Πηγή κακῶν - Point of view

Εν τάχει

Πηγή κακῶν


Περὶ γυναικὸς πονηρᾶς

Εὑρέθη εἰς τὸν χειρ. Λαυρ. κώδ. Λ. 34 φύλ. 119
Ἐκ τοῦ περιοδικοῦ Ἁγιορειτικὴ Βιβλιοθήκη, ἔτος ζ´ (1942-1943), σελ. 15

Ἡ πονηρὰ γυνὴ ἐστὶ πηγὴ κακῶν,
θησαυρὸς ῥυπαρίας·
θανατηφόρος συντυχία·
ὀφθαλμῶν ὄλισθος·
καρδίας λόγχη·
νέων ἀπώλεια.
Ἡ πονηρὰ γυνὴ ἐστὶ ψυχῆς ὄλεθρος· 
σκῆπτρον ᾄδου· 
κρημνώδης τόπος· 
ταραχὴ ἐσωτερικῆς ἀναπαύσεως· 
ὄφεως διαβολή.

Ἡ πονηρὰ γυνὴ ἐστὶν ἀπαρηγόρητος ὀδύνη· ἀθεράπευτος κακία· 
σῳζομένων σκάνδαλον· 
καθημερινὴ ζημία· 
σκοτίας ὁδηγός· 
παραπτωμάτων σκάνδαλον· 
ζοφερῶν μυστηρίων θρίαμβος.

Ἡ πονηρὰ γυνὴ ἐστὶν ἀναίσχυντον θηρίον· ἀχαλίνωτον στόμα· 
ἀπόλαυσις πονηρά· 
κολάσεως αἰωνίου πρόξενος· 
γήϊνον φρόνημα· 
ἀνδρῶν ῥᾳθυμία.
via

Pages