Ομιλία 14 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες - Point of view

Εν τάχει

Ομιλία 14 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες



Πάντα τὰ ἐν τῷ κόσμῳ φαινόμενα ἔργα ἐπ' ἐλπίδι γίγνεται εἰς τὸ μεταλαβεῖν τῶν καμάτων, καὶ εἰ μή τις ἐν πάσῃ πληροφορίᾳ ἀπολαύσει τῶν πόνων, οὐδὲν ὠφελεῖται. Καὶ γὰρ ὁ γεωργὸς σπείρει ἐπ' ἐλπίδι καρπῶν καὶ καμάτους ὑποφέρει διὰ τὴν προσδοκίαν («ἐπ' ἐλπίδι» φησὶν «ὁ ἀροτριῶν ἀροτριᾷ») καὶ ὁ λαμβάνων γυναῖκα ἐπ' ἐλπίδι τοῦ ἔχειν κληρονόμους καὶ ὁ ἔμπορος δίδωσιν ἑαυτὸν εἰς θάλασσαν καὶ θάνατον ἕτοιμον διὰ τὸ κέρδος.
Οὕτως καὶ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐπ' ἐλπίδι τοῦ φωτισθῆναι τοὺς ὀφθαλμοὺς τῆς καρδίας δίδωσί τις ἑαυτόν, ἀναχωρῶν τῶν βιωτικῶν πραγμάτων καὶ σχολάζων ἐν εὐχαῖς καὶ δεήσεσι, προσδεχόμενος τὸν Κύριον, πότε ἐλθὼν ἐμφανίσει αὐτῷ ἑαυτὸν καὶ καθαρίσει αὐτὸν ἐκ τῆς ἐνοικούσης αὐτῷ ἁμαρτίας. Οὐκ ἐπελπίζει δὲ ἐπὶ τοῖς καμάτοις αὐτοῦ καὶ τῇ πολιτείᾳ, ἕως οὗ τύχῃ τῶν ἐλπιζομένων, ἕως οὗ ἐλθὼν ὁ Κύριος οἰκήσῃ ἐν αὐτῷ ἐν πάσῃ αἰσθήσει καὶ ἐνεργείᾳ πνεύματος. Καὶ ὅταν γεύσηται τῆς χρηστότητος τοῦ Κυρίου καὶ τοῖς καρποῖς τοῦ πνεύματος ἐντρυφήσῃ καὶ περιαιρεθῇ τὸ κάλυμμα τοῦ σκότους καὶ τὸ φῶς τοῦ Χριστοῦ ἐλλάμψῃ καὶ ἐνεργήσῃ ἐν χαρᾷ ἀνεκλαλήτῳ, τότε πληροφορεῖται ἔχων μεθ' ἑαυτοῦ τὸν Κύριον ἐν πολλῇ στοργῇ. Ὥσπερ ἐκεῖ ὁ ἔμπορος κερδήσας χαίρει, ἀγῶνα δὲ ἔχει καὶ φόβον τὸν ἀπὸ τῶν λῃστῶν καὶ τῶν πνευμάτων τῆς πονηρίας, μήπως χαυνωθεὶς ἀπολέσῃ τὸν κάματον, ἕως οὗ καταξιωθῇ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐν τῇ ἄνω Ἱερουσαλήμ.
Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν Θεόν, ἵνα ἀποδύσῃ ἡμᾶς τὸν παλαιὸν ἄνθρωπον καὶ ἐνδύσῃ τὸν ἐπουράνιον Χριστὸν ἀπὸ τοῦ νῦν, ὅπως ἐν ἀγαλλιάσει τοῦ πνεύματος γενόμενοι καὶ οὕτως ὑπ' Αὐτοῦ ὁδηγούμενοι ἐν πολλῇ γαλήνῃ ἐσόμεθα. Φησὶ γὰρ ὁ Κύριος, πληρῶσαι ἡμᾶς τῆς γεύσεως τῆς βασιλείας βουλόμενος· χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. Καίτοι γε διὰ τῶν ἀποστόλων πολλοὺς οἶδε φωτίζειν· κτίσματα γὰρ ὄντες τοὺς ὁμοδούλους ἐξέτρεφον τῷ λόγῳ τῷ οὐρανίῳ, καὶ νοήματα νενεκρωμένα καὶ διεφθαρμένα διὰ τῆς καλῆς αὐτῶν ἀναστροφῆς καὶ διδασκαλίας ἀνεζωοποίουν καὶ ἀνήγειρον. Κτίσμα γὰρ ἕτερον κτίσμα ἐκτρέφει καὶ ζωοποιεῖ, ὥσπερ τὰ σπέρματα τοῦ σίτου ἢ τῶν κριθῶν τὰ νέφη, κτίσματα ὄντα· ὁ ὑετός τε καὶ ὁ ἥλιος ζωοποιοῦσι κελευόμενα. Ὥσπερ δέ ἐστι φῶς διὰ θυρίδος εἰσερχόμενον, ὁ δὲ ἥλιος ὅλῃ τῇ οἰκουμένῃ τὰς ἀκτῖνας ἐπαφίησιν, οὕτως ἦσαν οἱ προφῆται τοῦ ἰδίου οἴκου μόνον φωστῆρες τοῦ Ἰσραήλ, οἱ δὲ Ἀπόστολοι ἥλιοι ἦσαν ἐκλάμποντες τὰς ἀκτῖνας εἰς ὅλα τὰ μέρη τοῦ κόσμου.
Ἔστιν οὖν γῆ ἐν ᾗ κατοικοῦσι τὰ τετράποδα, καὶ ἔστι γῆ ἐν τῷ ἀέρι, ἐν ᾗ περιπατοῦσι καὶ ζῶσι τὰ ὄρνεα, καὶ ταῦτα ἐὰν θελήσωσιν ἐν τῇ γῇ στῆναι ἢ περιπατῆσαι, ἔχουσι θηρευτὰς τοὺς κρατοῦντας αὐτά· καὶ ἔστι γῆ τῶν ἰχθύων, τὸ ὕδωρ τῆς θαλάσσης· καὶ ἕκαστον ἐν ᾧ τόπῳ ἐγεννήθη, καὶ γῇ καὶ ἀέρι, ἔχει ἐκεῖ τὴν διαγωγὴν καὶ τροφὴν καὶ ἀνάπαυσιν. Οὕτως ἔστι γῆ καὶ πατρὶς σατανική, οὗ διάγουσι καὶ ἐμπεριπατοῦσι καὶ ἐπαναπαύονται αἱ δυνάμεις τοῦ σκότους καὶ τὰ πνεύματα τῆς πονηρίας, καὶ ἔστι γῆ φωτεινὴ τῆς θεότητος, ὅπου ἐμπεριπατοῦσι καὶ ἐπαναπαύονται αἱ παρεμβολαὶ τῶν ἀγγέλων καὶ τῶν ἁγίων πνευμάτων. Καὶ οὔτε ἡ σκοτεινὴ γῆ τοῖς ὀφθαλμοῖς τούτοις ὁραθῆναι ἢ ψηλαφηθῆναι δύναται, οὔτε ἡ γῆ τῆς θεότητος ἡ φωτεινὴ ψηλαφᾶται ἢ ὁρᾶται τοῖς σαρκικοῖς ὀφθαλμοῖς. Τοῖς δὲ πνευματικοῖς φαίνεται τῷ ὀφθαλμῷ τῆς καρδίας, καὶ ἡ σατανικὴ τοῦ σκότους καὶ ἡ φωτεινὴ τῆς θεότητος.
Ὡς δὲ ὁ λόγος τῶν ἔξωθεν λέγει· ἔστιν ὄρη πύρινα (ὅτι ἐκεῖ πῦρ ἐστι), καὶ ἔστιν ἐκεῖ ζῷα ὅμοια τῶν προβάτων· λοιπὸν οἱ θηρεύοντες αὐτὰ ποιοῦσι σιδηροῦς τροχοὺς καὶ βάλλουσιν ἄγκιστρα καὶ πέμπουσιν εἰς τὸ πῦρ, ἐπειδὴ ἐκεῖνα τὰ ζῷα τὸ πῦρ ἔχει βρῶσιν, τὸ πῦρ ἔχει πόσιν, ἀνάπαυσιν, αὔξησιν, ζωήν, ἀντὶ πάντων τὸ πῦρ αὐτοῖς ἐστι· καὶ ἐὰν ἐξενέγκῃς αὐτὰ εἰς ἄλλον ἀέρα, ἀπόλλυνται· καὶ τὰ ἐνδύματα αὐτῶν ὅταν ῥυπωθῇ, εἰς τὸ ὕδωρ οὐ πλύνονται, ἀλλὰ εἰς τὸ πῦρ, καὶ γίνονται καθαρώτερα καὶ λευκότερα, οὕτως καὶ οἱ Χριστιανοὶ τὸ ἐπουράνιον πῦρ ἐκεῖνο ἔχουσι βρῶσιν, ἐκεῖνο αὐτοῖς ἐστιν ἀνάπαυσις, ἐκεῖνο καθαρίζει καὶ πλύνει καὶ ἁγιάζει αὐτῶν τὴν καρδίαν, ἐκεῖνο φέρει αὐτοὺς εἰς αὔξησιν, ἐκεῖνο αὐτοῖς ἐστιν ἀὴρ καὶ ζωή. Εἰ δὲ ἐκεῖθεν ἐξέλθωσιν, ἀπόλλυνται ὑπὸ τῶν πονηρῶν πνευμάτων, ὥσπερ ἐκεῖ τὰ ζῷα ἐξερχόμενα ἀπὸ τοῦ πυρὸς ἀποθνῄσκει, ὥσπερ οἱ ἰχθύες ἀπὸ τῶν ὑδάτων· ὥσπερ τὰ τετράποδα ζῷα βαλλόμενα εἰς τὴν θάλασσαν πνίγεται, ὥσπερ τὰ πετεινὰ περιπατοῦντα εἰς τὴν γῆν κατέχεται ὑπὸ τῶν θηρευτῶν, οὕτως καὶ ἡ ψυχὴ ἡ μὴ μένουσα ἐν τῇ γῇ ἐκείνῃ συμπνίγεται καὶ ἀπόλλυται· καὶ ἐὰν μὴ ἔχῃ τὸ πῦρ ἐκεῖνο τὸ θεϊκὸν ἀντὶ βρώσεως καὶ πόσεως καὶ ἐνδυμάτων καὶ καθαρισμοῦ καρδίας καὶ ἁγιασμοῦ ψυχῆς, κατέχεται ὑπὸ τῶν πονηρῶν πνευμάτων καὶ διαφθείρεται.
Ἡμεῖς δὲ ζητήσωμεν, εἰ ἐσπάρημεν ἐν τῇ ἀοράτῳ γῇ ἐκείνῃ καὶ ἐφυτεύθημεν ἐν τῇ ἐπουρανίῳ ἀμπέλῳ. Δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ. Ἀμήν.
via

Pages