Μικρὲς Νουθεσίες Γερόντων - Point of view

Εν τάχει

Μικρὲς Νουθεσίες Γερόντων






Το εις πάντα εαυτόν βιάζεσθαι

Αύτη έστιν η οδός του Θεού







- Μὴ γίνου μαθητὴς τοῦ ἐπαινοῦντος ἑαυτόν, ἵνα μή,
 ἀντὶ ταπεινοφροσύνης, ὑπερηφανίαν μάθῃς.

- Εἶπεν ὁ Ἀϐϐᾶς Ἁλώνιος· ὅτι ἐάν θέλῃ ὁ ἄνθρωπος 
ἀπὸ πρωὶ ἕως ὀψὲ ἔρχεται εἰς μέτρον θεῖον.

- Ἔστιν ἁμαρτία πρὸς θάνατον ἀμετανόητος· 
οὐδεὶς οὕτως ἀγαθὸς καὶ οικτίρμων, ὡς ὁ Θεός· 
τῷ δὲ μὴ μετανοοῦντι, οὐδὲ αὐτὸς ἀφίησι· 
πολὺ λυπούμεθα ἐπὶ ταῖς ἁμαρτίαις, 
τὰς δὲ αἰτίας αὐτῶν ἡδέως καταδεχόμεθα.

- Εἶπε γέρων· αὕτη ἡ φωνὴ βοᾷ πρὸς τὸν ἄνθρωπον
 ἕως ἐσχάτης ἀναπνοῆς· ὅτι σήμερον ἐπίστρεψον.

- Εἶπε γέρων· ἡ γενεὰ αὕτη οὐ ζητεῖ 
τὸ σήμερον, ἀλλὰ τὸ αὔριον.

- Εἶπε γέρων· πᾶσα πονηρία μὴ τετελεσμένη, 
οὐκ ἔστι πονηρία· καὶ πᾶσα δικαιοσύνη μὴ τελειωθεῖσα, 
οὐκ ἔστι δικαιοσύνη.

- Ἀδελφέ· μὴ εἴπῃς σήμερον ἁμαρτάνω, καὶ αὔριον μετανοῶ· οὐ γὰρ ἔχεις τὸ ἀσφαλές· περὶ τῆς αὔριον, τῷ Κυρίῳ μελήσει.

- Εἶπεν ὁ Ἀϐϐᾶς Εὐάγριος· 
μέμνησο διὰ παντὸς κρίσεως αἰωνίου· 
καὶ μὴ ἐπιλάθῃ σῆς ἐξόδου· 
καὶ οὐκ ἔσται πλημμέλεια τῇ ψυχῇ σου.

- Εἶπεν ὁ Ἀϐϐᾶς Ἠλίας· ἐγὼ τρία πράγματα φοϐοῦμαι ἀεί· ὅταν μέλλῃ ἡ ψυχή μου χωρισθῆναι ἐκ τοῦ σώματος·
 καὶ ὅταν μέλλω τῷ Θεῷ ὑπαντῆσαι· 
καὶ ὅταν μέλλῃ ἡ ἀπόφασις ἐξελθεῖν κατ᾿ εμοῦ.

- Εἶπεν ὁ Ἀϐϐᾶς Ὑπερέχιος· 
ἡ ἐνθύμησίς σου ἔστω διὰ παντὸς 
ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν 
καὶ ἐν τάχει κληρονομήσεις αὐτήν.

- Διαλογίζου τὴν τιμὴν ἣν κατέλαϐον πάντες οἱ Ἅγιοι· 
καὶ ὁ ζῆλος αὐτῶν ἑλκύσει σε μικρόν· 
ἐνθυμοῦ πάλιν καὶ τοὺς ὀνειδισμοὺς οὓς ἔλαχον οἱ ἁμαρτωλοί, καὶ ὁ λογισμὸς οὗτος φυλάξει ἀπὸ τὰ πονηρά.

- Ἔλεγον οἱ γέροντες· παιδεύσατε τὰ παιδία, ἀδελφοί,
 ἵνα μὴ παιδεύσωσιν ὑμᾶς αὐτά.

- Εἶπεν ὁ Ἀϐϐᾶς Ἰάκωϐος, ὅτι παρὰ τὸ ξενοδοχεῖν, 
μεῖζόν ἐστι τὸ διὰ Θεὸν ξενιτεῦσαι.

- Ἐμηνύθη ποτὲ τῷ μακαρίῳ Εὐαγρίῳ τῷ Διακόνῳ 
ἡ τελευτὴ τοῦ πατρὸς αὐτοῦ· 
καὶ λέγει τῷ ἀπαγγείλαντι· 
παῦσαι βλασφημῶν, ὁ γὰρ ἐμὸς πατὴρ ἀθάνατός ἐστιν.

- Ἀδελφὸς ἠτεῖτο γέροντος εὐχήν, σπεύδων ἐπὶ τὴν πόλιν·
 ὁ δὲ γέρων πρὸς αὐτὸν ἔφη· μὴ σπεῦδε ἐπὶ τὴν πόλιν,
 ἀλλὰ σπεῦσον τοῦ φυγεῖν τὴν πόλιν καὶ σώζῃ.

- Ἐν παντὶ πράγματι νόμιζε σεαυτὸν ἐνδεὴ εἶναι 
διδαχῆς καὶ ἐν πάσῃ τῇ ζωῇ σου σοφός εὑρεθήσῃ.

- Εἶπεν ὁ Ἀϐϐᾶς Ἀντώνιος· 
ὅτι ὑπακοὴ μετὰ ἐγκρατείας ὑποτάσσει θηρία.

- Εἶπε γέρων· γενοῦ ὡς κάμηλος βαστάζων τὰς ἁμαρτίας σου καὶ δεδεμένος ἀκολοθῶν τῷ ἐπισταμένῳ τὴν ὁδὸν τοῦ Θεοῦ.

- Εἶπε γέρων· ὃς ἐὰν γένηται μωρὸς διὰ τὸν Κύριον, 
συνετιεῖ αὐτὸν ὁ Κύριος.

- Εἶπεν ὁ Ἀϐϐᾶς Ποιμήν· 
εἰς ὃν ἡ καρδία σου οὐ πληροφορεῖται, 
μὴ πιστεύσῃς αὐτῷ τὴν συνείδησίν σου.

- Ἤκουσεν ὁ Ἀϐϐᾶς Ἰωάννης ὁ Κολοϐός, εἰς τὸ θέρος ὤν, ἀδελφοῦ λαλοῦντος τῷ πλησίον μετ᾿ οργῆς· ὦ καὶ σύ·
 καὶ ἐάσας τὸν θερισμὸν ἔφυγεν.

- Εἶπεν ὁ Ἀϐϐᾶς Ἀγάθων· 
ἀγαπητός μοί τις καθ᾿ ὑπερϐολὴν ἐὰν ᾖ, 
καὶ γνῶ ὅτι κατάγει με εἰς ἐλάττωμα, 
ἀποκόπτω αὐτὸν ἀπ᾿ ἐμοῦ.

- Εἶπεν ὁ Ἀϐϐᾶς Ἁλώνιος· ἐὰν μὴ εἴπῃ ἄνθρωπος ἐν τῇ καρδίᾳ αὐτοῦ, ὅτι ἐγὼ μὸνος καὶ ὁ Θεὸς ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ, οὐχ ἕξει ἀνάπαυσιν.

- Εἶπεν γέρων· ὅτι εἰ καὶ ἐκοπίασαν ὦδε οἱ ἅγιοι, 
ἀλλ᾿ ἔλαϐον ἤδη καὶ μέρος ἀναπαύσεως· 
τοῦτο δὲ ἔλεγε, διὰ τὸ εἶναι αὐτοὺς ἐλευθέρους
 ἀπό τῆς τοῦ κόσμου φροντίδος.

- Μὴ ἐξουθενένει γέροντας 
ἐὰν βουληθῶσιν ἐλθεῖν εἰς τὸν κόπον τοῦ μοναδικοῦ βίου·
 καὶ γὰρ ὁ Κύριος τοὺς περὶ τὴν ἑνδεκατην οὐκ ἀπεϐάλετο·
 οὐ γὰρ οἶδας μήποτε σκεῦος ἐκλογῆς ἐστιν οὖτος.

- Ἠρωτήθῃ γέρων· διατί συνεχῶς ὀλιγωρῶ;
 καὶ ἀπεκρίθη· ἐπειδὴ οὔπω εἶδες τὸν ἥλιον.

- Εἶπεν γέρων· τὸ εἰς πάντα ἑαυτὸν βιάζεσθαι, 
αὕτη ἐστὶν ἡ ὁδὸς τοῦ Θεοῦ.

- Ὁ αὐτὸς εἶπεν· ὁ βιαζόμενος ἑαυτὸν διὰ τὸν Θεόν,
 ὅμοιός ἐστιν ἀνθρώπῳ ὁμολογητῇ.

- Εἶπεν ὁ Ἀϐϐᾶς Κόπρις· 
μακάριος ὁ ὑπομένων κόπον μετὰ εὐχαριστίας.

- Ὁ αὐτὸς ἀσθενήσας ἐπὶ πολὺν χρόνον κλινήρης ἧν·
 καὶ ηὐχαρίστει καὶ ἐκώλυε τὸ ἴδιον θέλημα.

- Εἶπεν γέρων· 
εἰ τὰ κακὰ ποιοῦσιν ἡμῖν 
συγχωρεῖ ὁ Θεὸς μακροθυμῶν ἐφ᾿ ἡμῖν, 
οὐ πολλῷ μᾶλλον συνεργήσει ἡμῖν
 εἰ θελήσομεν ποιεῖν τὰ καλὰ;

- Εἶπεν ὁ Ἀϐϐᾶς Ἀντώνιος, 
ὅτι ὁ Θεὸς οὐκ ἀφίησι τοὺς πολέμους ἐπὶ τὴν γενεὰν ταύτην, ὥς περ ἐπὶ τοὺς ἀρχαίους· 
οἶδε γὰρ ὅτι ἀσθενεῖς εἰσι καὶ οὐ βαστάζουσιν.

- Ἀδελφὸς ἠρώτησε τὸν Ἀϐϐᾶν Σισώην· 
τὶ ποίσω διὰ τὰ πάθη καὶ τοὺς δαίμονας; 
καὶ εἶπεν ὁ γέρων· 
ἕκαστος ἡμῶν πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας.

- Εἶπεν ἡ ἁγία Συγκλητική· 
ὅσον προκόπτουσιν οἱ ἀθληταί, 
τοσούτῳ μείζοσι συνάπτονται ἀνταγωνισταῖς.

- Μοναχός ἐστιν 
ὁ τῶν ὑλικῶν πραγμάτων τὸν νοῦν ἀποχωρίσας, 
καὶ δι᾿ ἐγκρατείας καὶ ἀγάπης 
καὶ ψαλμῳδίας καὶ προσευχῆς προσκαρτερῶν τῷ Θεῷ.

- Ἠρωτήθῃ γέρων ὁποῖον δεῖ εἶναι τὸν Μοναχόν· 
καὶ εἶπεν· ἐάν ὡς κατ᾿ ἐμέ, μόνος πρὸς μόνον, 
ἤγουν πρὸς μόνον τὸν Θεὸν ἀποϐλέπῃ.

- Ὁ αὐτὸς ἐρωτηθεὶς πάλιν τὶ δεῖ τὸν Μοναχὸν ποιεῖν, ἀπεκρίθη· παντὸς ἀγαθοῦ ἐργασίαν, καὶ παντὸς κακοῦ ἀποχήν.

- Εἶπεν ὁ αὐτός, ὅτι αἰσχύνη ἐστὶ τοῦ Μοναχοῦ, 
ἐὰν ἐάσας τὰ ἑαυτοῦ ξενητεύσῃ διὰ τὸν Θεόν,
 καὶ μετὰ ταῦτα εἰς κόλασιν ἀπέλθῃ.

- Μηδείς σε ἀπατήσῃ, Μοναχέ, 
ὅτι ἔνι σωθῆναι ἡδονῇ καὶ κενοδοξίᾳ δουλεύοντα.

- Πολλὰ πάθη ἐν ταῖς ψυχαῖς ἡμῶν κέκρυπται·
 τότε δὲ ἐλέγχονται, ὅταν τὰ πράγματα ἀναφαίνωνται.

- Εἶπεν ὁ Ἀϐϐᾶς Ποιμήν· 
ἄνθρωπος συνοικῶν τῷ πλησίον,
 ὀφείλει εἶναι ὡς στήλη λιθίνη,
 ὑϐριζόμενος καὶ μὴ ὁργιζόμενος,
 δοξαζόμενος καὶ μὴ ἐπαιρόμενος.

- Εἴρηκε γέρων· θέλω διδαχθῆναι ἢ διδάξαι.

- Ἔλεγεν ὁ Ἀϐϐᾶς Δανιήλ, 
ὅτι ἐκάλεσέ με ποτὲ ὁ Ἀϐϐᾶς Ἀρσένιος καὶ εἶπε μοι· ἀνάπαυσον τὸν πλησίον σου, 
ἵνα ὅταν ἀπέλθῃ πρὸς Κύριον παρακαλέσῃ ὑπὲρ σοῦ,
 καὶ εὖ σοι γένηται.

- Εἶπεν γέρων· ἐν τόπῳ ὦ ἔστι τις, 
ἐὰν δοκιμάσῃ καλόν τι ποιῆσαι καὶ μὴ ἰσχύσῃ, 
μὴ νομίσῃ ὅτι ἀλλαχοῦ δύναται ποιῆσαι αὐτό.

- Εἶπεν ὁ Ἀϐϐᾶς Θεόδωρος· 
πολλοὶ ἐν τῷ καιρῷ τούτῳ εἵλοντο τὴν ἀνάπαυσιν, 
πρὶν ὁ Θεὸς αὐτοῖς παράσχῃ.

- Εἶπεν γέρων, 
ὅτι ἡ ἔρις παραδίδωσι τὸν ἄνθρωπον τῇ ὀργῇ, 
καὶ ἡ ὀργὴ παραδίδωσιν αὐτὸν τῇ τυφλώσει,
 ἡ δὲ τύφλωσις ποιεῖ πᾶν κακὸν ἐργάσασθαι.

- Εἶπεν ὁ Ἀϐϐᾶς Ποιμήν· 
μὴ πληρώσῃς τὸ θέλημά σου· 
ἀναγκαῖον δὲ ἐστι μᾶλλον ταπεινῶσαι ἑαυτὸν τῷ ἀδελφῷ σου.

- Εἶπεν ὁ Ἀϐϐᾶς Σαρματίας· 
θέλω ἄνθρωπον ἁμαρτήσαντα,
 εἰ οἶδεν ὅτι ἥμαρτε καὶ μετανοεῖ, 
ὑπὲρ ἄνθρωπον μὴ ἁμαρτήσαντα 
καὶ ἔχοντα ἑαυτὸν ὡς δικαιοσύνην ποιοῦντα.

- Εἶπεν γέρων· θέλω ἥττημα μετὰ ταπεινοφροσύνης,
 ἢ νίκην μετὰ ὑπερηφανίας.

- Εἶπεν γέρων· 
ἡ ταπείνωσις πολλάκις καὶ χωρὶς κόπου ἔσωσε πολλούς·
 καὶ μαρτυρεῖ τοῦτο ὁ Τελώνης καὶ ὁ Ἄσωτος υἰός, 
ρήματα μόνον μικρὰ εἰπόντες καὶ σωθέντες.

- Εἶπεν ὁ Ἀϐϐᾶς Καρίων, 
ὅτι πολοὺς κόπους ἐποίησα πλέον τοῦ υἱοῦ μου Ζαχαρίου, 
καὶ οὐκ ἔφθασα εἰς τὰ μέτρα αὐτοῦ, 
διὰ τὴν ταπείνωσιν καὶ σιωπήν αὐτοῦ.

- Εἶπεν ὁ Ἀϐϐᾶς Εὐάγριος· 
ἀρχὴ σωτηρίας τῷ ἀνθρώπῳ ἡ ἑαυτοῦ κατάγνωσις.

- Εἶπεν γέρων· 
ὡς ἡ γῆ οὐδέποτε πίπτει κάτω, 
οὕτως οὐδὲ ὁ ταπεινῶν ἑαυτόν.

- Εἶπεν γέρων· 
ἡ ταπείνωσις οὐκ ὀργίζεται, 
οὐδὲ παροργίζει τινά.

- Εἶπεν γέρων· 
ἐάν εἴπῃς τινὶ «συγχώρησόν μοι», ταπεινῶν ἑαυτόν,
 καίεις τοὺς δαίμονας.


Γεροντικόν

via

Pages