Ὁ τῶν χριστιανῶν κόσμος ἕτερός ἐστι, καὶ διαγωγὴ καὶ νοῦς καὶ
λόγος καὶ πρᾶξις ἑτέρα τυγχάνει, καὶ ἡ τῶν ἀνθρώπων τοῦ κόσμου τούτου
διαγωγὴ καὶ νοῦς καὶ λόγος καὶ πρᾶξις ἑτέρα. Ἄλλο τί εἰσιν
ἐκεῖνοι καὶ ἄλλο τί εἰσιν οὗτοι, καὶ πολλὴ διάστασις μεταξὺ τούτων
κἀκείνων. Οἱ γὰρ τῆς γῆς οἰκήτορες καὶ τὰ τέκνα τοῦ αἰῶνος τούτου
ἐοίκασι σίτῳ βεβλημένῳ ἐν σινίῳ τῆς γῆς ταύτης, σινιαζόμενοι ἐν ἀστάτοις
λογισμοῖς τοῦ κόσμου τούτου καὶ σάλῳ ἀπαύστῳ τῶν γηΐνων πραγμάτων καὶ
πολυπλόκων ἐννοιῶν ὑλικῶν τὰς ψυχάς, κλυδωνίζοντος τοῦ σινιάζοντος
σατανᾶ διὰ τοῦ σινίου (τουτέστι τῶν γηΐνων πραγμάτων) πᾶν τὸ ἁμαρτωλὸν
γένος τῶν ἀνθρώπων, ἀπὸ τῆς τοῦ Ἀδὰμ ἐκπτώσεως, παραβάντος τὴν ἐντολὴν
καὶ ὑπὸ τὸν ἄρχοντα τῆς πονηρίας γεγονότος, λαβόντος αὐτοῦ τὴν ἐξουσίαν
καὶ λοιπὸν ἀπαύστοις λογισμοῖς ἀπάτης καὶ κλόνου σινιάζοντος καὶ
προσκρούοντος τῷ σινίῳ τῆς γῆς πάντας τοὺς υἱοὺς τοῦ αἰῶνος τούτου.
Ὥσπερ γὰρ ἐν τῷ σινίῳ ὁ σῖτος ὑπὸ τοῦ σινιάζοντος προσκόπτει καὶ ἐν
αὐτῷ ἀστάτως σαλευόμενος στρέφεται, οὕτως διὰ τῶν γηΐνων πραγμάτων
πάντας τοὺς ἀνθρώπους κατέχει ὁ τῆς πονηρίας ἄρχων καὶ δι' αὐτῶν σαλεύει
καὶ κλονεῖ καὶ σείει καὶ προσκόπτειν ποιεῖ διαλογισμοῖς ματαίοις καὶ
αἰσχραῖς ἐπιθυμίαις καὶ δεσμοῖς γηΐνοις καὶ κοσμικοῖς, ἀστάτως
αἰχμαλωτίζων καὶ κλονῶν καὶ δελεάζων πᾶν τὸ ἁμαρτωλὸν γένος τοῦ Ἀδάμ, ὡς
ὁ Κύριος τοῖς Ἀποστόλοις τὴν τοῦ πονηροῦ κατ' αὐτῶν ἐπανάστασιν
μέλλουσαν ἔσεσθαι προέλεγεν· «ἐξῃτήσατο ὑμᾶς ὁ σατανᾶς σινιάσαι ὡς τὸν
σῖτον· ἀλλ' ἐγὼ ἐδεήθην τοῦ Πατρός μου, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις ὑμῶν». Ὁ
γὰρ τῷ Κάϊν ὑπὸ τοῦ Δημιουργοῦ ῥηθεὶς λόγος καὶ ἡ ἀπόφασις εἰς τὸ
προφανές, τὸ «στένων καὶ τρέμων καὶ σειόμενος ἔσῃ ἐπὶ τῆς γῆς», τύπος
καὶ εἰκὼν πάντων τῶν ἁμαρτωλῶν τυγχάνει κατὰ τὸ κρυπτόν.
Οὕτως γὰρ ἐκπεσὸν τῆς ἐντολῆς τὸ γένος Ἀδὰμ καὶ ἁμαρτωλὸν
καταστὰν ἐκείνην τὴν εἰκόνα κατὰ τὸ κρυπτὸν κέκτηται, σαλευόμενον
ἀστάτοις λογισμοῖς δειλίας τε καὶ φόβου καὶ πάσης ταραχῆς, ἐπιθυμίαις
καὶ ἡδοναῖς παντοδαπαῖς καὶ ποικίλαις τοῦ ἄρχοντος τοῦ κόσμου τούτου
πᾶσαν ψυχὴν κλυδωνίζοντος τὴν μὴ γεγεννημένην ἐκ τοῦ Θεοῦ καὶ ὡς σῖτον
ἐν σινίῳ στρεφόμενον ἀστάτως τοὺς τῶν ἀνθρώπων λογισμοὺς ποικίλως
κλυδωνίζοντος, ἐν ἀπάταις κοσμικαῖς καὶ ἡδοναῖς σαρκὸς καὶ φόβοις καὶ
ταραχαῖς πάντας σαλεύοντος καὶ δελεάζοντος. Καὶ γὰρ ὁ Κύριος
τοὺς ταῖς ἀπάταις καὶ τοῖς θελήμασι τοῦ πονηροῦ ἐξακολουθοῦντας
δεικνύων, ὅτι τὴν εἰκόνα τοῦ Κάϊν τῆς πονηρίας φοροῦσιν, ἐλέγχων αὐτοὺς
ἔλεγεν· «ὑμεῖς» φησι «τὰς ἐπιθυμίας τοῦ Πατρὸς ὑμῶν θέλετε ποιεῖν·
ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν». Ὥστε
πᾶν τὸ ἁμαρτωλὸν γένος τοῦ Ἀδὰμ τὴν καταδίκην ἐκείνην κατὰ τὸ κρυπτὸν
κέκτηνται, τὸ «στένοντες καὶ τρέμοντες ἔσεσθε καὶ σειόμενοι ἐν τῷ σινίῳ
τῆς γῆς ὑπὸ τοῦ σινιάζοντος σατανᾶ».
Ὥσπερ γὰρ ἐξ ἑνὸς τοῦ Ἀδὰμ πᾶν τὸ γένος τῶν ἀνθρώπων ἐπὶ τῆς
γῆς ἐφηπλώθη, οὕτω μία τις κακία τῶν παθῶν εἰς τὸ ἁμαρτωλὸν γένος τῶν
ἀνθρώπων ἐγκατέδυσε, καὶ πάντας ὁ τῆς κακίας ἄρχων ἐν ἀστάτοις καὶ
ὑλικοῖς καὶ ματαίοις καὶ ταραχώδεσι λογισμοῖς σινιάζειν ἐπαρκεῖ.
Ὥσπερ γὰρ εἷς ἄνεμος πάντα τὰ φυτὰ καὶ τὰ σπέρματα ἐπαρκεῖ κλονεῖν καὶ
σείειν ἢ ὥσπερ ἓν σκότος τῆς νυκτὸς ἐπὶ πᾶσαν τὴν οἰκουμένην ἐφαπλοῦται,
οὕτως ὁ τῆς πονηρίας ἄρχων, σκότος τι λογικὸν κακίας καὶ θανάτου
ὑπάρχων καὶ ἄνεμός τις κρυπτὸς καὶ ἄγριος τυγχάνων, πᾶν τὸ ἐπὶ γῆς γένος
τῶν ἀνθρώπων κλυδωνίζει καὶ περιφέρει ἀστάτοις λογισμοῖς καὶ ἐπιθυμίαις
κόσμου δελεάζων τὰς καρδίας τῶν ἀνθρώπων, καὶ σκότους ἀγνωσίας,
πηρώσεως καὶ λήθης ἐμπίπλησι πᾶσαν ψυχὴν τὴν μὴ ἄνωθεν γεγεννημένην καὶ
τῷ φρονήματι καὶ τῷ νῷ ἐν ἄλλῳ αἰῶνι μεταβεβηκυῖαν, καθὼς εἴρηται· «ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει».
Ἐν τούτῳ γὰρ διαφέρουσιν οἱ ἀληθεῖς Χριστιανοὶ παντὸς τοῦ
γένους τῶν ἀνθρώπων καὶ πολλὴ διάστασις μεταξὺ ἀμφοτέρων τυγχάνει, ὡς
προελέγομεν, ἐν τῷ τὸν νοῦν καὶ τὴν διάνοιαν πάντοτε ἐν τῷ οὐρανίῳ
φρονήματι τυγχάνειν καὶ τὰ αἰώνια ἀγαθὰ ἐνοπτρίζεσθαι διὰ τὴν μετουσίαν
καὶ μετοχὴν τοῦ Πνεύματος τοῦ Ἁγίου, τῷ ἄνωθεν αὐτοὺς ἐκ Θεοῦ
γεγεννῆσθαι καὶ τέκνα Θεοῦ ἐν ἀληθείᾳ καὶ δυνάμει γενέσθαι κατηξιῶσθαι
καὶ εἰς στάσιν καὶ ἑδραιότητα καὶ ἀταραξίαν καὶ κατάπαυσιν αὐτοὺς διὰ
πολλῶν ἀγώνων καὶ κόπων καὶ χρόνων κατηντηκέναι, μηκέτι σινιαζομένους
καὶ κυμαινομένους ἐν ἀστάτοις καὶ ματαίοις λογισμοῖς. Ἐν τούτῳ
εἰσὶ μείζους καὶ κρείττονες τοῦ κόσμου διὰ τὸ τὸν νοῦν αὐτῶν καὶ τὸ
φρόνημα τῆς ψυχῆς ἐν τῇ τοῦ Χριστοῦ εἰρήνῃ καὶ ἐν τῇ τοῦ Πνεύματος ἀγάπῃ
τυγχάνειν, ὥσπερ καὶ ὁ Κύριος περὶ τῶν τοιούτων διεξερχόμενος ἔλεγε «μεταβεβηκέναι ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν».
Τοιγαροῦν οὐκ ἐν σχήμασι καὶ τύποις ἐξωτέροις ἡ ἀλλοίωσις τῶν
Χριστιανῶν ὑπάρχει, ὡς οἱ πολλοὶ ἐν τούτῳ οἴονται εἶναι τὴν διαφορὰν καὶ
διάκρισιν μεταξὺ τοῦ κόσμου καὶ αὐτῶν ἐν σχήμασι καὶ τύποις. Καὶ ἰδοὺ
τῷ νῷ καὶ τῇ διανοίᾳ ὅμοιοι τῷ κόσμῳ τυγχάνουσι, τὸν σεισμὸν καὶ
ἀκαταστασίαν τῶν λογισμῶν καὶ ἀπιστίαν καὶ σύγχυσιν καὶ ταραχὴν καὶ
δειλίαν ὡς πάντες οἱ ἄνθρωποι ἔχοντες· καὶ τῷ μὲν σχήματι καὶ τῷ δοκεῖν
τοῦ κόσμου διαφέρουσι καί τισιν ἐξωτέροις κατορθώμασι, τῇ δὲ καρδίᾳ καὶ
τῷ νῷ ἐν τοῖς γηΐνοις δεσμοῖς δέδενται, ἀνάπαυσιν ἐκ τοῦ Θεοῦ καὶ
εἰρήνην τὴν τοῦ πνεύματος οὐράνιον ἐν τῇ καρδίᾳ μὴ κεκτημένοι, ἐπεὶ οὐκ
ἐζήτησαν παρὰ Θεοῦ καὶ οὐκ ἐπίστευσαν τούτων καταξιωθῆναι.
Ἐν γὰρ «τῇ τοῦ νοὸς ἀνακαινώσει» καὶ τῇ τῶν λογισμῶν εἰρήνῃ καὶ τῇ
τοῦ Κυρίου ἀγάπῃ καὶ οὐρανίῳ ἔρωτι ἡ καινὴ κτίσις τῶν Χριστιανῶν πάντων
ἀνθρώπων τοῦ κόσμου διαφέρει· διὸ καὶ ἡ ἔλευσις τοῦ Κυρίου γέγονε,
τούτων τῶν πνευματικῶν ἀγαθῶν καταξιῶσαι τοὺς ἀληθῶς πιστεύοντας εἰς
Αὐτόν. Χριστιανῶν γὰρ ἡ δόξα καὶ τὸ κάλλος καὶ ὁ πλοῦτος ὁ
οὐράνιος ἀλάλητός ἐστι καὶ μετὰ πόνου καὶ ἱδρώτων καὶ δοκιμασιῶν καὶ
ἀγώνων πολλῶν ποριζόμενος, τὸ δὲ ὅλον χάριτι Θεοῦ. Εἰ γὰρ ἡ τοῦ
ἐπιγείου βασιλέως θέα ἐπιθυμητὴ παρὰ πᾶσιν ἀνθρώποις τυγχάνει, καὶ πᾶς
τις ἐπιδημῶν ἐν πόλει βασιλέως ἐπιθυμεῖ κἂν μόνον θεάσασθαι τὸ κάλλος
αὐτοῦ ἢ τὴν ὡραιότητα τῶν ἐνδυμάτων ἢ τῆς πορφύρας τὴν δόξαν, τῶν
ποικίλων μαργαριτῶν τὸ κάλλος, τοῦ διαδήματος τὴν εὐπρέπειαν, τῶν σὺν
αὐτῷ ἀξιωμάτων τὴν τιμιότητα, ἐκτὸς εἰ μὴ οἱ πνευματικοὶ ἐξουδενοῦσιν
αὐτὰ διὰ τὸ ἄλλης δόξης ἐπουρανίου καὶ ἀσωμάτου πεπειρᾶσθαι καὶ ἄλλῳ
κάλλει ἀρρήτῳ τετρῶσθαι καὶ ἄλλου πλούτου κεκοινωνηκέναι καὶ τῷ ἔσω
ἀνθρώπῳ αἰσθέσθαι καὶ ἄλλου Πνεύματος μετέχειν· ἐπεὶ οἱ τοῦ κόσμου
τούτου ἄνθρωποι οἱ τὸ πνεῦμα τοῦ κόσμου ἔχοντες ἐν πολλῇ ἐπιθυμίᾳ εἰσὶ
τοῦ τὸν ἐπίγειον βασιλέα θεάσασθαι μόνον σὺν πάσῃ τῇ εὐπρεπείᾳ καὶ δόξῃ
αὐτοῦ· ὅσον γὰρ ἐν τοῖς φαινομένοις πολλῷ μείζων ἡ μερὶς αὐτοῦ ἐστι παρὰ
πάντας τοὺς ἀνθρώπους (οὕτως ἔνδοξον, οὕτως ἐπιθυμητὸν ὑπὸ πάντων κἂν
τὸ θεαθῆναι μόνον) καὶ ἕκαστος ἐν ἑαυτῷ λέγει· εἴθε τις ἔδωκέ μοι
ἐκείνην τὴν δόξαν καὶ τὴν εὐπρέπειαν καὶ τὴν ὡραιότητα, μακαρίζων
ἐκεῖνον τὸν ὅμοιον αὐτοῦ γήϊνον καὶ ὁμοιοπαθῆ καὶ θνητὸν ὄντα, διὰ δὲ
τὴν πρόσκαιρον εὐπρέπειαν καὶ δόξαν ἐπιθυμητόν, εἰ οὖν οὕτως οἱ σαρκικοὶ
ἄνθρωποι ἐπιθυμοῦσι τῆς δόξης τοῦ γηΐνου βασιλέως, πόσῳ μᾶλλον οἷς
ἐνέσταξεν ἐκείνη ἡ ῥανὶς τοῦ Πνεύματος τῆς ζωῆς τῆς θεότητος καὶ ἔτρωσε
τὴν καρδίαν αὐτῶν ἔρωτι θείῳ πρὸς τὸν ἐπουράνιον βασιλέα Χριστόν, εἰς
ἐκεῖνο τὸ κάλλος δέδενται καὶ τὴν ἀνεκλάλητον δόξαν καὶ ἄφθαρτον
εὐπρέπειαν καὶ τὸν ἀνεννόητον πλοῦτον τοῦ ἀληθινοῦ καὶ αἰωνίου βασιλέως
Χριστοῦ, οὗ τῇ ἐπιθυμίᾳ καὶ τῷ πόθῳ αἰχμαλωτίζονται, ὅλοι ἐξ ὅλου πρὸς
αὐτὸν τυγχάνοντες, καὶ ἐπιθυμοῦσι τυχεῖν ἐκείνων, ὧν ἐνοπτρίζονται διὰ
τοῦ Πνεύματος ἀλαλήτων ἀγαθῶν, οὗ ἕνεκε πάντα τὰ ἐπὶ γῆς κάλλη καὶ
εὐπρεπείας καὶ δόξας καὶ τιμὰς καὶ πλοῦτον βασιλέων καὶ ἀρχόντων
ἐξουδενοῦσι· θείῳ γὰρ κάλλει ἐτρώθησαν καὶ ζωὴ ἀθανασίας οὐρανίου ἐν
ταῖς ψυχαῖς αὐτῶν ἐνέσταξε. Διὸ καὶ εἰς ἐκείνην τὴν ἀγάπην τοῦ
ἐπουρανίου Βασιλέως ἐπιποθοῦσι καὶ Αὐτὸν μόνον πρὸ ὀφθαλμῶν ἐν πολλῇ
ἐπιθυμίᾳ ἔχοντες, δι' Αὐτοῦ πάσης ἀγάπης κόσμου λύουσιν ἑαυτοὺς καὶ
ἀναχωροῦσι παντὸς γηΐνου δεσμοῦ, ἵνα δυνηθῶσιν ἐκεῖνον μόνον τὸν πόθον
ἐν ταῖς ἑαυτῶν καρδίαις ἔχειν πάντοτε καὶ μηδὲν ἕτερον σὺν ἐκείνῳ
μιγνύειν.
Ὀλίγοι δέ εἰσι πάνυ οἱ τῇ ἀγαθῇ ἀρχῇ τέλος ἀγαθὸν πορισάμενοι καὶ
διεξερχόμενοι ἕως τέλους ἄπτωτοι, τὴν μίαν ἀγάπην πρὸς μόνον τὸν Θεὸν
ἔχοντες καὶ πάντων ἑαυτοὺς λελυκότες. Πολλοὶ γὰρ κατανύσσονται καὶ
πολλοὶ χάριτος οὐρανίου μέτοχοι γίνονται καὶ ἔρωτι οὐρανίῳ τιτρώσκονται,
ἀλλὰ διὰ τοὺς ἐν μέσῳ ἀγῶνας καὶ ἀθλήσεις καὶ πόνους καὶ πειρασμοὺς
διαφόρους τοῦ πονηροῦ μὴ ὑπομένοντες, ἐν ποικίλαις καὶ διαφόροις
ἐπιθυμίαις κοσμικαῖς τρεπόμενοι διὰ τὸ θέλημα ἔχειν ἕκαστον τοῦ ἀγαπῆσαί
τι τοῦ κόσμου τούτου καὶ μὴ λελυκέναι πάντοθεν τὴν ἀγάπην αὐτοῦ,
ἀπέμειναν καὶ ἐβυθίσθησαν ἐν τῷ τοῦ κόσμου βυθῷ διὰ ἰδίου θελήματος
ἀνανδρίαν καὶ χαύνωσιν ἢ δειλίαν ἢ δι' ἀγάπην τινὰ γηΐνην. Οἱ γὰρ ἐξ
ἀληθείας διεξελθεῖν ἕως τέλους ἐν ἀγαθῇ διαγωγῇ βουλόμενοι ἄλλον ἔρωτα
καὶ ἄλλην ἀγάπην σὺν ἐκείνῃ τῇ ἐπουρανίῳ παραδέξασθαι ἑκουσίως καὶ μῖξαι
οὐκ ὀφείλουσιν, ἵνα μὴ ἐμποδισθῶσι τῶν πνευματικῶν καὶ στραφῶσιν εἰς τὰ
ὀπίσω καὶ τέλος ἐκπέσωσι τῆς ζωῆς.
Ὥσπερ γὰρ μεγάλα καὶ ἀλάλητα καὶ ἀνεκδιήγητα τὰ ἐπηγγελμένα
παρὰ Θεῷ τυγχάνει, οὕτω πίστεως καὶ ἐλπίδος καὶ πόνων καὶ ἀγώνων μεγάλων
χρεία καὶ πολλῆς δοκιμασίας· οὐ γάρ τι μικρὸν τυγχάνει, ἃ ἐλπίζει ἀγαθὰ
λαβεῖν ὁ ἄνθρωπος. Βασιλείας οὐρανῶν ἐπιθυμῶν συμβασιλεῦσαι Χριστῷ εἰς
τοὺς ἀπεράντους αἰῶνας βούλει, καὶ τοὺς ἀγῶνας καὶ πόνους καὶ πειρασμοὺς
τοῦ ὀλίγου χρόνου τῆς ζωῆς ταύτης ἀναδέξασθαι προθύμως ἕως θανάτου οὐ
καταδέχῃ; Τοῦ Κυρίου βοῶντος· «εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν,
ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ' ἡμέραν χαίρων καὶ
ἀκολουθείτω μοι», καὶ πάλιν· «ἐὰν μή τις μισήσῃ πατέρα, μητέρα, γυναῖκα,
τέκνα, ἀδελφούς, ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου
εἶναι μαθητής».
Οἱ πλεῖστοι δὲ τῶν ἀνθρώπων βασιλείας μὲν ἐπιτυχεῖν βούλονται
καὶ τὴν αἰώνιον ζωὴν κληρονομῆσαι θέλουσι, ζῆν δὲ ἐν τοῖς ἰδίοις αὐτῶν
θελήμασι καὶ αὐτοῖς ἐξακολουθεῖν οὐκ ἀναίνονται, μᾶλλον δὲ τῷ σπείροντι
τὰ μάταια, καὶ μὴ ἀπαρνούμενοι ἑαυτοὺς βούλονται τὴν αἰώνιον
κληρονομῆσαι ζωήν, ὅπερ ἐστὶν ἀδύνατον· ὁ γὰρ λόγος τοῦ Κυρίου ἀληθὴς
τυγχάνει. Οὗτοι γὰρ ἄπτωτοι διεξέρχονται οἱ κατὰ τὴν ἐντολὴν
τοῦ Κυρίου ἀρνησάμενοι ὅλοι ἐξ ὅλου ἑαυτούς, καὶ πάσας τὰς τοῦ κόσμου
ἐπιθυμίας καὶ δεσμοὺς καὶ μετεωρισμοὺς καὶ ἡδονὰς καὶ ἀσχολίας
βδελυξάμενοι, καὶ αὐτὸν μόνον πρὸ ὀφθαλμῶν ἔχοντες καὶ τὰς ἐντολὰς αὐτοῦ
ποιεῖν ἐπιθυμοῦντες. Ὥστε ἰδίῳ θελήματι ἀποστρέφεται ἕκαστος
τῆς βασιλείας τῷ ἐξ ἀληθείας μὴ θελῆσαι καμεῖν καὶ ἀρνήσασθαι ἑαυτὸν καὶ
ἀγαπᾶν τι σὺν ἐκείνῃ τῇ ἀγάπῃ, τῷ ἥδεσθαί τισι τοῦ αἰῶνος τούτου
ἡδοναῖς ἢ ἐπιθυμίαις καὶ τῷ μὴ ὅλην τὴν ἀγάπην, ὅσον ἐν προαιρέσει καὶ
θελήματι δυνατόν, πρὸς Κύριον ἔχειν. Ἐξ ἑνὸς δὲ ὑποδείγματος
συννόησόν μοι πάντα. Διακρίνων μὲν ἐνίοτε διακρίνει ἕκαστος καὶ οἶδεν,
ὅτι ἄτοπόν ἐστιν ὃ θέλει ποιῆσαι, ἀλλ' ἐπειδὴ ἀγαπᾷ καὶ οὐκ ἀρνεῖται,
ἥττηται αὐτῷ.
Πρότερον γὰρ ἔσω ἐν τῇ καρδίᾳ ὁ πόλεμος γίνεται καὶ ὁ ἀγὼν
καὶ τὸ στάθμιον καὶ ἡ ῥοπὴ καὶ τὸ ζύγιον τῆς ἀγάπης τοῦ Θεοῦ καὶ τῆς
ἀγάπης τοῦ κόσμου, καὶ τότε προέρχεται καὶ διακρίνει ἕκαστος,
εἰ τύχῃ εἰς μάχην καὶ διαπληκτισμὸν πρὸς τὸν ἀδελφόν, λέγων ἐν ἑαυτῷ·
εἴπω; Ἀλλὰ μὴ εἴπω; Λαλήσω; Ἀλλὰ μὴ λαλήσω; Μνημονεύων μὲν καὶ τοῦ Θεοῦ,
ἀλλὰ τὴν ἰδίαν δόξαν περιποιούμενος καὶ μὴ ἑαυτὸν ἀρνούμενος. Ἀλλ'
ἐὰν ὀλίγον καταβαρήσῃ ἡ ἀγάπη τοῦ κόσμου καὶ ἡ ῥοπὴ ἐν τῷ τῆς καρδίας
ζυγίῳ, εὐθὺς προέρχεται ὁ πονηρὸς λόγος μεχρὶ τῶν χειλέων. Εἶτα
ὥσπερ βέλη ἐντείνων ὁ νοῦς ἔνδοθεν τοξεύει τὸν πλησίον διὰ τῆς γλώττης,
πέμπων βέλη λόγων ἀπρεπῶν ἐν θελήματι ἑκουσίῳ, τὴν ἑαυτοῦ δόξαν
περιποιούμενος. Εἶτα τοξεύων ἐπὶ πολὺ τὸν πλησίον διὰ λόγων ἀπρεπῶν, ἕως
οὗ καὶ ἐν τοῖς μέλεσι διαχυθῇ τὸ ἁμάρτημα εἰς συμπληγάδας. Ἐνίοτε καὶ
τραύματα διὰ τοῦ σώματος ἄλληλα τὰ μέλη πολεμοῦντα ἀπεργάζεται, ἐνίοτε
καὶ ἕως φόνου καὶ θανάτου ἀπαρτίζεται τὸ τοῦ πονηροῦ ἐπιθύμημα. Ἴδε,
πόθεν ἤρξατο καὶ ποῖον ἔσχε τὸ τέλος ἀγάπη δόξης κοσμικῆς βαρηθεῖσα τῇ
ῥοπῇ τοῦ τῆς καρδίας ζυγίου ἐξ ἰδίου θελήματος· διὰ γὰρ τὸ μὴ ἀρνήσασθαι
ἑαυτὸν καὶ ἀγαπᾶν τι τοῦ κόσμου ἐκεῖνα ὅλα τὰ ἀτοπήματα γίγνεται. Οὕτως
νόει μοι καὶ εἰς ἕκαστον ἁμάρτημα καὶ ἐπιτήδευμα φαῦλον τῆς κακίας
κολακευούσης καὶ προτρεπομένης τὸ θέλημα τοῦ νοὸς ἐπιθυμίαις κοσμικαῖς
καὶ ἀπάτῃ καὶ ἡδονῇ σαρκός. Οὕτω πᾶν πρᾶγμα κακίας ἀπαρτίζεται,
οὕτω μοιχεία καὶ κλοπή, οὕτω πλεονεξία καὶ μέθη, οὕτως φιλαργυρία καὶ
κενοδοξία, οὕτως ζῆλος καὶ φιλαρχία καὶ πᾶν ὁτιοῦν ἐστι τῆς κακίας
ἐπιτήδευμα.
Ἐνίοτε καὶ καλὰ δοκοῦντα ἐπιτηδεύματα διὰ δόξαν καὶ ἔπαινον
ἀνθρώπων ἐπιτελεῖται, ἅπερ ἐστὶ παρὰ Θεῷ ἴσα ἀδικίας καὶ κλοπῆς καὶ τῶν
λοιπῶν ἁμαρτημάτων. Ὁ Θεὸς γάρ φησι διεσκόρπισεν ὀστᾶ
ἀνθρωπαρέσκων, ὥστε διὰ τῶν δοκούντων καλῶν ὁ πονηρὸς ὑπηρετεῖσθαι
βούλεται· πολυποίκιλος γάρ ἐστι καὶ ἀπατηλὸς ἐν ἐπιθυμίαις κόσμου. Διὰ
γὰρ ἀγάπην τινὰ γηΐνην καὶ σαρκικήν, εἰς ἣν δεσμεῖται ἄνθρωπος θελήματι
ἰδίῳ, δελεάζεται ὑπὸ τῆς κακίας, ὅπερ γίνεται αὐτῷ ἅλυσις καὶ δεσμὸς
καὶ φορτίον βαρὺ καταβυθίζον καὶ πνῖγον ἐν τῷ αἰῶνι τῆς πονηρίας,
μὴ συγχωροῦν ἀνακύψαι καὶ πρὸς Θεὸν ἀπελθεῖν· ἐπειδὴ ὅπερ τις ἠγάπησε
τοῦ κόσμου, καταβαρεῖ τὸν νοῦν αὐτοῦ καὶ κατωκρατεῖ καὶ οὐκ ἐᾷ ἀνακύψαι.
Εἰς τοῦτο γὰρ τὸ στάθμιον καὶ τὴν ῥοπὴν καὶ τὸ τῆς κακίας ζύγιον κρέμαται καὶ δοκιμάζεται πᾶν τὸ γένος τῶν ἀνθρώπων ἤτοι Χριστιανῶν τῶν ἐν πόλεσιν οἰκούντων ἢ ἐν ὄρεσιν ἢ ἐν μοναῖς ἢ ἐν ἀγροῖς ἢ ἐν ἐρήμοις τόποις, ὅτι θελήματι ἰδίῳ δελεαζόμενος ὁ ἄνθρωπος ἀγαπᾷ τι καὶ ὁπουδήποτε δέδεται αὐτοῦ ἡ ἀγάπη καὶ οὐκ ἔστιν ὅλη πρὸς τὸν Θεόν.
Ἠγάπησε γάρ τις εἰ τύχοι κτήματα, ἄλλος χρυσὸν καὶ ἄργυρον, ἄλλος
γαστρὶ δουλεύειν, ἄλλος τις ἐπιθυμίαις σαρκός, ἄλλος σοφίαν λόγων κόσμου
διὰ δόξαν ἀνθρώπων, ἄλλος ἠγάπησεν ἀρχήν, ἄλλος δόξαν καὶ τιμὰς
ἀνθρώπων, ἄλλος ὀργὴν καὶ μῆνιν (διὰ γὰρ τὸ ταχέως ἑαυτὸν ἐπιδιδόναι τῷ
πάθει ἀγαπᾷ αὐτό), ἄλλος ἀκαίρους συντυχίας, ἄλλος ζῆλον, ἄλλος πᾶσαν
ἡμέραν μετεωρίζεται καὶ ἥδεται, ἄλλος ἀργοῖς λογισμοῖς ἀπατᾶται, ἄλλος
ὡς νομοδιδάσκαλος εἶναι ἀγαπᾷ διὰ δόξαν ἀνθρώπων, ἄλλος χαυνώσει καὶ
ἀμελείᾳ ἥδεται, ἄλλος ἱματίοις καὶ ῥάκεσι δέδεται, ἄλλος μερίμναις
γηΐναις ἑαυτὸν δίδωσιν, ἄλλος ὕπνον ἢ εὐτραπελίαν ἢ αἰσχρολογίαν ἀγαπᾷ.
Καὶ μικρῷ γάρ τις καὶ μεγάλῳ τοῦ κόσμου δεσμούμενος, ἐκείνῳ κατέχεται
καὶ οὐκ ἐᾶται ἀνακύψαι. Πρὸς ὃ γάρ τις πάθος οὐ πολεμεῖ γενναίως, ἐκεῖνο
ἀγαπᾷ, κἀκεῖνο κρατεῖ αὐτὸν καὶ βαρύνει καὶ γίγνεται αὐτῷ ἐμπόδιον καὶ
ἅλυσις τοῦ μὴ τὸν νοῦν αὐτοῦ ἀπιέναι πρὸς τὸν Θεὸν καὶ εὐαρεστῆσαι αὐτῷ
καὶ αὐτῷ μόνῳ λατρεύσαντα χρησιμεῦσαι τῇ βασιλείᾳ καὶ ζωῆς αἰωνίου
τυχεῖν.
Ψυχὴ γὰρ ἡ ἀληθῶς πρὸς Κύριον τὴν ὁρμὴν ἔχουσα ὅλη ἐξ ὅλου
τὴν ἀγάπην αὐτῆς πρὸς αὐτὸν ἕλκει καὶ πρὸς αὐτὸν μόνον ἐκ προαιρέσεως
ὅση δύναμις δεσμεῖται, κἀκεῖθεν τὴν βοήθειαν τῆς χάριτος προσκτᾶται καὶ
ἑαυτὴν ἀρνεῖται καὶ τοῖς θελήμασι τοῦ νοὸς αὐτῆς οὐκ ἀκολουθεῖ (ὅτι
δολίως πορεύεται μεθ' ἡμῶν διὰ τὸ συνὸν καὶ δελεάζον κακόν), ἀλλὰ τῷ
τοῦ Κυρίου λόγῳ ὁλοτελῶς ἑαυτὴν ἐκδίδωσι καὶ παντὸς φαινομένου δεσμοῦ
λύει ἑαυτήν, ὅσον ἐκ θελήματος δυνατόν, καὶ τῷ Κυρίῳ ἐξ ὅλου ἑαυτὴν
δίδωσι, καὶ οὕτω διεξελθεῖν εὐχερῶς δυνήσεται τοὺς ἀγῶνας καὶ πόνους καὶ
θλίψεις. Ὅπου γὰρ ἀγαπᾷ τις, ἐκεῖθεν βοηθεῖται κἀκεῖθεν βαρεῖται. Ἐάν τι τοῦ κόσμου ἀγαπᾷ, αὐτὸ ἐκεῖνο γίγνεται αὐτῷ φορτίον καὶ δεσμοὶ καθέλκοντες κάτω καὶ μὴ συγχωροῦντες ἄνω πρὸς Θεὸν ἀπελθεῖν. Ἐὰν
δὲ τὸν Κύριον καὶ τὰς ἐντολὰς αὐτοῦ ἀγαπᾷ, ἐκεῖθεν βοηθεῖται κἀκεῖθεν
κουφίζεται καὶ εὔκολα αὐτῷ πάντα γίγνεται τὰ τοῦ Κυρίου παραγγέλματα τῷ
τὴν ἀγάπην αὐτοῦ πρὸς αὐτὸν ἀποσῴζειν ὁλοκλήρως, καὶ βαρεῖ εἰς
τὸ ἀγαθόν, μᾶλλον δὲ καὶ κουφίζει καὶ ἐλαφρύνει πάντα πόλεμον καὶ πᾶσαν
θλῖψιν, καὶ διὰ τῆς θείας δυνάμεως τὸν κόσμον διακόπτει καὶ τὰς δυνάμεις
τῆς κακίας τὰς ἐν αὐτῷ παγιδευούσας τὴν ψυχὴν καὶ βρόχοις ἐπιθυμιῶν
παντοδαπῶν ἐν τῷ τοῦ κόσμου βυθῷ καταδεσμούσας· καὶ οὕτως ἐξειλῆσαι ἐξ
αὐτῶν διὰ τῆς ἰδίας πίστεως καὶ σπουδῆς πολλῆς καὶ διὰ τῆς ἄνωθεν
βοηθείας, ἔνθα ἠγάπησε, τῆς αἰωνίου βασιλείας ἀξιοῦται, ἣν ἰδίῳ θελήματι
ἀγαπήσας ἐξ ἀληθείας καὶ ὑπὸ τοῦ Κυρίου βοηθηθεὶς τῆς αἰωνίου ζωῆς οὐκ
ἐκπίπτει.
Ἵνα δὲ ἀπὸ πραγμάτων φανερῶν ἀποδείξωμεν, πῶς θελήματι ἰδίῳ πολλοὶ
ἀπόλλυνται καὶ ἐν θαλάσσῃ βυθίζονται καὶ ἐν αἰχμαλωσίᾳ ἁρπάζονται,
ὑπόθου μοί τινα οἶκον ἐμπίπρασθαι πυρί, καὶ ὃς μὲν σῶσαι ἑαυτὸν
βουλόμενος αἰσθηθεὶς τοῦ ἐμπρησμοῦ γυμνὸς ἔφυγε καταλιπὼν πάντα, καὶ
ἑαυτοῦ τὴν ψυχὴν μόνον περιποιήσασθαι βουληθεὶς διεσώθη. Ἄλλος δὲ
βουλόμενος λαβεῖν τινα τοῦ οἴκου σκεύη ἢ ἱμάτια ἢ ἄλλα τινὰ εἰσῆλθεν
ἆραι, καὶ ὡς ἐλάμβανε, κατεκυρίευσε τὸ πῦρ τοῦ οἴκου καὶ συνέλαβεν αὐτὸν
ἔνδον καὶ κατέκαυσεν. Ὁρᾷς ὅτι ἰδίῳ θελήματι δι' ἀγάπην τινὰ πρόσκαιρον
παρ' ἑαυτὸν ἀγαπήσας ἐν τῷ πυρὶ ἀπώλετο. Ὁμοίως πάλιν ἐν τῇ θαλάσσῃ εἰς
στάσιν τινὲς κλύδωνος περιπεσόντες ἐναυάγησαν· καὶ ὃς μὲν γυμνὸς
ἀποδυσάμενος εἰσῆλθεν ἐν τοῖς ὕδασιν ἑαυτὸν μόνον βουλόμενος σῶσαι καὶ
οὕτως ὑπὸ τῶν κυμάτων τυπτόμενος καὶ ἄνωθεν αὐτῶν ἐπικολυμβῶν διὰ τὸ
εὔλυτον αὐτὸν εἶναι ἠδυνήθη διεξελθεῖν τὴν πικρὰν θάλασσαν καὶ οὕτως τὴν
ψυχὴν αὐτοῦ περιεποιήσατο. Ἄλλος δὲ βουλόμενος σῶσαί τι τῶν ἐνδυμάτων
αὐτοῦ ἐνόμισε δύνασθαι ἐκκολυμβῆσαι καὶ διεξελθεῖν σὺν ἐκείνοις, οἷς ἦρε
σὺν ἑαυτῷ, καὶ αὐτὰ ἐκεῖνα ἅπερ ἔλαβε κατεβάρησαν αὐτὸν καὶ
κατεβάπτισαν ἐν τῷ βυθῷ τῆς θαλάσσης, καὶ ἀπώλετο δι' ὀλίγον κέρδος μὴ
τὴν ἑαυτοῦ ψυχὴν περιποιησάμενος. Ὁρᾷς ὅτι ἰδίῳ θελήματι αὐτοῦ
ἐθανατώθη. Πάλιν ὑπόθου μοι ἀκοὴν ἀλλοφύλων ἔρχεσθαι. Καὶ ὃς μὲν ἅμα τῷ
ἀκοῦσαι ἔφυγεν εὐθέως μὴ ἀναβαλόμενος, αὐτὸς γυμνὸς ἐξελθών. Ἄλλος δὲ
δυσπιστῶν ὅτι ἔρχονται οἱ ἐχθροὶ ἢ θέλων τινὰ τῶν ἰδίων πραγμάτων καὶ
βουλόμενος ἆραι μεθ' ἑαυτοῦ ἐβράδυνε φυγεῖν, καὶ ἐπελθόντες οἱ πολέμιοι
κατέλαβον καὶ ᾐχμαλώτευσαν αὐτὸν εἰς τὴν τῶν ἀλλοφύλων πατρίδα κἀκεῖ
δουλεύειν κατηνάγκασαν. Ὁρᾷς ὅτι τῷ θελήματι αὐτοῦ διὰ χαύνωσιν καὶ
ἀνανδρίαν καὶ ἀγάπην τινὰ πραγμάτων εἰς τὴν αἰχμαλωσίαν ἀπηνέχθη.
Ὁμοίως καὶ οἱ μὴ ταῖς ἐντολαῖς τοῦ Κυρίου ἐξακολουθοῦντες καὶ
ἑαυτοὺς ἀρνούμενοι καὶ μόνον τὸν Κύριον ἀγαπῶντες, ἀλλὰ δεσμοῖς γηΐνοις
ἑκουσίως δεσμούμενοι, ἐπελθόντος τοῦ πυρὸς τοῦ αἰωνίου ὡς εὑρισκόμενοι
ἐν τῇ ἀγάπῃ τοῦ κόσμου κατακαυθήσονται καὶ ὑπὸ τῆς πικρᾶς
θαλάσσης τῆς πονηρίας καταβυθίζονται καὶ ὑπὸ τῆς αἰχμαλωσίας τῶν
ἀλλοφύλων, τουτέστι τῶν πνευμάτων τῆς πονηρίας, αἰχμαλωτιζόμενοι
ἀπόλλυνται. Εἰ δὲ βούλει ἀγάπης ἀπηρτισμένης εὐθύτητα πρὸς Κύριον ἐκ τῶν
ἁγίων καὶ θεοπνεύστων γραφῶν καταμαθεῖν, ἴδε τὸν Ἰὼβ πῶς ἀπεδύσατο
πάντα ὥσπερ εἰπεῖν, ἅπερ ἦν κεκτημένος, τέκνα, κτήματα, ζῷα, παῖδας καὶ
τὰ λοιπὰ ὑπάρχοντα· πῶς ἀπεκδυσάμενος ἔφυγε καὶ διέσωσεν ἑαυτὸν καὶ
αὐτὸν τὸν χιτῶνα ἀφεὶς καὶ προσρίψας τῷ σατανᾷ καὶ μήτε ἐν λόγῳ
βλασφημήσας μήτε τῇ καρδίᾳ μήτε τοῖς χείλεσι φθεγξάμενος ἐνώπιον τοῦ
Κυρίου, ἀλλὰ τοὐναντίον εὐλόγησε τὸν Κύριον εἰπών· ὁ Κύριος ἔδωκεν, ὁ
Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. Εἴη τὸ ὄνομα
Κυρίου εὐλογημένον. Κἂν ἐνομίζετο γὰρ κεκτῆσθαι πολλά, δοκιμασθεὶς ὑπὸ
τοῦ Κυρίου ἐφανερώθη μηδὲν κεκτημένος ἢ μόνον τὸν Θεόν.
Ὁμοίως ὁ Ἀβραὰμ κελευσθεὶς ὑπὸ τοῦ Κυρίου ἐξελθεῖν «ἐκ τῆς γῆς καὶ ἐκ
τῆς συγγενείας καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ», εὐθέως ὥσπερ εἰπεῖν
ἀπεδύσατο πάντα, πατρίδα, γῆν, συγγένειαν, γονεῖς, καὶ ἐξηκολούθησε τῷ
λόγῳ τοῦ Κυρίου. Εἶτα μεταξὺ πολλῶν δοκιμασιῶν καὶ πειρασμῶν αὐτῷ
γινομένων, τοῦτο μὲν τῆς γυναικὸς αὐτοῦ λαμβανομένης, τοῦτο δὲ ἐπὶ ξένης
διάγων καὶ ἀδικούμενος, καὶ διὰ πάντων ἀποδειχθείς, ὅτι Θεὸν μόνον
ἀγαπᾷ ὑπὲρ πάντα, ὕστερον ἐπεὶ δι' ἐπαγγελίας καὶ δι' ἐτῶν πολλῶν
μονογενῆ Υἱὸν κατὰ πολλὴν ἐπιθυμίαν ἐκτήσατο, αἰτηθεὶς τοῦτον εἰς θυσίαν
προθύμως δι' ἑαυτοῦ ἀνέφερεν, ἀποδυσάμενος ἑαυτὸν καὶ ἀληθῶς
ἀρνησάμενος· ἀπέδειξε γὰρ ὅτι παρὲξ Θεοῦ ἄλλο τι οὐκ ἠγάπησε διὰ τῆς τοῦ
μονογενοῦς προσκομιδῆς. Εἰ γὰρ ἐκεῖνον προθύμως ἀπεδύσατο, πόσῳ μᾶλλον
εἰ τὰ λοιπὰ αὐτοῦ ὑπάρχοντα ἐκελεύσθη ἐᾶσαι ἢ πένησιν ὑφ' ἓν διανεῖμαι,
ἑτοίμως καὶ προθύμως ἂν ἐποίησεν. Ὁρᾷς ἀγάπης ἀπηρτισμένης ἐκ θελήματος
πρὸς Κύριον εὐθύτητα;
Οὕτως καὶ οἱ τούτων συγκληρονόμοι γενέσθαι βουλόμενοι παρὲξ Θεοῦ
οὐδὲν ὀφείλουσιν ἀγαπῆσαι, ἵνα ὅταν δοκιμασθῶσι χρήσιμοι καὶ δόκιμοι
εὑρεθῶσι, τελείαν τὴν ἀγάπην αὐτῶν πρὸς Κύριον ἀποσῴζοντες. Οἱ τοιοῦτοι
ἕως τέλους διεξελθεῖν τὸν ἀγῶνα δυνήσονται οἱ ἐκ θελήματος Θεὸν μόνον
ἀγαπήσαντες πάντοτε καὶ πάσης ἀγάπης κόσμου ἑαυτοὺς λελυκότες. Ὀλίγοι δὲ
σφόδρα εὑρίσκονται οἱ τοιαύτην ἀγάπην ἀναλαβόντες καὶ πάσας τὰς τοῦ
κόσμου ἡδονὰς καὶ ἐπιθυμίας ἀποστρεφόμενοι καὶ μακροθύμως τὰς
ἐπαναστάσεις καὶ πειρασμοὺς τοῦ πονηροῦ ὑπομενόντες. Μὴ γὰρ ἐπειδὴ
πολλοὶ ποταμοὺς παρερχόμενοι παρασύρονται ὑπὸ τῶν ὑδάτων, οὔκ εἰσιν οἱ
διαπερῶντες τοὺς θολεροὺς ποταμοὺς τῶν τοῦ κόσμου ἐπιθυμιῶν παντοδαπῶν
καὶ ποικίλων πειρασμῶν τῶν πνευμάτων τῆς πονηρίας; Καὶ ἐπειδὴ πολλὰ
πλοῖα ἐν τῇ θαλάσσῃ καλυπτόμενα ὑπὸ τῶν κυμάτων βυθίζεται, οὔκ εἰσι τὰ
διαπερῶντα καὶ ἐπάνω τῶν κυμάτων διοδεύοντα καὶ εἰς λιμένα εἰρήνης
καταντήσαντα; Διὰ τοῦτο πίστεως πολλῆς καὶ μακροθυμίας καὶ
ἀγῶνος καὶ ὑπομονῆς καὶ πόνων καὶ πείνης καὶ δίψης εἰς τὸ ἀγαθὸν καὶ
ὀξύτητος καὶ ἀναιδείας καὶ διακρίσεως καὶ συνέσεως πάντοτε χρεία.
Οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων ἄνευ καμάτων καὶ ἀγώνων καὶ ἱδρώτων ἐπιτυχεῖν τῆς βασιλείας βούλονται,
ὅπερ ἀδύνατόν ἐστιν. Ὥσπερ οὖν ἐν κόσμῳ ἀπέρχονταί τινες ἄνδρες πρός
τινα πλούσιον ἐργάσασθαι εἰς θέρος ἢ εἰς ἕτερον ἔργον, ὅπως πορίσωνται ἃ
χρῄζουσιν ἔχειν εἰς τὴν διατροφὴν αὐτῶν, εἰσὶ δέ τινες ἐν αὐτοῖς
ὀκνηροὶ καὶ χαῦνοι καὶ ἀργοὶ μὴ κάμνοντες δεόντως μήτε ἁρμοζόντως
ἐργαζόμενοι, οὗτοι μηδὲν κοπιάσαντες μήτε καμόντες εἰς τὸν οἶκον τοῦ
πλουσίου βούλονται τὸν μισθὸν ἐξ ἴσου λαβεῖν τοῖς ἀνδρείως καὶ ὀξέως καὶ
ὅλῃ αὐτῶν καμοῦσιν ἰσχύϊ, ὡς ἤδη τὸ αὐτῶν ἔργον πεποιηκότες, τὸν αὐτὸν
τρόπον ἐπὰν ἀναγινώσκωμεν τὰς γραφάς, πῶς ὁ δεῖνα δίκαιος εὐηρέστησε τῷ
Θεῷ, πῶς φίλος καὶ συνόμιλος Θεοῦ γέγονε, καὶ πάντες δὲ οἱ πατέρες πῶς
φίλοι καὶ κληρονόμοι Θεοῦ γεγόνασι, πόσας θλίψεις ὑπέμειναν, πόσα διὰ
τὸν Θεὸν ἔπαθον, πόσα ἠνδραγάθησαν καὶ ἠγωνίσαντο, μακαρίζομεν αὐτοὺς
καὶ τῶν ἴσων αὐτοῖς δωρεῶν καὶ ἀξιωμάτων τυχεῖν βουλόμεθα καὶ
ἐπιθυμοῦμεν προθύμως λαβεῖν τὰ ἔνδοξα ἐκεῖνα χαρίσματα, ὑπερβαίνοντες
αὐτῶν τοὺς πόνους καὶ ἀγῶνας καὶ τὰς θλίψεις καὶ τὰ παθήματα καὶ τὰς μὲν
τιμὰς αὐτῶν καὶ τὰ ἀξιώματα. Οἷα ἀπὸ Θεοῦ κέκτηνται, προθύμως λαβεῖν
θέλομεν, τοὺς δὲ καμάτους καὶ πόνους καὶ ἀγῶνας αὐτῶν οὐ καταδεχόμεθα.
Λέγω δέ σοι, ὅτι τοῦτο καὶ πᾶς τις ἀνθρώπων ἐπιθυμεῖ καὶ
θέλει, καὶ πόρναι καὶ τελῶναι καὶ ἄδικοι ἄνθρωποι εὐκόλως βούλονται ἄνευ
κόπων καὶ ἀγώνων τυχεῖν τῆς βασιλείας. Ἀλλὰ διὰ τοῦτο ἐν μέσῳ
πειρασμοὶ καὶ δοκιμασίαι πολλαὶ καὶ θλίψεις καὶ ἀγῶνες καὶ ἱδρῶτες
πρόκεινται, ἵνα φανεροὶ γένωνται. Τινὲς ἐξ ἀληθείας ἕως θανάτου ἐλθόντες
ἐξ ὅλης προαιρέσεως καὶ δυνάμεως τὸν Κύριον μόνον ἠγάπησαν καὶ οὐδὲν
ἕτερον σὺν τῇ πρὸς αὐτὸν ἀγάπῃ περιπόθητον ἔσχον. Διὸ καὶ
δικαίως εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσέρχονται, ἀρνησάμενοι ἑαυτοὺς
κατὰ τὸν τοῦ Κυρίου λόγον καὶ παρὰ τὴν ἰδίαν πνοὴν τὸν Κύριον μόνον
ἠγαπηκότες. Διὸ καὶ ἄκροις δώροις οὐρανίοις τὴν ἄκραν ἀγάπην
αὐτῶν ἀμειφθήσονται. Εἰς γὰρ τὰς θλίψεις καὶ παθήματα καὶ ὑπομονὴν καὶ
πίστιν ἐγκεκρυμμέναι εἰσὶν αἱ ἐπαγγελίαι καὶ ἡ δόξα καὶ ἡ τῶν ἐπουρανίων
ἀγαθῶν ἀποκατάστασις, ὥσπερ ἐν τῷ ῥιπτομένῳ σίτῳ εἰς τὴν γῆν ὁ καρπός, ἢ
δένδρῳ ἐπικεντριζομένῳ διὰ σήψεώς τινος καὶ ἀτιμίας διερχομένῳ καὶ τότε
τοῦ ἐνδύματος τὴν εὐπρέπειαν καὶ τὴν δόξαν καὶ τὸν πολυπλασιάζοντα
καρπὸν ἀναφαίνοντι. Εἰ μὴ γὰρ δι' ἐκείνων τῶν ἀτιμίας ἀξίων καὶ
ἀφανισμοῦ διῆλθον, οὐκ ἂν τὴν εὐπρέπειαν τῆς κοσμήσεως καὶ τὸ κάλλος τῆς
θέας καὶ τὸν πλεονάζοντα καρπὸν ἀπεδείχθησαν ἔχειν. Ὡς καὶ ὁ Ἀπόστολος
«διὰ πολλῶν θλίψεων» φησὶν «δυνάμεθα εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν
οὐρανῶν», καὶ ὁ Κύριος· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν καὶ
πάλιν· ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε.
Πόνου γὰρ καὶ σπουδῆς καὶ νήψεως καὶ πολλῆς προσοχῆς χρεία
καὶ ὀξύτητος καὶ ἀναιδείας ἐν τῇ πρὸς Κύριον αἰτήσει, εἰς τὸ δυνηθῆναι
διεξελθεῖν τὰς τῶν γηΐνων ἐπιθυμιῶν παγίδας καὶ βρόχους τῶν ἡδονῶν καὶ
καταιγίδας τοῦ κόσμου, καὶ τὰς τῶν πονηρῶν πνευμάτων ἐπαναστάσεις
διαφυγεῖν καὶ γνῶναι καλῶς, ἐν ποίᾳ νήψει καὶ γοργότητι πίστεως καὶ
ἀγάπης οἱ ἅγιοι τὸν ἐπουράνιον θησαυρόν, τουτέστι τὴν τοῦ Πνεύματος
δύναμιν, ἐν ταῖς ψυχαῖς ἑαυτῶν ἐντεῦθεν ἐκτήσαντο, ὅπερ ἐστὶν ἀρραβὼν
τῆς βασιλείας.
Ὁ γὰρ μακάριος Ἀπόστολος Παῦλος περὶ τούτου τοῦ ἐπουρανίου θησαυροῦ,
τουτέστι τῆς χάριτος τοῦ Πνεύματος, διηγούμενος καὶ τὴν ὑπερβολὴν τῶν
θλίψεων ἐξαγορεύων, ἅμα δὲ ὑποδεικνύων, τί ὀφείλει ἕκαστος ζητεῖν
ἐντεῦθεν καὶ τί ὀφείλει κτήσασθαι, λέγει· οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος
ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν
ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. Ὀφείλει οὖν ἕκαστος ἀγωνίσασθαι
καὶ σπουδάσαι διὰ πασῶν ἀρετῶν καὶ πιστεῦσαι, ἐντεῦθεν κτήσασθαι τὸν
οἶκον ἐκεῖνον. Ἐὰν γὰρ καταλυθῇ ἡμῶν ὁ οἶκος τοῦ σώματος, [οὐκ] ἔχομεν
ἄλλον οἶκον, εἰς ὃν καταλύσει ἡμῶν ἡ ψυχή. Εἴγε φησὶ καὶ ἐκδυσάμενοι οὐ
γυμνοὶ εὑρεθησόμεθα, τουτέστιν ἀπὸ τῆς κοινωνίας καὶ ἀνακράσεως τοῦ
Ἁγίου Πνεύματος, εἰς ἣν μόνον ἡ πιστὴ ψυχὴ ἀναπαύεσθαι δύναται.
Διὰ τοῦτο γὰρ οἱ ὄντες ἐν ἀληθείᾳ καὶ δυνάμει Χριστιανοὶ θαρροῦσι καὶ χαίρουσιν ἐξερχόμενοι τῆς σαρκός,
ὅτι ἔχουσιν ἐκεῖνον τὸν οἶκον τὸν ἀχειροποίητον, ὅς ἐστιν οἶκος ἡ
οἰκοῦσα ἐν αὐτοῖς τοῦ Πνεύματος δύναμις. Κἂν καταλυθῇ οὖν ἡ τοῦ σώματος
οἰκία, οὐ φοβοῦνται· ἔχουσι γὰρ τὴν ἐπουράνιον τοῦ Πνεύματος οἰκίαν καὶ
τὴν δόξαν ἐκείνην τὴν ἄφθαρτον, ἥτις δόξα ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως
οἰκοδομήσει καὶ δοξάσει καὶ τὸν οἶκον τοῦ σώματος, ὥς φησιν ὁ Ἀπόστολος·
ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ
ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν, καὶ πάλιν· «ἵνα καὶ ἡ ζωὴ τοῦ
Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν» καὶ ἵνα φησὶ καταποθῇ τὸ θνητὸν
ὑπὸ τῆς ζωῆς.
Ἀγωνισώμεθα οὖν διὰ τῆς πίστεως καὶ τῆς ἐναρέτου πολιτείας ἐντεῦθεν
κτήσασθαι τὸ ἔνδυμα ἐκεῖνο, ἵνα μὴ ἐκδυσάμενοι τὸ σῶμα γυμνοὶ εὑρεθῶμεν,
καὶ οὐκ ἔστιν ὃ δοξάσει ἡμῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὴν σάρκα. Ἕκαστος γὰρ
ὅσον κατηξιώθη διὰ τῆς πίστεως καὶ σπουδῆς μέτοχος Πνεύματος Ἁγίου
γενέσθαι, τοσοῦτον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ δοξασθήσεται αὐτοῦ καὶ τὸ σῶμα. Ὃ
γὰρ νῦν ἐναπεθησαύρισεν ἔνδον ἡ ψυχή, τότε ἀποκαλυφθήσεται καὶ φανήσεται
ἔξωθεν τοῦ σώματος.
Ὥσπερ τὰ δένδρα παρεληλυθότα τὸν χειμῶνα ἐπιθαλψάσης δυνάμεως ἀοράτου
ἔκ τε τοῦ ἡλίου καὶ τῶν ἀνέμων ἔσωθεν ἐκφύει καὶ ἐκβάλλει ὥσπερ
ἐνδύματα φύλλα καὶ ἄνθη καὶ καρπούς, ὁμοίως τὰ τοῦ χόρτου ἄνθη ἐν ἐκείνῳ
τῷ καιρῷ ἔνδοθεν ἐκ τῶν κόλπων τῆς γῆς προέρχονται, καὶ σκέπεται καὶ
ἀμφιέννυται ἡ γῆ καὶ ὁ χόρτος ὡς τὰ κρίνα, περὶ ὧν ὁ Κύριος εἶπεν ὅτι
οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων (ταῦτα γὰρ
πάντα ὑποδείγματα καὶ τύποι καὶ εἰκόνες εἰσὶ τῶν Χριστιανῶν ἐν τῇ
ἀναστάσει), οὕτως γὰρ πάσαις ταῖς φιλοθέοις ψυχαῖς, τουτέστι τοῖς
ἀληθινοῖς Χριστιανοῖς, ἔστι μὴν πρῶτος Ξανθικὸς ὁ καλούμενος Ἀπρίλλιος,
ὅπερ ἐστὶν ἡ ἡμέρα τῆς ἀναστάσεως, καὶ διὰ τῆς δυνάμεως τοῦ ἡλίου τῆς
δικαιοσύνης ἔνδοθεν ἐξέρχεται δόξα τοῦ Ἁγίου Πνεύματος, καλύπτουσα καὶ
σκεπάζουσα τὰ σώματα τῶν ἁγίων, ἥνπερ δόξαν εἶχον ἔνδον ἐγκεκρυμμένην ἐν
ταῖς ψυχαῖς.
Ὅπερ γὰρ ἔχει τις νῦν, αὐτὸ προέρχεται ἔξωθεν τοῦ σώματος τότε,
«οὗτος» φησὶν «ὁ μὴν πρῶτος ἔστω τοῖς μησὶ τοῦ ἐνιαυτοῦ»· οὗτος χαρὰν
προφέρει πάσῃ τῇ κτίσει· οὗτος ἀμφιέννυσι τὰ γυμνὰ δένδρα, τὴν γῆν
διανοίγων· οὗτος πᾶσι τοῖς ζῴοις χαρὰν προφέρει· οὗτος τὴν ἱλαρότητα
πᾶσι δεικνύει· οὗτός ἐστι τῶν Χριστιανῶν μὴν πρῶτος Ξανθικός, ὅς ἐστιν ὁ
τῆς ἀναστάσεως καιρός, ἐν ᾧ δοξασθήσονται τὰ σώματα αὐτῶν διὰ τοῦ ἀπὸ
τοῦ νῦν ὄντος ἐν αὐτοῖς φωτὸς ἀρρήτου, τουτέστι τῆς δυνάμεως τοῦ
Πνεύματος, ὅπερ ἔσται αὐτοῖς τότε ἔνδυμα, βρῶσις, πόσις, ἀγαλλίασις,
χαρά, εἰρήνη, ἄμφιον, ζωὴ αἰώνιος. Πᾶσα γὰρ καλλονὴ λαμπρότητος καὶ
ὡραιότητος οὐρανίου εἰς αὐτοὺς τὸ πνεῦμα τῆς θεότητος γίνεται τότε, ὅπερ
ἀπὸ τοῦ νῦν δέξασθαι κατηξιώθησαν.
Πῶς τοίνυν οὐκ ἕκαστος ἡμῶν ὀφείλει πιστεῦσαι καὶ ἀγωνίσασθαι καὶ
σπουδάσαι ἐν πάσῃ ἐναρέτῳ πολιτείᾳ καὶ προσδοκῆσαι ἐν ἐλπίδι καὶ ὑπομονῇ
πολλῇ νῦν καταξιωθῆναι τὴν ἐξ οὐρανοῦ δύναμιν λαβεῖν καὶ δόξαν τοῦ
Ἁγίου Πνεύματος ἔνδον ἐν τῇ ψυχῇ, ἵνα τότε λυομένων τῶν σωμάτων ἔχωμεν ὃ
ἀμφιάσει καὶ ζωοποιήσει ἡμᾶς; «Εἴγε» φησὶν «ἐκδυσάμενοι οὐ γυμνοὶ
εὑρεθησόμεθα», καὶ «ζωοποιήσει τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος
αὐτοῦ Πνεύματος ἐν ἡμῖν». Μωϋσῆς γὰρ ὁ μακάριος ὑπέδειξε τὸν τύπον διὰ
τῆς ἐπὶ τοῦ προσώπου αὐτοῦ ἐπικειμένης τοῦ Πνεύματος δόξης, εἰς ἣν
οὐδεὶς ἀνθρώπων ἀτενίσαι ἠδύνατο, πῶς ἐν τῇ ἀναστάσει τῶν δικαίων
δοξασθήσεται τὰ σώματα τῶν ἀξίων, ἥνπερ δόξαν ἀπὸ τοῦ νῦν ἔνδοθεν ἐπὶ τῷ
ἔσω ἀνθρώπῳ ψυχαὶ ἁγίων καὶ πιστῶν καταξιοῦνται ἔχειν· «ἡμεῖς» γάρ φησι
«πάντες ἀνακεκαλυμμένῳ προσώπῳ», τουτέστι τῷ ἔσω ἀνθρώπῳ, «τὴν δόξαν
Κυρίου κατοπτριζόμεθα, τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς
δόξαν», ὁμοίως πάλιν· τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον
οὐκ ἔφαγεν, ὡς γέγραπται, καὶ ὕδωρ οὐκ ἔπιεν. Ἀδύνατον δὲ τὴν τοῦ
σώματος φύσιν ἄνευ ἄρτου τοσοῦτον ζῆσαι, εἰ μὴ τροφῆς ἑτέρας πνευματικῆς
μετελάμβανεν, ἧσπερ τροφῆς ἀπὸ τοῦ νῦν ἁγίων ψυχαὶ ἀοράτως ἐκ τοῦ
πνεύματος μεταλαμβάνουσι.
Κατὰ δύο οὖν τρόπους ὁ μακάριος Μωϋσῆς ὑπέδειξεν, ἥνπερ ἐν τῇ
ἀναστάσει ἕξουσι δόξαν φωτὸς καὶ τροφὴν νοερὰν τοῦ Πνεύματος οἱ ἀληθινοὶ
Χριστιανοί, ἧς καὶ κρυπτῶς ἀπὸ τοῦ νῦν καταξιοῦνται· διὸ καὶ τότε ἐπὶ
τοῦ σώματος αὐτῶν φανερωθήσεται. Ἣν γὰρ ἀπὸ τοῦ νῦν ἔχουσιν ἐν ταῖς
ψυχαῖς οἱ ἅγιοι δόξαν, ὡς προείρηται, ἐκείνη καλύψει καὶ ἀμφιάσει καὶ τὰ
γυμνὰ σώματα καὶ εἰς οὐρανοὺς ἁρπάσει, καὶ τὸ λοιπὸν σώματι καὶ ψυχῇ ἐν
τῇ βασιλείᾳ εἰς αἰῶνας σὺν τῷ κυρίῳ ἀναπαυσόμεθα. Τὸν γὰρ Ἀδὰμ κτίσας ὁ
Θεὸς οὐ κατεσκεύασεν αὐτῷ σωματικὰς πτέρυγας ὡς τοῖς πετεινοῖς, τὰς τοῦ
Πνεύματος τοῦ Ἁγίου πτέρυγας προευτρεπίσας αὐτῷ, τουτέστιν ἃς μέλλει
διδόναι αὐτῷ ἐν τῇ ἀναστάσει, ἵνα αὐτὸν κουφίσωσι καὶ ἁρπάσωσιν ἔνθα τὸ
πνεῦμα βούλεται· ἃς πτέρυγας ἀπὸ τοῦ νῦν ψυχαὶ ἁγίων καταξιοῦνται ἔχειν
εἰς τὸ οὐράνιον φρόνημα τῷ νῷ ἀνιπτάμεναι. Χριστιανῶν γὰρ κόσμος ἕτερός ἐστι καὶ ἄλλη τράπεζα καὶ ἄλλα ἐνδύματα καὶ ἄλλη ἀπόλαυσις καὶ ἄλλη κοινωνία καὶ ἄλλο φρόνημα· διὸ
καὶ κρείττους πάντων ἀνθρώπων τυγχάνουσι. Τούτων δὲ τὴν δύναμιν νῦν
ἔνδον ἐν ταῖς ψυχαῖς καταξιοῦνται λαβεῖν διὰ τοῦ Ἁγίου Πνεύματος· διὸ
καὶ ἐν τῇ ἀναστάσει τὰ σώματα καταξιωθήσονται τῶν αἰωνίων ἐκείνων τοῦ
πνεύματος ἀγαθῶν καὶ τῇ δόξῃ ἐκείνῃ ἀνακραθήσονται, ἧς ἀπὸ τοῦ νῦν αἱ
ψυχαὶ αὐτῶν τὴν πεῖραν ἐδέξαντο.
Ὀφείλει τοίνυν ἕκαστος ἡμῶν ἀγωνίσασθαι καὶ πονῆσαι καὶ
σπουδάσαι ἐν πάσαις ἀρεταῖς καὶ πιστεῦσαι καὶ ζητῆσαι παρὰ Κυρίου ἐξ
ἐκείνης τῆς δόξης ἀπὸ τοῦ νῦν μέτοχον γενέσθαι τὸν ἔσω ἄνθρωπον καὶ ἐν
ἐκείνῃ τῇ ἁγιότητι τοῦ πνεύματος τὴν ψυχὴν κοινωνῆσαι, ἵνα καθαρισθέντες
τῶν ῥύπων τῆς κακίας ἔχωμεν κἂν τῇ ἀναστάσει ὃ ἀμφιάσει γυμνὰ τὰ σώματα
ἡμῶν ἀνιστάμενα καὶ τὴν ἀσχημοσύνην ἐνδύσει καὶ ζωοποιήσει καὶ εἰς
αἰῶνας ἐν τῇ βασιλείᾳ ἀναπαύσει τῶν οὐρανῶν.
Μέλλει γὰρ ὁ Χριστὸς ἐκ τῶν οὐρανῶν κατέρχεσθαι καὶ πάντα τὰ φῦλα τοῦ
Ἀδὰμ ἀναστήσει τοὺς ἀπ' αἰῶνος κοιμηθέντας, κατὰ τὰς ἁγίας γραφάς· καὶ
εἰς δύο μέρη στήσει πάντας, καὶ τοὺς ἔχοντας τὸ ἴδιον σημεῖον, τουτέστι
τὴν σφραγῖδα τοῦ Πνεύματος, τούτους ὡς ἰδίους προσφωνήσας ἐκ δεξιῶν
στήσει· «τὰ ἐμὰ» γάρ φησι «πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούουσι» καὶ «γινώσκω
τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν». Καὶ τότε δόξῃ θείᾳ τὰ σώματα
τούτων περιβληθήσονται ἐκ τῶν ἀγαθῶν ἔργων, καὶ δόξης Πνεύματος ἔσονται
πλήρεις, ἧς ἀπὸ τοῦ νῦν εἶχον ἐν ταῖς ψυχαῖς. Καὶ οὕτω δοξασθέντες ἐν τῷ
θείῳ φωτὶ καὶ εἰς οὐρανοὺς ἁρπαχθέντες εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς
ἀέρα, κατὰ τὸ γεγραμμένον, πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, σὺν αὐτῷ
βασιλεύοντες εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν.