Ομιλία 21 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες - Point of view

Εν τάχει

Ομιλία 21 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες



Ὁ βουλόμενος εὐαρεστῆσαι Θεῷ ἐξ ἀληθείας καὶ κατ' ἀλήθειαν τῷ ἐναντίῳ μέρει τῆς κακίας ἀπεχθανόμενος πρὸς δύο ἀθλήσεις καὶ πρὸς δύο ἀγῶνας ἔχει τὴν πάλην· ἔν τε τοῖς φαινομένοις τοῦ βίου τούτου πράγμασι περισπασμῶν γηΐνων ἀφιστάμενος καὶ ἀγάπης δεσμῶν κοσμικῶν καὶ παθῶν τῆς ἁμαρτίας, καὶ ἐν τοῖς κρυπτοῖς πρὸς αὐτὰ τὰ τῆς πονηρίας ἀπομαχόμενος πνεύματα, περὶ ὧν ὁ Ἀπόστολος ἔλεγεν· οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Κατὰ δύο γὰρ τρόπους καὶ δεσμοὺς ἐδέθη ὁ ἄνθρωπος, παραβὰς τὴν ἐντολὴν καὶ ἐξορισθεὶς ἀπὸ τοῦ παραδείσου, ἐν τῷ βίῳ τούτῳ, ἐν τοῖς βιωτικοῖς πράγμασι καὶ ἐν τῇ τοῦ κόσμου ἀγάπῃ ἤγουν τῶν σαρκικῶν ἡδονῶν καὶ παθῶν, πλούτου καὶ δόξης καὶ κτημάτων, γυναικὸς καὶ τέκνων, συγγενείας, πατρίδων, τόπων, ἐνδυμάτων καὶ ἁπαξαπλῶς πάντων τῶν φαινομένων, ἀφ' ὧν ὁ λόγος τοῦ Θεοῦ κελεύει αὐτὸν λυθῆναι ἰδίᾳ προαιρέσει.
Ἐπειδὴ εἰς πάντα τὰ φαινόμενα ἑκουσίως ἕκαστος δέδεται, ἵνα τούτων πάντων ἑαυτὸν λύσας καὶ ἐλευθερώσας δυνηθῇ τελείως τῆς ἐντολῆς ἐγκρατὴς γενέσθαι. Καὶ ἐν τῷ κρυπτῷ δὲ περιτετρίγχωται καὶ περιπέφρακται καὶ περιτετείχισται καὶ δέδεται ἁλύσεσι σκότους ἡ ψυχὴ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, μὴ δυναμένη ὡς θέλει ἀγαπᾶν τὸν Κύριον καὶ ὡς θέλει πιστεύειν καὶ ὡς θέλει προσεύξασθαι. Παντὶ γὰρ ἡ ἐναντιότης ἐν τοῖς φανεροῖς καὶ ἐν τοῖς κρυπτοῖς ἀπὸ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου εἰς ἡμᾶς κατήντησεν. Ἐπάν τις τοίνυν ἀκούσας τὸν λόγον τοῦ Θεοῦ ἀγωνίσηται καὶ ἀπορρίψῃ τὰ τοῦ βίου πράγματα καὶ δεσμοὺς κόσμου, καὶ πάσας τὰς σαρκικὰς ἡδονὰς ἀρνήσηται λύσας ἑαυτὸν ἀπὸ τούτων, τότε προσκαρτερῶν τῷ Κυρίῳ καὶ σχολάζων δύναται γνῶναι, ὅτι ἔστιν ἐν τῇ καρδίᾳ ἄλλη πάλη, ἄλλη ἐναντίωσις κρυπτὴ καὶ ἄλλος πόλεμος λογισμῶν πνευμάτων πονηρίας, καὶ ἄλλος ἀγὼν πρόκειται. Καὶ οὕτως δύναται παραμένων καὶ ἐπικαλούμενος τὸν Κύριον ἐν πίστει ἀδιστάκτῳ καὶ ὑπομονῇ πολλῇ, καὶ τὴν παρ' αὐτοῦ βοήθειαν ἐκδεχόμενος τυχεῖν ἐκεῖθεν τῆς ἔνδοθεν λυτρώσεως τῶν δεσμῶν καὶ τριγχῶν καὶ φραγμῶν καὶ σκότους πνευμάτων πονηρίας, ἅπερ εἰσὶν αἱ τῶν κρυπτῶν παθῶν ἐνέργειαι. Οὗτος δὲ ὁ πόλεμος διὰ χάριτος καὶ δυνάμεως Θεοῦ καταργεῖσθαι δύναται.
Δι' ἑαυτοῦ γάρ τις ῥύσασθαι ἑαυτὸν τῆς ἐναντιότητος καὶ πλάνης τῶν λογισμῶν καὶ παθῶν ἀοράτων καὶ μηχανῶν τοῦ πονηροῦ ἀδυνατεῖ. Εἰ δὲ ἐν τοῖς φαινομένοις τις ἐνέχεται τοῦ κόσμου τούτου πράγμασι καὶ δεσμοῖς ποικίλοις γηΐνοις ἐμπέπλεκται καὶ τοῖς πάθεσι τῆς κακίας συναπάγεται, οὐδὲ ἐπιγινώσκει ὅτι ἔστιν ἄλλη πάλη καὶ πυκτὴ καὶ πόλεμος ἔνδον. Γένοιτο γάρ, ἵνα ὅταν τις ἄρῃ ἑαυτὸν ἀγωνισάμενος καὶ λύσῃ ἑαυτὸν ἀπὸ τούτων τῶν φαινομένων δεσμῶν κοσμικῶν καὶ ὑλικῶν πραγμάτων καὶ ἡδονῶν σαρκικῶν, καὶ ἄρξηται τῷ Κυρίῳ προσκαρτερεῖν κενῶν ἑαυτὸν ἀπὸ τοῦ κόσμου τούτου, κἂν τότε δυνηθῇ ἐπιγνῶναι τὴν ἔνδον πάλην τῶν παθῶν αὐλιζομένην καὶ τὸν ἔνδον πόλεμον καὶ τοὺς πονηροὺς λογισμούς. Ἐὰν μὴ γάρ, ὡς προέφημεν, ἀγωνισάμενος ἀρνήσηται τὸν κόσμον καὶ λύσῃ ἑαυτὸν ἀπὸ τῶν γηΐνων ἐπιθυμιῶν ἐξ ὅλης καρδίας καὶ ὅλος ἐξ ὅλου θέλῃ προσκολλᾶσθαι τῷ Κυρίῳ, οὐκ ἐπιγινώσκει τῶν κρυπτῶν πνευμάτων τῆς πονηρίας τὴν πλάνην καὶ τὰ κρυπτὰ τῆς κακίας πάθη, ἀλλ' ἔστιν ἀλλότριος ἑαυτοῦ, ὡς οὐκ οἶδε τραύματα καὶ πάθη ἔχων κρυπτὰ καὶ ἀγνοῶν· ἔτι δὲ εἰς τὰ φαινόμενα δέδεται καὶ εἰς τὰ τοῦ κόσμου πράγματα ἐνέχεται ἑκών.
Ὁ γὰρ ἀρνησάμενος κατὰ ἀλήθειαν τὸν κόσμον καὶ ἀγωνισάμενος καὶ ἀπορρίψας ἀφ' ἑαυτοῦ τὸ φορτίον τῆς γῆς καὶ τῶν ματαίων ἐπιθυμιῶν καὶ ἡδονῶν σαρκικῶν καὶ δόξης καὶ ἀρχῆς καὶ τιμῶν ἀνθρωπίνων, ἄρας ἑαυτὸν καὶ ἐξ ὅλης καρδίας τούτων ἀπαγαγών, ὁπότε καὶ εἰς τοῦτον τὸν φανερὸν ἀγῶνα ὁ Κύριος κρυπτῶς βοηθεῖ, κατὰ τὸ μέτρον τῆς ἀρνήσεως τοῦ θελήματος τοῦ κόσμου, καὶ σταθεὶς εἰς τὴν τοῦ Κυρίου λατρείαν καὶ προσκαρτερήσας ὅλος ἐξ ὅλου (σώματι καὶ ψυχῇ λέγω), ἐκεῖνος εὑρίσκει ἐναντιότητα καὶ πάθη κρυπτὰ καὶ δεσμοὺς ἀοράτους καὶ πόλεμον ἀφανῆ καὶ ἀγῶνα καὶ ἄθλησιν κρυπτήν· καὶ οὕτως δεηθεὶς τοῦ Κυρίου καὶ λαβὼν ὅπλα ἐξ οὐρανοῦ τοῦ Πνεύματος, ἅπερ κατέλεξεν ὁ μακάριος ἀπόστολος, τὸν θώρακα τῆς δικαιοσύνης καὶ τὴν περικεφαλαίαν τοῦ Σωτηρίου καὶ τὸν θυρεὸν τῆς πίστεως καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, καὶ διὰ τούτων ὁπλισάμενος δυνήσεται «στῆναι πρὸς τὰς κρυπτὰς μεθοδείας τοῦ διαβόλου» ἐν ταῖς ἐνεστώσαις πονηρίαις· ἅπερ ὅπλα διὰ πάσης προσευχῆς καὶ προσκαρτερήσεως καὶ δεήσεως καὶ νηστείας, τὸ δὲ πᾶν διὰ τῆς πίστεως πορισάμενος, τὸν πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας καὶ κοσμοκράτορας πόλεμον καταγωνίσασθαι δυνήσεται, καὶ οὕτως νικήσας τὰς ἐναντίας δυνάμεις διὰ τῆς συνεργίας τοῦ Πνεύματος καὶ τῆς ἰδίας ἐν πάσαις ἀρεταῖς σπουδῆς, τῆς αἰωνίου ζωῆς ἄξιος γενήσεται, δοξάζων Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
via

Pages