Άξια Λόγου

[άξια λόγου][bleft]

Ψυχολογία

[ψυχολογία][threecolumns]

Ἱστορία Ἀρχαία καί Σύντομος τοῦ Ὄρους ἌΘω




Ἀντιγραφεῖσα ἐκ Παλαιᾱς καί ἱστορικῆς Περγαμηνῆς καί μεταγλωττισθεῖσα ἐκ τοῦ ἀραβικοῡ εἰς τήν Ἑλληνίδα γλῶσσαν κατά τό 5390 ἔτος τῆς κοσμογονίας παρὰ Βενιαμίν Μοναχοῦ Ἄραβος, Βιβλιοφύλακος δὲ τῆς Ἱερᾶς Μονῆς τοῦ Θεοβαδίστου Ὅρους Σινᾱ.

Μετά τήν τριήμερόν τοῦ Χριστοῦ Ἀνάστασιν, τήν ἔνδοξον αὐτοῦ εἰς οὐρανούς ἀνάληψιν κατά τό 5541 τῆς κοσμογονίας, ἦσαν πάντες οἱ Ἀπόοτολοι κατά τήν ἐντολήν τοῦ Κυρίου ὁμοθυμαδὸν ἐν τῷ ὑπερώῳ τῆς Ἀγίας Σιών, σύν ΜΑΡΙΑΜ τῇ μητρί τοῦ Κυρίου ἡμῶν, καί ἔβαλον κλήρους πρός ἑαυτούς εἰς τό ὄνομα ἑκάστου τόπου εκ τῶν Ἀποστόλων καί ποῦ ἀπελθεῖν κηρῦξαι τό Εὑαγγέλιον Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ἔδοξε οὖν τῇ μητρί τοῦ Κυρίου αἰτήσασθαι κλῆρον, ὥστε μηδ’ αὕτη εἴη ἄμοιρος τοῦ κηρύγματος. 

Βαλόντες γοῦν κλῆρον ἔπεσεν ἐπ’ αὑτήν ὁ κλῆρος ἀπελθεῖν εἰς Ἰβηρίαν τοῦ κηρῦξαι, ἡ δέ ἀσμένως ἐδέξατο καί ἡτοιμάζετο ἀπελθεῖν· ἐπιστάς τότε ό Ἀρχάγγελος Γαβριήλ ἔφη αὐτῇ: Θεοτόκε Παρθένε, Ἰησοῦς Χριστός ὁ ἐκ σοῦ γεννηθείς, οὔτω σοι κελεύει, μή χωρισθῇς τῆς Ἰουδαίας γῆς, ἤτοι τῆς Ἰερουσαλήμ· ὁ γάρ τόπος ὅς σοί κεκλήρωται, οὐκ ἐστιν ἠ Ἰβηρία, ἀλλ’ ἡ Χερσόνησος τῆς Μακεδονίας «Τό Ὄρος Ἄθω» καλούμενον, ὅπερ ἀπό τοῦ σοῦ προσώπου φωτισθήσεται.

Λάζαρος δέ ὁ τετραήμερος ἀναστάς ἦν ἐν τῇ νήσῳ Κύπρῳ διά τόν φόβον τῶν Ἰουδαίων ἀπειλούντων φονεῦσαι αὐτόν. Οὗτος χειροτονηθείς ποιμήν τῶν ἑν τῇ νήσῳ Κύπρῳ ὑπό Βαρνάβα τοῦ Ἀποστόλου, πολλάκις ἠθέλησεν ἀπελθεῖν εἰς Ἰερουσαλήμ καί ἰδεῖν τήν Μητέρα τοῦ Κυρίου, ἀλλ’ οὐκ ἐτόλμα ἀπελθεῖν διά τήν λύσσαν τῶν ἐκεῖ Ἰουδαίων καί εὐρίσκετο ἐπί τούτῳ ἐν ἀδημονίᾳ πολλῇ. Γνοῦσα δὲ ἡ Θεοτόκος τήν αὐτοῦ θλίψιν καί ἀθυμίαν, ἔγραψε πρός αὐτόν ἀποστεῖλαι πλοιάριον ἵνα ἀπέλθῃ πρός αὐτόν. Ὁ δέ μετά πολλῆς χαράς καί προθυμίας τοῦτο ἐποίησεν· προευτρεπίσας πλοῖον ἀπέστειλεν εἰς Ἰόππην. 

Ἠ δέ Θεοτόκος παραλαβοῦσα Ἰωάννην, παρθένον ἀπόστολον καί Εὐαγγελιστήν καί ἐτέρους συνοδοιπόρους καί κατασκευάσασα καί δῶρα διά τόν Λάζαρον ἡ ἰδία, ἤτοι ὠμοφόριον καί ὑπομάνικα, καί ἐμβάντες πάντες εἰς τό πλοῖον ἀπέπλεον εἰς Κύπρον, ἀλλ’ ἀνέμου ἐναντίου ἀντιπνεύσαντος καί τῶν κυμάτων τῆς θαλάσσης ἀντικειμένων, θαυμασίως ἀπεκόμισαν τό πλοῖον εἰς τό «Ὄρος τοῦ Ἄθω», εἰς τόν ἀσκάλωνα τόν τοῦ Κλήμεντος καλούμενον λιμένα, ἔνθα καί Μονή ἴδρυταν· τό δέ Ὄρος τότε ἦν ὅλον κατείδωλον, καί γάρ ἐκεῖσε ἴστατο τό τοῦ Ἀπόλλωνος ἰερεῑον.


 Ἔνθα ἐπί τούτῳ οἱ πανταχόθεν τῆς οἰκουμένης Ἕλληνες εἰς τοῦτο τό Ὅρος συνέτρεχον ὅπερ σεβόμενον εἶχον ὡς Μέγα τι καί Σεβάσμιον, οἱ μέν εἰς προσκύνησιν τοῦ Ἀπόλλωνος ἥκοντο, οἱ δέ χάριν αἰνιγμάτων προφητειῶν καί μαντευμάτων· καί ἤν ἐκεῖ πᾶσα τοῦ Διαβόλου ἐπιστήμη καί μέθοδος κατεμανθάνετο. 


Τότε τοιγαροῦν ὅτε ἡ Θεοτόκος ἀφίκετο, ἄνδρες κ.τ.π. κραυγή σύγχυσις καί βοή μεγάλη γέγονεν ἐκ πάντων τῶν ἐν τῷ Ἄθῳ εἰδώλων καί γενομένης κραυγῆς τοιαῦτα ἠκούετο. «Ἄνδρες οἰ τοῦ Ἀπόλλωνος ἄπαντες πορευθέντες εἰς τὸν τοῦ Κλήμεντος λιμένα προϋπάντησαν τήν Μητέρα τοῦ Μεγάλου Θεοῦ Μαρίαν» καί πάντες θαυμάζοντες ἐπί τοῖς διαθρυλουμένοις, εἰς τὸν λιμένα συνέτρεχον μετά σπουδῆς, ἔνθα εὑρόντες τό πλοῖον καί ἰδόντες καί τήν Μητέρα τοῦ Μεγάλου Θεοῦ, ἐπυνθάνοντο τί ἐστιν; ἡ δέ Μήτηρ τοῦ Κυρίου ἀφόβως ἐφανέρωσεν ἑαυτήν αὐτοῖς, εἰποῦσα; «ὅτι ἐγώ εἰμι»· οἰ δέ λαβόντες αὑτήν μετά πάντων τῶν ἐν τῷ πλοίῳ ἀπήγαγον μετά δέους καί σεβασμοῦ εἰς τό αὐτῶν Συναγωγεῖον, καί ἐπερωτῶντες αὑτήν ἔλεγον «Φράσον ἡμῖν, Κυρία, πῶς ἐγέννησας τόν Μέγαν Θεόν;». Ἠ δέ ἀνοίξασα τό μακάριον αὐτῆς στόμα ἐλάλησε ἑλληνιστί, φανερώσασα ἅπαντα τά ἐν ἑαυτῇ γεγονότα, καί ἅπαν τό Θεῑον Μυστήριον τῆς Ἑνσάρκου Οἰκονομίας ἐξηγήσατο.

Οἱ δέ ἐπιγινώσκοντες αὐτήν οὖσαν Ἑβραίαν, ἐθαύμαζον, πῶς οἶδε τήν ἑλληνίδα γλῶσσαν, ἀγνοοῦντες ὅτι ἐκεῖνο τό Πνεῦμα ὅπερ ἐπεφοίτησεν ἐπί τοῦς Ἀγίους Ἀποστόλους, καί ἐλάλουν τάς διαφόρους γλώσσας, τό αὐτό Πνεῦμα τό Ἅγιον ἐχορήγησεν καί εἰς αὐτήν λαλεῖν ἑλληνιστί, σημεῖα δέ καί θαύματα οὐκ ὁλίγα ἐνώπιον αὐτῶν ἐπεδείξατο.

Εὐλογήσασα δε αὐτούς καί διδάξασα ἑφείλκυσεν εἰς τήν Πίστιν τοῦ Χριστοῦ ἅπαντας, οὕς καί ἐβάπτισεν εἰς τό Ὅνομα τοῦ Πατρός καί τοῦ Υίοῦ καί τοῦ Ἀγίου Πνεῦματος, χειροτονήσασα αὐτοῖς εκ τῶν συνοδοιπόρων αὐτῆς ποιμένα καί διδάσκαλον, ἐχάρη χαράν μεγάλην καί ἠγαλλιάσατο τῷ πνεύματι περί πάντων τῶν γενομένων, καί ηὑχαριστήσατο λέγουσα: Οὐκ εἴασέ με ό Υἱός μου καί Θεός ἄμοιρον κλήρου, προσηῦξατο δὲ ἐπί τόν τόπον τοῦτον καί κλῆρον αὐτῆς εἰποῦσα: Κύριε Υἱὲ μου καί Θεέ μου, εὐλόγησον τόν τόπον τοῦτον καί κλῆρον μου, καί ἔκχεον τό ἔλεός σου ἐπ’ αὐτόν, καί φύλαξον αὐτόν ἀβλαβῆ μέχρι τῆς συντελείας τοῦ αἰῶνος τούτου, καί τούς κατασκηνώσαντας ἐν αὐτῷ διά τό ὄνομά Σου τό Ἅγιον, καί τό ἐμόν ὥστε διά μικροῦ κόπου καί ἀγῶνος τῆς μετανοίας, ἀφεθῆναι αὐτοῖς τά πολλά αὐτῶν ἁμαρτήματα, ἔμπλησον αὐτούς παντός ἀγαθοῦ καί ἀναγκαίου εν τῷ αἰῶνι τούτῳ καί ζωῆς αἰωνίου ἐν τῷ Μέλλοντι, καί δόξασόν ὑπὲρ πάντα τόπον τόν τόπον τοῦτον, καί θαυμάστωσον διά παντοίων θαυμασίων· καί πλήρωσον αὐτόν ἐκ παντός Ἔθνους τῶν ὑπό τόν Οὐρανόν, τῶν κεκλημένων τῷ ὀνόματί Σου, καί πλάτυνον τά σκηνώματα αὐτῶν ἐν αὐτῶ, ἀπ’ ἄκρου ἕως ἄκρου αὐτοῦ, ἀπό Βορρά καί Νότου ἀπάλλαξον αὐτούς τῆς αἰωνίου Κολάσεως, καί σῶσον αὐτούς ἐκ παντός πειρασμοῦ ἐξ ὁρατῶν καί ἀοράτων ἐχθρῶν, καί πάσης Αἰρὲσεως, καί εἰρήνευσον τῷ Ὀρθοδόξῳ Δόγματι. Ταῦτα εὐχηθεῖσα ἠ Θεοτόκος, φωνή ἐγένετο οὐρανόθεν ἀποκριθεῖσα αὐτῇ:
Ὅσα προσηύξω, Μήτερ μου, οὕτως ἐσται σοι πάντα, ἐάν καί αὐτοί τά ἐντάλματα μου φυλάξωσιν. Ἀπό τοῦ νῦν καί ἑξῆς ἔστω ὁ τόπος κλῆρος Σός καί περιβόλαιον Σόν καί παράδεισος, ἔτι δὲ Λιμήν Σωτήριος τῶν θελόντων σωθῆναι, ἀλλά καί προσφυγή καί καταφύγιον καί λιμήν ἀτάραχος τῆς μετανοίας τῶν πεφορτισμένων ἐν πολλαῖς άμαρτίαις.
Ταῦτα ἐνωτισθεῑσα ἡ Θεοτόκος καί εὐχαριστήσασα τῷ Υἱῷ αὐτῆς καί τόν τόπον ευλογήσασα λόγοις καί πράξεσιν θαυμασίοις καί τόν συντρέξαντα λαόν πρός ὑπάντησιν καί πρόπεμψιν αὐτῆς, εἰς Κύπρον ἀπέπλευσεν, ὁ δε Λάζαρος βλέπων τήν βραδῦτητα αὐτῆς μή εἰδώς τήν αἰτίαν ἦν ἐν ἀγωνία πολλῇ καί ἀθυμίᾳ νομίζων ὅτι ναυαγίῳ περιέπεσεν, διό καί ἀπαρακλήτως ἐθρήνει τήν συμφοράν.
Ὠς δέ ἀθρόως ἰδών τό πλοῖον προσεγγίσαι εἰς Κύπρον σῶον καί αἴσιον, χαράν μεγάλην ἐχάρη προσυπαντήσας αὐτήν τε καί πάντας τούς μετ’ αὐτῆς καί ἀσπασάμενος ἐπυνθάνετο περί τῆς αἰτίας τῆς βραδύτητος. 




Ἡ δέ Μήτηρ τοῦ Κυρίου διηγήσασα πάντα τά συμβεβηκότα ἐπί τό ταξίδιον καί τήν αἰτίαν πῶς παρ’ ἐλπίδα ἥρπασεν ὁ ἄνεμος τό πλοῖον σύν τοῖς κύμασι τῆς θαλάσσης καί ἀπεκόμισεν τήν ἑβδόμην ἠμέραν είς τό Ὄρος τοῦ Ἄθω, ὅρος τῆς Μακεδονίας καί ἐξιστορήσασα πάντα τά ἐν αὐτῷ πραχθέντα αὐτῇ καί κελευσθέντα παρά τοῦ Υἱοῦ αὐτῆς καί Θεοῦ, ἔδωκε τῷ Λαζάρῳ τά κομισθέντα δῶρα ἐξ Ἰερουσαλήμ, δηλαδή τό ὠμοφόριον καί ὑπομάνικα καί συγχαρήσαντες ἐν ἄλληλοις καί συνευφρανθέντες ἐδόξασαν τόν Θεόν, τόν τοιαῦτα κοσμοσωτήρια ἔργα ποιοῦντα· διατρίψασα δέ ἡ Θεοτόκος ἡμέρας τινάς ἐν Κύπρῳ παρά τῷ Λαζάρῳ ὑπέστρεψεν αὖθις μετά τοῦ ἰδίου πλοίου είς Ἰόππην καί ἐκεῖθεν εἰς Ἰερουσαλήμ. 

Ἔζησε δέ ἡ Κυρία Θεοτόκος ἐν τῇ σωματικῇ αὐτῆς ἡλικία, ζωήν τά πάντα πεντήκοντα καί ἐννέα ἔτη (ἀριθμ. 59) καί μετά τήν Ἀνάληψιν τοῦ Υἱοῦ αὐτῆς προσέτι ἕνδεκα (11) ἕτη καί ἐκοιμήθη.


Θανούσης δέ αὐτῆς οἱ πρόκριτοι τῶν Ἀποστόλων Θείᾳ δυνάμει θαυμασίως ἁρπαγέντες ἐκ τῶν περάτων τῆς οἰκουμένης, ἔνθα ἐκήρυττον τό Εὐαγγέλιον τοῦ Χριστοῦ, ὡς ἐξ ὕπνου ὁμοχάρως εὑρέθησαν εἰς Ἰερουσαλήμ, ἔνθα ταυτοχρόνως ἀθροισθέντες καί κηδεύσαντες τό Πανίερον καί Παρθενικόν αὐτῆς Σῶμα ἐνεταφίασαν εἰς τό χωρίον Γεθσημανῆ πρός ἀνατολάς τῆς Ἰερουσαλήμ, ὅπερ καί μετέστη Ἅφθαρτον εἰς Οὐρανούς πρός τόν Υἱόν Αὐτῆς, πρίν ἀνεωχθήναι τόν τάφον ὑπό τῶν Ἀποστόλων κατά παράκλησιν ὑπό τοῦ Ἀποστόλου Θωμά, κατ’ οἰκονομίαν Θεοῦ ὕστερον παραγενομένου είς Ἰερουσαλήμ.


Περί δέ τοῦ Ὄρους Ἄθω διαλαμβάνει ὁ Ἅγιος Ἰωάννης ὁ Εὐαγγελιοτής ἐν αἰνίγματι ἐν τῇ ἀποκαλύψει αὐτοῦ, οὑτωσί: «Καί ἐδόθησαν τῇ γυναικί δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τήν ἔρημον, εἰς τόν τόπον αὐτῆς, ὅπως τρέφηται ἐκεῖ καιρόν καί καιρούς, καί ἥμισυ καιροῦ ἀπό προσώπου τοῦ ὄφεως». 


Τά ρήματα ταῦτα ἑρμηνευόμενα δηλοῦσι αἱ δύο πτέρυγες τάς δύο Διαθήκας, τήν τε Παλαιάν καί τήν Νέαν, ἠ δέ γυνή τήν Ὀρθόδοξον Ἐκκλησίαν, ἐν ᾗ ὑμνεῖται ὁ Θεός καί δοξάζεται ὀρθῶς ἐν τῇ ἐρήμῳ τοῦ Ὄρους Ἄθω, ἔνθα εὑρίσκει ἄνεσιν καί ἡσυχίαν ἀπό τῶν αἱρετικῶν καί τῶν ζιζανίων τοῦ ἐχθροῦ. Ταῦτα τά αἰνιττόμενα παρά τοῦ Ἀγίου Ἰωάννου, περί τοῦ Ὅρους Ἄθω. Μετά ταῦτα σαφέστερον καί καθαρώτερον ἀποκαλυφθήσονται ἐν τῷ καιρῷ αὐτῶν.

Ἐν δέ ταῖς ἡμέραις τοῦ Μεγάλου Βασιλέως Κωνσταντίνου τοῦ Ἰσαποστόλου καί Πρώτου Βασιλέως τῶν Χριστιανῶν, γυνή τις εἰσεβής καί ἄκρως ἐν ἀσκήσει οὖσα καί τῇ Ὄρθοδόξῳ πίστει διαλάμπουσα, Μαρία καί αὑτῆς τό ὄνομα, ἀπηνέχθη αἰχμάλωτος εἰς Ἰβηρίαν· αὕτη διδάξασα τοῦς ἐν Ἰβηρίᾳ καλῶς καί πλεῖστα θαύματα ἑπιτελοῦσα έχειραγώγησεν αὐτούς εἰς τήν ἀληθῆ πίστιν τοῦ Χριστοῦ, οἵτινες καί πιστεύσαντες καί κατηχηθέντες, ἐβαπτίσθησαν εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἀγίου Πνεῦματος· ὁ δέ Μέγας Κωνσταντῖνος, ὁ Βασιλεύς, κατακτήσας καί τήν Ἰβηρίαν ἀπέστειλεν αὐτοῖς Ἀρχιερέα Ποιμένα καί Διδάσκαλον ἵνα ποιμένοι αὐτούς καί οὕτως ἐπληρώθη τό αἰνιγματωδῶς ῥηθέν ὑπό τοῦ Ἀρχαγγέλου Γαβριήλ πρός τήν Θεοτόκον, ὅτι ἡ γῆ ἡ σοί κεκλήρωται ὑπό Σοῦ ὀνόματος φωτισθήσεται, διότι καί ἐκείνη Μαρία ἐκαλεῖτο, ὅπερ καί ἐγένετο ἐπί τῶν ἡμερῶν τοῦ Μεγάλου Κωνσταντίνου τοῦ Βασιλέως, ὅστις θείῳ ζήλῳ κινούμενος καταστρέψας πάντας τοῦς βωμούς τῶν εἰδώλων σῦν τοῖς εἰδώλοις εἰς τό τέλος ἠφάνισε, καί τότε τό ὄνομα τοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ εἰς πάντα τόπον ὑμνεῖτο καί ἐδοξολογεῖτο ὑπό τῶν πιστευσάντων Χριστιανῶν. 


Τότε καί οἱ κατοικοῦντες Ἕλληνες τάς πόλεις τοῦ Ὄρους Ἄθω καταλιπόντες κατῴκησαν εἰς διαφόρους χώρας τῆς Ἐλλάδος, ἀφέντες τό Ὄρος ’Ἁθω ἁρμόδιον κατοικητήριον καί λιμένα σωτήριον τῶν Μοναχῶν, ἵνα πληρωθῶσιν ἐν αὐτῷ πάντα τά προφητευθέντα ὑπό τῆς Κυρίας Θεοτόκου καί αἰτηθέντα παρά τοῦ Υἱοῦ Αὐτῆς. Τῶν μέν Ἑλλήνων τῶν κατοικούντων τάς πόλεις τοῦ Ὄρους Ἄθῳ τῆς Χερσονήσου ἀπό καιρόν εἰς καιρόν ἀναχωρούντων, τῶν δέ εἰς Χριστόν πιστευόντων καί πληθυνούντων, οὐδείς πλέον ἐλάτρευεν τά εἴδωλα.

Τότε καί ό Μέγας Κωνσταντῑνος ὁ Βασιλεύς μετοικήσας ἀπό Ρώμης εἰς τό Βυζάντιον μετωνομάσας αὐτό επί τῷ ὀνόματι αὐτοῦ Κωνσταντινούπολιν καί Νέαν Ρώμην, διέταξεν ἔνθα ἦσαν αἱ πόλεις τοῦ Ὄρους Ἄθω ἐν αἶς καί ἐλάτρευον τά εἴδωλα τῶν δαιμόνων, ὡς θεοί οἵ οὐκ ἦσαν θεοί ἀλλά ψευδώνυμοι, ἐσαεί να οἰκοδομῶσι ἱερούς Ναούς ὅπως ὑμνήται καί δοξολογῆται τό ὄνομα τοῦ ἀληθινοῦ Θεοῦ.

Καί πρῶτος αὑτός ἀνήγειρεν ἐκ βάθρων ἱερόν Ναόν εἰς τό ὄνομα τῆς Μητρός τοῦ Θεοῦ. Ἐν τῷ τοῡ Κλήμεντος Λιμένει, ἔνθα καί τό πλοῖον πρῶτον προσωρμίσθη, καί δεύτερον ὅμοιον ἔνθα πρῶτον ἀγαγόντες τήν Θεοτόκον εἰς τό Συναγωγεῖον αὐτῶν ὑπεδέχθησαν ἐν τῷ ζυγακτικῷ καλουμένῳ καί τρίτον ὅμοιον εἰς Ἰόππην ἔνθα πρῶτον εἰσῆλθεν ἡ Θεοτόκος εἰς τό πλοῖον, ἔνθα νῡν ἀνεγείρονται ναοί, ἐκεῖσε μεταποιοῦνται εἰς Σεμνεῑα εἰς τό παρθενεύειν καί συζεῑν πολλούς ἅμα ἐπί τό αὐτό. Τό δέ αἰτηθέντα παρά τῆς Θεοτόκου ἀπό τοῡ Υἰοῠ αὐτῆς, ἤρξαντο καθώς πληροφορούμεθα πληροῡσθαι καί καλεῖσθαι τό Ὄρος ἐκεῖνο, οὐχί Ὄρος ἁπλοῦν, ἀλλ’ Ὄρος Ἅγιον. 

Κῆπος, περιβόλαιον καί παράδεισος τῆς Θεοτόκου ἔνθα οὐκ εἰσί ξύλα πεφυτευμένα ἄψυχα, ἀλλά δένδρα ἔμψυχα, δηλ. Ἅγιοι πλήρεις καρπῶν ἐναρέτων ἔργων καί φύσιν θαυμάτων καί τεραστίων, διότι ἕνεκα τῆς καταδρομῆς τῶν Ἰσμαηλιτῶν πολλοί ἐντεῦθεν διασωθέντες ἐκ τῆς σφαγῆς αὐτῶν, κατέφυγον εἰς τό Ἅγιον Ὄρος ἐκεῖνο ὠς εἰς τι ἄσυλον καί ὠχυρωμένον φρούριον ἀπό ἐχθρῶν ὁρατῶν καί ἀοράτων καί πάσης αἱρέσεως, τήν Μοναχικήν φιλοσοφίαν κατεργαζόμενοι ἐν ἡσύχῳ τόπῳ ἵνα ἀξιωθῶσι τῆς βασιλείας τῶν Οὐρανῶν. Μεθ’ ὡν εἴθε κάγῶ ὁ οἰκτρῶς ἀξιωθῆναι πρεσβείαις καί ἱκεσίαις αὐτῶν, καί τῆς Πανάγνου Μητρός Θεοτόκου Μαρίας, καί Πάντων τῶν ἀπ’ αἰῶνος εὐαρεστησάντων Ἀγίων. Ἀμήν-



Ἀπό τῆς Κοσμογονίας
ε.ρ.υ.ἤτοι 6120
via
Post A Comment
  • Blogger Comment using Blogger
  • Facebook Comment using Facebook
  • Disqus Comment using Disqus

Δεν υπάρχουν σχόλια :


Φιλοσοφία

[φιλοσοφία][threecolumns]

Μεταφυσικά

[μεταφυσικά][list]

Εκλεκτά

[εκλεκτά][twocolumns]

Πνευματικά

[πνευματικά][grids]

Απόψεις

[απόψεις][bsummary]