶται, κἂν λίαν φρόνιμος καθέστηκεν· οὕτως καὶ ὁ αὐτεξουσίως τὴν μοναδικὴν ὁδὸν πορευόμενος, εὐχερῶς ἀπόλλυται, κἂν πᾶσαν τὴν σοφίαν τοῦ κόσμου ἐπίσταται.
Ὁπόταν τις τὸ σῶμα ἀσθενὴς ᾖ, καὶ χαλεπὰ πταίσματα πεπραχὼς, τὴν ὁδὸν τῆς ταπεινώσεως, καὶ τῶν αὐτῆς ἰδιωμάτων ὁδευέτω· ἄλλην γὰρ σωτηρίαν οὐχ εὑρήσει.
Ὡς οὐκ ἔστι τὸν μακρὰν νενοσηκότα νόσον, ἐν μιᾷ ῥοπῇ τὴν ὑγείαν κτήσασθαι· οὕτως οὐκ ἔστιν ἐξαίφνης παθῶν ἢ πάθους περιγενέσθαι.
Παντὸς πάθους, καὶ πάσης ἀρετῆς ἔχε σημεῖον τῆς ποσότητος αὐτοῦ, καὶ γνώσεις τὴν ἑαυτοῦ προκοπήν.
Ὥσπερ οἱ χρυσίῳ πηλὸν καταλλάττοντες ζημιοῦνται· οὕτως καὶ οἱ τῶν σωματικῶν χάριν τὰ πνευματικὰ θριαμβεύοντες καὶ διηγούμενοι.
Ἄφεσιν μὲν συντόμως πολλοὶ, ἀπάθειαν δὲ οὐδεὶς ἐκτήσατο· τοῦτο γὰρ χρόνου, καὶ πόθου [πόνου] πολλοῦ, καὶ Θεοῦ.
Ζητήσωμεν ποῖα μὲν ἐν τῷ σπόρῳ, ποῖα δὲ τῇ χλόῃ, ποῖα δὲ ἐν τῷ ἀμήτῳ ἡμῖν θηρία ἢ πετεινὰ ἐπιβουλεύουσιν, ἵνα καὶ τὰ θήρατρα ἁρμόζοντα στήσωμεν.
Ὥσπερ οὐ δίκαιον τὸν πυρέττοντα ἑαυτὸν διαχειρίσασθαι· οὕτως ἕως ἐσχάτης ἀναπνοῆς μὴ ἀπογνῶναί ποτε.
Ὥσπερ ἄσεμνον τὸν, τὸν ἑαυτοῦ πατέρα θάψαντα, εἶτα ἐκ τῆς κηδείας ὑποστρέψαντα, εἰς γάμον πορεύεσθαι· οὕτως ἀνοίκειον τοῖς πενθοῦσιν ἐπὶ πταίσμασι, τιμὴν ἢ ἀνάπαυσιν ἢ δόξαν ἐν τῷ παρόντι αἰῶνι ἐκζητῆσαι παρὰ ἀνθρώπων.
Ὥσπερ ἄλλα τὰ τῶν πολιτῶν, καὶ ἕτερα τὰ τῶν καταδίκων οἰκητήρια· οὕτως πάντῃ ὀφείλει (1092.) ἐνηλλαγμένη εἶναι ἡ τῶν πενθούντων εὐθύνας παρὰ τοὺς ἀνευθύνους κατάστασις.
Ὥσπερ τὸν εἰς πρόσωπον ἑαυτοῦ λαβόντα πληγὰς χαλεπὰς στρατιώτην ἐν τῷ πολέμῳ, οὐ κελεύει βασιλεὺς τῆς στρατείας ῥίπτεσθαι, ἀλλὰ καὶ μᾶλλον προκόπτειν· οὕτως καὶ μοναχὸν πολλοὺς κινδύνους ἐκ δαιμόνων ὑπομένοντα ὁ ἐπουράνιος βασιλεὺς στεφανοῖ.
Αἴσθησις ψυχῆς ἰδίωμα αὐτῆς· ἁμαρτία δὲ αἰσθήσεως κολαφισμός.
Αἴσθησις γεννᾷ κακοῦ η κατάπαυσιν, ἢ μείωσιν· συναίσθησις δὲ γέννημα συνειδήσεως. Συνείδησις δέ ἐστι λόγος καὶ ἔλεγχος τοῦ ἡμετέρου φύλακος τοῦ ἐκ βαπτίσματος παραδοθέντος ἡμῖν. Διόπερ οὐδὲ τοσοῦτον τοὺς ἀφωτίστους εὑρίσκομεν τυπτομένους ἐπὶ ταῖς κακαῖς πράξεσιν ἐν τῇ ἑαυτῶν ψυχῇ· ἀλλ᾿ ἀμυδρῶς πως.
Μείωσις μὲν κακοῦ τίκτει ἀποχὴν κακοῦ· ἀποχὴ δὲ κακοῦ, ἀρχὴ μετανοίας· ἀρχὴ δὲ μετανοίας ἀρχὴ σωτηρίας· ἀρχὴ δὲ σωτηρίας πρόθεσις ἀγαθή.
Πρόθεσις δὲ ἀγαθὴ γεννήτρια πόνων· πόνων δὲ ἀρχὴ, ἀρεταί· ἀρχὴ δὲ ἀρετῶν ἄνθος· ἄνθος δὲ ἀρετῆς ἐργασία· ἀρετῆς δὲ γέννημα συνέχεια· συνεχεστέρας δὲ μελέτης καρπὸς καὶ γέννημα, ἕξις· ἕξεως δὲ τόκος ποίωσις· καλοῦ δὲ ποίωσις γεννήτρια φόβου.
Φόβος δὲ τίκτει τήρησιν ἐνταλμάτων, ἐπουρανίων λέγω δὴ καὶ ἐπιγείων· ἐνταλμάτων φυλακὴ ἀγάπης τεκμήριον· ἀγάπης δὲ ἀρχὴ πλῆθος ταπεινώσεως.
Πλῆθος δὲ ταπεινώσεως θυγάτηρ ἀπαθείας· ταύτης δὲ κτῆσις ἀγάπης πλήρωμα· εἴτ᾿ οὖν Θεοῦ τελεία ἐνοίκησις τοῖς δι᾿ ἀπαθείας καθαροῖς τῇ καρδίᾳ· ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΚΖʹ

Περὶ τῆς ἱερᾶς σώματος καὶ ψυχῆς ἡσυχίας.

(1096.) Ἡμεῖς ὥσπερ ἀεὶ ὠνήσιμοί τινες τῶν ἀνοσίων παθῶν ὑπάρχοντες, καὶ δοῦλοι ὑπόσπονδοι γενόμενοι ἐκ τούτου καὶ τοὺς δόλους καὶ τρόπους καὶ τὰς ἐπιταγὰς, καὶ τὰς πανουργίας ποσῶς ἐπιστάμεθα τῶν δεσποσάντων τῆς ἀθλίας ἡμῶν ψυχῆς Πνευμάτων. Ἕτεροι γὰρ ὑπάρχουσι, οἱ δι᾿ ἐνεργείας πνεύματος ἁγίου, καὶ τῆς τούτων ἀπαλλαγῆς εἰς τὰς μηχανὰς αὐτῶν φωτισθέντες. Ἄλλος μὲν γὰρ ὁ ἐκ τῆς ἐν τῇ νόσῳ ὀδύνης τὴν τῆς ὑγείας στοχαζόμενος ἀνάπαυσιν, καὶ ἕτερος ὁ ἐκ τῆς ἐν τῇ ὑγείᾳ εὐθυμίας τὴν ἐν τῇ νόσῳ ἀθυμίαν καταλαμβανόμενος καὶ τεκμαιρόμενος. Τοίνυν ἡμεῖς ὡς ἀσθενεῖς δεδοίκαμεν ὑμῖν νῦν περὶ τοῦ τῆς ἡσυχίας λιμένος ἐν τῷ λόγῳ φιλοσοφεῖν, ἐπιστάμενοι ἀεὶ παρίστασθαί τινα κύνα ἐν τῇ τραπέζῃ τῆς καλῆς συνοδίας, καὶ ἄρτον, ἤγουν ψυχὴν, ἐκ ταύτης ἀφαρπάζειν δοκιμάζοντα.
Καὶ τοῦτον τῷ στόματι ἐπιφερόμενον λοιπὸν ἀποτρέχοντα, καὶ καθ᾿ ἡσυχίαν τοῦτον ἐσθίοντα. Διὸ ἵνα (1097.) μὴ τούτῳ χώραν τῷ κυνὶ διὰ τοῦ ἡμετέρου δῶμεν λόγου, καὶ ἀφορμὴν τοῖς ζητοῦσι, οὐ θέμις ἡγησάμεθα τοῖς ἐν τῷ πολέμῳ τυγχάνουσιν ἐμψύχοις τοῦ βασιλέως ἡμῶν πολεμισταῖς, περὶ εἰρήνης νῦν διαλέγεσθαι. Ἐκεῖνο δὲ μόνον λέγομεν, ὅτι τοῖς εὐτόνως πολεμοῦσιν, οἱ τῆς εἰρήνης καὶ γαλήνης περιεπλάκησαν στέφανοι. Ὡς ἐν διακρίσεως οὖν τύπῳ, εἰ δοκεῖ, μικρὰ νῦν λέγωμεν, ὅσον μὴ λυπῆσαί τινας ὡς ἀγύμναστον τὸν περὶ τούτων λόγον ἐν τῷ μεταξὺ καταλείψαντες.
Ἡσυχία μὲν σώματός ἐστιν ἠθῶν καὶ αἰσθήσεων ἐπιστήμη καὶ κατάστασις· ἡσυχία δὲ ψυχῆς, λογισμῶν ἐπιστήμη καὶ ἀσύλητος ἔννοια. Ἡσυχίας φίλος, ἀνδρεῖός τις καὶ ἀπότομος λογισμὸς, ἐν θύρᾳ καρδίας ἀνυστάκτως ἱστάμενος, καὶ τοὺς προσερχομένους, ἢ κτείνων, ἢ ἀποσειόμενος. Ὁ ἐν αἰσθήσει καρδίας ἡσυχάζων, γινώσκει τὸ εἰρημένον· ὁ δὲ νήπιος ἔτι ὢν, τούτου ἄγευστος καὶ ἄγνωστος πέλει. Ἡσυχαστὴς γνωστικὸς οὐ δεηθήσεται λόγων· τοὺς γὰρ λόγους τῶν ἔργων φωτίζεται. Ἀρχὴ μὲν ἡσυχίας τὸ ἀποσείεσθαι κτύπους, ὡς τὸν βυθὸν ταράσσοντας· τέλος δὲ ταύτης, τὸ μὴ δεδιέναι θορύβους· ἀλλ᾿ ἀναισθητεῖν ἐν τούτοις. Προερχόμενος, ὁ λόγῳ οὐ προερχόμενος, ἤπιος, ἀγάπης ὅλος οἶκος· δυσκίνητος πρὸς λόγον, ἀκίνητος πρὸς θυμὸν πέφυκεν εἶναι. Τὸ δὲ ἐναντίον πρόδηλον· ἡσυχαστής ἐστιν ὁ τὸ ἀσώματον ἐν σωματικῷ οἴκῳ περιορίζειν φιλονεικῶν, τὸ παράδοξον· τηρεῖ μὲν μῦν ἡ τούτου θηρεύτρια· μῦν δὲ νοητὸν, ἡσυχαστοῦ ἔννοια. Μὴ ἔστω σοι ἀπόβλητον τὸ προλεχθὲν ὑπόδειγμα· εἰ δὲ μὴ, οὔπω ἡσυχίαν ἐγνώρισας. Οὐχ οὕτως μοναχὸς [ἡσυχαστὴς], ὡς μοναχὸς μοναχῷ. Ὁ μοναχὸς νήψεως πολλῆς, καὶ ἀρεμβάστου νοὸς δέεται· τῷ μὲν προτέρῳ πολλάκις ἐβοήθησεν ἕτερος· τῷ δὲ δευτέρῳ συνήργησεν ἄγγελος· νοερὰς δυνάμεις συλλειτουργοῦσι, καὶ φιλοχωροῦσιν ἐν ψυχικῷ ἡσυχαστῇ. Τὸ δὲ ἐναντίον σιωπήσω σοι· δογμάτων βυθὸς βαθὺς, νοῦς δὲ ἡσυχαστοῦ ἅλλεται οὐκ ἀκινδύνως ἐν αὐτοῖς· οὐκ ἀσφαλὲς μετ᾿ ἐσθῆτος νήχεσθαι· οὐδὲ πάθος ἔχοντα θεολογίας ἅπτεσθαι. Κέλλη μὲν ἡσυχαστοῦ περιορισμὸς σώματος, ἔνδοθεν ἔχουσα οἶκον γνώσεως. Ὁ ψυχικὸν πάθος νοσῶν, καὶ ἡσυχίαν [ἡσυχίᾳ]ἐπιχειρῶν ὅμοιός ἐστι τῷ ἐν τῷ πελάγει ἐκ τῆς νηὸς ἐκπηδήσαντι, καὶ ἐν σανίδι ἐπὶ τὴν γῆν ἀκινδύνως φθάνειν δοκοῦντι· ὅσοι τῇ πηλῷ μάχονται, τούτοις ἐν καιρῷ οἰκείῳ ἡ ἡσυχία συντρέχεται [al. συνέρχεται], εἴπερ καὶ τὸν ἐφοδηγοῦντα κέκτηνται· τὸ γὰρ μεμονωμένον ἀγγελικῆς ἰσχύος δέεται· ἐμοὶ λόγος περὶ ὄντως ἡσυχαστῶν σώματι καὶ πνεύματι. Ἡσυχαστὴς ἀποῤῥᾳθυμήσας λαλήσει ψεύδη, τοὺς ἀνθρώπους αὐτὸν τῆς ἡσυχίας παῦσαι διὰ τῶν αἰνιγμάτων προτρεπόμενος. Καταλείψας τὴν κέλλαν, αἰτιᾶται δαίμονας, λέληθε δὲ αὐτὸς ἑαυτῷ δαίμων γενόμενος.
Εἶδον ἡσυχαστὰς, καὶ τὴν φλεγομένην αὐτῶν πρὸς Θεὸν ἐπιθυμίαν διὰ τῆς ἡσυχίας ἀπληρώτως (1100.) πληρώσαντας· καὶ πῦρ πυρὶ, καὶ ἔρωτι ἔρωτα, καὶ πόθῳ πόθον γεννήσαντας. Ἡσυχαστής ἐστι τύπος ἀγγέλου ἐπίγειος χάρτῃ πόθου καὶ σπουδῆς γράμμασι τὴν ἑαυτοῦ προσευχὴν ῥᾳθυμίας καὶ ὀλιγωρίας ἐλευθερώσας. Ἡσυχαστής ἐστιν ὁ βοήσας ἐναργῶς· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός. Ἡσυχαστής ἐστιν ἐκεῖνος ὁ εἰπών· Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ. Κλεῖε μὲν θύραν κέλλης σώματι· καὶ θύραν γλώσσης φθέγμασι, καὶ ἔνδον πύλην πνεύμασι.
Γαλήνη μὲν, καὶ μεσημβρία ἡλίου ὑπομονὴν ναύτου ἤλεγξεν· ἀπορία δὲ χρειῶν, καρτερίαν ἡσυχαστοῦ ἐφανέρωσεν· ὁ μὲν ἀθυμῶν νήχεται ὕδασιν· ὁ δὲ ἀκηδιῶν φύρεται πλήθεσι. Μὴ φοβοῦ κτύπων ἀθύρματα· δειλίαν γὰρ πένθος οὐκ ἐπίσταται οὐδὲ πτύρεται. Ὧν ὁ νοῦς μεμάθηκεν ἀληθῶς εὔχεσθαι, οὗτοι κυρίῳ ἐνωπίως ἐνωπίῳ λαλοῦσιν, ὡς πρὸς τὸ οὖς τοῦ βασιλέως. Ὧν τὸ στόμα εὔχεται, οὗτοι ἐπὶ πάσης τῆς συγκλήτου αὐτῷ προσπίπτουσιν. Ὅσοι ἐν κόσμῳ διατρίβουσιν, οὗτοι ἐν μέσῳ τοῦ θορύβου παντὸς τοῦ δήμου τὸν βασιλέα ἱκετεύουσιν. Εἰ τὴν τέχνην ἐπισταμένως μεμάθηκας, οὐκ ἀγνοεῖς τὸ λεγόμενον. Καθεζόμενος ἐφ᾿ ὕψους τήρει, εἰ ἄρα καὶ ἐπίστασαι, καὶ τότε ὄψει πῶς, καὶ πότε, καὶ πόθεν· καὶ πόσοι, καὶ ποῖοι κλέπται εἰσελθεῖν, καὶ κλέψαι τοὺς βότρυας ἔχονται. Ἀποκαμὼν ὁ σκοπὸς, ἀναστὰς προσεύχεται, καὶ πάλιν καθίσας τῆς προτέρας ἐργασίας ἀνδρείως ἔχεται.
Ἠβούλετό τις ἐν πείρᾳ περὶ τούτων γεγονὼς λεπτῶς καὶ ἠκριβωμένως εἰπεῖν· ἀλλὰ πεφόβηται, μήπως καὶ τοῖς ἐργάταις ῥᾳθυμίαν ἐμποιήσῃ, καὶ τοὺς προαιρουμένους τῷ κτύπῳ τῶν λόγων ἀποσοβήσῃ. Ὁ περὶ ἡσυχίας λεπτῶς καὶ γνωστικῶς ἐξηγούμενος, διήγειρε καθ᾿ ἑαυτοῦ δαίμονας· οὐδεὶς γὰρ ἕτερος τὰς τούτων ἀσχημοσύνας θριαμβεῦσαι δύναται. Ὁ ἡσυχίαν καταλαβὼν ἔγνω βυθὸν μυστηρίων, οὐ κατελήλυθε δὲ ἐν τούτῳ εἰ μὴ πρώην τοὺς τῶν κυμάτων θορύβους καὶ πνευμάτων ἀνέμους, καὶ εἶδε καὶ ἤκουσεν· ἴσως καὶ ἐῤῥαντίσθη. Κυροῖ τὸ εἰρημένον Παῦλος· εἰ μὴ γὰρ ἐν παραδείσῳ ὡς ἐν ἡσυχίᾳ ἡρπάγη, οὐκ ἂν ἄῤῥητα ῥήματα ἀκοῦσαι ἠδύνατο.
Τῆς ἡσυχίας τὸ οὖς δέξεται παρὰ Θεοῦ ἐξαίσια. Διὸ καὶ ἐν τῷ Ἰὼβ αὕτη ἡ πάνσοφος ἔλεγε· Πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ᾿ αὐτοῦ.
Ἡσυχαστής ἐστιν ὁ οὕτως φεύγων ἀμίσως, ὡς ἕτερος προστρέχων ῥᾳθύμως ἐκκοπὴν γλυκύτητος Θεοῦ λαβεῖν μὴ βουλόμενος. Ἀπελθὼν σκόρπισόν σου συντόμως· τὸ γὰρ, Πώλησόν σου, χρόνου, τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, ἵνα δι᾿ εὐχῆς πρὸς τὴν ἡσυχίαν συνδράμωσι· ἆρον τὸν σταυρόν (1101.) σου, διὰ τῆς ὑπακοῆς τοῦτον βαστάζων· καὶ τὸ βάρος τῆς ἐκκοπῆς τοῦ σοῦ θελήματος ἰσχυρῶς ὑπομένων· καὶ δεῦρο λοιπὸν, ἀκολούθει μοι πρὸς τὴν συνάφειαν τῆς μακαριωτάτης ἡσυχίας, καὶ διδάξω σε νοερῶν δυνάμεων ὁρωμένην ἐργασίαν καὶ πολιτείαν· οὐ κορεσθήσονται αὗται εἰς αἰῶνα αἰώνων αἰνοῦσαι τὸν Ποιητὴν, οὐδὲ ὁ ἐν οὐρανῷ ἡσυχίας εἰσεληλυθὼς, ἀνυμνῶν τὸν Κτίσαντα. Οὐ φροντίσουσι περὶ ὕλης οἱ ἄϋλοι, οὐδὲ περὶ τροφῆς οἱ ἔνυλοι ἄϋλοι· οὐκ αἰσθήσονται οἱ πρότεροι βρώσεως, οὐδὲ δεηθήσονται οἱ δεύτεροι ὑποσχέσεως. Οὐ φροντίσουσιν ἐκεῖνοι περὶ χρημάτων καὶ κτημάτων, οὐδὲ οὗτοι περὶ κακώσεως πνευμάτων. Οὐ πρόσεστι τοῖς ἄνω ἔφεσις ὁρατῆς κτίσεως· οὐδὲ τοῖς κάτω, ἄνω ἐπιθυμίᾳ αἰσθητῆς ὄψεως· οὔποτε παύσονται τῇ ἀγάπῃ προκόπτοντες ἐκεῖνοι· οὐδὲ οὗτοι καθημέραν ἐκείνοις ἁμιλλώμενοι. Οὐκ ἄγνωστος παρ᾿ ἐκείνοις τῆς προκοπῆς ὁ πλοῦτος, οὐδὲ τούτοις τῆς ἀναβάσεως ὁ ἔρως· οὐ σταθήσονται μέχρι τὰ Σεραφὶμ φθάσωσιν [al. φθάσουσι]· οὐδὲ κοπάσονται, ἄχρις ἄγγελοι γένωνται. Μακάριος ὁ ἐλπίζων· τρισμακάριος ὁ μέλλων ἄγγελος ὁ καταλαβών.
(1105.) Περὶ διαφορᾶς καὶ διακρίσεως ἡσυχιῶν. Εἰσὶ (καὶ τοῦτο πᾶσι γνώριμον)ἐν πάσαις ταῖς τῶν ἐπιστημῶν καταστάσεσι, γνωμῶν καὶ βουλῶν διαφοραί· οὐ γὰρ πάντων πάντα τὰ τέλεια δι᾿ ἔνδειαν σπουδῆς, ἢ καὶ δι᾿ ἀπορίαν δυνάμεως. Εἰσὶν οἱ ἐπὶ τὸν λιμένα τοῦτον, μᾶλλον δὲ τὸ πέλαγος ἢ τάχα τὸν βυθὸν, εἰσερχόμενοι δι᾿ ἀσθένειαν τοῦ ἑαυτῶν στόματος, καὶ σώματος διὰ πρόληψιν· ἕτεροι ἀκρατῶς πρὸς θυμὸν ἔχοντες, καὶ μετὰ πλήθους κρατῆσαι τοῦτον μὴ δυνάμενοι οἱ τάλανες· ἄλλοι ἰδιορυθμίᾳ μᾶλλον, ἢ ὁδηγίᾳ ἐξ οἰκήσεως πλέειν σκεψάμενοι· ἕτεροι μὴ δυνάμενοι ἐν μέσῳ τῆς ὕλης τῶν ὑλῶν ἀπέχεσθαι· τινὲς μὲν, ἵνα σπουδαῖοι ἐκ τῆς ἰδιάσεως γένωνται· ἄλλοι ἵνα ἀγνώστως ἑαυτοὺς ὑπὲρ εὐθυνῶν αἰκίσωσι [κολάσωσι]· τινὲς δὲ, ἵνα διὰ ταύτης δόξαν ἑαυτοῖς περιποιήσωνται. Εἰσὶ δὲ ἕτεροι (εἰ ἄρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τοιούτους ἐπὶ τῆς γῆς) διὰ τρυφὴν καὶ δίψαν τῆς τοῦ Θεοῦ ἀγάπης, καὶ γλυκύτητος τῇ ὁσίᾳ ταύτῃ συζευχθέντες, οὐ πρότερον τοῦτο ποιήσαντες πρὶν πάσῃ ἀκηδίᾳ ἀποστάσιον δεδώκασι. Ταύτης γὰρ ἡ συνάφεια, πορνεία παρὰ τῇ προτέρᾳ κρίνεται· κατὰ τὴν γνῶσιν τὴν ψιλὴν τὴν δοθεῖσάν μοι, ὡς οὐ σοφὸς ἀρχιτέκτων κλίμακα ἀναβάσεως πεπελέκηκα· ἕκαστος δὲ λοιπὸν βλεπέτω ἐν ποίᾳ βαθμίδι ἕστηκεν, ἐξ ἰδιορυθμίας, διὰ δόξαν ἀνθρώπων, δι᾿ ἀσθένειαν γλώσσης· δι᾿ ἀκρασίαν θυμοῦ, διὰ πλῆθος προσπαθείας, ἵνα εὐθύνας τίσωσιν, ἵνα σπουδαῖοι γένωνται, ἵνα πῦρ πυρὶ προσλάβωνται. Ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Αἱ μὲν ἑπτὰ τῆς ἑβδόμης, τοῦ νῦν εἰσιν ἐργασίαι· αἱ μὲν δεκταὶ, αἱ δὲ ἄδεκτοι· ἡ δὲ ὀγδόη δηλονότι τοῦ μέλλοντος αἰῶνος σημαντικὴ ὑπάρχει. Ἐπιτήρει, ὦ μοναχὲ, μεμονωμένε θηρίων ὥρας· εἰ δὲ μὴ, οὐ δυνήσῃ ἁρμοζούσας τὰς παγίδας ἱστᾷν, εἰ ἀπέστη τελείως ἡ τὸ ἀποστάσιον λαβοῦσα, περιττὸν τὸ ἔργον· εἰ δὲ ἔτι προπετεύεται, οὐ γινώσκω πῶς ἡσυχάσω. Τί δή ποτε οὐ τοσοῦτοι παρὰ τοῖς ὁσίοις Ταβεννησιώταις οἱ φωστῆρες, ὅσοι παρὰ τοῖς Σκητιώταις γεγόνασιν; Ὁ νοῶν νοείτω· ἐγὼ γὰρ λέγειν οὐ δύναμαι, μᾶλλον δὲ οὐ βούλομαι. Οἱ μὲν τὰ πάθη μειοῦντες, οἱ δὲ ψάλλοντες, καὶ τὸ πλεῖστον ἐν τῇ προσευχῇ καρτεροῦντες [τῇ προσευχῇ προσκαρτεροῦντες]· οἱ δὲ τῇ θεωρίᾳ ἀτενίζοντες [al. deest ἐν τῷ βυθῷ] διάγουσι, κατὰ τὸν τῆς κλίμακος τρόπον ζητηθήτω τὸ πρόβλημα· ὁ χωρῶν, ἐν Κυρίῳ χωρείτω.
Εἰσὶ ῥάθυμοι ψυχαὶ ἐν κοινοβίῳ παραγενόμεναι, καὶ τῶν ὑλῶν τῆς ἑαυτῶν ῥᾳθυμίας εὐπορήσασαι, εἰς τελείαν ἀπώλειαν κατήντησαν. Καὶ εἰσὶ πάλιν, οἱ τὴν ἑαυτῶν ῥᾳθυμίαν διὰ τῆς ἑτέρων (1108.) συνδιαγωγῆς ἀπεδύσαντο· οὐ μόνον δὲ ἐπὶ ἀμελεστέρων, ἀλλὰ καὶ ἐπὶ σπουδαίων πολλάκις τὸ αὐτὸ γέγονε.
Τῷ αὐτῷ κανόνι καὶ ἐπὶ τῆς ἡσυχίας χρησώμεθα λέγοντες, πολλοὺς δοκίμους δεξαμένη, ἀπεδοκίμασε διὰ τῆς ἰδιορυθμίας, φιληδόνους αὐτοὺς ἐλέγξασα· ἑτέρους δὲ λαβοῦσα τῷ φόβῳ καὶ τῇ μερίμνῃ τῆς τοῦ ἑαυτῶν κρίματος βασταγῆς, σπουδαίους τινὰς, καὶ ζέοντας εἰργάσατο. Μηδεὶς ὑπὸ θυμοῦ καὶ οἰήσεως, ὑποκρίσεώς τε καὶ μνησικακίας ὀχλούμενος, ἴχνος ἡσυχίας ἰδεῖν τολμῆσαι μήπως ἔκστασιν, καὶ μόνον κερδήσῃ. Εἰ δέ τις τούτων καθαρὸς, αὐτὸς λοιπὸν γνώσεται τὸ συμφέρον, οἶμαι δὲ οὐδ᾿ αὐτός·τῶν λόγῳ τὴν ἡσυχίαν μετερχομένων σημεῖα, καὶ στάδια, καὶ τεκμήρια ταῦτα· νοῦς ἀκύμαντος, ἔννοια ἡγνισμένη, ἁρπαγὴ πρὸς Κύριον, κολάσεων παράστασις, θανάτου ἔπειξις, προσευχὴ ἀκόρεστος, φυλακὴ ἄσυλος, πορνείας θνῆσις, προσπαθείας ἄγνοια, θάνατος κόσμου, γαστριμαργίας ἀνορεξία, θεολογίας ὑπόθεσις, διακρίσεως πηγὴ, δάκρυον ὑπόσπονδον, πολυλογίας ἀπώλεια, καὶ εἴτι τῶν τοιούτων, οἷς τὰ πλήθη φιλεῖ ἀντικεῖσθαι. Τοῖς δὲ οὐ λόγῳ ταύτην μετερχομένοις, αὕτη, τοῦ πλούτου ἡ πενία ὀργῆς· αὔξησις μνησικακίας ἀποθήκη, ἀγάπης μείωσις, τύφου πρόσληψις, καὶ τὸ ἑξῆς σιωπήσομαι. Ἐπεὶ δὲ οὕτως ὁ λόγος κατέδραμεν, ἀνάγκη καὶ περὶ τῶν ἐν ὑποταγῇ ἐνταῦθα ἐνθέσθαι, καὶ μάλιστα, πρὸς αὐτοὺς γὰρ καὶ ὁ λόγος ὡς ἐπιπολὺ ἀποτείνεται.
Τῶν νομίμως, ἀμοιχεύτως καὶ ἀμολύντως τῇ κοσμίῳ ταύτῃ (ὑποταγῇ) καὶ εὐρεπεῖ συζευχθέντων, ταῦτα τὰ τεκμήρια καὶ εἰσὶ, καὶ ὁρίζονται παρὰ τοῖς θεοφόροις Πατράσιν, ἰδίῳ μέντοι καιρῷ τελειούμενα· πλὴν ὅτι καθημέραν προσενηνόχαμεν προσθήκην, καὶ προκοπὴν λαμβάνοντες. Ταπεινώσεως εἰσαγωγικῆς αὔξησις, θυμοῦ μείωσις· πῶς γὰρ καὶ μὴ γεννήσεται τῆς χολῆς κενουμένης, σκοτισμῶν ἔλλειψις, ἀγάπης πρόσληψις, παθῶν ἀλλοτρίωσις, μίσους λύτρωσις, ἐξ ἐλέγχου λαγνείας μείωσις, ἀκηδίας ἄγνοια, σπουδῆς πρόσληψις, συμπαθείας ἀγάπη, ὑπερηφανίας ξενιτεία, τὸ πᾶσι ζητητέον, καὶ ὀλίγοις εὑρητέον, κατόρθωμα· ὕδατος μὴ παρόντος ἐν πηγῇ ἀνοίκειον τὸ ὄνομα. Καὶ τὸ ἑξῆς νενόηται τοῖς νοῦν ἔχουσι·νεᾶνις μὲν μὴ φυλάξασα κοίτην, ἐμίανε σῶμα καὶ ψυχὴ μὴ φυλάξασα συνθήκην, ἐμίανε πνεῦμα· καὶ τῇ μὲν ἀκολουθεῖ ψόγος, μῖσος, μάστιγες, χωρισμοὶ, τὸ πάντων ἐλεεινότατον· τῇ δὲ, μολυσμοὶ, θανάτου λήθη, κοιλίας ἀπληστία, ὀφθαλμῶν ἀκράτεια, κενοδοξίας ἐργασία, ὕπνου ἀχορτασία, σκληροκαρδία, ἀναισθησία, λογισμῶν ἀποθήκη, καὶ συγκαταθέσεως προσθήκη, αἰχμαλωσία καρδίας, ταραχῆς ἐργασία, ἀνηκοΐα, ἀντιλογία, προσπάθεια, ἀπιστία, ἀπληροφορία, πολυλογία, παῤῥησία, ἡ πάντων χαλεπωτέρα· τὸ δὲ πάντων ἐλεεινότερον, ἀκατάνυκτος καρδία, ἣν διαδέχεται ἐν τοῖς μὴ (1109.) προσέχουσιν ἡ ἀναλγησία, ἡ μήτηρ τῶν πτωμάτων.
Καὶ πνευμάτων τοῖς μὲν ἡσυχάζουσιν οἱ πέντε· τοῖς δὲ ὑποτασσομένοις, οἱ τρεῖς τῶν ὀκτὼ προσπαλαίουσιν. Ὁ ἡσυχάζων, καὶ ἀκηδίᾳ πολεμῶν ζημιοῦται πολλάκις· καιρὸν γὰρ προσευχῆς καὶ θεωρίας ἐν ταῖς πρὸς αὐτὴν μηχαναῖς ἐξαναλώσει, καὶ πάλαις· ῥᾳθυμήσαντί μοί ποτε ἐν τῇ κέλλῃ καθεζομένῳ, καὶ ταύτην σχεδὸν καταλιμπάνειν λογιζομένῳ, ἄνδρες τινὲς παραβαλόντες, ἱκανῶς ὡς ἡσυχαστήν με ἐμακάρισαν· καὶ θᾶττον ὁ τῆς ῥᾳθυμίας λογισμὸς ὑπὸ τῆς κενοδοξίας ἐχώρησε, καί γε τεθαύμακα πῶς πᾶσιν ἐναντιοῦται τοῖς πνεύμασιν ὁ τρίβολος δαίμων. Ὅρα καθ᾿ ὥραν τοῦ σοῦ συζύγου τοὺς ῥιπισμοὺς, καὶ παραριπισμοὺς, καὶ ῥοπὰς, καὶ τροπὰς, τὸ πῶς καὶ ποῦ τὴν ῥοπὴν κέκτηνται. Ὁ διὰ Πνεύματος ἁγίου γαλήνην κτησάμενος, οὐκ ἀγνοεῖ τὸ θεώρημα. Ἔργον ἡσυχίας ἀμεριμνία προηγουμένη πάντων τῶν πραγμάτων εὐλόγων καὶ ἀλόγων. Ὁ γὰρ τοῖς προτέροις ἀνοίγων, ἐν τοῖς δευτέροις πάντως περιπεσεῖται. Δεύτερον προσευχὴ ἄοκνος· καὶ τρίτον ἐργασία καρδίας ἄσυλος. Ἀδύνατον τὸν μὴ γράμματα μεμαθηκότα φυσικῶς ἐν δέλτοις μελετᾷν· ἀδυνατώτερον δὲ, τοὺς μὴ τὸ πρότερον κτησαμένους τὰ δύο, λόγῳ μετελθεῖν. Μετερχόμενος τὸ μέσον, ἐν μέσοις γέγονα· καὶ ἐφώτιζε διψῶντα· καὶ ἰδοὺ πάλιν ἦν ἐν ἐκείνοις· τί μὲν ἦν πρὸ τῆς ὁρατῆς ἐν αὐτῷ μορφῆς διδάσκειν οὐκ ἠδύνατο· οὐδὲ γὰρ ἠφίετο ὁ ἄρχων· πῶς δὲ νῦν πέλει ἠρώτων λέγειν· ἐν τοῖς ἰδίοις μὲν ἔλεγεν, ἀλλ᾿ οὐκ ἐν τούτοις. Ἐγὼ δέ· Τίς ἡ δεξιὰ στάσις καὶ καθέδρα ἐπὶ τοῦ αἰτίου; Ἀδύνατον, ἔφη, ἀκοῇ μυσταγωγεῖσθαι ταῦτα. Πρὸς ὃ δέ με ὁ πόθος εἷλκε, προσαγαγεῖν τῷ καιρῷ ἐκείνῳ ἠρώτων, οὔπω ἔφραζεν ἥκειν τὴν ὥραν, δι᾿ ἔλλειψιν πυρὸς ἀφθαρσίας. Ταῦτα εἴτε σὺν τῷ χοῒ οὐκ οἶδα· εἴτε τούτου χωρὶς, λέγειν εἰς ἅπαν οὐκ ἔχω. Χαλεπὸν τὸν τῆς μεσημβρίας ἀποτινάξασθαι ὕπνον ἐν ταῖς θεριναῖς μάλιστα ὥραις· τότε γὰρ καὶ μόνον ἴσως τὸ τῶν χειρῶν οὐκ ἀπόβλητον ἔργον. Ἔγνων τὸν ἀκηδίας δαίμονα προποιοῦντα καὶ προοδοποιοῦντα τὸν τῆς πορνείας, ἵνα ἰσχυρῶς τὸ σῶμα ἑλκύσας, καὶ τῷ ὕπνῳ βαπτίσας, ὥσπερ τοὺς μολυσμοὺς ἐν τοῖς ἡσυχάζουσιν ἐργάσηται. Ἐὰν ἀντιστῇς αὐτοῖς ἰσχυρῶς, πολεμήσουσί σε πάντως κραταιῶς, ἵν᾿ ὡς μηδὲν ὠφελοῦντα, παύσωσι τῶν ἀγώνων. Οὐδὲν δὲ τὴν τῶν δαιμόνων ἧτταν, ὡς ὅπερ αὐτῶν πρὸς ἡμᾶς χαλεπὸς πόλεμος ἐνδείξασθαι δύναται. Ἐν ταῖς προόδοις τὰ συναχθέντα φύλαττε· τῆς θύρας γὰρ ἀνοιγομένης αἱ κατάκλειστοι ὄρνις πέτανται. Καὶ τότε λοιπὸν, οὐδὲν τῆς ἡσυχίας ὠφελήθημεν. Μικρὰ θρὶξ ταράσσει ὀφθαλμὸν, καὶ μικρὰ φροντὶς ἀφανίζει ἡσυχίαν.
(1112.) Ἡσυχία γάρ ἐστιν ἀπόθεσις νοημάτων καὶ ἄρνησις εὐλόγων φροντίδων. Ὁ ὄντως ἡσυχίαν κατειληφὼς, οὐδὲ τῆς ἑαυτοῦ σαρκὸς φροντίσει· ἀψευδὴς γάρ ἐστιν ὁ ἐπαγγειλάμενος. Ὁ νοῦν καθαρὸν παραστῆσαι τῷ Θεῷ βουλόμενος, καὶ φροντίσαι δονούμενος, ὅμοιός ἐστι τῷ τοὺς ἑαυτοῦ πόδας ἰσχυρῶς πεδήσαντι, καὶ ὀξέως βαδίζειν δοκιμάζοντι.
Σπάνιοι μὲν οἱ τὴν κατὰ κόσμον φιλοσοφίαν εἰς ἄκρον παιδευόμενοι· ἐγὼ δὲ λέγω, βραχύτεροι οἱ τὴν τῆς ὄντως ἡσυχίας φιλοσοφίαν ἐπιστάμενοι· ὁ οὔπω Θεὸν γνοὺς, εἰς ἡσυχίαν ἀδόκιμος, καὶ πολλοὺς κινδύνους ὑφιστάμενος. Ἡσυχία ἀπείρους ἀποπνίγει· ἄγευστοι γὰρ γλυκύτητος Θεοῦ ὑπάρχουσιν, εἰς αἰχμαλωσίας, καὶ κλοπὰς, καὶ ἀκηδίας, καὶ ἀκηδίας, καὶ ῥεμβασμοὺς τὸν καιρὸν ἐξαναλίσκοντες. Ὁ προσευχῆς κάλλος ἁψάμενος, φεύξεται ὄχλους ὡς ὄναγρος· τίς γὰρ εἰ μὴ αὔτη, εἴασεν ὄνον ἄγριον ἐλεύθερον πάσης συνουσίας ἀνθρώπων; Ὁ τὰ πάθη περικείμενος, καὶ τῇ τούτων ἀδολεσχίᾳ ἐν ἐρήμῳ διατρίβει, ὡς καὶ γέρων μοι ἅγιος τὸ τοιοῦτον ἐφθέγξατο, καὶ ἐδίδαξε, Γεώργιον λέγω τὸν Ἀρσιλαΐτην, ὃν καὶ ἡ σὴ τιμιότης οὐδ᾿ ὅλως ἠγνόησεν· οὗτος ἀχρείαν ψυχήν ποτε στοιχειῶν, καὶ ποδηγῶν πρὸς ἡσυχίαν ἔλεγε.
Τῇ μὲν πρωΐᾳ, φησὶν, ἐπεσημηνάμην ὡς ἐπίπαν τοὺς τῆς κενοδοξίας καὶ ἐπιθυμίας ἐπιδημεῖν δαίμονας· τῇ δὲ μεσημβρίᾳ τοὺς ἀκηδίας, καὶ λύπης, καὶ ὀργῆς· τῇ δὲ ἑσπέρᾳ τοὺς φιλοκόπρους καὶ τυράννους τῆς γαστρός· κρείσσων ὑποτακτικὸς πτωχὸς ὑπὲρ ἡσυχαστὴν περισπώμενον. Ὁ λόγῳ τὴν ἡσυχίαν μετιὼν, καὶ τὸ αὐτῆς κέρδος καθ᾿ ἡμέραν μὴ καθορῶν, ἢ οὐ λόγῳ ἡσύχασεν, ἢ οἰήσει κλέπτεται. Ἡ ἡσυχία ἐστὶ ἀδιάσπαστος Θεῷ λατρεία, καὶ παράστασις· ἡ Ἰησοῦ μνήμη ἑνωθήτω τῇ πνοῇ σου καὶ τότε γνώσῃ ἡσυχίας ὠφέλειαν.
Πτῶμα μὲν ὑπηκόῳ τὸ οἰκεῖον θέλημα· ἡσυχίῳ δὲ προσευχῆς διάστασις. Ἐὰν ἐπιχαίρῃ παρουσίαις ἐν κέλλῃ, γίνωσκε σεαυτὸν ἀκηδίᾳ μόνῃ, καὶ οὐ Θεῷ σχολάζοντα. Ὑπογραμμός σοι ἔστω προσευχῆς, ἡ ἀδικουμένη χήρα ἀπὸ τοῦ ἀντιδίκου αὐτῆς· ἡσυχίας δὲ τύπος ὁ μέγας καὶ ἰσάγγελος ἡσυχαστὴς Ἀρσένιος. Μέμνησο ἐν τῇ μονίᾳ τῆς τοῦ ἰσαγγέλου τούτου ἡσυχαστοῦ διαγωγῆς, καὶ ὅρα ὡς καὶ παραβάλλοντας πολλάκις ἀπεπέμψατο, ἵνα μὴ τὸ μεῖζον ἀπολέσῃ. Ἔγνων τοὺς δαίμονας τοῖς λόγῳ ἡσυχάζουσι τοὺς ἀλόγους τῶν γυρευτῶν παραβάλλειν συχνότερον ἀναπείθοντας, ἵνα τοῖς ἐργάταις, κἂν δι᾿ ἐκείνων μικρὸν ἐμποδίσαι δυνηθῶσι. Σημείου τοὺς τοιούτους, ὦ οὗτος, καὶ μὴ παραιτοῦ λυπεῖν (1113.) εὐσεβῶς ῥᾳθύμους· ἴσως γὰρ ἐκ τῆς λύπης τοῦ γυρεύειν παύσονται. Ὅρα μὴ τοῦ προειρημένου σκοποῦ χάριν εἰκῆ λυπήσῃς ψυχὴν, ὕδωρ ἐκ δίψης ἐρχομένην παρὰ σοῦ ἀρύσασθαι. Ἐν παντὶ δὲ λύχνου σοι δέον· βίος ἡσυχαζόντων, μᾶλλον δὲ μοναζόντων κατὰ συνείδησιν καὶ αἴσθησιν γινέσθω· ὁ λόγῳ τρέχων τὰ ἐπιτηδεύματα, καὶ τὰ ἀποφθέγματα, καὶ τὰ ἐνθυμήματα, καὶ τὰ διαβήματα, καὶ τὰ κινήματα πάντα κατὰ Κύριον, καὶ διὰ Κύριον αὐτῷ ἐπιτηδευόμενα ἐν αἰσθήσει ψυχῆς, καὶ προσώπῳ Κυρίου ἐργάζεται· εἰ δὲ κλέπτεται, οὔπω κατὰ ἀρετὴν πολιτεύεται. Ἀνοίξω, φησί τις, ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου, καὶ τὸ βούλημά μου, διὰ τὸ ἀτελὲς ἔτι τῆς διακρίσεως· ἐγὼ δὲ ἀνοίσω διὰ προσευχῆς τὸ θέλημά μου, κἀκεῖθεν τὴν πληροφορίαν μου ἐκδέξομαι. Πίστις πτερὸν προσευχῆς· τοῦτο γὰρ μὴ ἔχουσα, πάλιν εἰς κόλπον μου ἀποστραφήσεται· πίστις ἐστὶν ἀνενδοίαστος ψυχῆς στάσις, ὑπὸ οὐδεμιᾶς ἐναντιότητος κλονουμένη.
Πιστός ἐστιν, οὐχ ὁ οἰόμενος Θεὸν δύνασθαι, ἀλλ᾿ ὁ πιστεύων πάντων τεύξεται. Πίστις ἐστὶ ἀνελπίστων πρόξενος, καὶ τοῦτο ὁ λῃστὴς ἀπέδειξε. Πίστεως μήτηρ μόχθος, καὶ εὐθὴς καρδία· ἡ μὲν γὰρ ἀδίστακτον ποιεῖ· ὁ δὲ δημιουργεῖ· ἡσυχαστῶν μήτηρ πίστις· εἰ μὴ γὰρ πιστεύσει, πῶς ἡσυχάσει; ἐν εἱρκτῇ πεδηθεὶς, φόβον κολάζοντος δέδοικε. Ὁ δὲ ἐν κέλλῃ ἠρεμῶν φόβον Κυρίου τέτοκεν. Οὐχ οὕτως ὁ πρότερος τὸ δικαστήριον, ὡς ὁ δεύτερος τὸ τοῦ κριτοῦ κριτήριον δέδοικεν.
Φόβου σοι πολλοῦ καθ᾿ ἡσυχίαν χρὴ, ὦ θαυμάσιε· οὐδὲν γὰρ οὕτως ἀκηδίαν ἐκδιώκειν δύναται.
Ἀτενίζει μὲν κατάκριτος διὰ παντὸς, πότε ἐν τῷ δεσμωτηρίῳ ὁ κριτὴς παραγίνεται· ὁ δὲ ὄντως ἐργάτης, πότε ὁ κατεπείγων ἐλεύσεται. Δεδέσμευται τῷ προτέρῳ φορτίον λύπης· τῷ δὲ δευτέρῳ πηγὴ δακρύων. Ἐὰν κτήσῃ ὑπομονῆς ῥάβδον, θᾶττον ὑπολήξουσιν οἱ κύνες ἀναιδεύεσθαι. Ὑπομονή ἐστιν ἄθραυστος πόνος ψυχῆς, ὑπ᾿ εὐλόγων, κτύπωνμηδαμῶς σαλευομένη. Ὑπομονητικός ἐστιν ἐργάτης ἄπτωτος, καὶ διὰ πτωμάτων τὴν νίκην ποιούμενος. Ὑπομονή ἐστιν ὁρισμὸς θλίψεως καθ᾿ ἡμέραν ἐκδεχόμενος. Ὑπομονή ἐστι προφάσεων ἐκκοπὴ, καὶ οἰκεία προσοχή· οὐχ οὕτως τῆς ἑαυτοῦ τροφῆς, ὡς ὑπομονῆς, ὁ ἐργάτης δέεται. Ἐπὶ μὲν γὰρ τῆς δευτέρας λήψεται στέφανον· ἐπὶ δὲ τῆς προτέρας ὄλεθρον κομίσεται. Ὑπομονητικὸς ἀνὴρ πρὸ μνήματος τέθνηκε, μνῆμα ἑαυτοῦ τὴν κέλλαν ποιησάμενος. Ὑπομονὴν ἔτεκεν ἐλπὶς καὶ πένθος· ὁ γὰρ τῶν δύο χωρὶς, ἀκηδίας δοῦλος.
Γινώσκειν δεῖ τὸν τοῦ Χριστοῦ παλαιστὴν, ποίους μὲν τῶν ἐχθρῶν ἐκ μακρόθεν διώκειν, ποίους (1116.) σὲ προσπαλαίειν συγχωρεῖν. Ποτὲ μὲν ἡ πάλη στέφανον προεξένησε· ποτὲ δὲ ἡ παραίτησις ἀδοκίμους πεποίηκεν· οὐ λόγῳ τὰ τοιάδε ἐφικτὸν παιδεύεσθαι· οὐ γὰρ πάντες τοῖς αὐτοῖς, οὐδὲ ὡσαύτως πεποιώμεθα ἕνα· τῶν πνευμάτων ἐπιτήρει νηφόντως, ἐπειδὴ καὶ αὐτός σε πολεμεῖ ἀπαύστως ἐν στάσει, καὶ μεταβάσει, καὶ καθέδρᾳ, καὶ κινήσει, καὶ ἀνακλίσει, καὶ εὐχῇ, καὶ ὕπνῳ. Οἱ μὲν τῶν ἐν τῷ δρόμῳ τῆς ἡσυχίας καθεζομένων· Προωρώμην τὸν Κύριόν μου ἐνώπιόν μου διὰ παντὸς, ἐν ἑαυτοῖς ἐργασίαν κατέχουσιν. Οὐ γὰρ πάντες οἱ ἄρτοι τῆς πνευματικῆς τοῦ οὐρανίου σίτου ἐργασίας, μονοειδεῖς ὑπάρχουσι. Ἕτεροι δέ· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσεσθε τὰς ψυχὰς ὑμῶν· ἄλλοι· Γρηγορεῖτε, καὶ προσεύχεσθε· ἕτεροι· Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου· ἄλλοι· Ἐταπεινώθην, καὶ ἔσωσέ με· τινὲς μέν· Οὐκ ἄξια τὰ παθήματατοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν· ἄλλοι πάλιν· Μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος, διὰ παντὸς σκέπτονται. Πάντες μὲν τρέχουσιν.
Εἷς δὲ τούτων λαμβάνει τὸ βραβεῖον. Ἀκόπως, οὐ μόνον ἐγρηγορὼς, ἀλλὰ καὶ καθεύδων ὁ προκόψας ἐργάζεται. Ὅθεν τινὲς καὶ ἐν αὐτοῖς τοῖς ὕπνοις τοὺς δαίμονας προσερχομένους ἀτιμάζουσι, καὶ ἀκόλαστα γύναια περὶ σωφροσύνης νουθετοῦσι. Μὴ ἀνάμενε, μηδὲ προπαρασκευάζου παρουσίας· ἁπλῆ γὰρ ὅλη καὶ ἄδετος τῆς ἡσυχίας ἡ κατάστασις.
Οὐδεὶς θέλων οἰκοδομῆσαι πύργον, καὶ κέλλαν ἡσυχίας ἐπιχειρεῖ, εἰ μὴ πρότερον καθήσας ψηφίσει καὶ ψηλαφίσει [al. ψηλαφήσει], διὰ προσευχῆς, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμὸν ἰδιώματα, μήποτε γένηται μετὰ τὴν τοῦ θεμελίου καταβολὴν γελεῖον τοῖς ἐχθροῖς αὐτοῦ, καὶ ἐμπόδιον ἑτέροις ἐργάταις· σκόπει τὴν ἐπιδημοῦσαν ἡδύτητα, μήπως ἐκ πικρῶν ἰατρῶν, μᾶλλον δὲ ἐπιβούλων δολίως συνεκράθη. Νύκτωρ μὲν τὰ πολλὰ τῇ προσευχῇ δίδου, τὰ δὲ βραχέα τῇ ψαλμῳδίᾳ· ἡμέρα[ς] δὲ πρὸς τὴν σὴν πάλιν παρασκευάζου δύναμιν· οὐ μετρίως φωτίζειν καὶ ἐπισυνάγειν τὸν νοῦν ἡ ἀνάγνωσις πέφυκε· λόγοι γὰρ Πνεύματος ἁγίου ὑπάρχουσι, καὶ τοὺς μετερχομένους πάντως ῥυθμίζουσιν· ἔστω σοι ἐργάτῃ ὄντι τὰ ἀναγινωσκόμενα πρακτικά· τούτων γὰρ ἡ ἐργασία περιττὴν ποιεῖ τὴν τῶν λοιπῶν ἀνάγνωσιν· πόνοις μᾶλλον, καὶ μὴ δέλτοις τοὺς τῆς ὑγείας λόγους φωτίζεσθαι ζήτει· ἀλλοτριονόους πρὸ δυνάμεως πνευματικῆς, μὴ μετέρχου λόγους. Σκότους γὰρ ὄντα ῥήματα, τοὺς ἀδυνάτους σκοτίζουσι· μία κύλιξπολλάκις γεῦσιν οἴνου ἐσήμανε· καὶ εἷς λόγος ἡσυχαστοῦ τοῖς γεύσασθαι δυναμένοις πᾶσαν αὐτοῦ τὴν ἔνδον ὑπέδειξεν ἐργασίαν, καὶ κατάστασιν. Ἄρεπτον [ἀρέμβαστον] ψυχῆς ὄμμα κέκτησο πρὸς οἴησιν· οὐ γάρ ἐστιν ἐν κλοπαῖς τι ταύταις ὀλεθριώτερον.
Φείδου τῆς γλώσσης προϊών· οἶδε γὰρ συντόμως πολλοὺς καμάτους σκορπίζειν. Ἀπερίεργον ἄσκει κατάστασιν· μολύνειν γὰρ τὴν ἡσυχίαν περιεργία ὡς οὐκ ἄλλο τι δύναται. Τοῖς παραβάλλουσι τὰ χρειώδη παράβαλλε, σώματι λέγω καὶ (1117.) πνεύματι· εἰ μὲν σοφώτεροι καθεστήκασι διὰ σιωπῆς τὴν φιλοσοφίαν ἐπιδειξώμεθα. Εἰ δὲ ἀδελφοὶ τῇ καταστάσει, συμμέτρως τὴν θύραν ἀνοίξωμεν. Πλὴν ἄμεινον πάντας ὑπερέχειν λογίζεσθαι. Βουλόμενόν με πάντῃ ἀποτρέπειν ἐν ταῖς συνάξεσι τὸ τοῦ σώματος ἔργον τοῖς ἔτι νηπιώδεσιν, ἐπέσχεν ὁ τὴν ψάμμον ἐν τῇ ἀναβολίδι παννυχὶ φέρων. Ὥσπερ ἐναντιοῦται τῷ λόγῳ τῶν δογμάτων τῆς ἁγίας καὶ ἀκτίστου, καὶ προσκυνητῆς Τριάδος τὰ περὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς αὐτῆς πανυμνήτου μονάδος [Τριάδος]· τὰ μὲν γὰρ ἐκεῖ πληθυντικὰ, ἐν τούτῳ ὑπάρχουσι ἑνικά· τὰ δὲ ἐκεῖ ἑνικὰ, ἐνταῦθά εἰσι πληθυντικά· οὕτως ἕτερα τὰ τῇ ἡσυχίᾳ, καὶ ἄλλα τὰ τῇ ὑπακοῇ πρέποντα ἐπιτηδεύματα. Ὁ μὲν θεῖός φησιν Ἀπόστολος· Τίς ἔγνω νοῦν Κυρίου; ἐγὼ δὲ λέγω· Τίς ἔγνω νοῦν ἀνθρώπου ἡσυχαστοῦ σώματι καὶ πνεύματι;

ΛΟΓΟΣ ΚΗʹ

Περὶ τῆς ἱερᾶς καὶ μητρὸς τῶν ἀρετῶν τῆς μακαρίας προσευχῆς· καὶ περὶ τῆς ἐν αὐτῇ νοερᾶς, καὶ αἰσθητῆς παραστάσεως.

(1129.) Προσευχή ἐστι κατὰ μὲν τὴν αὐτῆς ποιότητα συνουσία καὶ ἕνωσις ἀνθρώπου καὶ Θεοῦ· κατὰ δὲ τὴν ἐνέργειαν, κόσμου σύστασις· Θεοῦ καταλλαγὴ, δακρύων μήτηρ καὶ πάλιν θυγάτηρ, ἁμαρτημάτων ἱλασμὸς, πειρασμῶν γέφυρα, θλίψεων μεσότοιχον, πολέμων θραῦσις, ἀγγέλων ἔργον, ἀσωμάτων πάντων τροφή· ἡ μέλλουσα εὐφροσύνη, ἀπέραντος ἐργασία, ἀρετῶν πηγὴ, χαρισμάτων πρόξενος, προκοπὴ ἀόρατος, τροφὴ ψυχῆς, νοῦ φωτισμὸς, ἀπογνώσεως πέλυξ, ἐλπίδος ἀπόδειξις, λύπης λύσις, πλοῦτος μοναχῶν, ἡσυχαστῶν θησαυρὸς, θυμοῦ μείωσις, ἔσοπτρον προκοπῆς, μέτρων ἐμφάνεια, καταστάσεως δήλωσις, τῶν μελλόντων μηνυτὴς, κλέους σημασία. Προσευχή ἐστι τῷ ὄντως εὐχομένῳ δικαστήριον καὶ κριτήριον, καὶ βῆμα Κυρίου, πρὸ τοῦ βήματος μέλλοντος· ἀναστάντες ἀκούσωμεν, τῆς ἱερᾶς ταύτης βασιλίσσης τῶν ἀρετῶν πρὸς ἡμᾶς ὑψηλῇ τῇ φωνῇ βοώσης καὶ λεγούσης· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν, καὶ ἴασιν ταῖς πληγαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ πταισμάτων μεγάλων ἰαματικὸς ὑπάρχει. Ὅσοι βασιλεῖ, καὶ Θεῷ παραστῆναι, καὶ συλλαλῆσαι πορευόμεθα, μὴ ἀπαρασκεύαστοι τὸν δρόμον ποιησώμεθα, μήπως θεασάμενος ἡμᾶς μακρόθεν μὴ ἔχοντας ὅπλα καὶ στολὴν βασιλικῆς παραστάσεως, τοῖς ὑπηρέταις καὶ λειτουργοῖς ἐπιτρέψῃπόῤῥω που τοῦ αὐτοῦ προσώπου δεθέντας ἐξορίζεσθαι, καὶ τὰς ἡμῶν δεήσεις εἰς πρόσωπον ἡμῶν διαῤῥησσομένας [al. διαρησσομένας]ἀντιπέμπεσθαι.
Ἔστω ὁ σὸς χιτὼν τῆς ψυχῆς ἐνώπιον Κυρίου παρασταθῆναι [al. παραστῆναι] πορευομένῳ ὅλος νήματι, μᾶλλον δὲ λύματι ἀμνησικακίας ἐξυφασμένος. Εἰ δὲ μὴ, οὐδὲν τῆς προσευχῆς ὠφεληθήσῃ. Ἔστω σοι ὅλον τὸ τῆς δεήσεως ἀποίκιλον· ἑνὶ γὰρ λόγῳ τελώνης, καὶ ἄσωτος τὸν Θεὸν διήλλαξαν· μία μὲν ἡ τῶν παρισταμένων παράστασις· πολὺ δὲ ἐν αὐτῇ τὸ ποικίλον, καὶ τὸ διάφορον κέκτηται· οἱ μὲν ὡς φίλῳ καὶ Δεσπότῃ ἐντυγχάνουσι, τῆς ἑτέρων λοιπὸν, καὶ οὐ τῆς αὐτῶν ἀντιλήψεως ἕνεκα, τὸν ὕμνον, καὶ τὴν ἱκεσίαν προσάγοντες· ἄλλοι πλοῦτον καὶ δόξαν, καὶ παῤῥησίαν πλείονα ἐπιζητοῦντες· ἕτεροι τοῦ ἀντιδίκου τοῦ ἑαυτῶν εἰς τέλεον ἀπαλλαγῆναι αἰτοῦντες· τινὲς μὲν ἀξίαν τινὰ λήψεσθαι δυσωποῦντες· ἄλλοι τελείαν τὴν τοῦ χρέους ἀμεριμνίαν· τινὲς μὲν φυλακῆς ἐλευθερίαν· ἄλλοι δὲ ἐγκλημάτων (1132.) λύσιν. Πρὸ πάντων ἐν τῷ τῆς ἡμετέρας δεήσεως χάρτῃ εὐχαριστίαν εἰλικρινῆ κατατάξωμεν. Δεύτερον δὲ στίχον, ἐξομολόγησιν, καὶ συντριμμὸν ψυχῆς ἐν ἀναισθήσει· εἶθ᾿ οὕτως τὴν αἴτησιν ἡμῶν τῷ Παμβασιλεῖ γνωρίσωμεν. Ἄριστος γὰρ ὁ εἰρημένος προσευχῆς τρόπος, ὥς τινι τῶν ἀδελφῶν ὑπὸ ἀγγέλου Κυρίου δεδήλωται. Εἰ μὲν ὑπεύθυνος γέγονάς ποτε ὁρατῷ δικαστῇ, οὐ δεηθήσῃ ἑτέρου τύπου ἐν τῇ παραστάσει τῆς προσευχῆς σου. Εἰ δὲ οὐδέπω, οὐδὲ παρέστηκας, οὐδὲ ἐξεταζομένους ἐθεάσω, κἂν ἐκ τῆς πρὸς ἰατροὺς τῶν νοσούντων ἱκεσίας, τὸτοιοῦτον παιδεύθητι, ἡνίκα ὑπ᾿ αὐτῶν μέλλουσι τέμνεσθαι, ἢ καίεσθαι. Μὴ σοφίζου ἐν εὐχῆς σου ῥήμασι· παίδων γὰρ πολλάκις ἁπλᾶ ψελλίσματα καὶ ἀποίκιλα τὸν Πατέρα αὐτῶν, τὸν ἐν τοῖς οὐρανοῖς ἐθεράπευσαν. Μὴ πολυλογεῖν ἐπιχείρει, ἵνα μὴ πρὸς ζήτησιν λόγων διασκεδασθῇ ὁ νοῦς. Εἶς λόγος τελωνικὸς τὸν Θεὸν ἐξιλεώσατο· καὶ ἓν ῥῆμα πιστὸν τὸν λῃστὴν διέσωσε. Πολυλογία μὲν πολλάκις ἐν προσευχῇ τὸν νοῦν, καὶ ἐφάντασε καὶ διέχυσε.
Μονολογία δὲ πολλάκις τὸν νοῦν συνάγειν πέφυκε καθηδυνόμενος, ἢ κατανυσσόμενος ἐν λόγῳ προσευχῆς, μένε ἐν αὐτῷ· ὁ γὰρ φύλαξ ἡμῶν τό τε ὑπάρχει ὁ συμπροσευχόμενος ἡμῖν· μὴ παῤῥησιάζου, κἂν καθαρότητα κέκτησαι· ταπεινοφροσύνῃ δὲ μᾶλλον πολλῇ πρόσελθε, καὶ πλεῖον παῤῥησιασθήσῃ· κἂν πᾶσαν τὴν κλίμακα τῶν ἀρετῶν ἀναβέβηκας, ὑπὲρ ἀφέσεως ἁμαρτιῶν προσεύχου· ἀκούων Παύλου περὶ ἁμαρτωλῶν βοῶντος· Ὧν πρῶτος εἰμὶ ἐγώ. Ἐξαρτύειν ὄψα ἔλαιον καὶ ἄλες πεφύκασι· πτεροῦν δὲ προσευχὴν σωφροσύνη καὶ δάκρυα. Ἐὰν πᾶσαν πραΰτητα καὶ ἀοργησίαν ἀμφιάσῃ· οὐ πολλὰ κοπωθήσῃ ἐλευθεροῦν αἰχμαλωσίας τὸν νοῦν σου. Ἕως οὗ προσευχὴν ἐναργῆ οὐ κεκτήμεθα τοῖς γυμνάζουσι τὰ νήπια βαδίζειν ἐν προοιμίοις ἐοίκαμεν. Πύκτευε ἀναφέρειν, μᾶλλον δὲ ἀποκλείειν τὴν ἔννοιαν ἐν τοῖς τῆς προσευχῆς ῥήμασι, κἂν ἐξατονήσασα διὰ τὸ νηπιῶδες πέσῃ, πάλιν αὐτὴν εἰσάγαγε· ἴδιον γὰρ τοῦ νοὸς τὸ ἄστατον. Δυνατὸν δὲ τοῦτον στῆσαι τῷ πάντα δυναμένῳ ἱστᾷν.
[Ναὶ μὴν]ἐὰν ἀνελλιπῶς τὸν ἀγῶνα κέκτησαι,ἐπιδημήσῃ [ἐπιδημήσει] καὶ ἐν σοὶ ὁ τὴν θάλατταν τοῦ νοὸς περιορίζων· καὶ ἐρεῖ πρὸς αὐτὴν ἐν τῇ προσευχῇ σου· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ. Ἀδύνατον πνεῦμα δεσμεῖν· ὅπου δὲ ὁ τοῦ πνεύματος κτίστης, πάντα ὑποτέτακται. Εἰ μὲν ἥλιόν ποτε τεθέασαι, δυνήσῃ αὐτῷ καὶ συλλαλῆσαι πρεπόντως· ὃ γὰρ οὐχ ἑώρακας, πῶς ἐντυγχάνειν ἀψευδῶς δύνασαι;
Ἀρχὴ μὲν προσευχῆς προσβολαὶ μονολογίστως διωκόμεναι ἐκ προοιμίων αὐτῶν. Μεσότης τὸ ἐν τοῖς λεγομένοις ἢ νοουμένοις μόνοις εἶναι τὴν διάνοιαν. Τὸ δὲ ταύτης τέλειον ἁρπαγὴ πρὸς Κύριον Ἄλλη ἡ ἀγαλλίασις ἡ ἐν προσευχῇ τοῖς ἐν συνοδίᾳ διάγουσιν ἐπισυμβαίνουσα, καὶ ἑτέρα ἡ τοῖς καθ᾿ (1133.) ἡσυχίαν προσευχομένοις προσγινομένη. Ἡ μὲν γὰρ ἴσως πεφάντασται μικρόν· ἡ δὲ ὅλη ταπεινοφροσύνης πεπλήρωται. Ἐὰν ἀεὶ γυμνάζῃς τὸν νοῦν μὴ μακρύνειν, καὶ ἐν τῇ τῆς τραπέζης παραθήκῃ πλησίον σου γενήσεται· εἰ δὲ ἀκωλύτως πλάζεται, οὐδέποτέ σοι παραμένειν πέφυκεν· ὁ μὲν μέγας τῆς μεγάλης καὶ τελείας προσευχῆς ἐργάτης φησί· Θέλω εἰπεῖν πέντε λόγους τῷ νωΐ μου, καὶ τὰ ἑξῆς. Νηπιωδεστέρων δὲ τὸ τοιοῦτον ἀλλότριον· διόπερ ἡμεῖς μετὰ τῆς ποιότητος, καὶ τοῦ πλήθους τῆς ποσότητος ὡς ἀτελεῖς δεόμεθα· τὸ γὰρ δεύτερον τοῦ προτέρου πρόξενον· διδοὺς γὰρ, φησὶν, εὐχὴν καθαρὰν τῷ ἀόκνως εὐχομένῳ ῥυπαρῶς καὶ πεπονημένως· ἄλλο ῥύπος προσευχῆς, καὶ ἄλλο ἀφανισμὸς, καὶ ἄλλο κλοπὴ, καὶ ἕτερον μῶμος. Ῥύπος ἐστὶ Θεῷ παρίστασθαι, καὶ ἀτόπους ἐννοίας φαντάζεσθαι· ἀφανισμός ἐστι,τὸ εἰς φροντίδας ἀνωφελεῖς αἰχμαλωτίζεσθαι· κλοπή ἐστι τὸ ἀνεπαισθήτως τὴν ἔννοιαν ῥέμβεσθαι· μῶμός ἐστι προσβολὴ ἡ οἱαοῦν τότε πρὸς ἡμᾶς ἐγγίζουσα.
Εἰ μὲν οὐ κατὰ μόνας [al. καταμόνας] τυγχάνωμεν τῷ καιρῷ τῆς παραστάσεως, ἔνδοθεν τὸ σχῆμα τῆς ἱκεσίας ἀνατυπώσωμεν. Εἰ δὲ οὐ πάρεισι τῶν ἐπαίνων οἱ ὑπηρέται, καὶ τὸ ἔξωθεν εἶδος εἰς πρεσβείαν τυπώσωμεν. Ἐν τοῖς γὰρ ἀτελέσι πολλάκις ὁ νοῦς τῷ σώματι συσχηματίζεται· πάντες μὲν, ἐπὶ πλείω δὲ οἱ τὴν ἄφεσιν τοῦ χρέους λαβεῖν πρὸς βασιλέα πορευόμενοι, ἀμυθήτου συντριμμοῦ δέονται. Ἐὰν ἐν εἰρκτῇ ἔτι τυγχάνωμεν, ἀκούσωμεν τοῦ λέγοντος Πέτρῳ· Ζῶσαι λέντιον ὑπακοῆς, καὶ ἀπόδυσαι τὰ θελήματά σου, καὶ γυμνὸς τούτων πρόσελθε Κυρίῳ ἐν προσευχῇ σου· τὸ αὐτοῦ μόνου ἐπικαλούμενος θέλημα, καὶ τότε λήψῃ Θεὸν τὸν τῆς σῆς ψυχῆς κατέχοντα οἴακα, καὶ ἀκινδύνως κυβερνῶντά σε· ἀναστὰς ἐκ φιλοκοσμίας καὶ φιληδονίας, ἀπόῤῥιψε φροντίδας· ἀπόδυσαι ἐννοίας· ἀπάρνησαι σῶμα· οὐδὲν γὰρ ἕτερόν ἐστι προσευχὴ, εἰ μὴ κόσμου ὁρατοῦ καὶ ἀοράτου ἀλλοτρίωσις. Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ; Οὐδέν.
Καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Οὐδὲν, ἀλλ᾿ ἢ ἀπερισπάστως διὰ παντὸς ἐν προσευχῇ προσκολλᾶσθαί σοι. Τισὶ μὲν πλοῦτος, ἑτέροις δόξα, ἄλλοις δὲ κτῆσις ἐραστὴ καθέστηκεν· Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἐπιθύμητόν ἐστι, καὶ τίθεσθαι ἐν αὐτῷ τὴν ἐλπίδα τῆς ἀπαθείας μου. Πίστις προσευχὴν ἐπτέρωσε· χωρὶς γὰρ ταύτης εἰς οὐρανὸν πετασθῆναι οὐ δύναται. Αἰτήσωμεν οἱ ἐμπαθεῖς ἐπιμόνως τὸν Κύριον· πάντες γὰρ οἱ ἐμπαθεῖς ἐξ ἐμπαθείας εἰς ἀπάθειαν προέκοψαν. Εἰ καὶ μὴ τὸν Θεὸν φοβεῖται ὁ κριτὴς, ἀλλά γε διὰ τὸ κόπους αὐτῷ παρέχειν δι᾿ ἁμαρτίας, καὶ πταίσματος χηρεύσασαν ἐξ αὐτοῦ ψυχὴν, ποιήσει τὴν ἐκδίκησιν αὐτῆς ἐκ τοῦ ἀντιδίκου αὐτῆς σώματος, καὶ τῶν πολεμίων αὐτοῦ πνευμάτων. Τοὺς μὲν εὐγνώμονας ὁ ἀγαθὸς ἡμῶν πραγματευτὴς διὰ τῆς συντόμου τοῦ αἰτήματος παροχῆς, πρὸς τὴν ἑαυτοῦ ἀγάπην ἐφέλκεται· τὰς δὲ ἀγνώμονας τῶν κυνῶν ψυχὰς διὰ τῆς πείνης καὶ (1136.) τῆς τοῦ αἰτήματος δίψης πρὸς αὐτὸν παρακαθέζεσθαι διὰ προσευχῆς παρασκευάζει. Ὁ γὰρ ἀγνώμων κύων κομισάμενος ἄρτον εὐθέως ἀναχωρεῖ τοῦ δεδωκότος.
Μὴ λέγε χρονίζων ἐν τῇ δεήσει μηδὲν κατωρθωκέναι· ἤδη γὰρ καὶ κατώρθωκας. Τί γὰρ καὶ ὑψηλότερον ἀγαθὸν τοῦ τῷ Κυρίῳ πρωσκολλᾶσθαι, καὶ ἐν τῇ πρὸς αὐτὸν ἑνώσει ἀδιαλείπτως προσκαρτερεῖν.
Οὐχ οὕτως κατάκριτος δέδοικε τῆς ἑαυτοῦ τιμωρίας τὴν ἀπόφασιν, ὡς ὁ προσευχῆς ἐπιμελούμενος τὴν ταύτης παράστασιν. Ὅθεν εἰ σοφός τις καὶ ἀγχίνους ὑπάρχει ἐκ τῆς ἐκείνης μνήμης, πᾶσαν λοιδορίαν, καὶ ὀργὴν, καὶ μέριμναν, καὶ ἀσχολίαν, καὶ θλίψιν, καὶ κόρον, καὶ πειρασμὸν, καὶ λογισμὸν ὑποστρέφεσθαι δύναται. Προπαρασκευάζου διὰ ἐννάου ἐν ψυχῇ προσευχῆς πρὸς τὴν παράστασιν τῆς σῆς ἱκεσίας, καὶ συντόμως προκόψεις.
Ἑώρακα ἐν ὑπακοῇ ἐξαστράπτοντας, καὶ τῆς κατὰ νοῦν ὅση δύναμις μνήμης Θεοῦ μὴ ἀμελοῦντας ἀθρόον ἐπὶ προσευχὴν παρασταθέντας, καὶ συντόμως τοῦ ἑαυτῶν νοὸς περιγενομένους καὶ κρουνηδὸν δάκρυα προχεομένους. Προπαρεσκευασμένοι γὰρ ὑπὸτῆς ὁσίας ὑπακοῆς ἐτύγχανον· τῇ μὲν μετὰ πλήθους ψαλμῳδίᾳ, αἰχμαλωσίαι καὶ ῥεμβασμοὶ παρέπονται· τῇ δὲ ἰδιαζούσῃ οὐχ οὕτως· ἀλλὰ τῇ μὲν ἀκηδίᾳ πολεμεῖ, τῇ δὲ προθυμίᾳ συνεργεῖ. Ἀγάπην μὲν στρατευομένου πρὸς βασιλέα ἀνέδειξε πόλεμος· ἀγάπην δὲ μοναχοῦ πρὸς Θεὸν ἤλεγξε προσευχῆς καιρὸς καὶ παράστασις· τὴν σεαυτοῦ κατάστασιν, ἡ σὴ προσευχὴ ἐμφανίσει σοι· ἔσοπτρον γὰρ αὐτὴν τοῦ μοναχοῦ οἱ θεολόγοι ἐκεῖνοι ἐκδεδώκασιν· ὁ τὸν τυχὸν μετερχόμενος ἔργον καὶ προσευχῆς ὥρας καταλαμβανομένης ἐν αὐτῷ προσασχολούμενος, ὑπὸ δαιμόνων ἐμπαίζεται. Σκοπὸς γὰρ τοῖς κλέπταις ὥραν δι᾿ ὥρας ἐξ ἡμῶν ἀποσυλῆσαι. Μὴ παραιτούμενος, καὶ ὑπὲρ ψυχῆς προσεύχεσθαι, κἂν προσευχὴν μὴ κέκτησαι· ἡ γὰρ πίστις πολλάκις τοῦ αἰτοῦντος καὶ τὸν εὐχόμενον μετὰ συντριμμοῦ ἔσωσε. Μὴ ἐπαίρου ὑπὲρ ἄλλων δεόμενος καὶ εἰσακουόμενος· ἡ γὰρ ἐκείνων πίστις ἐνήργησε καὶ ἴσχυσε. Παῖς μὲν πᾶς πᾶσαν, ἥνπερ ἐκ τοῦ παιδοτρίβου μεμάθηκε σοφίαν, καθ᾿ ἡμέραν ἀπαραλείπτως ὑπ᾿ αὐτοῦ ἐκζητηθήσεται· νοῦς δὲ πᾶς, ἥνπερ δύναμιν ἐκ Θεοῦ εἴληφεν, ἐν πάσῃ προσευχῇ ἀπαιτηθήσεται· διὸ προσεκτέον, ὅταν νηφόντως προσεύξῃ, θᾶττον εἰς ὀργὰς πολεμηθήσῃ. Σκοπὸς γὰρ οὗτος τῶν ἐχθρῶν ἡμῶν· πᾶσαν μὲν ἀρετὴν, ἐπὶ πλείω δὲ τὴν προσευχὴν αἰσθήσει πολλῇ ποιησώμεθα πάντοτε· τότε ψυχὴ ἐν αἰσθήσει προσεύχεται, ὅταν θυμοῦ κρείττων γένηται· τὰ πολλαῖς ἱκεσίαις καὶ χρόνοις περιποιούμενα μόνιμα. Ὁ κύριον κτησάμενος, οὐκ ἔτι ἑαυτοῦ ἐν προσευχῇ τὸν μῦθον ὑφηγήσεται· τὸ γὰρ πνεῦμα τότε ἐντυγχάνει ὑπὲρ αὐτοῦ ἐν ἑαυτῷ στεναγμοῖς ἀλαλήτοις. Πᾶσαν αἰσθητὴν φαντασίαν ἐν τῇ προσευχῇ μὴ προσδέξῃ, ἵνα μὴ (1137.) ἔκστασιν ὑποστῇς· ἀπαλλαγὴ ἀμφιβολίας, ἀδήλου δήλωσις ἄσειστος.
Ἐλεήμων γίνου σφόδρα προσευχῆς ἐπιμελούμενος· ἐν αὐτῇ γὰρ μοναχοὶ τὰ ἑκατονταπλασίονα λήψονται· τὸ δὲ ἑξῆς ἐν τῷ ἑξῆς. Πῦρ μὲν ἐπιδημῆσαν ἐν καρδίᾳ προσευχὴν ἀνέστησε· ταύτης διεγερθείσης, καὶ εἰς οὐρανὸν ἀναληφθείσης πυρὸς ἐν ἀνωγέῳ ψυχῆς κατάβασις γέγονε. Φασὶ μέν τινες κρεῖττον εἶναι προσευχὴν μνήμης ἐξόδου· ἐγὼ δὲ μιᾶς ὑποστάσεως δύο οὐσίας ὑμνῶ. Ἵππος μὲν δόκιμος κατὰ πρόσβασιν [πρόβασιν] διαθερμαίνεσθαι, καὶ τῷ δρόμῳ προστιθέναι πέφυκε· δρόμον δὲ νοῶ, ὑμνῳδίαν· ἵππον δὲ τὸν ἀνδρεῖον νοῦν· πόῤῥωθεν ὁ τοιοῦτος ὀσφραίνεται πολέμου, καὶ προπαρασκευασθεὶς μένει λοιπὸν εἰς ἅπαν ἀνίκητος. Χαλεπὸν ἐκ στόματος διψῶντος ὕδωρ ἀφαρπάσαι· χαλεπώτερον δὲ ψυχὴν μετὰ κατανύξεως προσευχομένην, πρὶν τῆς ταύτης περαιώσεως ἑαυτὴν τῆς παραστάσεως, τῆς πολυποθήτου ἀποκόψαι· μὴ ἀποπηδήσῃς ἄχρις οὗ τὸ πῦρ καὶ τὸ ὕδωρ οἰκονομικῶς ὑπολήξαντα ἴδῃς· οὐ γὰρ λήψῃ καιρὸν τοιοῦτον πρὸς ἄφεσιν πταισμάτων ἴσως ἐν πάσῃ τῇ ζωῇ σου· ὁ προσευχῆς γευσάμενος, ὑπὸ λόγου ἑνὸς πολλάκις προερχομένου, τὸν νοῦν ἐμόλυνε, καὶ ἐν προσευχῇ παραστὰς, τὸ ποθούμενον οὐχ εὗρε συνήθως· ἄλλο ἐπισκοπεῖν συχνοτέρως τῇ καρδίᾳ· καὶ ἄλλο ἐπισκοπεῦσαι καρδίας διὰ νοὸς ἄρχοντος, καὶ ἀρχιερέως λογικὰς θυσίας Χριστῷ προσάγοντος· τοὺς μὲν, ὥς φησί τις τῶν θεολογίαςπροσηγορίαν λαχόντων, τὸ ἅγιον καὶ ὑπερουράνιον πῦρ ἐπιδημοῦν καταφλέγει, διὰ τὸ ἔτι ἐλλιπὲς τῆς καθάρσεως· τοὺς δὲ πάλιν φωτίζει διὰ τὸ μέτρον τῆς τελειότητος· τὸ αὐτὸ γὰρ πῦρ καταναλίσκον καὶ φωτίζον φῶς ὀνομάζεται· ὅθεν καί τινες ἐκ προσευχῆς ἐξιόντες ὡς ἀπὸ πυρὸς καμίνου ποιοῦνται τὴν ἔξοδον· κουφισμὸν ῥύπου τινὸς καὶ ὕλης αἰσθόμενοι· ἕτεροι δὲ ὡς ἐκ φωτὸς πεφωτισμένοι, καὶ διπλοΐδα ταπεινώσεως, καὶ ἀγαλλιάσεως ἠμφιεσμένοι. Οἱ γὰρ ἐκτὸς τῶν δύο τούτων ἐνεργειῶν ἐκ προσευχῆς ἐξεληλυθότες σωματικῶς, ἵνα μὴ εἴπω, Ἰουδαϊκῶς προσηύξαντο, καὶ οὐ πνευματικῶς. Εἰ σῶμα σώματος προσψαῦον ἀλλοιοῦται τῇ ἐνεργείᾳ, πῶς δ᾿ ἂν καὶ οὐκ ἀλλοιωθήσεται ὁ Θεοῦ σώματος ἀθώοις χερσὶ προσψαύων;
Ἔστι κατὰ τὸν ἐπὶ γῆς βασιλέα, καὶ τὸν ἡμέτερον πανάγαθον βασιλέα θεάσασθαι, ποτὲ μὲν δι᾿ ἑαυτοῦ, ποτὲ δὲ διὰ φίλου· ἄλλο τε δὲ διὰ δούλου· ἔστι δὲ ὅτε καὶ ἀγνώστως τὰς αὐτοῦ δωρεὰς τοῖς στρατιώταις αὐτοῦ χαριζόμενον· λοιπὸν δὲ καὶ κατὰ τὸν χιτῶνα τῆς προσούσης ἡμῖν ταπεινώσεως· ὥσπερ τῷ ἐπὶ γῆς βασιλεῖ ὁ αὐτῷ παριστάμενος, καὶ τὸ πρόσωπον τὸ οἰκεῖον ἀποστρέφων, καὶ τοῖς ἐχθροῖς τοῦ δεσπότου διαλεγόμενος βδελυκτός· οὕτως ὑπὸ Κυρίου (1140.) βδελύσσεται ὁ ἐν προσευχῇ παριστάμενος, καὶ ἀκαθάρτους λογισμοὺς προσλαμβανόμενος ἐρχομένου τοῦ κυνὸς [ἐρχόμενον τὸν κύνα] τῷ ὅπλῳ δίωκε· καὶ ὁσάκις ἀναιδεύεται, μὴ ἐνδώσεις αὐτῷ· αἴτει διὰ πένθους, ζήτει δι᾿ ὑπακοῆς· κροῦε διὰ μακροθυμίας· οὐ γὰρ οὕτως αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷκρούοντι ἀνοιγήσεται. Φυλάττου μὴ, ὡς ἔτυχεν, ὑπὲρ εὔξασθαι θήλεως ἐν προσευχῇ σου, μήπως ἐκ δεξιῶν συληθήσῃ. Μὴ θέλε τὰς σωματικὰς πράξεις ἐξαγορεύειν, ὥς εἰσιν, ἵνα μὴ ἑαυτῷ ἀντεπίβουλος γίνῃ. Μὴ γένηταί σοι ὁ τῆς προσευχῆς καιρὸς, σκέψεως ἀναγκαίων καὶ πνευματικῶν πραγμάτων ὥρα. Εἰ δὲ μὴ τὸ κρεῖττον ἐκλάπης, ὁ κρατῶν ἀπαύστως τὴν τῆς προσευχῆς βακτηρίαν, οὐ προσκόψει. Εἰ δὲ καὶ συμβῇ, ὅμως οὐ πεσεῖται εἰς τέλος· προσευχὴ γάρ ἐστι Θεοῦ τυραννὶς εὐσεβὴς, τὴν ταύτης ὠφέλειαν ἐκ τῶν δαιμονικῶν ἐμποδίων ἐν καιρῷ συνάξεως τεκμαιρόμεθα. Τὸν δὲ ταύτης καρπὸν ἐκ τῆς τοῦ ἐχθροῦ ἥττης· Ἐν τούτῳ γὰρ ἔγνων, ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχάρῃ ἐν καιρῷ πολέμου ὁ ἐχθρός μου ἐπ᾿ ἐμέ. Ἐκέκραξα, φησὶν ὁ Ψάλλων, ἐν ὅλῃ καρδίᾳ μου· τοῦτ᾿ ἔστι, σώματι, καὶ ψυχῇ, καὶ πνεύματι. Ὅπου γάρ εἰσι δύο οἱ ἔσχατοι συνειλεγμένοι, ἐκεῖ ἐστιν ὁ Θεὸς ἐν μέσῳ αὐτῶν. Οὐδὲ τὰ κατὰ σῶμα, οὐδὲ τὰ κατὰ πνεῦμα πάντα ὅμοια. Τισὶ μὲν γὰρ τὸ σύντομον· τισὶ δὲ τὸ σχολαιότερον ἐν τῇ ψαλμῳδίᾳ συνέρχεται· οἱ μὲν γὰρ τῇ αἰχμαλωσίᾳ, οἱ δὲ τῇ ἀμαθίᾳ λέγουσι πολεμεῖν. Ἐὰν ἀδιαλείπτως κατὰ τῶν σῶν ἐχθρῶν ἐντυγχάνῃς τῷ βασιλεῖ, ἡνίκα πρὸς σὲ παραγίνωνται, θάρσει, οὐ κοπιάσεις· αὐτοὶ γὰρ ἐφ᾿ ἑαυτοῖς συντόμως σου ἀποστήσονται· οὐ γὰρ θέλουσιν οἱ ἀνόσιοι καθορᾷν σε στέφανον λαμβάνειν διὰ προσευχῆς ἐκ τῆς πρὸς αὐτοὺς μάχης· πρὸς δὲ τούτοις, καὶ ὡς ἀπὸ πυρὸς μαστιζόμενοι ὑπὸ τῆς προσευχῆς φεύξονται. Ἀνδρείαν κτῆσαι πᾶσαν, καὶ ἕξεις Θεὸν διδάσκαλον προσευχῆς σου. Οὐκ ἔστιτὸ βλέπειν, διὰ λόγου μανθάνειν, τῇ φύσει γὰρ ἕπεται· οὐδὲ προσευχῆς κάλλος δι᾿ ἑτέρας διδαχῆς· αὐτὴ γὰρ ἐφ᾿ ἑαυτῆς διδάσκαλον τὸν Θεὸν ἔχει τὸν διδάσκοντα ἄνθρωπον γνῶσιν, καὶ διδόντα εὐχὴν τῷ εὐχομένῳ, καὶ εὐλογοῦντα ἔτη δικαίων.

ΛΟΓΟΣ ΚΘʹ

Περὶ τοῦ ἐπιγείου οὐρανοῦ τῆς θεομιμήτου ἀπαθείας, καὶ τελειότητος, καὶ ἀναστάσεως ψυχῆς πρὸ τῆς κοινῆς ἀναστάσεως.

(1148.) Ἰδοὺ λοιπὸν καὶ ἡμεῖς οἱ τεθέντες ἐν λάκκῳ ἀγνωσίας βαθυτάτῳ καὶ σκοτεινοῖς πάθεσι, καὶ σκιᾷ θανάτου τούτου τοῦ σώματος, περὶ τοῦ ἐπιγείου οὐρανοῦ ἐκ θρασύτητος φιλοσοφεῖν ἀρχόμεθα. Ἔχει μὲν γὰρ τὸ στερέωμα τοὺς ἀστέρας κάλλος, ἡ δὲ ἀπάθεια τὰς ἀρετὰς κόσμον· οὐδὲν γὰρ ἕτερόν τι ἔγωγε ἀπάθειαν ὑπείληφα εἶναι· ἀλλ᾿ ἢ ἐγκάρδιον νοὸς οὐρανὸν, τὰς τῶν δαιμόνων πανουργίας, ἀθύρματα λοιπὸν λογιζόμενον. Ἀπαθὴς μὲν οὖν κυρίως καὶ ὑπάρχει, καὶ γνωρίζεται, ὁ τὴν σάρκα μὲν ἄφθαρτον ποιήσας, τὸν δὲ νοῦν τῆς κτίσεως ἀνυψώσας, τὰς δὲ πάσας αἰσθήσεις τούτῳ ὑποτάξας· τῷ δὲ προσώπῳ Κυρίου τὴν ψυχὴν παραστήσας ὑπὲρ τὴν ἑαυτῆς ἰσχὺν πρὸς αὐτὸν ἀεὶ ἐπεκτεινομένης. Τινὲς δὲ πάλιν ἀπάθειαν εἶναι ὁρίζονται ἀνάστασιν ψυχῆς πρὸ τοῦ σώματος· ἄλλοι δὲ ἐπίγνωσιν Θεοῦ τελείαν, ἀγγέλων δευτέραν· αὕτη οὖν ἡ τελεία τῶν τελείων ἀτέλεστος τελειότης καθά μοί τις αὐτῆς γευσάμενος ὑφηγήσατο, οὕτω λοιπὸν τὸν νοῦν ἁγιάζει, καὶ τῶν ὑλῶν ἀφαρπάζει, ὡς τὸ πολὺ τῆς ἐν σαρκὶ ζωῆς, μετὰ τὴν κατάληψιν μέντοι τοῦ οὐρανίου λιμένος, ἐν οὐρανῷ ἐξεστηκότα αὐτὸν πρὸς θεωρίαν ἀνυψοῖ· περὶ οὗ καί φησί που ὁ πεῖραν ἴσως εἰληφὼς, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν· τοιοῦτον ἔγνωμεν καὶ τὸν Αἰγύπτιον, τὸν μὴ ἐῶντα τὰς ἑαυτοῦ χεῖρας ἐπὶ πολὺ τεταμένας ἐν προσευχῇ, ἡνίκα ἂν μετά τινων προσηύχετο.
Ἔστιν ἀπαθὴς, καὶ ἔστιν ἀπαθοῦς ἀπαθέστερος. Ὁ μὲν γὰρ ἰσχυρῶς μισεῖ τὰ πονηρὰ, ὁ δὲ ἀπλείστως πλουτεῖ ἐν ἀρεταῖς, καὶ ἡ ἁγνεία ἀπάθεια λέγεται, καὶ εἰκότως. Προοίμιον γὰρ τῆς κοινῆς ἀναστάσεως καὶ ἀφθαρσίας φθαρτῶν. Ἀπάθειαν ἔδειξεν ὁ εἰπών· Νοῦν Κυρίου κέκτημαι. Ἀπάθειαν ἔδειξεν ὁ εἰπὼν Αἰγύπτιος, μὴ φοβεῖσθαι τὸν Κύριον. Ἀπάθειαν ἔδειξεν ὁ ἀνθυποστρέψαι τὰ πάθη εὐξάμενος.
Τίς πρὸ τῆς μελλούσης λαμπρότητος, ὡς ὁ Σύρος ἐκεῖνος ἀπαθείας ἠξίωται; Ὁ μὲν γὰρ Δαυῒδ ὁ περίφημος ἐν προφήταις· Ἄνες μοι, φησὶν πρὸς (1149.) Κύριον, ἵνα ἀναψύξω. Ὁ δὲ τοῦ Θεοῦ ἀθλητής· Ἄνες τὰ κύματα τῆς χάριτός σου. Ἀπάθειαν ἔχει ψυχὴ, ἡ οὕτως ποιωθεῖσα ταῖς ἀρεταῖς, ὡς οἱ ἐμπαθεῖς ταῖς ἡδοναῖς. Εἰ τοῦτο ὅρος γαστριμαργίας, τὸ, καὶ μὴ ὀρεγόμενον βιάζεσθαι, τοῦτο πάντως ὅρος ἐγκρατείας, τὸ καὶ πεινῶσαν τὴν φύσιν ἀνυπεύθυνον οὖσαν ἐπικρατεῖν. Εἰ τοῦτο ὅρος λαγνείας, τὸ, καὶ ἐπὶ ζώοις καὶ ἀψύχοις μαίνεσθαι· τοῦτο ὅρος ἁγνείας, τὸ, ἐπὶ πᾶσιν ὡς ἀψύχοις τῇ αἰσθήσει διακεῖσθαι. Εἰ τοῦτο φιλαργυρίας πέρας, τὸ, μηδέποτε τοῦ συναθροίζειν παύεσθαι, ἢ κορέννυσθαι· τοῦτο ἀκτημοσύνης, τὸ, μηδὲ τοῦ σώματος φείσασθαι τοῦ ἰδίου. Εἰ τοῦτο ἀκηδίας πέρας, τὸ, ἐν πάσῃ ὑπάρχοντα ἀνέσει ὑπομονὴν μὴ κεκτῆσθαι· τοῦτο ὑπομονῆς, τὸ, ἐν θλίψει ὄντα, ἄνεσιν ἔχειν λογίζεσθαι. Εἰ τοῦτο ὀργῆς πέλαγος, τὸ καὶ μηδενὸς παρόντος θηριοῦσθαι· τοῦτο μακροθυμίας τοῦ ἀπόντος, τοῦ λοιδοροῦντος καὶ παρόντος ὡσαύτως γαλιᾷν [γαληνιᾷν]. Εἰ τοῦτο κενοδοξίας ὕψος, τὸ καὶ μηδενὸς παρόντος τοῦ ἐπαινεῖν ὀφείλοντος κενοδοξίας ἔργα σχηματίζεσθαι, τοῦτο πάντως ἀκενοδοξίας εἶδος, τὸ μηδέποτε ἐν παρουσίαις τὴν ἔννοιαν κλέπτεσθαι. Εἰ τοῦτο εἶδος ἀπωλείας, εἴγουν ὑπερηφανίας τὸ ἐν εὐτελεῖ σχήματι ἐπαίρεσθαι, τοῦτο σωτηριῶδες ταπεινώσεως τεκμήριον, τὸ ἐν ὑψηλοῖς ἐγχειρήμασι, καὶ κατορθώμασι ταπεινὸν ἔχειν φρόνημα. Καὶ εἰ τοῦτο ἐμπαθείας παντελοῦς τεκμήριον, τὸ πᾶσι τοῖς ὑπὸ δαιμόνων ὑποσπειρομένοις σχεδὸν ὀξέως ὑπείκειν. Ἐγὼ τοῦτο τῆς ἁγίας ἀπαθείας ὑπείληφα γνώρισμα, τὰ δύνασθαι ἐναργῶς λέγειν· Ἐκκλίνοντος ἀπ᾿ ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον, οὐδὲ πῶς ἐλήλυθεν, οὐδὲ τίνος ἕνεκα, οὐδὲ πῶς ἀπελήλυθεν, ἀλλ᾿ ὅλος λοιπὸν ἀναισθήτως πρὸς τὰ τοιαῦτα ἔχω· ἡνωμένος ὅλος ὢν, καὶ ἀεὶ ἐσόμενος Θεῷ.
Ὁ τοιαύτης καταστάσεως ἠξιωμένος, ἔτι ὢν ἐν σαρκὶ, αὐτὸν τὸν ἐνοικοῦντα ἀεὶ ἐν ἅπασι λόγοις, καὶ ἔργοις, καὶ διανοήμασιν ἔχει κυβερνῶντα. Ὅθεν λοιπὸν καὶ ὡς φωνῆς τινος, τῆς τοῦ Κυρίου βουλήσεως ἔνδον διὰ φωτισμοῦ ἀντιλαμβάνεται, πάσης διδασκαλίας ἀνθρωπίνης ὑψηλότερος γενόμενος· Πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; οὐ γὰρ φέρω λοιπὸν τοῦ πόθου τὴν ἐνέργειαν· ἀλλὰ ζητῶ, ὅπερ ἀθάνατον κάλλος πρὸ τῆς πηλοῦ μοι δέδωκας. Ὁ ἀπαθὴς, τί δεῖ πολλὰ λέγειν; ζῇ μὲν οὐκ ἔτι αὐτὸς, ζῇ δὲ ἐν αὐτῷ ὁ Χριστὸς, καθά φησιν ὁ τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, καὶ τὸν δρόμον τετελεκὼς, καὶ τὴν πίστιν τετηρηκὼς ὀρθόδοξον.
Οὐ συνίσταται διάδημα βασιλέως ἐξ ἑνὸς λίθου, καὶ οὐ τελειοῦται ἀπάθεια, ἂν μιᾶς ἀρετῆς καὶ τῆς τυχούσης ἀμελήσωμεν· ἀπάθειαν μὲν νοήσεις, τὸ τοῦ ἐπουρανίου βασιλέως ἐν οὐρανοῖς παλάτιον. Πολλὰς δὲ μονὰς τὰς ἔνδον τῆς πόλεως ταύτης (1152.) κατασκηνώσεις. Τεῖχος τὴν Ἱερουσαλὴμ, τὴν τῶν πταισμάτων ἄφεσιν. Δράμωμεν, ἀδελφοὶ, τῆς ἐν τῷ νυμφῶνι τοῦ παλατίου εἰσόδου τυχεῖν· εἰ δὲ ἔκ τινος ἢ φορτίου προλήψεως, ὢ τῆς συμφορᾶς!ἢ χρόνου προκατελήφθημεν, κἂν μονήν τινα πέριξ τοῦ νυμφῶνος προφθάσωμεν. Εἰ δὲ ἔτι ὀκλάζομεν, ἢ παρειμένοι τυγχάνομεν, κἂν ἐντὸς τοῦ τείχους παντὶ τρόπῳ γενώμεθα· ὁ γὰρ πρὸ τέλους ἐκεῖ μὴ εἰσελθὼν, μᾶλλον δὲ μὴ ὑπερβεβηκὼς ἐν ἐρημίᾳ αὐλισθήσεται.
Διὰ τοῦτό τις ηὔχετο λέγων· Ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. Καὶ ἕτερος ὡς ἐκ προσώπου τοῦ Θεοῦ φησιν· Οὐχ αἱ ἁμαρτίαι ὑμῶν εἰσιν αἱ διαχωρίζουσαι ἀνὰ μέσον ὑμῶν καὶ ἐμοῦ; Διακόψωμεν, ὦ φίλοι, τὸ μεσότειχον τοῦ φραγμοῦ, ὅπερ διὰ παρακοῆς κακῶς ᾠκοδομήσαμεν· λάβωμεν ἐντεῦθεν λύσιν τοῦ χρέους, διότι οὐκ ἔστιν ἐν τῷ ᾅδῃ ὁ δυνάμενος ἰάσασθαι. Σχολάσωμεν, ἀδελφοὶ, καὶ γὰρ σχολασταὶ ἀπεγράφημεν· οὐκ ἔστι πτῶμα, οὐκ ἔστι καιρὸν, οὐκ ἔστι φορτίον προφασίσασθαι· ὅσοι γὰρ ἔλαβον τὸν Κύριον διὰ λούτρου παλιγγενεσίας, ἔδωκε αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι,εἰπών· Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς, καὶ ἡ ἀπάθεια. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀνιστᾷ μὲν ἀπὸ γῆς εἰς οὐρανὸν πένητα νοῦν· καὶ ἀπὸ κοπρίας παθῶν ἐγείρει πτωχὸν ἡ μακαρία ἀπάθεια· ἡ δὲ πανύμνητος ἀγάπη ποιεῖ αὐτὸν τοῦ καθίσαι μετὰ ἀρχόντων, ἁγίων ἀγγέλων, μετὰ ἀρχόντων λαοῦ Κυρίου.

ΛΟΓΟΣ Λʹ

Περὶ τοῦ συνδέσμου τῆς ἐναρέτου τριάδος ἐν ἀρεταῖς.

(1153.) Νυνὶ δὲ λοιπὸν, μετὰ πάντα τὰ προειρημένα, μένει τὰ τρία ταῦτα, τὰ τὸν σύνδεσμον πάντων (1156.) ἐπισφίγγοντα καὶ κρατοῦντα, πίστις, ἐλπὶς, ἀγάπη.
Μείζων δὲ πάντων ἡ ἀγάπη· Θεὸς γὰρ ὀνομάζεται. Πλὴν ἔγωγε τὴν μὲν ἀκτῖνα ὁρῶ, τὴν δὲ φῶς, τὴν δὲ κύκλον· πάντα δὲ ἒν ἀπαύγασμα καὶ μίαν λαμπρότητα. Ἡ μὲν γὰρ πάντα δύναται καὶ ποιεῖν, καὶ δημιουργεῖν· τὴν δὲ ἔλεος Θεοῦ περικυκλοῖ, καὶ ἀκαταίσχυντον ποιεῖ· ἡ δὲ οὐδὲ πίπτει οὐδ᾿ ἑστήκει τοῦ θέειν· οὐδὲ τὸν τρωθέντα ἠρεμεῖν λοιπὸν τῆς μακαρίας μανίας ἐᾷ. Ὁ περὶ ἀγάπης Θεοῦ λέγειν βουλόμενος, περὶ Θεοῦ λέγειν ἐπεχείρησε. Περὶ Θεοῦ δὲ λόγος διεξιέναι, σφαλερὸν καὶ ἐπικίνδυνον τοῖς μὴ προσέχουσιν. Ὁ περὶ ἀγάπης λόγος, ἀγγέλοις γνώριμος· κἀκείνοις κατὰ τὴν ἐνέργειαν τῆς ἐλλάμψεως· Ἀγάπη ὁ Θεός ἐστιν, ὁ ὅρον δὲ τούτου λέγειν βουλόμενος, ἐν ἀβύσσῳ τυφλώττων τὸν ψάμμον μετρεῖ.
Ἀγάπη κατὰ μὲν ποιότητα ὁμοίωσις Θεοῦ, καθ᾿ ὅσον βροτοῖς ἐφικτόν. Κατὰ δὲ ἐνέργειαν μέθη ψυχῆς· κατὰ δὲ τὴν ἰδιότητα πηγὴ πίστεως, ἄβυσσος μακροθυμίας, θάλασσα ταπεινώσεως· ἀγάπη ἐστὶ κυρίως ἀπόθεσις παντοίας ἐναντίας ἐννοίας· εἴπερ ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν. Ἀγάπη, καὶ ἀπάθεια, καὶ υἱοθεσία, τοῖς ὀνόμασι, καὶ μόνοις διακέκριται. Ὡς φῶς, καὶ πῦρ, καὶ φλὸξ εἰς μίαν συντρέχουσιν ἐνέργειαν, οὕτω καὶ περὶ τούτων νόει.
Κατὰ τὸ μέτρον τῆς ἐλλείψεως ἐνυπάρχει φόβος· ὁ γὰρ φόβου χωρὶς ἀγάπης πεπλήρωται, ἢ τὴν ψυχὴν νενέκρωται· οὐδὲν τὸ δυσχερὲς ἀπὸ τῶν ἀνθρωπίνων καὶ πόθου, καὶ φόβου, καὶ σπουδῆς, καὶ ζήλου, καὶ δουλείας, καὶ ἔρωτος Θεοῦ παραθεῖναι εἰκόνας. Μακάριος ὅστις τοιοῦτον πρὸς Θεὸν ἐκτήσατο ἔρωτα, οἷον μανικὸς ἐραστὴς πρὸς τὴν ἑαυτοῦ ἐρωμένην κέκτηται. Μακάριος ὁ οὕτως φοβηθεὶς τὸν Κύριον, ὡς δικαστὴν κατάδικοι δεδοίκασι· μακάριος ὁ οὕτως σπουδαῖος γενόμενος ἐν τῇ ὄντως σπουδῇ, ὡς εὐγνώμονες δοῦλοι πρὸς τὸν οἰκεῖον κύριον. Μακάριος ὃς οὕτως ζηλωτὴς ἐν ἀρεταῖς γέγονεν, ὡς οἱ περὶ τὰς ἑαυτῶν ὁμοζύγους ἐκ ζήλου νήφοντες. Μακάριος ὁ οὕτως Κυρίῳ ἐν προσευχῇ παριστάμενος, ὡς ὑπηρέται βασιλεῖ παρεστήκασι. Μακάριος ὁ Κύριον, ὡς ἀνθρώπους ἀποθεραπεύειν ἀνελλιπῶς ἀγωνιζόμενος· οὐχ οὕτως μήτηρ ὑπομαζίῳ ὡς ἀγάπης υἱὸς τῷ Κυρίῳ προσκολλᾶσθαι πέφυκε πάντοτε.
Ὁ ὄντως ἐρῶν ἀεὶ τὸ τοῦ φιλουμένου πρόσωπον φαντάζεται, καὶ τοῦτο ἔνδον ἐνηδόνως περιπτύσσεται ὁ τοιοῦτος. Οὐκ ἔτι οὐδὲ καθ᾿ ὕπνους ἠρεμεῖν τοῦ πόθου δύναται· ἀλλὰ κἀκεῖσε πρὸς τὸ ποθούμενονἀδολεσχεῖ. Οὕτως ἐπὶ σωμάτων, οὕτως ἐπὶ ἀσωμάτων πέφυκε γίνεσθαι. Τρωθείς τις περὶ ἑαυτοῦ ἔλεγεν, ὅπερ θαυμάζω, ὡς Ἐγὼ καθεύδω διὰ τὴν χρείαν τῆς φύσεως, ἡ δὲ καρδία μου ἀγρυπνεῖ διὰ τὸ πλῆθος τοῦ ἔρωτος. Σημειωτέον σοι, ὦ πισυνὲ, ὅτι περ μετὰ τούτων θηρίων παρὰ τῆς ἐλάφου ψυχῆς ὄλεθρον, τότε ἐπιποθεῖ καὶ ἐκλείπει πρὸς Κύριον πυρὶ τῆς ἀγάπης, ὡς ὑπὸ ἰοῦ βαλλομένη. Ἡ μὲν τῆς (1157.) πείνης ἐνέργεια ἄδηλός τις καὶ ἀσήμαντος· ἡ δὲ τῆς δίψης ἐπιτατική τις καὶ προφανὴς, καὶ τοῦ φλογμοῦ πᾶσι σημαντική· διὰ τοῦτό φησιν ὁ Θεὸν ποθῶν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν, τὸν ἰσχυρὸν, τὸν ζῶντα. Εἰ πρόσωπον φιλουμένου ἐναργῶς ὅλους ἡμᾶς μεταβάλλει, καὶ φαιδροὺς, καὶ ἱλαροὺς, καὶ ἀλύπους ἀπεργάζεται· τί ἂν καὶ οὐ ποιήσει πρόσωπον Δεσπότου ἐν καθαρᾷ ψυχῇ ἐπιδημίαν ἀοράτως ποιουμένου; Ὁ μὲν φόβος ὅταν αἰσθήσει ψυχῆς γένηται, ἐκτήκειν καὶ κατεσθίειν τὴν ῥυπαρίαν πέφυκε. Καθήλωσον γὰρ, φησὶν, ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Ἡ δὲ ὁσία ἀγάπη ἐνίους μὲν κατεσθίειν εἴωθε, κατὰ τὸν εἰπόντα· Ἐκαρδίωσας ἡμᾶς, ἐκαρδίωσας. Ποτὲ δέ τινας λαμπρύνειν, καὶ ἀγαλλιᾶσθαι ποιεῖ. Ἐπ᾿ αὐτῷ γάρ φησιν· Ἤλπισεν ἡ καρδία μου καὶ ἐβοηθύνθην [ἐβοηθήθην], καὶ ἀνέταλεν [ἀνέθαλεν]ἡ σάρξ μου· καὶ καρδίας εὐφραινομένης, πρόσωπον θάλλει.
Ὅταν λοιπὸν ὅλος ὁ ἄνθρωπος οἷόν πως συνανακραθῇ τῇ τοῦ Θεοῦ ἀγάπῃ, τότε καὶ ἐκτὸς τοῦ ἐν τῷ σώματι ὡς δι᾿ ἐσόπτρου τινὸς τὴν τῆς ψυχῆς δείκνυσι λαμπρότητα· οὕτως δοξάζεται Μωϋσῆς ὁ θεόπτης ἐκεῖνος. Οἱ τοιοῦτον ἰσάγγελον κατειληφότες, πολλάκις τροφῆς σωματικῆς ἐπιλανθάνονται.
Οἶμαι δὲ οὐδὲ συχνότερον ταύτης ὀρέγονται. Καὶ οὐ θαῦμα· εἴπερ καὶ πόθος ἐναντίος πολλάκις τροφὴν διεκρούσατο, οἶμαι τῶν ἀφθάρτων τούτων λοιπὸν, μηδὲ, ὡς ἔτυχε, τὸ σῶμα νοσηλεύεσθαι· ἡγνίσθη γὰρ καὶ τρόπον τινὰ ἐφθαρτοποιήθη διὰ φλογὸς ἁγνείας διακοψάσης φλόγα. Οἶμαι μηδὲ αὐτὴν βρῶσιν, ἣν προσίενται λοιπὸν μεθ᾿ ἡδύτητος προσίεσθαι. Ὕδωρ μὲν γὰρ ὑπόγειον ῥίζαν φυτοῦ, τούτων δὲ ψυχὴν πῦρ οὐρανίον τρέφειν πέφυκεν· αὔξησις φόβου ἀρχὴ ἀγάπης· τέλος δὲ ἁγνείας ὑπόθεσις θεολογίας. Ὁ Θεῷ τελείως τὰς αἰσθήσεις ἑνώσας τοὺς λόγους αὐτοῦ μυσταγωγεῖται ὑπ᾿ αὐτοῦ· τούτων γὰρ μὴ συναφθέντων χαλεπὸν περὶ Θεοῦ διαλέγεσθαι. Ἐνούσιος μὲν λόγος τελειοῖ ἁγνείαν, παρουσίᾳ ἑαυτοῦ νεκρώσας τὸν θάνατον· τούτου δὲ νεκρωθέντος, ὁ τῆς θεολογίας μαθητὴς πεφώτισται. Ὁ λόγος Κυρίου ὁ ἐκ Κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος· ὁ γὰρ Θεὸν μὴ γνοὺς στοχαστικῶς ἀποφθέγγεται· ἁγνεία μαθητὴν θεολόγον εἰργάσατο δι᾿ ἑαυτοῦ κρατύναντα τῆς τριάδος τῶν τριῶν [al. abest τῶν τριῶν] τὰ δόγματα. Ὁ ἀγαπῶν τὸν Κύριον, τὸν ἀδελφὸν αὐτοῦ προηγάπησεν. Ἀπόδειξις γὰρ τοῦ προτέρου τὸ δεύτερον. Ὁ ἀγαπῶν τὸν πλησίον οὐδέποτε καταλαλούντων ἀνέξεται· ὡς ἀπὸ πυρὸς μᾶλλον δὲ ἀποφεύξεται. Ὁ λέγων Κύριον ἀγαπᾷν καὶ τῷ ἀδελφῷ αὐτοῦ ὀργιζόμενος, ὅμοιός ἐστι τῷ καθ᾿ ὕπνους τρέχοντι. Κράτος ἀγάπης ἐλπὶς, δι᾿ αὐτῆς γὰρ τὸν τῆς ἀγάπης μισθὸν ἀπεκδεχόμεθα. Ἐλπίς ἐστιν ἀδήλου πλούτου πλοῦτος· ἐλπίς ἐστιν ἀνενδοίαστος πρὸ θησαυροῦ θησαυρός· αὕτη κόπων ἀνάπαυλαι, αὕτη ἀγάπης θύρα, αὕτη ἀναιρεῖ ἀπόγνωσιν, αὕτη τῶν (1160.) ἀπόντων εἰκών· ἐλπίδος ἔλλειψις, ἀγάπης ἀφανισμὸς, ταύτῃ δέδενται πόνοι, ταύτῃ κρέμανται κόποι· ταύτην κυκλοῖ ἔλεος. Εὔελπις μοναχὸς, ἀκηδίας σφάκτης, ἐν μαχαίρᾳ ταύτης, ἐκείνην τροπούμενος, Ἐλπίδα τίκτει δώρων Κυρίου πεῖρα· ὁ γὰρ ἄπειρος οὐκ ἀδίστακτος μένει. Ἐλπίδα [ἐλπίς] λύει θυμός· ἡ μὲν γὰρ οὐ καταισχύνει· ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων.
Ἀγάπη προφητείας χορηγός· ἀγάπη τεράτων παρεκτική· ἀγάπη ἐλλάμψεως ἄβυσσος. Ἀγάπη πηγὴ πυρός· ὅσον ἀναβλύσει, τοσοῦτον τὸν διψῶντα καταφλέξει· ἀγάπη ἀγγέλων στάσις· ἀγάπη προκοπὴ τῶν αἰώνων. Ἀπάγγειλον ἡμῖν, ὦ καλὴ ἐν ἀρεταῖς, ποῦ ποιμαίνεις τὰ πρόβατά σου, ποῦ κατασκηνοῖς ἐν μεσημβρίᾳ; φώτισον ἡμᾶς, πότισον ἡμᾶς, ὁδήγησον ἡμᾶς, χειραγώγησον ἡμᾶς, ἐπειδὴ λοιπὸν ἀναβαίνειν πρὸς σὲ βουλόμεθα. Σὺ γὰρ δεσπόζεις πάντων. Νῦν δέ μου ψυχὴν κεκαρδίωκας, καὶ οὐ δύναμαι κατέχειν σου τὴν φλόγα, ὅθεν ὑμνήσας σε πορεύομαι· Σὺ δὲ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις, καὶ νεκροῖς· σὺ ταπεινοῖς ὡς τραυματίαν ὑπερήφανον λογισμόν· ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου, καὶ ἀπολεμήτους τοὺς σοὺς ἐραστὰς ἀπεργάζῃ. Πῶς δὲ ὁ Ἰακὼβ ἐπὶ τὴν κλίμακά σε ἐστηριγμένην τεθέαται μαθεῖν ἐπείγομαι.
Τί δὲ ἄρα τὸ εἶδος τῆς τοιαύτης ἀνόδου ἐρωμένῳ φράσον· τίς δὲ ὁ τρόπος καὶ ὁ ἔρανός σου τῆς τῶν βαθμῶν ἐκείνης συνθέσεως, ἃς ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο ὁ σὸς ἐραστής· τίς δὲ ὁ ἀριθμὸς τούτων ἐδίψων γνῶναι· ὅσος δὲ ἄρα τοῦ δρόμου χρόνος. Τοὺς γὰρ χειραγωγοὺς ἀπήγγειλεν ὁ μαθών σου τὴν πάλην καὶ τὴν ὅρασιν· οὐδὲν δὶ ἕτερον φωτίζειν βεβούληται, μᾶλλον δὲ δεδύνηται, εἰ δέοι με λέγειν οἰκειότερον. Ἡ δὲ ὥσπερ ἐξ οὐρανοῦ μοι φανεῖσα, ἡ βασίλισσα αὔτη, καὶ ὡς ἐν ὠτί μου ψυχῆς τοῦτο προσομιλοῦσα ἔλεγεν· Ἐὰν μὴ λυθῇς, ὦ ἐραστὰ, τῆς παχύτητος, ἐμὴν ὥραν, ὡς ἔστι, μανθάνειν οὐ δύνασαι. Ἡ δὲ κλίμαξ τὴν τῶν ἀρετῶν σε διδασκέτω πνευματικὴν σύνθεσιν· ἐπ᾿ αὐτῆς διεστήριγμαι ἐγὼ τῆς κορυφῆς, καθὰ ὁ μέγας μου μύστης ἔφησε. Νῦν δὲ μένει τὰ τρία ταῦτα, πίστις, ἐλπὶς, ἀγάπη· μείζων δὲ πάντων ἡ ἀγάπη.

Προτροπὴ ἐπίτομος καὶ ἰσοδύναμος τῶν διὰ πλάτους εἰρημένων.

Ἀναβαίνετε, ἀναβαίνετε, ἀναβάσεις προθύμως (1161.) ἐν καρδίᾳ τιθέμενοι, ἀδελφοὶ, τοῦ φάσκοντος ἀκούοντες· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὅρος Κυρίου· καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν τοῦ καταρτίζοντος τοὺς πόδας ἡμῶν ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶντος, τοῦ νικῆσαι ἐν τῇ ὁδῷ αὐτοῦ. Δράμετε, δυσωπῶ, μετ᾿ ἐκείνου τοῦ λέγοντος· Σπουδάσωμεν ἕως οὗ καταντήσωμεν εἰς τὴν ἑνότητα πάντες τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Θεοῦ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ὃς τριακονταέτης τῇ ὁρωμένῃ ἡλικίᾳ βαπτισθεὶς, τὸν τριακοστὸν βαθμὸν ἐν τῇ νοερᾷ κλίμακι ἐκληρώσατο· εἴπερ ἡ ἀγάπη ἐστὶν ὁ Θεός· ᾧ ὕμνος, ᾧ κράτος, ᾧ σθένος· ᾧ τὸ πάντων ἀγαθῶν αἴτιον ἔνεστι, καὶ ἦν, καὶ ἔσται εἰς ἀορίστους αἰῶνας.

Pages